# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 38.1-2

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page 165b38. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/38.1-2

Ἔτι τὸν αὐτὸν καθῆσθαι καὶ ἑστάναι καὶ κάμνειν καὶ ὑγιαίνειν. Καὶ ταῦτα τρόπον τινὰ τὰ συμπεράσματά εἰσι τῶν παραλογισμῶν. αἱ δὲ ἀγωγαὶ τῶν σοφισμάτων τοιαῦται· οὐχὶ ὁ καθήμενος ἀνίσταται; ναί· τί δέ, οὐχ ὁ ἀνιστάμενος ἕστηκε; καὶ πῶς γὰρ οὔ; ὁ ἄρα καθήμενος ἕστηκε. πάλιν οὐχὶ ὁ ὑγιαζόμενος ὑγιαίνει; ὁμολογουμένως· οὐχὶ ὁ κάμνων ὑγιάζεται; ναί· ὁ ἄρα κάμνων ὑγιαίνει, ὅπερ ἄτοπον. ἐν ἑκατέρῳ οὖν τούτων τῶν συλλογισμῶν τὴν ἀπάτην ἡ μείζων ἔχει πρότασις· τὸ γὰρ τὸν ἀνιστάμενον ἑστηκέναι καὶ τὸν ὑγιαζόμενον ὑγιαίνειν διττόν· τὸ μὲν ὅτι ἅμα ἤρξατο ἀνίστασθαι καὶ ἑστηκώς ἐστι, καὶ ἅμα ἤρξατο ὑγιάζεσθαι καὶ ὑγιεινός ἐστιν, ἅπερ οὐ δοτέον· ψευδῆ γάρ εἰσι· τὸ δὲ ὅτι ἐνδέχεται τὸν πρότερον ὑγιαζόμενον καὶ πρότερον ἀνιστάμενον νῦν ὑγιαίνειν καὶ ἵστασθαι, ἐφ’ ὧνπερ καὶ τὸ ναὶ φατέον. διὸ κατὰ μὲν τὸ ἑστηκέναι τὸν ἀνιστάμενον, ὅτε ἤρξατο ἀνίστασθαι, ἐστὶ τὸ ἀδύνατον, καὶ οὐ δεῖ ἐπ’ αὐτοῦ συγχωρεῖν τὸ ναί· κατὰ δὲ τὸ νῦν ἑστηκέναι τὸν πρῴην ἀνιστάμενον τὸ δυνατόν, καὶ δεῖ ἐπ’ αὐτοῦ συγχωρεῖν τὸ ναί. ὁμοίως καὶ ἐπὶ τῷ τὸν ὑγιαζόμενον ὑγιαίνειν· τὸ μὲν γὰρ ὅτι | ἅμα ὑγιάζεταί τις καὶ ὑγιαίνει ἀδύνατον καὶ οὐ συγκαταθετέον τῷ λέγοντι· τὸ δ’ ὅτι ὁ πέρυσιν ὑγιαζόμενος ὑγιαίνει ἀληθές, καὶ ἐπὶ τούτου τὸ συγκαταθέσθαι οὐκ ἄλογον. παρὰ οὖν τὴν ὁμωνυμίαν ἐν τοῖς λόγοις τούτοις ὁ ἔλεγχος ἢ καὶ τὴν ἀμφιβολίαν· κοινωνοῦσι γὰρ αὗται ἀλλήλαις, ὥσπερ καὶ πρότερον εἴρηται καὶ προιόντες μαθησόμεθα. ὡς ἔχει καὶ τὸ νῦν προβαλλόμενον· ἆρ’ οὐχ ὁ δικαστὴς χρᾶται τῷ ἔργῳ τοῦ νομοθέτου; ναί· τί δ’, οὐχ ὁ χρώμενος τῷ τινος ἔργῳ ἀοͅχ͂ιτεκτονεῖν ἐκείνου λέγεται; πάντως γε· ὁ δικαστὴς ἄρα τοὐ νόμου ἀρχιτεκτονεῖ. διττὸν γὰρ κἀνταῦθα τὸ χρᾶσθαι τῷ τινος ἔργῳ, τὸ μὲν ὡς ὀργάνῳ, ὅπερ οὐκ ἔστιν εὑρεῖν ἐπὶ τοὐ δικαστοῦ, τὸ δὲ ὡς ἀρχῇ τῆς οἰκείας συστάσεως, ὅπερ οὐ κεκώλυται διὰ τοῦτο καὶ ὑπὸ τὸν νομοθέτην εἶναι καὶ ὑπάγεσθαι αὐτῷ καὶ ἀρχιτεκτονεῖσθαι ἢ ἀρχιτεκτονεῖν. εἰπὼν δὲ τὰς μείζους καὶ ἐλάττους προτάσεις τῶν παραλογισμῶν, τὰς μὲν μείζους ἐν οἷς λέγει ὅσπερ ἀνίστατο, ἕστηκε, καὶ ὅσπερ ὑγιάζετο, ὑγιαίνει, τὰς δὲ ἐλάττους ἐν οἷς φησιν ὅτι ἀνίστατο ὁ καθήμενος καὶ ὑγιάζετο ὁ κάμνων, ἐπάγει τὸ γὰρ τὸν κάμνοντα ὁτιοῦν ποιεῖν ἢ πάσχειν οὐχ ἓν σημαίνει· ὅπερ δηλοῖ ὅτι οὐχ ἕν ἐστι καὶ ἓν σημαίνει τὸ ὑγιάζετο ὁ ὑγιαίνων καὶ ἀνίστατο ὁ ἑστηκώς, ἀλλ’ ὁμώνυμόν ἐστιν. ἔστι δὲ τὸ μὲν ποιεῖν μηνυτικὸν τοῦ καθῆσθαι ἢ μᾶλλον τοῦ ἀνίστασθαι, ἢ τάχα καὶ ἀμφοτέρων, τὸ δὲ πάσχειν τοῦ κάμνειν. ἦν δ’ ἂν σαφέστερον, εἰ οὕτω ἔκειτο· τὸ γὰρ ὑγιαίνειν τὸν κάμνοντα καὶ ἑστηκέναι τὸν ἀνιστάμενον οὐχ ἓν σημαίνει, διότι ὁτὲ μὲν διὰ τοῦ λόγου τοῦ λέγοντος ὅτι ὁ ὑγιαζόμενος ὑγιαίνει σημαίνεται ὅτι ὁ ὑγιαζόμενος νῦν ὑγιαίνει, ὅπερ ἐστὶ καὶ ψευδές ἀδύνατον γάρ ἐστιν ἐνεργείᾳ ἔχειν τὴν ὑγίανσιν τὸν νῦν ὑγιαζόμενον καὶ τὴν ὑγείαν κατ’ ὀλίγον προσκτώμενον), ὁτὲ δὲ σημαίνεται πάλιν διὰ τούτου ὅτι ὃς ὑγιάζετο πρὸ δέκα τυχὸν ἡμερῶν, τουτέστι πρὸς τὴν ὑγείαν ἀνήγετο, νῦν ὑγιαίνει. ταῦτα εἰπὼν ἐπάγει πλὴν ὑγιάζετο μὲν καὶ κάμνων καὶ ὁ κάμνων καὶ τὰ ἑξῆς, ἅπερ ὡς λύσις ἐστὶ τῶν σοφισμάτων. ἔστι δὲ ὃ λέγει τοιοῦτον· ὑγιάζεσθαι μὲν λέγεται καὶ ὁ κάμνων νῦν καὶ ὁ κάμνων πάλαι, ὑγιαίνειν δὲ οὐχ ὁ νῦν ὑγιαζόμενος ἀλλ’ ὅστις πάλαι ὑγιάζετο. κάμνων δὲ εἴληπται τῷ Ἀριστοτέλει ὁ νῦν κάμνων, ὁ κάμνων δὲ ὁ ποτὲ κάμνων. ὑγιαίνει δὲ οὐχὶ ὁ κάμνων νῦν ἀλλὰ ὁ κάμνων πρότερον καὶ οὐ νῦν. ἵνα δὲ καὶ ἔτι σαφέστερον γένηται τὸ λεγόμενον, ῥητέον οὕτως· καὶ ὁ κάμνων νῦν καὶ ὁ κάμνων πρότερον πρὸς] ὑγείαν ἀνακτώμενοι λέγοιντο ἂν ὑγιάζεσθαι· πλὴν ὑγιάζετο μὲν ὁ κάμνων, ὅτι ἔκαμνεν, ὑγιαίνει δέ, ὅτι οὐ κάμνει.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
