# In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.] Page introduction.1

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], Page introduction. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-sophisticos-elenchos-commentarius-sp/Page%20introduction.1

΄Οτι μὲν ὁ περὶ ἀποδείξεως λόγος τέλος ἐστὶ τῆς λογικῆς ἁπάσης πραγματείας, ἤδη φθάσαντες εἴπομεν ἐν οἷς τε περὶ τοῦ ἀπλῶς συλλογισμοῦ διελέγετο ὁ Ἀριστοτέλης καὶ ἐν οἷς τὴν ἀποδεικτικὴν παρεδίδου μέθοδον. ἐπειδὴ γοῦν ἱκανῶς τὰ περὶ ἐκείνης ἡμῖν τῆς μεθόδου ἐζήτηται, ἀκόλουθον ἄν εἴη εἰπεῖν τι καὶ περὶ τῶν Σοφιστικῶν ἐλέγχων, τίς τε ὁ σκοπὸς τῆς παρούσης πραγματείας ἐστί, καὶ διὰ τί τάξιν ἔσχε τὴν τελευταίαν, καὶ ὅτου χάριν Σοφιστικοὶ ἐπιγράφονται ἔλεγχοι· ὡς γὰρ ἐν πολλοῖς εἴπομεν, ἔνθα μὴ αὐτόθεν ἐστὶ δήλη ἡ ἐπιγραφὴ τοῦ συγγράμματος, χρὴ καὶ ταύτην σαφηνίζειν. σκοπὸς οὖν ἐστι τῆς παρούσης πραγματείας κατὰ μέν τινας, ὡς ἄν ἡμῖν τὴν μέθοδον παραδῷ δι’ ἧς τοὺς ἐλέγχους συνίστων οἱ σοφισταὶ καὶ τοὺς ἀπείρους τῆς συλλογιστικῆς μεθόδου ἠπάτων· ἔστι δὲ αὕτη οἱ μέλλοντες παραδοθῆναι παρ’ αὐτοῦ τοῦ Ἀριστοτέλους δεκατρεῖς τρόποι, οἳ καὶ ὥσπερ τινές εἰσι γενικοὶ στοχασμοὶ τῶν σοφισμῶν. οἱ δὲ τοῦτον εἶναι τὸν σκοπὸν τῆς παρούσης πραγματείας τιθέμενοι καὶ διὰ τοῦτο ἐπιγεγράφθαι Σοφιστικοὺς ἐλέγχους φασίν, ὡς τῆς παρούσης πραγματείας περὶ τοῦ πῶς ἤλεγχον οἱ σοφισταὶ διαλαμβανούσης καὶ περὶ τῆς συστάσεως τῶν σοφισμάτων αὐτῶν, οὐ περὶ τοῦ πῶς ἄν τοῖς σοφισταῖς ἀντιλέγοιμεν. ἄλλοι δὲ οὐ τοῦτον εἶναι τὸν σκοπὸν τοῦ βιβλίου εἰσήγαγον, ἀλλὰ μᾶλλον σκοπὸν ἔχειν τὸν Ἀριστοτέλην εἰπεῖν περὶ τοῦ πῶς ἂν αὐτοὶ μάθοιμεν ἐλέγχειν καὶ ἀντιλέγειν τοῖς πειρωμένοις σοφίζεσθαι ἡμᾶς· διὰ τοῦτο γάρ φασιν οὐδὲ Περὶ τῶν σοφιστικῶν συλλογισμῶν ἐπιγέγραπται τὸ βιβλίον ἀλλὰ Σοφιστικοὶ ἔλεγχοι, ὡς μεθόδου παραδιδομένης δι’ ἧς ἄν τοὺς σοφιστὰς ἐλέγχειν δυναίμεθα. ἐπειδὴ γὰρ τῶν κατηγορικῶν συλλογισμῶν τὸ εἶδος τριττὸν εἶναι δέδειχε καὶ περὶ τῶν δύο, τοῦ τε διαλεκτικοῦ φημι συλλογισμοῦ καὶ τοῦ ἀποδεικτικοῦ, ἀρκούντως ἐν ταῖς αὐτῶν πραγματείαις διέλαβεν, ἐν τῷ παρόντι βιβλίῳ ὥσπερ ἡμῖν ἀλεξητήριον παρέχων φάρμακον εἰς τὸ ἀποφεύγειν τὰς σοφιστικὰς ἐνοχλήσεις περὶ τοῦ σοφιστικοῦ διαλέγεται συλλογισμοῦ, ἐλέγχους παραδιδοὺς μᾶλλον τῶν σοφιστικῶν λόγων, οἷα φιλοτιμούμενος ὡς μάλιστα περὶ τὸ ἀληθές, δι’ οὗ αἱ ἀδρανεῖς ψευδολογίαι καὶ ὁ τῶν δοκούντων ἐνδόξων φενακισμὸς διελέγχεται. ὡς γὰρ οἱ ἰατροὶ οὐ μόνον τὰ πρὸς ὑγείαν συντείνοντα διδάσκονται ἀλλὰ καὶ τὰ δηλητήρια τῶν φαρμάκων ἐπιζητοῦσι τίνα ἐστίν, οὐχ ἵνα τούτοις χρήσωνται, ἀλλ’ ὡς βλαβερὰ ταῦτα φεύγωσι καὶ θανάσιμα, κατὰ τὸν αὐτὸν τρόπον χρὴ πάντως καὶ τοὺς τοῖς ἀληθέσιν ἐγγυμνασθέντας καὶ πεῖραν τῶν ἐνδόξων λαβόντας εἰδέναι καὶ ποῖά εἰσι τὰ φαινόμενα ἔνδοξα. οὐ γὰρ τῷ ᾿Αριστοτέλει σκοπὸς ἦν προηγούμενος περὶ τῶν σοφιστικῶν ἐλέγχων διαλαβεῖν οὐ γὰρ δι’ αὐτὸ ἀλλὰ καθ’ ἕτερον περὶ τοῦ εἰρημένου εἴδους διδάσκει) <ἀλλὰ> περὶ τοῦ ἐλέγχειν τοὺς σοφιστάς. παιζόντων γάρ, οὐ σπουδαζόντων τὸ τοιοῦτον εἶδος τοῦ συλλογισμοῦ· τὸ δὲ παίγνιον πῶς ἄν εἴη περισπούδαστον ἀνδράσι σοφοῖς καὶ ἐπιστήμοσιν; ὡς ἐν τῷ Εὐθυδήμῳ καὶ Πλάτων’ διαλαμβάνει, ἔνθα τῷ Κρίτωνι διαλεγόμενος ὁ Σωκράτης θαυμασίαν εἶναι τὴν σοφιστικὴν ἀποφαίνεται καὶ ‟πανσόφους ἀτεχνῶς” ὀνομάζει τοὺς σοφιστὰς καὶ βούλεσθαι μαθεῖν καὶ αὐτὸς ταύτην τὴν μέθοδον· εἶτα προτρέπεται τὸν Εὐδύδημον τῷ τοῦ Ἀξιόχου παιδὶ Κλεινίᾳ προσδιαλεχθῆναι· ὁ δ’ εὐθὺς ἀρξάμενος καὶ ὁμώνυμα ἐρωτῶν εἰς ἀντιφάσεις περιῆγε τὸν νέον οὕτω λέγων· ‟ὦ Κλεινία, πότεροί εἰσι τῶν ἀνθρώπων οἱ μανθάνοντες; καὶ τὸ μειράκιον, ἅτε μεγάλου ὄντος τοῦ ἐρωτήματος”, πρῶτα μὲν ἠρυθρίασεν, εἶτα πρὸς τὸν Σωκράτην ἀπεῖδεν· ὁ δὲ παρεθάρρυνέ τε αὐτὸν καὶ ἀποκρίνασθαι διεκελεύσατο ὅ τι ἂν βούλοιτο· καὶ ἀποκρίνεται ὁ Κλεινίας ‟ὅτι οἱ σοφοὶ εἶεν οἱ μανθάνοντες”. καὶ ὁ Εὐθύδημος· ἆρά γε, ὦ Κλεινία, οἶδάς τινας διδασκάλους; ὡμολόγησεν οὗτος. τίνων οὖν εἰσι διδάσκαλοι; σκαλοι; ἐκεῖνος· τῶν μανθανόντων. ἆρ’ οὖν σοφοὶ ἦσαν, ὅτε τὰ διδασκόμενα οὐκ ἠπίσταντο; ‟οὐ δῆτα, ἦ δ’ ὅς”. μανθάνουσιν ἄρα οἱ ἀμαθεῖς. ἔπειτα πάλιν τὸ ἐναντίον συνελογίσατο, ὅτι μανθάνουσιν οἱ ἐπιστάμενοι. ἀλλὰ τοιούτων μὲν λόγων πλήρης οὗτός τε ὁ διάλογος καὶ ὁ Πρωταγόρας. ἡμεῖς δὲ πάλιν πρὸς τὸ προκείμενον ἐπανέλθωμεν. σκοπός ἐστι τῶ ᾿Αριστοτέλει, ὡς ἔφημεν, ὁ πρῶτος ἀποδεδομένος περὶ τοῦ εἰπεῖν πῶς συνίστων τοὺς δοκοῦντας ἐλέγχους οἱ σοφισταί, καὶ πῶς ἐδόκουν διὰ τούτων ἐλέγχειν τοὺς ἀπείρους τῆς τέχνης αὐτῶν, καὶ τίνες οἱ γενικοὶ στοχασμοὶ τῶν σοφισμῶν, καὶ πόσων στοχάζονται οἱ ἐν τοῖς σοφίσμασιν ἀγωνιζόμενοι καὶ διαφιλονεικοῦντες, καὶ πόσα εἴδη τῶν σοφισμῶν, καὶ κατὰ πόσους τρόπους ἓν ἕκαστον τῶν εἰδῶν τὴν φαντασίαν τοῦ ἐλέγχειν ἐμποιεῖ. εἶτα ἐφεξῆς καὶ τὰς προσηκούσας λύσεις ἐπάγει αὐτοῖς· λύειν γὰρ τῶν ἀμηχάνων τὸν δεσμὸν ἀγνοοῦντα. τούτου δὲ φανεροῦ γεγονότος καὶ ἐλέγχειν δυνησόμεθα· ἀπλῶς γὰρ τὸ εἰδέναι ὅπως ἐκεῖνοι τὰ σοφίσματα συνίστων τῶν λύσεων γίνεται ποριστικόν, ἐπεὶ ὁ τοῦ δεσμοῦ τὴν γνῶσιν ἔχων οἶδε πάντως καὶ ὅπως ἄν τὴν λύσιν ἐπαγάγῃ τῷ δεσμῷ μηδενὸς προσισταμένου αὐτῷ, ὡς ἐν τῇ Μετὰ τὰ φυσικὰ πραγματείᾳ φησί. Περὶ δέ γε τῆς τάξεως ἀμφισβητεῖται πολλοῖς. οἱ μὲν γάρ φασιν ὡς ἔδει τὴν διαλεκτικὴν πραγματείαν, ὁμοίως δὲ καὶ ταύτην τὴν σοφιστικὴν τῆς ἀποδεικτικῆς προταχθῆναι· χρῆναι γὰρ πρότερον τοῖς πιθανοῖς χρονοτριβήσαντας εἶθ’ οὕτως καὶ τοῖς ἀναγκαίοις καὶ ἀληθέσι προσδιατρῖψαι. οὐ καλῶς δὲ οἱ ταῦτα λέγοντες ἀποφαίνονται. εἰ γὰρ ἡ τῶν ἀνθρώπων φύσις τῇ ὕλῃ συνδεθεῖσα ἀπατᾶται ὡς ἐπὶ τὸ πλεῖστον καὶ τῇ φαντασίᾳ παρακολουθοῦσα παραλογίζεται καὶ τὰ μὴ ὄντα ὡς ὄντα ὑπονοεῖ, οὐ χρὴ πάντως πρώτοις αὐτὴν προσβαλεῖν τοῖς πιθανοῖς τε καὶ φαινομένοις ἐνδόξοις· ἐνσχεθεῖσα γὰρ τούτοις καὶ προσληφθεῖσα οὐ ῥᾷον αὐτῶν ἀποστήσεται καὶ τὴν ἀλήθειν ὑποδέξεται, ἐκεῖνα ἡγουμένη τἀληθῆ καὶ αὐ|τόπιστα· πρόληψις γάρ, κἀν ἡ τυχοῦσα εἴη, ὡς ἐπὶ τὸ πολὺ ταχέως μετατίθεσθαι οὐ φιλεῖ. ἄλλως τε δὲ ἐκεῖνα προταχθῆναι τῆς ἀποδεικτικῆς ἐπιστήμης ὤφειλον ἃ δὴ καὶ χρήσιμα ἦν εἰς ἀπόδειξιν· ἡ δέ γε σοφιστικὴ ἄχρηστός ἐστι παντελῶς τῇ ἀποδεικτικῇ ἐπιστήμῃ. ἔτι εἰ τὸ ψεῦδος τῇ παραθέσει τῆς ἀληθείας ἐλέγχεται, ἀκόλουθον ἄν εἴη πάντως τἀληθῆ πρῶτον μαθόντας οὕτω τοῖς πιθανοῖς καὶ ψευδέσι προσομιλῆσαι· εἰκότως ἄρα προτέρα τῶν τοιούτων ἡ ἀποδεικτικὴ τέτακται. ἐν αὐτῇ γὰρ τὸν κυρίως συλλογισμὸν μαθόντες, ὅτι ἐξ ἀναγκαίων καὶ ἀμέσων καὶ γνωριμωτέρων καὶ προτέρων τοῦ συμπεράσματος γίνεται, τὸν παρὰ ταῦτά τι συνάγοντα σκώλου παντὸς πόρρω καθισταμένου ῥᾳδίως ἐπιγνωσόμεθα· εἰ γὰρ τὸ πῶς γίνεται καταμάθωμεν καὶ τίνα τρόπον τὸ ἀληθές, τὸ παρὰ ταῦτα γινόμενον εὐχερῶς καταμαθεῖν δυνησόμεθα. ἐπεὶ δὲ οὐχ οἷόν τε ἦν ἐκ ταύτης ἀμέσως προσβαλεῖν τῇ σοφιστικῇ, διδάσκει μεταξὺ περὶ τῆς πῇ μὲν ἀληθοῦς πῇ δὲ ψευδοῦς, ἥπερ ἐστὶν ἡ διαλεκτική. ἀλλὰ γὰρ τίς μὲν ὁ σκοπὸς τῆς παρούσης πραγματείας καὶ περὶ τῆς τάξεως αὐτῆς καὶ τῆς ἐπιγραφῆς ἀρκούντως εἰρήκαμεν· ἤδη δὲ καὶ τῶν τοῦ φιλοσόφου λόγων ἐπίσκεψιν ποιησώμεθα. p. 164 a 20 Περὶ δὲ τῶν σοφιστικῶν ἐλέγχων. Πλάτων μὲν ἐν τῷ Εὐθυδήμῳ καὶ Ἀριστοτέλης ἐν προοιμίοις εὐθὺς τῆς διαλεκτικῆς πραγματείας τὸν αὐτὸν εἶναι λέγουσιν ἐριστικὸν καὶ σοφιστικὸν συλλογισμόν. τούτους δὲ τοὺς συλλογισμοὺς ποτὲ μὲν κατὰ τὴν ὕλην διημαρτῆσθαι λέγουσι τῆς συλλογιστικῆς συζυγίας οὐκ ἐκπίπτοντας, οὓς καὶ συλλογισμοὺς ὀνομάζουσι, ποτὲ δὲ τὸ συλλογιστικὸν εἶδος μὴ ἔχοντας ἀληθῆ φέρειν τὴν ὕλην, οὓς οὐδὲ συλλογισμοὺς ἀξιοῦσι καλεῖν ἀλλὰ φαινομένους συλλογισμούς. οἷον τί φημι; ὅταν τις συλλογίσηταί τι ἐν συλλογιστικῇ συζυγίᾳ διὰ προτάσεων παρὰ τὴν ὕλην ληφθεισῶν, ἐριστικὸν μὲν ποιεῖ συλλογισμόν, πλὴν καὶ σοφιστικόν, ὡς ὅτε λέγει ἶπάς ὁ ἀνδρεῖος ἀνδρείαν ἔχει· ἔστι δὲ ὁ χιτὼν ἀνδρεῖος· ὁ χιτὼν ἄρα ἀνδρείαν ἔχει᾿· οὗτος γὰρ ὁ συλλογισμὸς ἐριστικὸς καὶ σοφιστικὸς οὐ παρ’ ἄλλο τι ἢ παρὰ τὸ ληφθῆναι ὡς ἔνδοξον τὸ πάντα τὸν ἀνδρεῖον ἀνδρείαν ἔχειν, ἐπειδὴ ἐν συλλογιστικῇ συζυγίᾳ ἐν πρώτῳ οὔσῃ σχήματι ἐκ δύο καταφατικῶν, τῆς μὲν ἐπὶ μέρους τῆς δὲ καθόλου τῆς μείζονος. ὅταν δὲ πάλιν συλλογίσηταί τίς τι ἐξ ἀληθῶν μὲν προτάσεων μὴ συλλογιστικῶς δὲ μηδὲ φυλάξας τὸ τοῦ σχήματος ἴδιον, συλλογισμὸν καὶ οὗτος ἐποίησε, πλὴν οὗτος φαινόμενος συλλογισμὸς λέγεται, οἷοί εἰσιν οἱ ἐν ἀσυλλογίστῳ συζυγίᾳ ἐρωτώμενοι λόγοι. οἷον εἰ συνάγει τις τὸ ὅτι πᾶς ἄνθρωπος ἵππος ἐστὶ διὰ τοῦ λαβεῖν πάντα ἄνθρωπον ζῷον εἶναι καὶ πάντα ἵππον ζῷον· ἀσυλλόγιστος γὰρ ἡ ταιαύτη πλοκὴ τοῦ συλλογισμοῦ καίτοι ἐξ ἀληθῶν οὖσα προτάσεων· αἴτιον δὲ τὸ εἶναι δύο καταφάσεις ἐν δευτέρῳ σχήματι. καὶ πολλὰ τούτων τὰ παραδείγματα ἐν ταῖς πονηθείσαις ἡμῖν εἰς τὴν Διαλεκτικὴν ἐξηγήσεσιν. ἄλλοι δέ τινες σοφιστικοῦ καὶ ἐριστικοῦ συλλογισμοῦ διαφορὰν ταύτην παραδεδώκασιν, ἐριστικὸν μὲν εἰπόντες εἶναι τὸν κατὰ τὸ συλλογιστικὸν εἶδος μὴ ὑγιῶς ἔχοντα, σοφιστικὸν δὲ τὸν τὴν ὕλην ἔχοντα διημαρτημένην ὑγιὲς δὲ τὸ συλλογιστικὸν εἶδος. ἀλλ’ ἐλέγχονται οὗτοι παρ’ αὐτοῦ τοῦ Ἀριστοτέλους ψευδόμενοι· προιὼν γὰρ ἐν οἷς τὸν ἀποδεικτικὸν λόγον τοῦ διαλεκτικοῦ διίστησι καὶ τοῦτον τοῦ σοφιστικοῦ, φησὶν ὅτι ‟ὁ μὲν οὖν κατὰ τὸ πρᾶγμα θεωρῶν τὰ κοινὰ διαλεκτικός, ὁ δὲ τοῦτο φαινομένως ποιῶν σοφιστικὸς καὶ συλλογισμὸς ἐριστικός”. ἐπειδὴ τοίνυν ὁ ἐριστικὸς συλλογισμὸς ὁ αὐτός ἐστι τῷ σοφιστικῷ ἐλέγχῳ, εἰπὼν περὶ τῶν σοφιστικῶν ἐλέγχων ἐπήγαγε καὶ τῶν φαινομένων ἐλέγχων ὄντων δὲ παραλογισμῶν, ἐκ παραλλήλου τὸ αὐτὸ θείς· κοινὸν γὰρ πάντων τῶν σοφιστικῶν ἐλέγχων τὸ φαίνε|σθαι. καὶ τούτων τὴν διαί. ρεσιν ποιεῖται εὐθὺς ἐν τοῖς ἑξῆς λέγων· οἱ μὲν γὰρ τούτων τῶν σοφιστικῶν ἐλέγχων εἰσὶ συλλογισμοί, οἱ αὐτοὶ ὄντες τοῖς ἐριστικοῖς συλλογισμοῖς τοῖς ἐκ φαινομένων ἐνδόξων μὴ ὄντων δὲ συντιθεμένοις· οἱ δὲ δοκοῦσιν εἶναι, οἱ αὐτοὶ καὶ οὗτοι ὄντες τοῖς ἐριστικοῖς λόγοις τοῖς ἢ ἐξ ἐνδόξων ἢ φαινομένων ἐνδόξων φαινομένοις, οἳ καὶ ἐριστικοὶ μὲν λέγονται συλλογισμοί, συλλογισμοὶ δ’ οὔ. συλλογισμοὶ μὲν οὖν εἰσι σοφιστικοὶ οἱ τὸ σχῆμα μὲν ἔχοντες ὑγιὲς τὰς δὲ προτάσεις ἢ ἄμφω ἢ τὴν ἑτέραν ψευδεῖς· φαινόμενοι δὲ οἱ τὸ σχῆμα μὲν μὴ ὑγιὲς ἔχοντες τὰς δὲ προτάσεις ὁτὲ μὲν ἀληθεῖς ὁτὲ δὲ ψευδεῖς. ἁπλῶς δὲ πάντες οἱ φαινόμενοι ἔλεγχοι ἢ συλλελογισμένοι εἰσὶν ἢ ἀσυλλόγιστοι· κἄν γὰρ καὶ τὸ εἶδος ὑγιὲς ἔχῃ, φαινόμενός ἐστιν ἔλεγχος καὶ οὐ κυρίως ἔλεγχος. τοῦ δὲ ἐλέγχου μέρη εἰσὶ δεκατρία· ἓξ μὲν τὰ ‟παρὰ τὴν λέξιν”, ἑπτὰ δὲ τὰ παρὰ τὴν διάνοταν, οὓς ὁ ᾿Αριστοτέλης ‟ἔξω τῆς λέξεως” καλεῖ. καὶ ταῦτα τὰ δεκατρία δὶς παραδίδωσι, πρῶτον μὲν λέγων πῶς ἀπατῶσιν οἱ σοφισταί, ὕστερον δὲ λύων αὐτά. Σοφιστικοὶ οὖν ἔλεγχοι ἐπιγέγραπται ἡ παροῦσα πραγματεία καλῶς· καὶ διχῶς ἂν νοηθείη ἡ ἐπιγραφή, καὶ ὅτι ἐλέγχουσιν οἱ σοφισταὶ καὶ ὅτι ἐλέγχονται. ἢ τὸ φαινομένων ἐλέγχων ἐπήνεγκεν ὡς ἐξηγητικόν κόν<· ἐξηγητικὸν> γὰρ τὸ πρότερον τοῦ δευτέρου. καὶ εἴη ἄν ὁ νοῦς τοῦ λεγομένου τοιοῦτος, ὡς ἤδη λέγωμεν περὶ τῶν μὴ κυρίως ἐλέγχων ἀλλὰ τῶν φαινομένων ἐλέγχων, οἵτινές εἰσιν οἱ σοφιστικοὶ ἔλεγχοι. ἀλλ’ ἀναγκαῖόν ἐστιν εἰπεῖν τί τέ ἐστι σόφισμα καὶ τί ἀληθὴς ἔλεγχος καὶ τί φαινόμενος ἔλεγχος καὶ τί παρεξέλεγχος καὶ τί παραλογισμός. σόφισμα μὲν οὖν ἐστι, καθὼς καὶ αὐτὸς ἐν τοῖς τοπικοῖς φησι, ταὐτὸν τῷ ἐριστικῷ συλλογισμῷ. οἷον ἆρα ἐστι σιγῶντα λέγειν; οὔ φησιν ὁ ἀποκρινόμενος· τί δέ, ὅταν ξύλα καὶ λίθους λέγῃς, ἆρ’ οὐ σιγῶντα λέγεις; ἰδοὺ γοῦν ἐνταῦθα παρὰ τὴν ἀμφιβολίαν τὸ σόφισμα γέγονεν. ἔλεγχος δέ ἐστιν ἀληθὴς ‟ἀντίφασις τοῦ αὐτοῦ καὶ ἑνός, μὴ ὀνόματος ἀλλὰ πράγματος, καὶ ὀνόματος μὴ συνωνύμου ἀλλὰ τοῦ αὐτοῦ, ἐκ τῶν δοθέντων ἐξ ἀνάγκης, μὴ συναριθμουμένου τοῦ ἐν ἀρχῇ, κατὰ ταὐτὸ καὶ πρὸς ταὐτὸ καὶ ὡσαύτως καὶ ἐν τῷ αὐτῷ χρόνῳ”. εἰ γὰρ ἐρωτήσει τις ῾ ἆρά γε ὁ κύων ζῷόν ἐστιν;’ εἶτα καταφήσομεν καὶ ἐπαγάγοι ὁ ἐρωτῶν ὅτι ὁ τὰ καύματα ποιῶν οὐκ ἔστι ζῷον, οὐκ ἄν ἐλέγχοι διὰ τὸ μὴ πρὸς τὸ αὐτὸ πρᾶγμα ποιήσασθαι τὸν ἔλεγχον. ἐπειδὴ δὲ πολλάκις καὶ ἀπὸ συνωνύμων ἀπάτη γίνεται, οἷον ὡς ὅταν ἐρωτήσῃ τις ῾ ἆρά γε ζῷον περιπατεῖ;᾿, εἶτα καταφήσει ὁ ἀποκρινόμενος καὶ ὁ σοφιστὴς ἐπαγάγῃ ὅτι ἔστι τι καὶ ἠρεμοῦν, διὰ τοῦτο ἐπήγαγεν ὅτι ‟καὶ ὀνόματος μὴ συνωνύμου.” ἀλλὰ μηδὲ τὸ ἐν ἀρχῇ συναριθμεῖσθαι. τί δὲ τὸ ἐν ἀρχῇ αἰτεῖσθαι, εἴρηκεν ἐν τῷ δευτέρῳ τῶν Προτέρων. ὀφείλει δὲ ὁ ἔλεγχος καὶ ‟κατὰ τὸ αὐτὸ καὶ πρὸς τὸ αὐτὸ” εἶναι. εἰ γὰρ μήτε ὁμώνυμον μήτε συνώνυμον εἴη τὸ ἠρωτημένον μήτε τὸ ἐν ἀρχῇ ληφθῇ, κατ’ ἄλλο δὲ καὶ ἄλλο μέρος λέγοιμέν τι τῷ αὐτῷ ὑπάρχειν καὶ μὴ ὑπάρχειν, οὐκ ἂν ἐλέγχοιμεν. οἷον ἆρά γε ὁ Αἰθίοψ μέλας; ναί· ἀλλὰ μὴν τοὺς ὀδόντας οὐ μέλας, ὥστε ὁ αὐτὸς καὶ μέλας καὶ οὐ μέλας. ἀλλ’ οὐ κατὰ τὸ αὐτὸ ὁ ἔλεγχος γέγονε. καὶ εἰ μὴ πρὸς τὸ αὐτὸ εἴη, οὐδὲ οὕτως ἔσται κυρίως ἔλεγχος. οἷον εἴ τις εἴπῃ τὰ δέκα διπλασίονα εἶναι καὶ μή· οὐ γὰρ πρὸς τὸ αὐτὸ λέγονται ἀλλὰ πρὸς ἄλλο καὶ ἄλλο. ἔστω δὲ καὶ ‟ὡσαύτως” λεγόμενον, ὅπερ ἐστὶ δηλωτικὸν τοῦ δυνάμει ἢ ἐνεργείᾳ. οἷον ἆρά γε ὁ κοιμώμενος ὄψιν ἔχει; ναί, φησί· τί δέ, ὁ ὄψιν ἔχων οὐχ ὁρᾷ; ναί· ὁ κοιμώμενος ἄρα ὁρᾷ· οὐκ ἐλέγχει γὰρ οὗτος ὁ λόγος τὸν λέγοντα μὴ ὁρᾶν τὸν κοιμώμενον, διότι ὁ λέγων ῾ὁ ὄψιν ἔχων ὁρᾷ᾿ σημαίνει καὶ τὸν ἔχοντα καὶ μὴ ἐνεργοῦντα δυνάμενον δὲ ἐνεργεῖν καὶ τὸν ἤδη ἐνεργοῦντα. ‟καὶ ἐν τῷ αὐτῷ χρόνῳ”. οἷον ἆρά γε οἱ | ἄνθρωποι ἀγαθοί; ἀλλὰ μὴν ἐπὶ τοῦ σιδηροῦ γένους οὐκ ἀγαθοί. ἀλλὰ τὸ τοιοῦτον οὐκ ἂν εἴη ἔλεγχος ἀληθὴς μὴ ἐπὶ τοῦ αὐτοῦ χρόνου συλλογισάμενος. ὅταν οὖν μὴ κατὰ τὸν διορισμὸν τούτου τοῦ ἐλέγχου, λέγω δὴ τοῦ ἀληθοῦς, ἐλέγχῃ τις τὸν προσδιαλεγόμενον ἀλλ’ ἢ καθ’ ὁμωνυμίαν ἢ κατά τινα τῶν σοφιστικῶν τρόπων, τηνικαῦτα ἐλέγχοι ἂν οὐκ ἀληθῶς ἀλλὰ σοφιστικῶς. καὶ τὸν τοιοῦτον ἔλεγχον οὐδ’ ἔλεγχον ὀνομάζει ὁ Ἀριστοτέλης ἀλλὰ φαινόμενον ἔλεγχον καὶ παρεξέλεγχον ὡς ἔξω ὄντα τοῦ κυρίως καὶ ἀληθοῦς ἐλέγχου, περὶ οὗ καὶ αὐτὸς ὁ ᾿Αριστοτέλης ἐρεῖ μετὰ μικρόν. παραλογισμὸς δέ ἐστιν ἡ γινομένη ἀπάτη ἢ διὰ τὴν ὕλην ἢ διὰ τὸ εἶδος τοῦ συλλογισμοῦ. ὡς ἐπὶ τὸ πολὺ δὲ ἐσημειωσάμεθα τὸν Ἀριστοτέλην παραλογισμὸν ὀνομάζοντα τὸν μὴ ὑγιῶς ἔχοντα κατὰ τὸ σχῆμα συλλογισμόν. Περὶ δὲ τῶν σοφιστικῶν ἐλέγχων. τινὲς τῶν ἐξηγησαμένων ἐνταῦθα ἐκ παραλλήλου, ὡς ἔφαμεν, τεθεῖσθαί φασι τῶν σοφιστικῶν ἐλέγχων καὶ τῶν φαίνομ’ ἔνων ὡς πάντων τῶν σοφιστικῶν οὐκ ὄντων κυρίως ἐλέγχων ἀλλὰ φαινομένων. εἴη δ’ ἄν τις καὶ διαφορὰ σοφιστικοῦ ἐλέγχου καὶ φαινομένου ἐλέγχου· σοφιστικὸν μὲν γὰρ ἔλεγχον ἐρεῖς τὸν τὴν ὕλην ἔχοντα ψευδῆ καὶ ἀπὸ φαινομένων ἐνδόξων ἐπιχειροῦντα τὸ δὲ σχῆμα ὑγιὲς ἔχοντα, φαινόμενον δὲ ἔλεγχον καὶ παραλογισμὸν τὸν κατὰ τὸ συλλογιστικὸν εἶδος ἐσφαλμένον τῆς ὕλης ὅπως δήποτε ἐχούσης, ἐπειδὴ προειρήκαμεν ὅτι ὁ παραλογισμὸς κυρίως τῷ Ἀριστοτέλει ἐπὶ τῶν μὴ καλῶς ἐχόντων κατὰ τὸ σχῆμα εἴληπται. p. 164a22 ᾿Αρξάμενοι κατὰ φύσιν ἀπὸ τῶν πρώτων. Πολλάκις εἰρήκαμεν ὡς ὁ ἁπλῶς συλλογισμὸς γένος ἐστὶ τοῦ ἀποδεικτικοῦ καὶ διαλεκτικοῦ καὶ τοῦ σοφιστικοῦ συλλογισμοῦ. ἐπεὶ γοῦν τὰ γένη τῇ φύσει πρότερά εἰσι τῶν εἰδῶν, μέλλει δὲ καὶ ἐνταῦθα παραδοῦναι πρῶτον περὶ συλλογισμοῦ κεφαλαιωδῶς, τί τέ ἐστι καὶ πῶς οἱ μὲν μὴ ὄντες δοκοῦσιν, οἱ δὲ κατὰ ἀλήθειάν εἰσι, διὰ τοῦτό φησιν ὅτι χρὴ καὶ ἡμᾶς ἄρξασθαι ἀπὸ τῶν πρώτων κατὰ φύσιν οὕτως γὰρ ὀφείλεις ποιῆσαι τὴν σύνταξιν), τουτέστι τῶν τῇ φύσει πρώτων, ἅτινά εἰσι τὰ κοινά· κοινὰ δὲ ἐν τούτοις ὁ συλλογισμός, οὗ ἑξῆς τέσσαρά φησιν εἶναι τὰ γένη. ἢ τοίνυν κατὰ τοῦτο ῥητέον ‘τῶν τῇ φύσει πρώτων᾿, ἢ φύσει πρῶτα λέγοι ἄν τὰς οἰκείας τῇ προκειμένῃ πραγματείᾳ ἀρχὰς καὶ οἱονεὶ στοιχεῖα· ἄλλαι γὰρ ἄλλου ἀρχαὶ καὶ οὐχὶ αἱ αὐταὶ πᾶσιν· ὥσπερ γὰρ τῆς γεωμετρίας φύσει πρῶτα καὶ ἀρχαὶ σημεῖα καὶ γραμμαὶ καὶ κύκλοι καὶ ἀξιώματα, περὶ ὧν πρότερον εἰπόντες οἱ γεωμέτραι οὕτως εἰς τὴν τῶν κατὰ μέρος διδασκαλίαν ἔρχονται, οὕτω δὴ καὶ αὐτὸς ἐνταῦθα ποιήσει. πρῶτα δ’ ἄν εἴη τῆς σοφιστικῆς μεθόδου ἥ τε διαίρεσις ἣν λέγει καὶ τὸ δεῖξαι ὅτι ἔστιν εἶδός τι τοιούτου λόγου σοφιστικοῦ, καὶ τὸ τίνων ἐφίενται οἱ σοφισταί, καὶ τίς ἡ τούτων προαίρεσις, καὶ τίνα ἐστὶ δι’ ἃ μετίασι καὶ ζητοῦσι τοὺς τοιούτους λόγους, ὅτι τὸ δοκεῖν εἶναι σοφοὶ καὶ ὁ χρηματισμὸς καὶ ὁ πλοῦτος· ‟ἡ γὰρ σοφιστική ἐστι χρηματιστική τις ἀπὸ φαινομένης σοφίας, διὸ καὶ φαινομένων ἐφίενται ἀποδείξεων”· κἀν τούτῳ γὰρ τῆς διαλεκτικῆς ἡ σοφιστικὴ διαφέρει, ὡς ἐκείνη μὲν πρὸς δόξαν μόνον ἀφορᾷ, αὕτη δὲ <καὶ> πρὸς τὸ p. 164a23 Ὅτι μὲν οὖν οἱ μὲν εἰσὶ συλλογισμοί, οἱ δ’ οὐκ ὄντες δοκοῦσιν. Εἴπομεν ὥς τινες ἄλλο νενοήκασιν εἶναι τὸν σοφιστικὸν ἔλεγχον παρὰ τὸν φαινόμενον ἔλεγχον ὄντα δὲ παραλογισμόν. καὶ πρὸς ταύτην τὴν ἔννοιαν εἰρῆσθαι καὶ τὰ παρόντα φασίν, ὅτι οἱ μέν, οἱ σοφιστικοὶ ἔλεγχοι δηλαδή, εἰσί τε καὶ ὀνομάζονται συλλογισμοί, οἱ δέ, οἱ φαινόμενοι ἔλεγχοι καὶ παραλογισμοί, οὐκ ὄντες δοκοῦσιν εἶναι, ἀλλ’ οὐχ οὕτως ἔχουσι. καθολικῶς δέ φησιν ὅτι οἱ μὲν περί τινος διαλεγόμενοι καὶ συλλογίζονται ὑγιῶς, οἱ δὲ φαίνονται μὲν συλλογίζεσθαι, τὴν πλοκὴν δὲ τοῦ συλλογισμοῦ μὴ ὑγιῆ ἔχοντες οὐκ ἄν ῥηθεῖεν ἀπλῶς | συλλογισμοὶ ἀλλὰ φαινόμενοι. προθέμενος δὲ περὶ τῶν σοφιστικῶν ἐλέγχων εἰπεῖν, οἳ καὶ ἦσαν φαινόμενοι ἔλεγχοι, πρῶτον διὰ βραχέων ὑπομιμνήσκει ἡμᾶς τῆς ἐν τῷ πρώτῳ τῶν τοπικῶν γενομένης παρ’ αὐτοῦ διαιρέσεως τοῦ ἐριστικοῦ συλλογισμοῦ. τῶν γὰρ σοφιστικῶν συλλογισμῶν, ταὐτὸν δὲ εἰπεῖν καὶ ἐριστικῶν, οἱ μέν εἰσι συλλογισμοὶ ‟ἐκ φαινομένων ἐνδόξων”, ὡς ἐκεῖ εἶπεν, οἱ δὲ φαινόμενοι συλλογισμοὶ οὐκ ὄντες δέ. καὶ πιστοῦται τοῦτο δι’ ὧν ἐπάγει· ὥσπερ γὰρ καὶ ἐπὶ τῶν ἄλλων τοῦτο γίνεται διά τινα ὁμοιότητα, καὶ ἐπὶ τῶν λόγων, τουτέστι τῶν συλλογισμῶν, τοῦτο οὕτως ἔχον ἔστιν ἰδεῖν. πιστοῦται δὲ τὸ λεγόμενον οὐκ ἐκ λογικῶν μόνον ζῴων ἀλλὰ καὶ αὐτῶν τῶν ἀψύχων. εὐφυῆ δὲ καὶ τὰ παραδείγματα. ὥσπερ γάρ, φησίν, εἰσί τινες τῶν ἀνθρώπων καλῶς ἔχοντες καὶ εὐεκτοῦντες τοιοῦτοι δ’ οἱ ἀθλητικοὶ καὶ οἱ πένταθλοι), οἱ δὲ προσποιοῦνται τὸ εὐεκτεῖν καὶ διά τινων ἐπιτεχνήσεων περὶ τὸ σῶμα τοὺς εὐεκτοῦντας μιμοῦνται στολίζοντες ἑαυτοὺς παχυτάτοις ἐνδύμασι, καὶ ὅπερ αἱ φυλαὶ ἐν τῇ προσαγωγῇ τῶν ἱερείων ἐποίουν σπεύδουσα γὰρ ἑτέρα τὴν ἑτέραν ὑπερβαλεῖν ἐν ταῖς ἑορταῖς καὶ ταῖς πανηγύρεσι τῆς τῶν θυμάτων ἐν τοῖς βωμοῖς γινομένης προσαγωγῆς ἐνεφύσα τῷ λειπόκρεῳ, καὶ λιπῶδες ἐποίει φαίνεσθαι τὸ μὴ ὂν ἐκ τοῦ ἐμφυσήματος, ὥσπερ Ἀθήναιος ἐν τοῖς Δειπνοσοφισταῖς καὶ Πρόκλος ἐν τῇ τῶν ἑορτῶν ἀπαριθμήσει εἰρήκασι), τοῦτο δὴ καὶ οἱ καχεκτοῦντες ποιοῦντες, ναὶ μὴν καὶ οἱ δυσειδεῖς καὶ τὴν ὄψιν αἰσχίονες καὶ τὸ ἀληθινὸν μὴ ἔχοντες κάλλος ἐπιτρίμμασιν ἑαυτοὺς καταχρωννύοντες σπεύδουσι τοὺς ὁρῶντας ἐξαπατᾶν καὶ φαίνεσθαι ὅπερ οὐκ εἰσί. φυλετικῶς οὖν πεφυσῆσθαι πάντες οἱ τοιοῦτοι καθόλου λέγονται οἱ μὴ δι’ ἀσκήσεως μηδὲ πρὸς ἀλήθειαν τὰ σώματα μεγάλοι καὶ τὸ εἶδος περικαλλεῖς, ἀλλὰ διά τινων ἐπιτεχνήσεων ἐπισκευάζοντες ἑαυτοὺς καὶ κομμώσαντες οἱ μὲν καχεκτοῦντες τοὺς εὐεκτοῦντας φαίνονται μιμούμενοι, οἱ δὲ δυσειδεῖς φαίνονται μὲν καλοί, οὐκ εἰσὶ δέ. ὁμοίως δὲ καὶ ἑ ’πὶ τῶν ἀψύχων τὰ μὲν κυρίως ἐστὶν ἄργυρος ἀληθῶς καὶ χρυσός, τὰ δὲ φαινομένως κατὰ τὴν ἐσφαλμένην τῆς αἰσθήσεως κρίσιν τῷ ἀπατᾶσθαι ἀπὸ μικρᾶς ὁμοιότητος, τῆς τῶν χρωμάτων λέγω, δι’ ἣν ἀπατᾶται ἡ αἴσθησις, ὡς ἐπὶ τοῦ μέλιτος· τοῦτο γὰρ ξανθὸν εἶναι γνωρίσασα καὶ τῇ γεύσει γλυκὺ κρίνασα, εἴπερ καὶ ἄλλο τι θεάσηται τοιοῦτον ἔχον χρῶμα, εὐθὺς κἀκεῖνο μέλι ὑπολαμβάνει διὰ τὸ συνδραμεῖν ποτε ἐπὶ τοῦ αὐτοῦ ἄμφω, καθὼς ἐν τῷ Περὶ ψυχῆς οὗτός φησιν. ὃν οὖν τρόπον ἀπάτη πολλάκις γίνεται ἐπί τε τῶν σωματικῶν διαθέσεων καὶ ἐπὶ τῶν ἀψύχων, τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν ἐλέγχων καὶ συλλογισμῶν, <ὦν> ὁ μέν τίς ἐστι συλλογισμὸς ἀληθὴς καὶ ἔλεγχος, ὁ οὐκ ἔστι, φαίνεται δὲ εἶναι συλλογισμός, ὅταν οἱ ἀκροώμενοι τῆς συλλογιστικῆς μεθόδου τυγχάνωσιν ἄπειροι καὶ μηδὲ τὰ τῶν ἀληθῶς συλλογισμῶν καὶ ἐλέγχων εἰδῶσιν ἰδιώματα. τοῦτο γάρ, φησί, φαίνεται διὰ τὴν ἀπειρίαν, τῶν ἀκουόντων δηλονότι· ὃ καὶ ἐν τῇ ᾿Αποδεικτικῇ αἰνιττόμενος ἔλεγεν, ὅτι περὶ γεωμετρικῶν ἐν ἀγεωμετρήτοις διαλεγόμενός τις ἀκροαταῖς ‟λήσει φαύλως διαλεγόμενος”. εἶτα κατασκευάζει καὶ δι’ ἣν αἰτίαν τὰ μὴ ὄντα ὡς ὄντα νομίζουσιν οἱ ἄπειροι· οἱ γὰρ ἄπειροι, φησίν, ὥσπερ ἄν ἀπέχοντες πόρρω θεωροῦσιν. ὃ διττὴν ἔχει τὴν ἐξήγησιν. ἢ γὰρ τοῦτό φησιν, ὅτι οἱ ἄπειροι, περὶ ὧν ἀπείρως ἔχουσιν, οὕτω πεφύκασι ταῦτα νοεῖν καὶ διακρίνειν ὥσπερ ἂν τῆς τούτων φύσεως πόρρω διακείμενοι καὶ μὴ εἰδότες ὅλως τί ἐστι τὸ περὶ οὗ ἡ διάλεξις γίνεται· ἀπέχουσι γὰρ ὄντως καὶ πόρρω εἰσὶ τῆς περὶ αὐτοῦ γνώσεως. ἢ γοῦν οὕτω νοητέον, ἢ μάλιστα ὅτι ὥσπερ οἱ ἀπὸ πολλοῦ διαστήματος ὁρῶντές τινα πολλάκις ἀπατῶνται ἔκ τινος βραχείας ὁμοιότητος καὶ διὰ τὴν τοῦ διαστήματος ἀσυμμετρίαν καὶ τῆς ὄψεως τὴν ἀσθένειαν κατά τε διάκλασιν αὐτῆς καὶ ἀνάκλασιν τὸν μὴ Σωκρά|την Σωκράτην οἴονται καὶ τὰ χολοβάφινα διὰ τὸ ὁμοιόχρωμον χρυσᾶ καὶ τὰ λιθαργύρινα καὶ τὰ κατπρόκλος τιτέρινα ἀργυρᾶ, οῦτως καὶ οἱ ἀνεπιστῄμονες τῆς συλλογιστικῆς μεθόδου ἐλέγχους μὲν ἡγοῦνται καὶ συλλογισμοὺς ἀπό τινων μικρῶν ὁμοιοτήτων τοὺς οὐχ οὕτως ἔχοντας δι’ ἀπειρίαν τὴν δόξαν ταύτην λαμβάνοντες.

---

Alexander of Aphrodisias, In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.], ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlgx01.local001/.
