# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 35

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page 170b35. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/35

Ἀλλὰ μὴν ὅσοι συλλογισμοί εἰσι παρὰ τὸ πλεοναχῶς. Εἰπὼν ὅτι, εἴπερ εὑρεθῶσί τινες μὴ πρὸς τοὔνομα λέγεσθαι δυνάμενοι, ἔξω πεσοῦνται τῆς διαιρέσεως, ἐπάγει ἀλλὰ μὴν ὅσοι συλλογισμοί εἰσι παρὰ τὸ πλεοναχῶς. ἔστι δὲ ὃ λέγει τοιοῦτον· εἴπερ φαμὲν συλλογίζεσθαι πρὸς τοὔνομα καὶ τὸν λόγον, ἤτοι τὴν ἀμφιβολίαν, ὅσοι περὶ τὰς ὁμωνυμίας καὶ ἀμφιβολίας διατρίβουσιν, ἐν οἷς μή εἰσιν ὁμώνυμα ἢ ἀμφίβολα τὰ λεγόμενα, οὗτοι οὐκ ἔσονται πρὸς τοὔνομα. ἔστι δὲ τὸ τῆς λέξεως τοιοῦτον· ὅσοι συλλογισμοί εἰσι παρὰ τὸ πλεοναχῶς, τουτέστιν ὅσοι οὐκ εἰσὶ τῶν πλεοναχῶς τισι χρωμένων, ἀλλ’ ἐκτός εἰσι τούτων, ὡς ἐπὶ τοῦ ῾Σωκράτης κάθηται, ὁ καθήμενος δύναται βαδίζειν, ὁ Σωκράτης ἄρα βαδίζει, οὗτοι οὐκ ἐκ τῶν πλεοναχῶς ἀλλ’ ἐκ τῶν πα ῥὰ τὸ πλεοναχῶς, ὥστε οὐδὲ πρὸς τοὔνομα ἔσονται οὐδὲ πρὸς τὴν διάνοιαν. τὸ δὲ τούτων εἰσί τινες οὐ παρὰ τοὔνομα ταὐτόν ἐστι τῷ ῾τούτων εἰσί τινες οἱ μὴ πρὸς τοὔνομα ὄντες᾿. πῶς οὖν ἀναχθήσονται οὗτοι εἰς τοὺς παρὰ τὴν διάνοιαν; οὐ μόνον γάρ, φησίν, ἄτοπόν ἐστι τὸ τοὺς τρισκαίδεκα τρόπους λέγειν πρὸς τοὔνομα, ἀλλ’ οὐδὲ αὐτοὺς τοὺς παρὰ τὴν λέξιν ἓξ εἰς τοὺς παρὰ τοὔνομα ἀνάγειν χρεών. εἰ γοῦν καὶ μὴ πάντες οἱ φαινόμενοι ἔλεγχοι εἰς τοὺς παρὰ τοὔνομα ἀνάγονται, ἀλλ’ οὖν εἰσί τινες παραλογισμοὶ ἐν οἷς οὐ γίνεται ἡ ἀπάτη διὰ τὸ τὴν ἀπό|κρισιν σφαλερὰν γενέσθαι, ἀλλὰ διὰ τὸ τὸν προταθέντα λόγον ὁμώνυμον εἶναι ἢ ἀμφίβολον. εἰ γάρ τις, εἰ τύχῃ, τοιαύτην προενέγκοι ἐρώτησιν ὡς ‘ἆρά γε ὁ κύων ὑλακτεῖ ἢ καὶ τοῦ ἀποκρινομένου οἰομένου μοναχῶς τὸν κύνα λέγεσθαι, οἷον, εἰ τύχῃ, τὸν χερσαῖον, ὁ ἐρωτῶν ἐπὶ τοῦ ἀστρῴου ἐπαγάγῃ τὸ συμπέρασμα, οὐ γέγονεν ἡ ἀπάτη διὰ τὸ κακῶς ἐξενεχθῆναι τὴν ἀπόκρισιν (καλῶς ὅσον πρὸς τὴν τοῦ ἀποκρινομένου διάνοιαν), ἀλλὰ διὰ τὸ τὸν ἐρωτηθέντα λόγον ἔχειν τὸ διττόν.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
