# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 8-4

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page 176b8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/8-4

Ὅταν δὲ δυεῖν ὄντοιν. Τοῦτο δῆλον ἔσται, εἰ ἀναμνησθείημεν ὧν εἶπεν ἐν τῷ ἐλέγχῳ τῷ γινομένῳ παρὰ τὸ ἑπόμενον. εἶπε δὲ ἐκεῖσε ὅτι τῷ μὲν γενομένῳ ἕπεται τὸ ἀρχὴν ἔχειν καὶ ὄντος τοῦ γενομένου ἐξ ἀνάγκης ἐστὶ καὶ τὸ ἀρχὴν ἔχειν· εἰ γὰρ γέγονε, καὶ ἀρχὴν ἔσχεν· οὐ μὴν εἰ ἀρχὴν ἔχει, καὶ γέγονε· πολλαχῶς γὰρ ἡ ἀρχή. ἐπὶ τούτων δεῖν φησιν ἐρωτώμενον τὸ μὲν μερικώτερον (τοῦτο γὰρ εἶπεν ἔλαττον) διδόναι καὶ συγχωρεῖν· ἀληθὲς γάρ· τὸ δὲ ἕτερον μὴ διδόναι· τοῦτο γὰρ δεῖ προσυπακούειν. ἔλαττον δὲ καὶ μερικώτερον τὸ γεγονὸς τοῦ ἀρχὴν ἔχειν, ὡς καὶ ὁ ἄνθρωπος τοῦ ζῴου· ἀνθρώπου μὲν γὰρ ὄντος ἔστιν ἐξ ἀνάγκης καὶ ζῷον, ζῴου δὲ ὄντος οὐκ ἐξ ἀνάγκης καὶ ἄνθρωπος. τοῦτο γοῦν ἅτε καθόλου ὂν οὐ συγχωρητέον· τοῦτο γὰρ δηλοῖ τὸ ἐρωτώμενον πότερον δεῖ τὸ ἔλαττον διδόναι, ἤγουν σχηματισθείσης τῆς ἐρωτήσεως κατὰ τὸ πότερον δεῖ διδόναι τὸ μερικόν. ὁμοίως δὲ καὶ ἐπὶ ὅρων καὶ συλλογισμῶν τὰ ἐλάττονα καὶ μερικὰ συγχωρητέον ἀεί· χαλεπώτερον | γὰρ ἐκ πλειόνων, ἤτοι μερικωτέρων, συλλογίσασθαι· ἄνευ γὰρ τοῦ καθόλου, ὡς ἐμάθομεν, συλλογισμὸς οὐ γίνεται. εἶπε δὲ τὸ μερικώτερον πλείονα, ἢ διότι συνθετώτερόν ἐστι καὶ ἐκ πλειόνων ὁ γὰρ ἄνθρωπος ἐκ πλειόνων μᾶλλόν ἐστιν ἤπερ τὸ ζῷον· ἔχει γὰρ καὶ τὰ τοῦ ζῴου, οἷον τὴν οὐσίαν, τὸ ἔμψυχον καὶ τὸ αἰσθητικόν· ἔχει δὲ καὶ τὸ λογικὸν καὶ τὸ ἐπιστήμης δεκτικόν, ἅπερ τὸ ζῷον οὐκ ἔχει), ἢ εἶπεν αὐτὸ πλείονα, ὅτι τὸ καθόλου τρόπον τινὰ ἕν ἐστι, τὰ δὲ μερικὰ πλείονα. καλλίων δὲ ἡ προτέρα ἐξήγησις.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
