Ancient Greek
Page 176a38
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 38-2
Not analysed yet
’Ev μὲν οὖν τοῖς κυρίως λεγομένοις ὀνόμασιν. ’Ev τοῖς ὀνόμασι, φησί, τοῖς κυρίως λεγομένοις καὶ αὐτοτελῶς (κύρια γὰρ ἐκεῖνα λέγει ὀνόματα τὰ οἰκεῖα τοῖς ὑποκειμένοις πράγμασιν, οἷον ἄνθρωπος, ἵππος) ἀνάγκη ἀποκρίνεσθαι ἢ ναὶ ἢ οὒ ἢ ἀπλῶς καὶ χωρὶς διαιρέσεως, ἐὰν μὴ ᾖ ὁμώνυμον, ἤ, ἐὰν ᾖ, μετὰ διαιρέσεως. ἐν δὲ τοῖς κολοβῶς ἠρωτημένοις, οὐ δεῖ ἀπλῶς ἢ ναὶ ἢ οὒ ἀποκρίνεσθαι· συμβαίνει γὰρ παρὰ τοῦτο ἔλεγχος. συνεπινοούμενα δέ ἐστι τὰ συμμνημονευόμενα τοῖς προηρωτημένοις· οἷον ὃ ἂν ᾖ Ἀθηναίων, ἆρα κτῆμά ἐστιν Ἀθηναίων; ναί· τί δέ, ὁ ἄνθρωπος τῶν ζῴων; ναί· ὁ ἄνθρωπος ἄρα κτῆμα τῶν ζῴων ἐστί. συνεπινοεῖν γὰρ ἀνάγκη κἀνταῦθα τὸ κτῆμα· ὡς γὰρ ὃ ἂν ᾖ Ἀθηναίων, κτῆμά ἐστιν Ἀθηναίων, οὕτως καὶ ὃ ἄν ᾖ τῶν ζῴων, κτῆμα ἔσται τῶν ζῴων· ἔστι δὲ τῶν ζῴων ὁ ἄνθρωπος· κτῆμα ἄρα ἐστὶ τῶν ζῴων. ἐνταῦθα γοῦν ἐρωτηθέντος κολοβῶς τοῦ προβλήματος συνέβη ὁ παραλογισμός· ἔδει γὰρ εἰπεῖν ‘ἆρ’ ὃ ἂν ᾖ Ἀθηναίων κτῆμα, κτῆμά ἐστιν Ἀθηναίων, καὶ ὃ Λακώνων κτῆμα, κτῆμα τούτων·’ .