# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 7

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page 173a7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/7

Πλεῖστος δέ ἐστι τόπος τοῦ ποιεῖν παράδοξα λέγειν. Ἔτι περὶ τοῦ εἰς παράδοξον ἄγειν τὸν ἀποκρινόμενον λέγει, καὶ φησὶν ὅτι ἰσχυρός ἐστι τόπος εἰς τὸ εἰς παράδοξον ἄγειν τὸ ἐπιχειρεῖν ἀπὸ τοῦ κατὰ φύσιν καὶ κατὰ νόμον, ὥσπερ καὶ ὁ Καλλικλῆς ἐν τῷ Γοργίᾳ καὶ πάντες οἱ ἀρχαῖοι ποιοῦσιν· εἰσάγει γὰρ ὁ Πλάτων’ ἐν τῷ ἐπιγραφομένῳ Γοργίᾳ αὑτοῦ διαλόγῳ τὸν Καλλικλῆν λέγοντα τὴν δικαιοσύνην μὴ εἶναι καλήν τε καὶ ἀγαθὴν ὡς μὴ κατὰ φύσιν ἀλλὰ κατὰ νόμον μόνον οὖσαν ἀγαθήν, τὴν δὲ πλεονεξίαν μᾶλλον εἶναι καλὴν ὡς κατὰ φύσιν. διὰ τί γάρ, φησί, τῶν θηρίων τὰ μὲν πεποίηκεν ἰσχυρὰ τὰ δ’ ἄτονα; φύσει γοῦν ἐν τούτοις τὸ ἁρπάζειν, καὶ ἕκαστον αὐτῶν μὴ νόμῳ χρώμενον ἀλλὰ μόνῃ φύσει ἑπόμενον τὸ ἔλαττον αὑτοῦ ἁρπάζει καὶ ἐσθίει. τοῖς δὲ νομοθέταις καλὸν ἐνομίσθη ἡ δικαιοσύνη διὰ δειλίαν, ὅθεν καὶ τὸν νόμον εὕρημα δειλῶν ἀνθρώπων ἔλεγον· δεδοικότες γάρ, ἵνα μὴ ὑπὸ τῶν ἰσχυρῶν βλάπτωνται, τοὺς νόμους ἔθεντο. ἐπιχείρει οὖν, φησίν, ἀπὸ τοῦ κατὰ φύσιν καὶ κατὰ νόμον· καὶ εἰ μὲν ὁ ἀποκρινόμενος ἀπὸ τοῦ κατὰ νόμον ἐπιχειρεῖ, σὺ τὸ ἀνάπαλιν ἀπὸ τοῦ κατὰ φύσιν· εἰ δ’ ἐκεῖνος ἀπὸ τοῦ κατὰ φύσιν, σὺ ἀπάντησον ἀπὸ τοῦ κατὰ νόμον. ἦν δὲ ἄρα τοῖς παλαιοῖς, ἤγουν τῷ Καλλικλεῖ καὶ τοῖς ἄλλοις σοφισταῖς, μᾶλλον ἀληθὲς καὶ καλὸν τὸ ἀπὸ τῆς φύσεως γενόμενον, τὸ δὲ ὑπὸ τοῦ νόμου διαταχθὲν τῶν πολλῶν καὶ συγκλύδων ἀνθρώπων θέσις.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
