Ancient Greek
Page 169a6
Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 6-2
Not analysed yet
Οἱ δὲ παρὰ τὸ τὰ πλείω ἐρωτήματα ἓν ποιεῖν. Καὶ ὁ ἕβδομος τῶν ἐκτὸς τῆς λέξεως παραλογισμῶν, ὁ παρὰ τὸ τὰ δύο ἐρωτήματα ἓν ποιεῖν γινόμενος, ὅτι εἰς τὴν τοῦ ἐλέγχου ἄγνοιαν ἀνάγεται, δῆλον· ἐπειδὴ γάρ, ὡς πολλάκις εἴρηται, ὁ ἔλεγχος συλλογισμός ἐστιν ἀντιφάσεως, ἐν δὲ τῷ συλλογισμῷ ἕνα δεῖ εἶναι τὸν ὑποκείμενον καὶ ἕνα τὸν κατηγορούμενον, ἐν δὲ τῇ τὰ πλείω ἐρωτήματα ἐρωτώσῃ τοῦτο οὐκ ἔστι, δῆλον ὡς οὐκ ἂν εἴη συλλογισμός. γίνεται οὖν, φησίν, ἐν τῷ μὴ διαιρεῖν τὸν ἀποκρινόμενον τὸν τῆς προτάσεως λόγον, τουτέστιν ἐν τῷ μὴ δύνασθαι αὐτὸν διαιρεῖν τὴν κυρίως πρότασιν ἐκ τῆς δοκούσης προτάσεως κἀντεῦθεν ἀπατᾶσθαι. πρότασις μὲν γάρ ἐστιν ἡ ἓν καθ’ ἑνὸς ὑποκειμένου κατηγοροῦσα· αὕτη δὲ ἡ τοῦ σοφιστοῦ πλείω καθ’ ἑνὸς λέγουσα οὐκ ἔστι πρότασις. τὸ δὲ ὁ γὰρ αὐτὸς ὅρος ἑνὸς μόνου καὶ ἀπλῶς τοῦ πράγματος τοιοῦτόν ἐστιν, ὅτι καὶ τὸ κατηγορούμενον ἓν ὀφείλει εἶναι καὶ τὸ ὑποκείμενον ἓν καὶ ὁ αὐτὸς ὅρος ἀμφοτέρων. ἢ μᾶλλον οὕτω· ὁ αὐτός, φησίν, ὅρος ἑνὸς μόνου, τουτέστιν ἓν μόνον ὀφείλει εἶναι τὸ κατηγορούμενον, καὶ ἀπλῶς εἰπεῖν καὶ τοῦ ὑποκειμένου· πρᾶγμα γάρ, ὡς πολλάκις εἴπομεν, τὸ ὑποκείμενον λέγει. τὸ δὲ οἷον ἀνθρώπου καὶ ἑνὸς μόνου ἀνθρώπου παράδειγμα ἐπήγαγεν κατηγορουμένου καὶ ὑποκειμένου, ἄνθρωπον μὲν λέγων τὸν κατηγορούμενον, ἕνα δὲ μόνον ἄνθρωπον τὸν ὑποκείμενον· εἰ γὰρ κατηγορεῖται ὁ ἄνθρωπος, καθ’ ἑνὸς μόνου κατηγορηθήσεται τοῦ Σωκράτους, οὐ κατὰ Σωκράτους καὶ Πλάτωνος καὶ Ἀλκιβιάδου. καταχρηστικώτερον δὲ τῷ τοιούτῳ ἐχρήσατο παραδείγματι. σαφῶς δὲ καὶ αὐτὸς ὁ Ἀριστοτέλης τὰ ἑξῆς ἀπαγγέλλει, πλὴν ἐν τῇ λέξει τῇ φανερὸν ὅτι καὶ οὗτος ἐν τῇ τοῦ ἐλέγχου ἀγνοίᾳ τὸ οὗτος περὶ τοῦ παραλογισμοῦ εἴρηκε τοῦ ἐκ τοῦ τὰ πλείω ἐρωτήματα ἓν ποιεῖν ὡρμημένου. εἰ μὲν οὖν δέδωκε, φησίν, ὁ ἐρωτηθεὶς ὡς πρὸς μίαν ἐρώτησιν, ἔσται ἔλεγχος. κυρίως μὲν οὖν οὐδ’ οὕτως ἔλεγχός ἐστι, πλὴν ἐπειδήπερ μὴ προσσχὼν τοῖς ἐρωτωμένοις δέδωκεν ὡς μίαν ἐρώτησιν ἐρωτηθείς, λέγεται ἠλέγχθαι. εἰ δὲ μὴ δέδωκεν ἀλλὰ φαίνεται, δηλονότι δεδωκώς (τοῦτο γὰρ δεῖ ἔξωθεν προσεπινοεῖν), ἔσται φαινόμενος ἀλλὰ πότε δὴ μὴ δεδωκὼς φαίνεται δεδωκέναι; ἢ δηλονότι, ὅταν τὸ ῾ἴσως᾿ ἢ τὸ ‘τρόπον τινά᾿ ἢ τὸ ῾ἔστω᾿ ἐν ταῖς ἀποκρίσεσι προσεπιφθέγγηται· οἷον εἴ τις ἤρετο ῾ἆρά γε ὁ τοῦτον τύπτων ἄνθρωπον τύπτει; ᾿,ὁ δὲ ἀ|ποκρινόμενός φησιν ἴσως ἢ ὅτι τρόπον τινὰ ἢ ὅτι ἔστω, ἐκ τοῦ λόγου φαίνεται μὲν δεδωκέναι, οὐ δέδωκε δέ. οὕτω καὶ Πρωταγόρας καὶ Θρασύμαχος καὶ ἄλλοι πολλοὶ τὰς ἀποκρίσεις φαίνονται ποιούμενοι· τὸ γὰρ ῾ἴσως᾿ ἢ τὸ ῾ἔστω᾿ καὶ τὰ τοιαῦτα οὐ δοκοῦσιν εἶναι συγχωρούντων ἀλλὰ μὴ ἀρεσκομένων τῇ ἐρωτήσει. τυχὸν δὲ καὶ μὴ ἀποκρινόμενοι ἀλλὰ σιγῶντες φαίνονται δεδωκέναι, καὶ διὰ τοῦτο καὶ ἐλέγχεσθαι φαίνονται, ἀλλ’ οὐ κυρίως ἐλέγχονται.