# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 40-2

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page 175a40. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/40-2

Οὔκουν τὸ ἐλεγχθῆναι ἀλλὰ τὸ δοκεῖν εὐλαβητέον. Οὐδαμῶς, φησί, χρὴ τὸν ἐρωτώμενον φοβεῖσθαι μή πὼς ἐλεγχθῇ, ἀλλὰ τὸ δόξαι ἐληλέγχθαι· οὐ γὰρ κυρίως ἄν ποτε ἐλεγχθήσεται παρὰ τῶν σοφιστῶν ψευδῆ λαμβανόντων· τοσοῦτον γὰρ οὐκ ἐλέγχει, φησίν, ἀληθῶς ὁ σοφιστὴς διὰ τῶν τοιούτων ἐρωτημάτων. ὥστε καὶ εἴ τις πολλάκις δι’ ἀμαθίαν ἐλέγχεται, καὶ τὸν τοιοῦτον ἀδηλοποιεῖ καὶ οὐ φανεροῖ αὐτόν· τὸ γὰρ ἐρωτᾶν ὁμώνυμα καὶ ἀμφίβολα καὶ ὅσα ἄλλα τοιαῦτα σοφιστικὰ ἀφανίζει τὸν κυρίως ἔλεγχον καὶ τὸν ἐλεγχόμενον ἄδηλον ποιεῖ. πολλάκις γάρ, εἰ διεῖλεν ὁ σοφιστὴς τὰ ὁμώνυμα καὶ ἠρώτησεν, ἐποίησεν ἄν ἔλεγχον κυρίως· οἷον εἰ διεῖλε τὰ τοῦ κυνὸς σημαινόμενα καὶ ἠρώτησέ τι περὶ ἑνὸς τούτων, ἠπάτησεν ἄν. νῦν δὲ μὴ ποιῶν τοῦτο πολλάκις συμπεραινόμενός τι ἄτοπον εὑρίσκει τὸν ἀποκρινόμενον ἀνθιστάμενον καὶ λέγοντα μὴ ἐπὶ τούτου καταφῆσαι καθ’ οὗ ἀπέφησεν ὁ σοφιστής· καὶ ἴσως ἐφ’ οὗ ἔδωκεν ἐκεῖνος ὁ ἀποκρινόμενος, ἐπὶ τούτου συνεπεράνατο ἂν καὶ ὁ ἐρωτῶν. ὥστε ἄδηλον ποιεῖ τὸν ἐλεγχόμενον· ἄδηλον γὰρ εἰ ἀληθῆ νῦν λέγει ὁ ἀποκρινόμενος λέγων μὴ δοῦναι ἐπὶ τούτου ἐφ’ οὗ συνεπεράνατο ὁ σοφιστής. τοῦτο δὲ οὐκ ἂν ἐγίνετο, εἰ διελὼν τὰ ὁμώνυμα ἠρώτα.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
