# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 6

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page 166a6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/6

Παρὰ δὲ τὴν ἀμφιβολίαν οἱ τοιοίδε· τὸ βούλεσθαι λαβεῖν με τ',οὺς πολεμίους. Περὶ τοῦ παρὰ τὴν ὁμωνυμίαν γινομένου παραλογισμοῦ διαλαβὼν καὶ διδάξας πῶς γίνεται, μέτεισι καὶ εἰς τοὺς παρὰ τὴν ἀμφιβολίαν γινομένους παραλογισμοὺς τῆς ἀκολουθίας ἐχόμενος· καὶ γὰρ καὶ ἐν τῇ ἀπαριθμήσει τῶν παρὰ τὴν λέξιν σοφισμάτων δευτέραν τὴν ἀμφιβολίαν ἔταξε. σαφῆ δὲ λίαν τίθησι τὰ παραδείγματα, καὶ οὐ μόνον οἷα δῆθεν προβλήματα παρὰ τῶν σοφιστῶν λέγονται, ἀλλ’ οἷα εἰκὸς καὶ ἐν λόγῳ μὴ συλλογιζομένῳ εὑρίσκεσθαι· τὸ γὰρ βούλεσθαι λαβεῖν με τοὺς πολεμίους οὐκ ἔστιν ὡς πρόβλημα. ὅτι δέ ἐστιν ἀμφίβολον, δῆλον· σημαίνει γὰρ ὁ λόγος ἢ τὸ ἐμὲ γενέσθαι τῶν πολεμίων ἐπικρατῆ ἢ τοὺς πολεμίους ἐμοῦ. τοιοῦτόν ἐστι καὶ τὸ “γένοιτο καταβαλεῖν τὸν ὗν ἐμέ’’· σημαίνει γὰρ ὁ λόγος σφᾶς αὐτοὺς ἑλεῖν τε καὶ ἀναιρεθῆναι. ἡ δὲ ἀγωγὴ τοῦ ἐφεξῆς σοφίσματος τοιαύτη· ἆρα ὃ γινώσκει τις, τοῦτο γινώσκει; γινώσκει δέ τις λίθον· γινώσκει ἄρα ὁ λίθος. πάλιν ἀρ’ οὖν ὁρᾷ ὃ ὁῥᾶ τις; ναί· ὁρᾷ δέ τις ξύλον· ὁρᾷ ἄρα τὸ ξύλον. σαφὴς καὶ. ἀμφοτέρων ἡ λύσις· διττὸς γὰρ καὶ ἐν ἀμφοτέροις ὁ λόγος. ὁμοίως δὲ τούτοις ἔχει καὶ τὸ ἆρα σὺ φῄς εἶναι ὃ σὺ | φῄς εἶναι; φῄς δ’ εἶναι λίθον· σὺ ἄρα φῄς εἶναι λίθος. ἔτι καὶ τὸ ἆρ’ ἔστι σιγῶντα λέγειν; ἔχει γὰρ καὶ τούτου ἡ ἀγωγὴ τοῦ σοφίσματος οὕτω· φῄς ὃ σὺ φῄς; ναί· φῄς δὲ σιγᾶν· σιγῶν ἄρα φῄς, ἢ καὶ τοὔμπαλιν φῄς σιγῶν. τὸ δὲ σόφισμα τὸ ἆρ’ ἔστι σιγῶντα λέγειν; οὕτως Εὐθύδημος ἠρώτα. ἆρ’ ἔστι σιγῶντα λέγειν; οὐδαμῶς· τί δ’, ὅταν λίθους λέγῃς καὶ ξύλα καὶ σίδηρον, οὐ σιγῶντα λέγεις; ναί· ἔστιν ἄρα σιγῶντα λέγειν. εἶτα πάλιν ἐπιχειρῶν εἰς τοὐναντίον ἔλεγεν· ἆρ’ ἔστι λέγοντα σιγᾶν; οὐδαμῶς· τί δέ, ὅταν σιγᾷς, οὐ πάντα σιγᾷς; ναί· οὐκοῦν καὶ τὰ λέγοντα σιγᾷς· ἔστιν ἄρα λέγοντα σιγᾶν. ἐνταῦθα γὰρ τὸ μὴ λέγειν ἐπὶ τοῦ μὴ λέγοντος δέδωκεν· ὁ δ’ ἔλαβεν ἐπὶ τὰ λεγόμενα.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
