# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] 9.1

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page 172a9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/9.1

Εἰ μὲν οὖν πάντῃ ὁμοίως εἶχεν ὁ ἐριστικὸς πρὸς τὸν διαλεκτικόν. Τὴν αἰτίαν διὰ τούτων λέγει δι’ ἣν ἔχει χώραν ἡ ἐριστικὴ πρὸς τὰ μαθήματα, καὶ φησὶ διὰ τὸ μὴ πάντῃ ὁμοίως ἔχειν τὸν ἐριστικὸν πρὸς τὸν διαλεκτικὸν ὡς τὸν ψευδογράφον πρὸς τὸν γεωμέτρην. ὅτι δὲ οὐ πάντῃ ὁμοίως ἔχει ὁ ἐριστικὸς πρὸς τὸν διαλεκτικὸν ὡς ὁ ψευδογράφος πρὸς τὸν γεωμέτρην, δῆλον ἐντεῦθεν· ὁ μὲν γὰρ γεωμέτρης καὶ ὁ ψευδογράφος ἐκ τῶν αὐτῶν τῆς γεωμετρίας ἀρχῶν συλλογίζονται· ὁ δ’ ἐριστικὸς καὶ ὁ διαλεκτικὸς οὐκ ἐκ τῶν αὐτῶν, ἀλλ’ ὁ μὲν διαλεκτικὸς ἐκ τῶν ἐνδόξων, ὁ δὲ ἐριστικὸς ἐκ τῶν φαινομένων μὲν μὴ ὄντων δέ. ὥστε καθὸ μὲν περὶ πάντων τῶν προτεθέντων συλλογίζεται καὶ ὁ ἐριστικὸς ὥσπερ καὶ ὁ διαλεκτικός, ἔχει ὁμοιότητα πρὸς τὸν διαλεκτικόν, ᾗ δὲ οὐκ ἐκ τῶν αὐτῶν ἀρχῶν, διαφέρει. ἀλλὰ πῶς ὁ ἐριστικὸς διὰ τὸ μὴ πάντῃ ὁμοίως ἔχειν πρὸς τὸν διαλεκτικὸν ὡς ὁ ψευδογράφος πρὸς τὸν γεωμέτρην χώραν ἔχει πρὸς τὰ ψευδογραφήματα; ἢ διότι ψευδογράφημα ἐξ ἐνδόξων γενέσθαι οὐ δύναται, ἀλλ’ ἐκ φαινομένων μὲν τῇ γεωμετρίᾳ μὴ ὄντων δέ· καὶ διὰ τοῦτο οὐδεὶς διαλεκτικὸς ψευδογραφεῖν ἐπιχειρεῖ, ἀλλ’ ὁ ἐριστικός. τὸ δὲ νῦν οὐκ ἔστιν ὁ διαλεκτικὸς περὶ γένος τι ὡρισμένον οὐ τῆς ἀνομοιότητός ἐστι δεικτικὸν ἀλλὰ μᾶλλον τῆς ὁμοιότητος· ἀόριστος γὰρ καὶ ὁ διαλεκτικὸς καὶ ὁ ἐριστικός. εἰπὼν δὲ ὅτι οὐκ ἔστι περὶ γένος τι ὡρισμένον ὁ διαλεκτικὸς καὶ διὰ τοῦτο οὐδὲ ἀποδεικτικὸς καὶ συλλογιστικὸς ἑνός τινος ἀλλὰ περὶ πᾶν [ὁ] ἐξ συλλογιζόμενος, λέγει οὐδὲ τοιοῦτός ἐστιν οἷος ὁ καθόλου, λέγων καθόλου τὸν θεόλογον. οὐ γάρ ἐστιν ὁ διαλεκτικὸς ἢ ὁ ἐριστικὸς οἷος ὁ καθόλου· εἰ γὰρ καὶ περὶ τὰ αὐτὰ ἀναστρέφεται ὁ διαλεκτικὸς τῷ θεολόγῳ (περὶ γὰρ πάντα τὰ ὄντα ἀμφότεροι), ἀλλ’ οὐχ ἀλλ’ ὁ μὲν θεόλογος περὶ τὰ κοινὰ καὶ ἐκ τῶν καθ’ αὑτὰ καὶ ᾗ αὐτὰ τοῖς πράγμασιν ὄντων τὴν θεωρίαν ποιεῖται, ὁ δὲ διαλεκτικὸς καὶ ἐριστικὸς περὶ τὰ καθ’ ἕκαστα διατρίβουσι, καὶ οὐκ ἐκ τῶν καθ’ αὑτὰ ἀλλ’ ἐκ τῶν ἐνδόξων ἡ τῶν φαινομένων ἐνδόξων τοὺς λόγους ποιοῦνται. ὅτι δὲ οὐκ ἔστιν ὡρισμένης τινὸς φύσεως ἡ διαλεκτική, καὶ διὰ τοῦτο οὐδ’ ἡ μιμουμένη ταύτην ἐριστική, εἴρηται καὶ ἐν τῷ πρώτῳ τῶν τοπικῶν. δείκνυσι δὲ καὶ ἐνταῦθα λέγων οὔτε γάρ ἐστιν ἅπαντα ἐν ἑνί τινι γένει, τουτέστιν εἰ μὲν ἦν κοινὸν πάντων γένος τὸ ὄν, ἐνῆν ἴσως λέγειν ὅτι περί τι ὡρισμένον εἰσὶν ἡ διαλεκτικὴ καὶ ἡ πειραστική· ἐπεὶ δὲ δέκα τὰ γένη, οὐκ ἔστι λέγειν ὅτι περὶ μίαν τινὰ ὡρισμένην φύσιν εἰσίν. ἀλλὰ κἂν ἦν, φησίν, ἓν κοινὸν γένος πάντων τὸ ὄν, οὐχ οἷόν τε ἦν ὑπὸ τὰς αὐτὰς ἀρχὰς εἶναι πάντα τὰ ὄνια· ἄλλαι γὰρ ἄλλων εἰσί, καὶ ἄλλα ὑπ’ ἄλλας τυγχάνουσι· τῶν μὲν γὰρ φυσικῶν ἀρχαί εἰσιν εἶδος, στέρησις, ὕλη, γεωμετρίας δὲ γραμμαί, σημεῖα, κύκλοι, ἰατρικῆς πῦρ, γῆ καὶ τὰ μεταξὺ καὶ ἄλλων ἄλλαι. ὥστε κἂν ἓν ἦν πάντων κοινὸν γένος τὸ ὄν, ἐπειδὴ τὰ ὑπὸ τὸ ὄν, περὶ ἃ ἡ διαλεκτικὴ στρέφεται, διάφοροι φύσεις εἰσίν, ὅτι καὶ αἱ ἀρχαὶ αὐτῶν διάφοροι, οὐκ ἂν εἴη ὡρισμένης τινὸς καὶ μιᾶς φύσεως ἡ διαλεκτική, ὥστε οὐδ’ ἡ ταύτην ὑποκρινομένη ἐριστική. δείκνυσι δὲ τὸ προκείμενον καὶ ἄλλως, δυνάμει συλλογιζόμενος οὕτως· αἱ μιᾶς τινος φύσεως καὶ ἑνός τινος ὑποκειμένου οὖσαι οὐκ ἐρωτῶσιν· ἡ διαλεκτικὴ καὶ ἡ πειραστικὴ ἐρωτᾷ· ἡ διαλεκτικὴ ἄρα καὶ ἡ πειραστικὴ οὐκ εἰσὶν μιᾶς τινος ὡρισμένης φύσεως οὐδὲ ἑνός τινος ὑποκειμένου. οὐ γὰρ ἔξεστιν ὁποτερονοῦν τῶν μορίων δοῦναι. διὰ τούτου δὲ τὴν μείζονα πρότασιν παρασκευάζει, ὅτι αἱ μιᾶς τινος φύσεως καὶ ἑνὸς ὑποκειμένου οὖσα ιοὐκ ἐρωτῶσιν. εἴη ἄν <οὖν> τὸ δοῦναι ἀντὶ τοῦ συλλογίσασθαι οὐ γὰρ ἔξεστιν οὐδὲ δυνατόν ἐστι τῷ ἀποδεικνύντι δεῖξαι τὰς τρεῖς τοῦ τριγώνου γωνίας, εἰ τοῦτο εἴη δεικνύμενον, δύο ὀρθῶν ἐλάττονας ἢ τὴν διάμετρον σύμμετρον τῇ πλευρᾷ. ἡ γὰρ | ἀπόδειξις ἐκ τῶν οἰκείων καὶ καθ’ αὑτὰ καὶ ᾗ αὐτά, ὡς ἐν τῇ Ἀποδεικτικῇ δέδεικται, τοῦ δεικνυμένου γίνεται· ἐκ δὲ τῶν καθ’ αὑτὰ ὑπαρχόντων ἕν τι δείκνυται, τἀλη- θές. ὥστε ἐπεὶ οὐκ ἔστιν αὐτῷ δυνατὸν ἐκ τῶν αὐτῶν καὶ τὸ ἀντικείμενον δεικνύναι, οὐκ ἐρωτᾷ· ὁ γὰρ ἐρωτῶν οὕτως ἐρωτᾷ ὡς παρεσκευασμένος τὸ ἐναντίον τοῦ τεθέντος συλλογίσασθαι. ἡ τὸ δοῦναι ἀντὶ τοῦ συγχωρῆσαι καὶ ὡς ἀληθῶς ὂν λαβεῖν εἴρηται· τῷ γὰρ μέλλοντι δεικνύναι τὰς τοῦ τριγώνου τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας οὐκ ἔξεστι λαβεῖν καὶ ὡς ἀληθεῖ χρήσασθαι ὅτι τοῦ τριγώνου αἱ τρεῖς γωνίαι ἄνισοί εἰσι δύο ταῖς ἐφεξῆς· οὐ γὰρ ἐκ τούτου ἀλλ’ ἐκ τοῦ ἴσας εἶναι δείκνυται τὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν. ἢ τὸ οὐ γὰρ ἔξεστιν ὁποτερονοῦν τῶν μορίων δοῦναι ἴσον ἐστὶ τῷ ‘οὐ γὰρ ἔξεστι τῷ ἀποκρινομένῳ ἐν τοῖς ἀποδεικτικοῖς δοῦναι οἷον ἄν μόριον βούληται τῆς ἀντιφάσεως᾿· συλλογισμὸς γάρ, τουτέστιν ἀπόδειξις καὶ συλλογισμὸς ἀποδεικτικός, οὐ γίνεται ἐξ ἀμφοῖν. εἰ μὲν γὰρ σκοπὸν εἶχεν ὁ γεωμέτρης συνάγειν ἀμφότερα, τό τε τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας ἔχειν καὶ μὴ ἴσας, τότε ἂν ἠρώτα, ἵνα ἐκ μὲν τοῦ λαβεῖν τὰς τρεῖς γωνίας δυσὶ ταῖς ἐφεξῆς ἴσας εἶναι συναγάγῃ τὸ τὰς τρεῖς γωνίας δυσὶν ὀρθαῖς ἴσας εἶναι, ἐκ δὲ τοῦ λαβεῖν μὴ ἴσας εἶναι τὰς τρεῖς δύο ταῖς ἐφεξῆς τοὐναντίον· ἐπεὶ δὲ μόνης τῆς ἀληθείας ἀντέχεται καὶ τὸ ὂν συλλογίζεσθαι βούλεται, οὐκ ἐρωτᾷ, ἀλλὰ λαμβάνει δι’ ὧν τὸ ἀληθὲς δείκνυται. ὥστε οὐκ ἔξεστι τὸ ψεῦδος ὡς ἀληθὲς τιθέναι. εἰ οὖν αἱ ἐρωτήσεις ἐπ’ ἐκείνων γίνονται ἐφ’ ὧν ἔξεστιν ὁποτερονοῦν τῆς ἀντιφάσεως μόριον δοῦναι, ἐπὶ δὲ τῶν ἀποδεικτικῶν τοῦτο οὐκ ἔστιν, οὐκ ἂν εἴη ἐπὶ τούτων τὸ ἐρωτᾶν.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
