# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 7.1

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page 171b7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/7.1

Καὶ συλλογισμὸς ἐριστικὸς καὶ σοφιστικός ἐστιν εἷς μὲν ὁ φαινόμενος. Παρακατιὼν μὲν φαίνεται παραδοῦναι μέλλειν διαφορὰν ἐριστικοῦ καὶ σοφιστικοῦ. νῦν δὲ ὡς ἓν λαμβάνει τὸν ἐριστικὸν καὶ σοφιστικὸν συλλο- γισμόν. διαιρεῖ δὲ τοῦτον εἰς δύο, καὶ ἕνα μέν φησι συλλογισμὸν ἐριστικὸν καὶ σοφιστικὸν εἶναι τὸν φαινόμενον μὲν συλλογισμὸν ὄντα δὲ ἀσυλλόγιστον, ὃς καὶ συλλογίζεται περὶ τῶν ἐνδόξων, περὶ ὧν ἡ διαλεκτικὴ πειράζει. ἔστι δὲ οὗτος ὁ ἐκ δύο καταφατικῶν συνάγων τι ἐν δευτέρῳ σχήματι ἢ ὁ ἐκ δύο μερικῶν ἐν ὁποιῳοῦν τῶν σχημάτων ἢ ὅπως ἄλλως παρὰ τοὺς συλλογιστικοὺς τρόπους συνάγων τι, ὥσπερ ὁ Καινεὺς ἐκ δύο καταφατικῶν ἐν δευτέρῳ σχήματι συνῆγεν, ὅτι τὸ πῦρ ἐν πολλαπλασίονι ἀναλογίᾳ ἐστίν, οὑτωσὶ τὴν ἀναγωγὴν ποιούμενος τοῦ σοφίσματος· τὰ ἐν πολλαπλασίονι ἀναλογίᾳ ταχὺ αὔξοντι, τὸ πῦρ ταχὺ αὔξει, καὶ τὸ συμπέρασμα δῆλον. ὁ μὴ τὸ σχῆμα οὖν, φησίν, ὑγιὲς ἔχων ἐριστικὸς καὶ σοφιστικός ἐστιν, ἐκ παραλλήλου θεὶς τὸ αὐτό· ὁ γὰρ ἐριστικὸς καὶ ὁ σοφιστὴς ὁ αὐτός, τῇ προαιρέσει μόνον διαφέροντες, ὡς μετ’ ὀλίγον ἐρεῖ. ἔστιν οὖν ἀσυλλόγιστος ὁ τοιοῦτος συλλογισμός, κἄν ψευδὲς κἄν ἀληθὲς ᾖ τὸ συμπέρασμα. καὶ τὴν αἰτίαν ἐπάγει τοῦ εἶναι τοῦτον ἀσυλλόγιστον· τὸν γὰρ μέσον ὅρον, ὃς καὶ αἴτιός ἐστι του συμπεράσματος, ὃν καὶ διὰ τί ὀνομάζει, ἀπατητικὸν ἔχει· κἄν γὰρ ἀληθῶς κατὰ ἀμφοτέρων τῶν ἄκρων κατηγορῆται ὁ μέσος ὅρος ἐν τῷ δευτέρῳ σχήματι, ὅταν ἀμφότεραι αἱ προτάσεις καταφατικαὶ ληφθῶσιν, ὅμως οὐχ οὕτως ἔδει ταύτας λαβεῖν, ἀλλὰ τὴν μὲν οὕτως τὴν δὲ στερητικῶς. ὥστε ἀπατητικός ἐστι τοῦ διὰ τί. ἀλλὰ κἄν τὰς δύο μερικὰς λάβῃ, ὡς ἐπὶ τοῦδε ῾ὁ Πιττακὸς σοφός, ὁ Πιττακὸς σπουδαῖος, οἱ σοφοὶ ἄρα σπουδαῖοι᾿, ἀπατητικὸς καὶ οὗτος τοῦ μέσου καίτοι ἀληθοῦς ὄντος τοῦ συμπεράσματος· οὐ γὰρ ἀνάγκη, εἰ ὁ Πιττακὸς σπουδαῖος καὶ σοφός, καὶ τοὺς σοφοὺς σπουδαίους εἶναι διὰ τὸν συλλογισμόν. περὶ ἃ οὖν, φησίν, ἡ διαλεκτικὴ πειραστική ἐστι (καὶ εἴρηται κατ’ ἀρχὰς πῶς ἐστι), περὶ ταῦτα ἡ σοφιστικὴ ἀπατητική ἐστι· προσποιεῖται γὰρ εἰδέναι. ἀλλ’ ὁ μὲν πειραστικὸς ἐπ’ ὠφελείᾳ, ὡς εἴρηται, τοῦτο ποιεῖ τοῦ προσποιουμένου εἰδέναι τὸ πρᾶγμα καὶ ἐκ τῶν ἀπλῶς ἐνδόξων ἢ τῶν δοκούντων τῷ προσποιουμένῳ εἰδέναι τὸ πρᾶγμα (καὶ πολὺ τοῦτο παρὰ τῷ Πλάτωνι τὸ εἶδος τῶν λόγων), ὁ δὲ σοφιστὴς ἔκ τινων ὁμωνύμων ἢ ἀμφιβόλων ἡ τινων ἄλλων τοιούτων. δύο οὖν, φησίν, εἰσὶν οἱ ἐριστικοὶ συλλογισμοί, εἷς μὲν ὁ προειρημένος ὁ ἀσυλλόγιστον ἔχων τὸ σχῆμα, ἕτερος δὲ ὃς οὐκ ἐκ τῶν οἰκείων ἀρχῶν τῆς προκειμένης ὢν μεθόδου μηδὲ ταῖς οἰκείαις τοῦ πράγματος χρώμενος προτάσεσι δοκεῖ εἶναι κατὰ τὴν τέχνην, ἤγουν <ἐκ> τῶν τῇ τέχνῃ. διὰ τοῦτο τὰ ψευδογραφήματα οὐκ ἐριστικά· ἐκ γὰρ τῶν οἰκείων ἀρχῶν ὥρμηνται τῆς γεωμετρίας· αἱ γραφαὶ δὲ οὐ γίνονται ὡς δεῖ. καὶ εἴρηται ἐν τῷ πρώτῳ τῶν Τοπικῶν περὶ τούτων· λέγει γὰρ ἐν ἐκείνοις “τῷ γὰρ ἡ τὰ ἡμικύκλια περιγράφειν μὴ ὡς δεῖ ἢ γραμμάς τινας ἄγειν μὴ ὡς ἂν ἀχθείησαν τὸν παραλογισμὸν ποιεῖται ὁ ψευδογραφῶν”. οὐκ ἐριστικὰ οὖν τὰ ψευδογραφήματα, ὅτι ἀπὸ τῶν οἰκείων ἀρχῶν παραλογίζονται, οὐδὲ εἰ τί ἐστι ψευδογράφημα περὶ ἀληθές, ἐριστικὸν ἔσται, οἷος ὁ τοῦ Ἱπποκράτους καὶ ὁ διὰ τῶν μηνίσκων τοῦ Ἀντιφῶντος τοῦ κύκλου τετραγωνισμός· οὐ γάρ εἰσιν ἐριστικοί, ὅτι τηροῦσι τἀς οἰκείας ἀρχὰς τῆς γεωμετρίας. ἀλλ’ ὁ τοῦ Βρύσωνος τετραγωνισμὸς τοῦ κύκλου ἐριστικός ἐστι καὶ σοφιστικός, ὅτι οὐκ ἐκ τῶν οἰκείων ἀρχῶν τῆς γεωμετρίας ἀλλ’ ἔκ τινων κοινοτέρων. τὸ γὰρ περιγράφειν ἐκτὸς τοῦ κύκλου τετράγωνον καὶ ἐντὸς ἐγγράφειν ἕτερον καὶ μεταξὺ τῶν δύο τετραγώνων ἕτερον τετράγωνον, εἶτα λέγειν ὅτι ὁ μεταξὺ τῶν δύο τετραγώνων κύκλος, ὁμοίως δὲ καὶ τὸ μεταξὺ τῶν δύο τετραγώνων τετράγωνον τοῦ μὲν ἐκτὸς τετραγώνου ἐλάττονά εἰσι τοῦ δὲ ἐντὸς μείζονα, τὰ δὲ τῶν αὐτῶν μείζονα καὶ ἐλάττονα ἴσα ἐστίν, ἴσος ἄρα ὁ κύκλος καὶ τὸ τετράγωνον, ἔκ τινων κοινῶν ἀλλὰ καὶ ψευδῶν ἐστι, κοινῶν μέν, ὅτι καὶ ἐπ’ ἀριθμῶν καὶ χρόνων καὶ τόπων καὶ ἄλλων κοινῶν ἁρμόσοι ἄν, ψευδῶν δέ, ὅτι ὀκτὼ καὶ ἐννέα τῶν δέκα καὶ ἑπτὰ ἐλάττονες καὶ μείζονές εἰσι καὶ ὅμως οὐκ εἰσὶν ἴσοι. ἀλλὰ καὶ ὁ συνάγων ὅτι αἱ ἀρεταὶ διδακταὶ ἐκ τοῦ λέγειν ὅτι τὰ διδακτὰ πρότερον μὴ ὄντα ὕστερον ἡμῖν ἐπιγίνεται, αἱ δ’ ἀρεταὶ πρότερον οὐκ ἐνοῦσαι ὕστερον ἐπιγίνονται, αἱ ἀρεταὶ ἄρα διδακταί, ἐριστικὸς καὶ σοφιστικός· οὐ γὰρ ἐκ τῶν οἰκείων τοῦ πράγματος συνάγει τὸ προκείμενον· τοῦτο γὰρ ἁρμόσει καὶ ἐπ’ ἄλλων λέγειν πολλῶν.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
