# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 8-3

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page 175b8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/8-3

Ὅ τε ἐπιζητοῦσι νῦν μὲν ἧττον. Εἰ διελὼν τὰ ὁμώνυμα ὁ σοφιστὴς ἠρώτα, ἐγίνετο ὅπερ νῦν μὲν ἧττον ἐπιζητοῦσιν οἱ σοφισταί, μᾶλλον δὲ ἐν τοῖς κατὰ Πλάτωνα χρόνοις. τί δὲ ἦν ἐκεῖνο ὃ ἐζήτουν, ἐπάγει, τὸ ἀποκρίνεσθαι ἢ ναὶ ἢ οὔ. πάλαι γὰρ ἀμφίβολα καὶ ὁμώνυμα ἐρωτῶντες τὸν Πλάτωνα εὕρισκον αὐτὸν ἀποκρινόμενον τὴν ἀντίφασιν, τὸ ‘ἔστι μὲν ὡς, ἔστι δ’ ὡς οὔ’· ὅθεν καὶ ἠνάγκαζον αὐτὸν ἓν ἀποκρίνεσθαι, ἢ ναὶ ἢ οὔ, κατὰ τοὺς διαλεκτικούς. τοῦτο γοῦν, φησί, τὸ περισπούδαστον τοῖς σοφισταῖς ἐγίνετο ἂν νῦν, εἰ διαιροῦντες οἱ σοφισταὶ τὰ σημαινόμενα τῶν ὁμωνύμων ἠρώ|των f. 40r τι περὶ ἑνὸς αὐτῶν, οἷον περὶ κυνὸς χερσαίου, εἰ καύματα ποιεῖ· πάντως γὰρ ἂν τότε ὁ ἀποκρινόμενος ἢ ναὶ ἡ οὒ ἀπεκρίθη. νῦν δὲ μὴ διαιρούντων ἀνάγκη τὸν ἐρωτώμενόν τι ὁμώνυμον προσαποκρίνεσθαι, τουτέστι δεῖ λέγειν ὅτι φαίνεται μέν, οὐκ ἔστι δέ, ἢ τὸ ἴσως ἢ τοιοῦτόν τι· οὕτως γὰρ ἂν κατάδηλος γίνεται, ὅτι οὐκ ἀρέσκεται τοῖς ἐρωτωμένοις διὰ τὸ μὴ ἀληθέσιν εἶναι. ἢ γοῦν τὰ εἰρημένα ἀνάγκη τὸν ἐρωτώμενον προσαποκρίνεσθαι ἢ λέγειν τὴν ἀντίφασιν, τὸ ‘ἔστι μὲν ὡς, ἔστι δ’ ὡς οὔ’, καὶ οὕτως διορθοῦν τὴν μοχθηρίαν τῆς ἐρωτήσεως.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
