# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 39

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page 175b39. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/39

Εἰ δὲ τὰ δύο ἐρωτήματα μὴ ἓν ποιεῖ τις. Νῦν διδάσκει τὴν γένεσιν τῆς ὁμωνυμίας καὶ τῆς ἀμφιβολίας, καὶ φησὶν ὅτι ἀπὸ τοῦ τὰ πλείω ἐρωτήματα ἓν ποιεῖν ταύτας γίνεσθαι· ὡς γὰρ ἐν ἐκείνῳ πλείω ὄντα τὰ ἐρωτώμενα ἓν ἔχει τὸ κατηγορούμενον, οὕτως καὶ ὧδε, εἰ καὶ ἕν ἐστιν ὄνομα, ἀλλ’ οὖν πλειόνων ἐστὶ σὴ μαντικόν. εἰ γοῦν μὴ ἦν ὁ τὰ πλείω ἐρωτήματα ἓν ποιῶν παραλογισμός, οὐκ ἄν ἦν ὁ παρὰ τὴν ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν· εἰ δὲ μὴ ἦν ἀμφιβολία ἢ ὁμωνυμία, ἢ ἀληθὴς ἔλεγχος ἐγίνετο ἢ οὐδ’ ὅλως ἐγίνετο. οἷον εἰ μὴ ἦν τὸ κύων ὄνομα πολλῶν σημαντικόν, ἀλλ’ ἕν τι ἐδήλου, οἷον τὸν ἀστρῷον μόνον, εἰ ἠρωτήθη τις ‘ἆρα ὁ κύων ὑλακτεῖ;’, ἀπέφησε δὲ ὁ ἐρωτώμενος, ἠλέγχθη ἂν κυρίως οὐχί· ἐπεὶ γὰρ μόνον τὸν ἀστρῷον ὁ κύων σημαίνει, εἰ ἐρωτηθείη ἆρα ὑλακτεῖ;’ καὶ ἐρεῖ ὅτι οὐχί, οὐδ’ ὅλως ἐλήλεγκται· εἰ δὲ κατέφησεν, ἠλέγχθη ἄν. πῶς δὲ ὁ ὁμώνυμόν τι ἐρωτῶν πλείω ἐρωτήματα ἐρωτᾷ, δείκνυσι. τί γὰρ διαφέρει τὸ εἰπεῖν ‘ἆρα ὁ Καλλίας καὶ ὁ Θεμιστοκλῆς μουσικοί εἰσι;’ τοῦ εἰπεῖν ‘ἆρα ὁ κύων ὑλακτεῖ;’· ἐπὶ ἀμφοτέρων πλείω τὰ πράγματα· πᾶν γὰρ τὸ ἐρωτώμενον, εἰ μὴ ἀπλοῦν εἴη ἀλλ’ ὁμώνυμον καὶ πλείω δηλοῖ τοὐ ἑνός, ἐν ἐρωτήσει παραλαμ- βανόμενον πολλὰ ἐρωτᾷ.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
