# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 5-3

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page 174a5. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/5-3

Καὶ τρόπον τινὰ ὅμοιός ἐστιν ὁ σολοικισμός. Τρόπον τινά, φησίν, ὅμοιός ἐστιν ὁ σολοικισμὸς τοῖς παρὰ τὸ σχῆμα τῆς λέξεως γινομένοις ἐλέγχοις· ὥσπερ γὰρ ἐν ἐκείνοις ἐπὶ τῶν πραγμάτων τις ἀπατᾶται, οὕτως ἐνταῦθα ἐπὶ τῶν ὀνομάτων συμβαίνει τινὰ σολοικίζειν. ἐκεῖ γὰρ ὁ σοφιστὴς ἐρωτᾷ ‘ἆρα ὁμοίως τῷ σχήματι τῆς λέξεως ἐκφέρεται τὸ ὁρᾶν καὶ τὸ ἀκούειν;’· ναί φησιν ὁ ἀποκρινόμενος· εἶτα συνάγει ταὐτὰ εἶναι. τοῦτο δὲ ἄτοπον· τὸ μὲν γὰρ ἐνεργείας σημαντικόν, τὸ δὲ πάθους δηλωτικόν. γέγονεν οὖν ἐν τούτοις ἐπὶ τῶν πραγμάτων ὁ ἔλεγχος. ἐνταῦθα δὲ κατὰ τὰ ὀνόματα γίνεται ὁ σολοι- κισμός· τὸ γὰρ τόδε ἐπ’ εὐθείας δοθὲν ἐπὶ αἰτιατικὴν παρὰ τοῦ σοφιστοῦ μετήχθη, καὶ γέγονεν ὁ σολοικισμὸς ἐκ τοῦ ὀνόματος. ὅτι δὲ ὁ μὲν παρὰ τὸ σχῆμα τῆς λέξεως δοκεῖ ὅμοιος εἶναι κατά τι τῷ σολοικισμῷ, δῆλον ὡς ἐπὶ παραδείγματος· ἄνθρωπος γάρ, φησί, καὶ λευκὸν καὶ πρᾶγμά ἐστι καὶ ὄνομα· εἰ μὲν οὖν ὡς πράγματά τις αὐτὰ ἐξετάσει, ποιήσει καθ’ ὑπόθεσιν τὸν παρὰ τὸ σχῆμα τῆς λέξεως ἔλεγχον, εἰ δὲ ὡς ὀνόματα, τὸν σολοικισμόν. οὐκ ἐπὶ τοῦ ἀνθρώπου δὲ καὶ τοῦ λευκοῦ ποιήσει τις καὶ τὸν παρὰ τὴν ὁμοιοσχημοσύνην ἔλεγχον καὶ τὸν σολοικισμόν, ἀλλ’ ἐφ’ ἑτέρων τινῶν· ταῦτα γάρ, τὸν ἄνθρωπον καὶ τὸ λευκόν, χάριν παραδείγματος ἔλαβεν, ὡς εἰ ἔλεγε ‘τόδε καὶ τόδε καὶ πράγματά εἰσι καὶ ὀνόματα’. εἰ μὲν οὖν ὡς πράγματά τις αὐτὰ λαμβάνει, ποιήσει τὸν παρὰ τὴν ὁμοιοσχημοσύνην ἔλεγχον, εἰ δὲ ὡς ὀνόματα, τὸν σολοικισμόν. πειρα- τέον οὖν ἐκ τῶν είρημενων πτώσεων, ἤγουν του τοῦτο, ὅπερ καὶ αἰτιατικὴν καὶ εὐθεῖαν δηλοῖ πτῶσιν καὶ ἀρσενικὴν καὶ θηλυκήν, τὸν σολοικισμὸν συλλογίζεσθαι.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
