Ancient Greek
Page 179b38
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 38.1-4
Not analysed yet
Ἔνιοι δὲ καὶ τῷ διττῷ λύουσι τοὺς συλλογισμούς. Πρὸ τῆς τῶν ῥητῶν σαφηνείας δεῖ τοῦτο προειπεῖν, ὅτι τὰ σοφίσματα ταῦτα, ἃ νῦν ἐκτίθησι, πρὸς τοὺς εἰδότας ἐλέγοντο. τὸ δὲ ‘οὗτος τούτου δοῦλός ἐστι’ συνεπέραινον οὕτως· ἆρά γε οὗτος τέκνον ἐστί; ναί· ἆρά γε οὗτος τούτου ἐστί; ναί· οὗτος ἄρα τούτου τέκνον ἐστίν· ἀλλὰ καὶ δοῦλος. εἰ γὰρ μὴ εἰδὼς ἐτύγχανεν ὁ ἀποκρινόμενος ὅτι οὗτος δοῦλός ἐστι Γλαύκωνος ἀλλ’ οὐ τέκνον, ἐκεῖνος δὲ ἠρώτα· ἆρά γε οὗτος τέκνον ἐστί; ναί· ἆρά γε οὗτος Γλαύκωνός ἐστι; ναί· οὗτος ἄρα τέκνον Γλαύκωνός ἐστιν· ἀλλὰ καὶ δοῦλος, ὃ ταὐτόν ἐστι τῷ ‘οὐ τέκνον’—εἰ εἰ οὖν μὴ ᾔδει ταῦτα ὁ ἀποκρινόμενος, εἶχεν ἂν λέγειν πρὸς τὸν ἐρωτῶντα ‘πόθεν δῆλον ὅτι δοῦλός ἐστι Γλαύκωνος καὶ οὐ τέκνον;’ . ὥστε πρὸς τὸν εἰδότα τὰς ἐρωτήσεις ἐποιοῦντο. τούτων οὕτως ἐχόντων λέγει ὁ Ἀριστοτέλης τινὰς λύειν τοὺς τοιούτους παραλογισμοὺς τῷ διττῷ, διττὸν λέγων τὴν ὁμωνυμίαν καὶ ἀμφιβολίαν· ἔλεγον γὰρ ὅτι τὸ ‘ἆρά γε οὗτος τούτου;’ διττόν, καὶ ὅτι δοῦλος τούτου καὶ ὅτι τέκνον τούτου· ὁμοίως, φασί, καὶ τὸ ‘οὗτος τούτου τέκνον’ διττόν· καὶ γὰρ ἢ ὅτι Γλαύκωνος τέκνον ἢ ὅτι τοῦ γεννήσαντος αὐτόν. πρὸς δὴ ταῦτά φησιν ὁ Ἀριστοτέλης μὴ καλῶς λύειν· μὴ γὰρ εἶναι διττὸν τὸ ‘ἆρά γε οὗτος τούτου;’ ἢ τὸ ‘ἆρά γε οὗτος τούτου τέκνον;’ . ἐπειδὴ γάρ, ὡς εἴρηται, πρὸς τὸν εἰδότα ὅτι οὗτος τοῦ Γλαύκωνός ἐστι δοῦλος ἀλλ’ οὐ τέκνον τὴν ἐρώτησιν ἐποιοῦντο, πῶς ἄν εἴη διττὸν πρὸς αὐτὸν τὸ ‘οὗτος τούτου’; ὁ γὰρ δοὺς τὸ τοῦτον τούτου εἶναι ὡς ἴσον δέδωκε τῷ τοῦτον τούτου δοῦλον εἶναι, ὥστε οὐ διττὸν πρὸς αὐτὸν τὸ ‘ἆρα οὗτος τούτου;’ . πάνυ δὲ ἀνυσίμως διὰ τοῦ κατωτέρω τιθεμένου αὐτῷ εἰς παράδειγμα, τοῦ ἔπους, ἔδειξεν ὅτι οὐ παρὰ τὸ διττόν ἐστι τὸ σόφισμα. ὥσπερ γὰρ ὁ λέγων ὅτι δός μοι τὸ μῆνιν ἄειδε θεά, τὸ ἥμισυ τοῦ ἔπους, ὁ ἀκούσας οὐ τὴν Ἰλιάδα ἔπος νοεῖ οὐδ’ ὡς ἥμισυ Ἰλιάδος δίδωσιν ἀλλ’ ὡς ἥμισυ στίχου· οἶδε γὰρ ὡρισμένως ὅτι ἥμισυ ἔπους ἐστὶ τὸ μῆνιν ἄειδε θεά ἀλλ’ οὐ τῆς ποιήσεως· οὐ γὰρ λέγεται ἡ Ἰλιὰς ἔπος ἀλλ’ ὁ στίχος. εἰ μὲν γὰρ ἐλέγετο καὶ ἡ Ἰλιὰς καὶ ὁ στίχος ἔπος, τότε ἦν ἀν’ διττὸν τὸ ίδος μοι τὸ ἥμισυ τοῦ ἔπους’· ἐπεὶ δὲ οὐ λέγεται ἔπος ἡ Ἰλιὰς ἀλλ’ ὁ στίχος, οὐ διττόν. οὕτως καὶ ἐπ’ ἐκείνων. τὸ δὲ οἷον ὅτι σός ἐστι πατὴρ ἢ υἱός ἴσον ἐστὶ τῷ ‘σὸς ἄρα, ὦ Γλαύκων, οὗτος υἱός, καὶ σός, ὦ δοῦλε, ὁ Γλαύκων πατήρ’. λύει δὲ λέγων ὅτι, εἰ παρὰ τὸ διττὸν ἦν τὸ σόφισμα, ἐχρῆν τὸ ὄνομα καὶ τὸν λόγον κυρίως λέγεσθαι καθ’ ὧν λέγονται. ὁ γὰρ κύων τῶν πολλαχῶς λεγομένων ὢν κυρίως λέ- γεται καὶ κατὰ τοῦ χερσαίου καὶ κατὰ τοῦ ἀστρῴου· ὁ δὲ πατὴρ κατὰ τοῦ δούλου, ἐφ’ οὗ καὶ τὸ σὸς ἐδόθη, οὐ λέγεται κυρίως· ὁ γὰρ εἰπὼν ὅτι ναὶ σός, τὸ σὸς ὡς πρὸς δοῦλον δέδωκεν· οὐ λέγεται δὲ ὁ πατὴρ δούλου πατήρ. ὥστε οὐ διττὸς ὁ λόγος διὰ τὸ τὸ διττὸν κυρίως κατὰ πάντων λέγεσθαι καθ’ ὧν λέγεται, τὸ δὲ δοῦλος, ᾧ ὡς ταὐτὸν τὸ σὸς ἐδόθη, θῆ, μὴ λέγεσθαι κυρίως πρὸς τὸν πατέρα. τὴν δὲ λέξιν τὴν τὸ δὲ τόνδε εἶναι τοῦδε τέκνον ὑπερβατῶς ἀναγνωστέον οὕτως· τὸ δὲ τόνδε τοῦδε οὐδεὶς λέγει κυρίως εἶναι τέκνον. εἰ γὰρ τὸ τέκνον κυρίως πρὸς τὸν δεσπότην ἐλέγετο, τότε ἂν καὶ τὰ δηλωτικὰ τούτων, τὰ τόδε τοῦδε, ἦσαν διττά, σημαίνοντα ὅτι τὸ τέκνον καὶ δεσπότου ἐστὶ τέκνον καὶ πατρὸς καὶ ὁ πατὴρ καὶ δούλου πατὴρ καὶ υἱοῦ· ἐπεὶ δὲ τὸ τέκνον οὐ λέγεται δεσπότου ἀλλὰ πατρός, οὐδὲ τὸ |τοῦ τέκνου καὶ πατρὸς δηλωτικόν, f. 52v ὅπερ ἐστὶ τὸ τόδε τοῦδε, διττὸν ἔσται. ὁμοίως καὶ ἐπὶ τοῦ δούλου καὶ δεσπότου. ὅτι δὲ οὐ λέγεται διττῶς, δῆλον· οὐδεὶς γὰρ τὸν δοῦλον τούτου τέκνον κυρίως λέγει, εἰ δοῦλον αὐτὸν αὐτοῦ γινώσκει καὶ μὴ τέκνον, καὶ συνελόντα φάναι τὸ τόνδε τοῦδε εἶναι τέκνον τοῦ εἰ γοῦν καί τινες, φησί, παρὰ τὴν ὁμωνυμίαν ἢ τὴν ἀμφιβολίαν (ταῦτα γάρ εἰσι τὰ διττά) λέγουσιν εἶναι τὸ σόφισμα, ἀλλ’ οὖν, ὡς δέδεικται, παρὰ τὸ συμβεβηκός ἐστι. τὸ δὲ ἐπὶ τῆς φρονήσεως σόφισμα τοιοῦτον· ἀρά γέ ἐστιν ἐπιστήμη τῶν κακῶν; ναί· τὰ γὰρ κακὰ ἐπιστητά· ἀλλὰ μὴν ἡ φρόνησις ἐπιστήμη· ἡ φρόνησις ἄρα τῶν κακῶν· ἔστιν ἄρα ἡ φρόνησις κακόν τι. καὶ τοῦτο δὲ λέγει τινὰς τῷ διττῷ λύειν· τὸ γὰρ τοῦτο τούτων εἶναι διττόν φασι. πρὸς ἣν λύσιν ἐνιστάμενος ὡς μὴ ἀρκούντως ἔχουσαν ἐπήγαγε λέγων τὸ δὲ τοῦτο τούτων εἶναι οὐ λέγεται πολλαχῶς, λαχῶς, ἀλλὰ κτῆμα, ὡσεὶ ἔλεγεν· ὥσπερ γὰρ τὸ χωρίον τόδε τῶν Ἀθηναίων ὂν οὐ λέγεται πολλαχῶς, ἀλλὰ κτῆμα ἢ δοῦλος, καθάπερ εἴρηται, οὕτως οὐδὲ τὸ τὴν ἀρετὴν εἶναι τῶν κακῶν πολλαχῶς λέγεται· δῆλον γὰρ πᾶσιν ὅτι οὐ κακόν τί ἐστιν ἡ ἀρετή· οὐδεὶς γὰρ κακὸν αὐτὴν λέγων κυριολεκτεῖ· ἀλλ’ οὕτως λέγεται τῶν κακῶν ὡς ἐπιστήμη τῶν ἐπιστητῶν. παρὰ τὸ συμβεβηκὸς ἄρα καὶ τοῦτο καὶ οὐ παρὰ τὸ διττόν· διότι γὰρ ἡ φρόνησις τούτων ἐστί, συμβέβηκε δὲ τούτοις κακοῖς εἶναι, διὰ τοῦτο λέγεται ἡ φρόνησις τῶν κακῶν.