# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 36-4

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page 173b36. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/36-4

Δεῖ δ’ ἐναλλὰξ σημαίνειν, μετὰ μὲν τοῦ ἔστι τὸ οὕτος, μέτα ’δε του εἶναι τὸ τοῦτον. Έπειδὴ ἔφησεν, ὅτι τὸ τοῦτο οὐδέτερον ὂν πολλάκις σημαίνει καὶ ἀρσενικὸν καὶ θῆλυ, καὶ ὅτι καὶ διαφόρους πτώσεις σημαίνει καὶ διὰ τοῦτο ἀπατητικόν ἐστι καὶ ποιεῖ φαίνεσθαι πολλάκις τινὰς σολοικίζοντας, νῦν παραδίδωσι μέθοδον δι’ ἧς ἄν τις τὴν ἀπάτην διαδιδράσκοι, λέγων ὅτι ἐπειδὴ τὸ τοῦτο καὶ τὸ οὗτος καὶ τὸ τοῦτον σημαίνει, δεῖ ἐνηλλαγμένως ποιεῖσθαί σε παρ’ ἑκάστῳ τούτων τῶν δύο σημαινομένων τοῦ τοῦτο τὴν σύν- θεσιν· ἔχε γάρ μοι καὶ τὸ ἔστι καὶ τὸ εἶναι· καὶ εἰ μὲν βούλει εἰπεῖν τὸ τοῦτο ἐπ’ εὐθείας, προστίθει τὸ ἔστι καὶ λέγε ‘ἔστι τοῦτο’· ὅτε δὲ ὡς ἐπὶ αἰτιατικῆς τὸ τοῦτο ἐκφωνεῖς, τὸ εἶναι πάλιν ἐπίλεγε λέγων ‘εἶναι τοῦτο’. ὁμοίως δὲ ποίει καὶ ἐπὶ τῶν ἀρρενικῶν καὶ θηλυκῶν ὀνομάτων· εἰ γὰρ βούλει δηλῶσαι διὰ τοῦ τοῦτο ἢ ἀρσενικὴν ἢ θηλυκὴν πτῶσιν, αἰτιατικὰς δέ, εἰπὲ ‘εἶναι τοῦτο Κορίσκον, εἶναι τοῦτο Καλλιόπην’, εἰ δ’ εὐθεῖαν, ‘ἔστι τοῦτο Κορίσκος’. καὶ ἐπὶ τῶν λεγομένων δὲ σκευῶν ὁμοίως ποίει, τουτέστι τῶν οὐδετέρων (σκεύη δὲ ταῦτά φησι διὰ τὸ ἄψυχα εἶναι)· καὶ ἐπὶ τούτων γὰρ τῶν ἢ θηλείας ἢ ἄρρενος ἐχόντων ὄνομα (κυρίως γὰρ οὐδέτερα ἐκεῖνά ἐστιν ὅσα εἰς τὸ ο(??) καὶ ν(??) τελευτᾷ· ὅμως καί τινα τῶν ἀρρενικῶν ὀνομάτων τοῖς ἀψύχοις περιτιθέαμεν, ὡς ἀσκὸς καὶ πρίων καὶ τὰ τοιαῦτα), καὶ ἐπὶ τῶν τοιούτων τοίνυν τότε δηλοῦται εὐθεῖα καὶ αἰτιατικὴ πτῶσις, ὅτε τὸ ἔστι ἢ τὸ εἶναι προσθήσομεν· ταῦτα γὰρ λεγόμενα ποιήσει πάμπολυ διαφέρειν.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
