# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 38.1

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page 165a38. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/38.1

Ἔστι δὴ τῶν ἐν τῷ διαλέγεσθαι λόγων τέσσαρα γένη. Κοινοποιεῖται πρότερον πάντα τὰ τῶν συλλογισμῶν εἴδη καὶ ἀπαριθμεῖται αὐτά, καὶ τότε τὸ περὶ οὗ ὁ λόγος ἐστὶν αὐτῷ εἶδος τοῦ συλλογισμοῦ ἀναλεξάμενος τὴν περὶ αὐτοῦ ποιεῖται διδασκαλίαν. ἀπορῆσαι δὲ ἄξιον, πῶς εἰπὼν τῶν ἐν τῷ διαλέγεσθαι λόγων εἶναι τέτταρα γένη ἐπήνεγκε τοὺς διδασκαλικοὺς λόγους προηγουμένως, οἵτινές εἰσιν ἀποδεικτικοί. οὐ γὰρ οἱ ἀποδεικτικοὶ λόγοι ἐξ ἐνδόξων εἰσίν, οὔτε ἐκ τῶν πᾶσι δοκούντων οὔτε ἐκ τῶν τοῖς πλείστοις οὔτε ἐκ τῶν τοῖς σοφοῖς, ἢ τῶν πᾶσι δοκούντων σοφοῖς ἢ τῶν τοῖς πλείστοις ἢ τῶν <τοῖς> γνωρίμοις κατὰ φιλοσοφίαν, οὐδὲ περὶ παντὸς τοῦ προκειμένου συλλογίζονται· τὸ γὰρ ἐκ τούτων συλλογίζεσθαι, ὡς ἡ πρόθεσις τῆς διαλεκτικῆς σημαίνει, οὐκ ἔστιν ἀποδείξεως καὶ ἀποδεικτικοῦ λόγου ἀλλὰ τῆς διαλεκτικῆς. ἢ ληπτέον ἐπὶ τοῦ συλλογίζεσθαι νῦν τὸ διαλέγεσθαι· ὁ γὰρ ἀποδεικνύων οὐ διαλέγεται ἀλλὰ συλλογίζεται, καθάπερ ἐπὶ γεωμετρίας ἔχει καὶ ἄλλων τινῶν. θεὶς δὲ τίνα τὰ τέσσαρα γένη λέγει καὶ τὴν πρὸς ἄλληλα τούτων διὰ συντόμου λόγου διδάσκευ διαφοράν, διδασκαλικοὶ μὲν φάσκων εἰσὶν οἱ ἐκ τῶν οἰκείων ἀρχῶν ἑκάστου μαθήματος γινόμενοι ἀλλ’ οὐχ οἱ ἐκ τῶν δοκούντων τῷ ἀποκρινομένῳ, ἤγουν ἀποδεικτικοὶ μέν εἰσι συλλογισμοί, οἷον φέρε εἰπεῖν ἐπὶ ἀριθμοῦ οἱ διὰ ποσοῦ διωρισμένου συλλογιζόμενοι καὶ γεωμετρικοὶ οἱ διὰ ποσοῦ συνεχοῦς καὶ ἀπλῶς ἕκαστος ἐξ οἰκείας ἐπιστήμης καὶ τοῦ οἰκείου ὑποκειμένου τὰς ἀρχὰς ἔχων, καὶ ἀποδεικτικὸς ὁ οὕτω καὶ ἐκ τοιούτων συλλογιζόμενος, οὐκ ἐκ τῶν τοῦ ἀποκρινομένου δοξῶν. αἴτιον δὲ τούτου τὸ τὸν μανθάνοντα πιστεύειν, ὃ γίνεται, | ὅταν ἐκ τῶν οἰκείων ἀρχῶν τοῦ πράγματος ὁ διδάσκων ἀκολούγίνεται, ἔχῃ τοὺς οἰκείους λόγους· οὐ γὰρ ἄν μάθοι τις τὰ δεύτερα μὴ περὶ τῶν πρώτων πεπεισμένος. διαλεκτικοὶ δέ εἰσι συλλογισμοὶ οἱ ἐκ τῶν ἐνδόξων συλλογιστικοὶ ἀντιφάσεως· ἀεὶ γὰρ ὁ διαλεκτικὸς τὴν ἀντίφασιν πειρᾶται συλλογίζεσθαι τοῦ προβλήματος, καὶ γυμναστικός τις ὢν ἐπ’ ἀμφότερα ἐγχειρεῖ δι’ ἐνδόξων καὶ τῶν ἀντικειμένων ἐστὶ συλλογιστικός. τρίτον φησὶν εἶναι τὸν πειραστικὸν συλλογισμόν, ὅς ἐστι καὶ αὐτὸς διαλεκτικός· μέρος γὰρ τοῦ διαλεκτικοῦ. διαφέρει δὲ τοσοῦτον ἐκείνου, ὅτι μή ἐστιν ἐκ τῶν ἀπλῶς ἐνδόξων ἀλλὰ καὶ ἐκ τῶν δοκούντων τῷ ἀποκρινομένῳ περὶ οὗ προσποιεῖται τὴν ἐπιστήμην ἔχειν. τούτῳ γὰρ διαφέρει, ὡς εἴρηται, ὁ πειραστικὸς τοῦ διαλεκτικοῦ καίτοι καὶ αὐτὸς διαλεκτικὸς ὤν, τῷ τὸν διαλεκτικὸν ἐκ τῶν ἀπλῶς ἐνδόξων συλλογίζεσθαι, ἅπερ ἐστὶ τὰ δοκοῦντα πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς, τὸν δὲ πειραστικὸν καὶ ἐκ τῶν ἀπλῶς ἐνδόξων καὶ ἐκ τῶν δοκούντων πᾶσι τοῖς προσποιουμένοις εἰδέναι τὴν ἐπιστήμην ἐκείνην καθ’ ἣν ἡ πεῖρα γίνεται, ἃ καὶ αὐτὰ ἔνδοξα, εἰ καὶ μὴ ἀπλῶς, ἀλλὰ κατὰ τὴν ἐπιστήμην ἐκείνην. τὰ γὰρ ἐν ταῖς ψευδογραφίαις ταῖς κατὰ τὴν γεωμετρίαν λαμβανόμενα οὐκ ἐκ τῶν δοκούντων πᾶσίν εἰσιν ἀλλ’ ἐκ τῶν τοῖς γεωμέτραις, τῶν ἀναγκαίων παρ’ αὐτῶν ἐκείνων τῶν γεωμετρικῶν γινώσκεσθαι. γράφεται δὲ ἔν τισι καὶ ἀναγκαῖον διὰ τοῦ ὁ μικροῦ, καὶ εἴη ἂν ἐλλειπτικὸν ὡς ἔξωθεν λαμβάνεσθαι τὸ ‘ὧν τὴν ἐπιστήμην ἔχειν ἀναγκαῖον τῷ προσποιουμένῳ εἰδέναι‘· ἔν τισι μέντοι ἀντιγράφοις οὐ τέτταρα γένη ἀλλὰ τρία φέρεται, ἐπεὶ τοῦ πειραστικοῦ δοκεῖ ὡς μέρους τοῦ διαλεκτικοῦ μνημονεύειν προελθών. πολὺ δὲ καὶ τὸ τῆς πειραστικῆς εἶδος παρὰ Πλάτωνι ἔστιν εὑρεῖν ἔν τε τῷ εὐθύφρονι καὶ ἐν ἅπασι σχεδὸν αὐτοῦ τοῖς διαλόγοις. μνημονεύει δὲ τῶν πειραστικῶν καὶ ἐν τῷ πρώτῳ τῶν τοπικῶν, ἔνθα διέξεισι πρὸς τίνα χρήσιμός ἐστιν ἡ διαλεκτική· ἐκεῖνο γὰρ ᾐνίξατο διὰ τοῦ ὃν τρόπον δέ, διώρισται ἐν ἑτέροις. ἐριστικοὺς δὲ λέγει εἶναι τοὺς ἐκ τῶν φαινομένων μὲν ἐνδόξων μὴ ὄντων δὲ οὗτοι δέ εἰσιν οἱ τὸ σχῆμα ἔχοντες ὑγιές) καὶ τοὺς φαινομένους συλλογισμούς· οὗτοι δὲ πάλιν εἰσὶν οἱ κατὰ τὸ σχῆμα ἡμαρτημένοι. ἀγωνιστικοὺς δὲ καὶ ἐριστικοὺς τοὺς αὐτοὺς λέγει. περὶ μὲν οὖν τῶν ἄλλων, φησί, τῶν διδασκαλικῶν καὶ ἀποδεικτικῶν λόγων, ἐν τοῖς ‘Υστέροις εἴρηται ἀναλυκτικοῖς, περὶ δὲ τῶν διαλεκτικῶν καὶ πειραστικῶν ἐν τοῖς τοπικοῖς· περὶ δὲ τῶν ἀγωνιστικῶν καὶ ἐριστικῶν νῦν λεκτέον.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
