# In Aristotelis topicorum libros octo commentaria ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΕΙΣ ΤΟ ΔΕΥΤΕΡΟΝ ΤΗΣ ΤΟΠΙΚΗΣ ΑΠΙΣΤΟΤΕΛΟΥΣ ΠΡΑΓΜΑΤΕΙΑΣ.1

Alexander of Aphrodisias, In Aristotelis topicorum libros octo commentaria, ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΕΙΣ ΤΟ ΔΕΥΤΕΡΟΝ ΤΗΣ ΤΟΠΙΚΗΣ ΑΠΙΣΤΟΤΕΛΟΥΣ ΠΡΑΓΜΑΤΕΙΑΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-topicorum-libros-octo-commentaria/%CE%91%CE%9B%CE%95%CE%9E%CE%91%CE%9D%CE%94%CE%A1%CE%9F%CE%A5%20%CE%91%CE%A6%CE%A1%CE%9F%CE%94%CE%99%CE%A3%CE%99%CE%95%CE%A9%CE%A3%20%CE%95%CE%99%CE%A3%20%CE%A4%CE%9F%20%CE%94%CE%95%CE%A5%CE%A4%CE%95%CE%A1%CE%9F%CE%9D%20%CE%A4%CE%97%CE%A3%20%CE%A4%CE%9F%CE%A0%CE%99%CE%9A%CE%97%CE%A3%20%CE%91%CE%A0%CE%99%CE%A3%CE%A4%CE%9F%CE%A4%CE%95%CE%9B%CE%9F%CE%A5%CE%A3%20%CE%A0%CE%A1%CE%91%CE%93%CE%9C%CE%91%CE%A4%CE%95%CE%99%CE%91%CE%A3.1

’Ev τῷ πρώτῳ τῶν τοπικῶν εἰπὼν περὶ ὧν. ἦν ἀναγκαῖον εἰπεῖν πρὸ τῆς τῶν τόπων παραδόσεως ταῦτα δὲ ἢν τίς τέ ἐστιν ἡ πρόθεσις ἡ κατὰ τὴν πραγματείαν, καὶ τί ἐστι συλλογισμός, καὶ τίνες αὐτοῦ διαφοραί, καὶ τίνι τῶν ἄλλων συλλογισμῶν ὁ διαλεκτικὸς διαφέρει, καὶ τί ποτέ ἐστι τὸ ἔνδοξον), ὑποθέμενος δὲ καὶ πῶς δεῖ καὶ τὸ ἐν τοῖς τοιούτοις λόγοις ἀπαιτεῖν ἀκριβές, εἰπὼν δὲ καὶ πρὸς πόσα τε καὶ τίνα χρήσιμος ἡ πραγματεία, ἔτι δὲ δηλώσας τί τὸ ἐν αὐτῇ τέλειον, καὶ μετὰ ταῦτα εἰπὼν ἐν τίσιν αὐτῇ τὸ εἶναι, ὅτι ἐν προβλήμασί τε καὶ προτάσεσι καὶ τοῖς ὀργάνοις δι’ ὧν οἷόν τε εὐπορεῖν τῶν τοιούτων συλλογισμῶν, ἐπὶ τούτοις πρῶτον μὲν περὶ τῶν προτάσεων τε καὶ τῶν προβλημάτων ἐποιήσατο τὸν λόγον κοινῶς, καὶ δείξας ὅτι κατὰ τὸ ὑποκείμενον ἕν ἐστι ταύτα, ὡσπεροῦν καὶ τὸ συμπέρασμα καὶ τὸ λῆμμα πάντα γὰρ ταῦτα τῷ γένει προτάσεις, τό τε πρόβλημα καὶ ἡ πρότασις καὶ τὸ λῆμμα καὶ τὸ συμπέρασμα, κατὰ τὸν τρόπον τῆς ἐκφοράς καὶ τὴν ποιὰν σχέσιν τὴν πρός τινα ἰὴν διαφορὰν ἔχοντα), ἔπειτα εἰπὼν πόσα γένη τῶν προβλημάτων ἐστὶ καὶ τῶν προτάσεων, καὶ δείξας ὅτι τέσσαρα καὶ τίνα, περὶ ἑκάστου αὐτῶν τί ἐστιν εἶπεν. εἰπὼν δὲ καὶ περὶ τῶν οἰκείων τε καὶ παρακειμένων ἑκάστῳ αὐτῶν, ἃ δι’ ὁμοιότητα συντάσσεται αὐτοῖς, ἀλλὰ καὶ δι’ ὅ τι τοσαῦτα τὰ γένη δείξας καὶ δι’ ἐπαγωγῆς καὶ διὰ συλλογισμοῦ, μετὰ ταῦτα διαίρεσιν ἐποιήσατο τοῦ ταὐτοῦ, ἐπεί ἐστί τινα καὶ ἀπὸ ταὐτοῦ προβλήματα τοῖς ὁρικοῖς συντασσόμενα. εἶτα ὁρισάμενος τὴν διαλεκτικὴν πρότασιν καὶ τὸ διαλεκτικὸν πρόβλημα καὶ δείξας αὐτῶν τὴν πρὸς ἄλληλα διαφοράν εἰπὼν δὲ καὶ περὶ θέσεως, ἐπεὶ καὶ ἡ θέσις πρόβλημά τι, ἀλλὰ καὶ περὶ ἐπαγωγῆς ποιησάμενος τὸν λόγον καὶ δείξας τί ἐστι, καὶ εἰπὼν ὅτι μέρος ἐστὶ τῶν διαλεκτικῶν λόγων καὶ ἡ ἐπαγωγὴ ὥσπερ καὶ ὁ συλλογισμός, μετὰ ταῦτα τίνα ἐστὶ καὶ πόσα τὰ ὄργανα, δι᾿ ὧν οἷόν τε εὐ·πορεῖν τῶν διαλεκτικῶν λόγων, εἶπε, καὶ περὶ ἑκάστου αὐτῶν ἰδίᾳ διεξελθὼν ἔδειξε καὶ· τὸ ἀφ’ ἑκάστου αὐτῶν χρήσιμον πρὸς τὴν διαλεκτικήν. περὶ τούτων ποιησάμενος ἐν τῷ πρώτῳ τῶν Τοπικῶν τὸν λόγον ὡς ἀναγκαίων γνωρίζεσθαι πρὸς τὴν τῶν παραδοθησομένων τόπων χρῆσιν. ἐν τῷ δευτέρῳ τῆς τῶν τόπων τῶν πρὸς ἕκαστον πρόβλημα χρησίμων παραδόσεως ἄρχεται. ἔστι δὲ ὁ τόπος ἀρχὴ καὶ ἀφορμὴ ἐπιχειρήματος· ἐπιχείρημα δὲ καλοῦσι τὸν διαλεκτικὸν συλλογισμόν. διὸ καὶ ὁρίζεται ὁ Θεόφραστος τὸν τόπον, ὡς ἤδη ἡμῖν ἐν τοῖς πρώτοις εἴρηται, οὕτως· ‘‘τόπο·ς ἐστὶν ἀρχή τις ἢ στοιχεῖον, ἀφ’ οὗ λαμβάνομεν τὰς περὶ ἕκαστον ἀρχάς, τῇ περιγραφῇ μὲν ὡρισμένος, τοῖς δὲ καθ’ ἕκαστα ἀόριστος”. οἷον τόπος ἐστὶν εἰ τὸ ἐναντίον τῷ ἐναντίῳ ὑπάρχει, καὶ τῷ ἐναντίῳ τὸ ἐναντίον᾿· οὗτος γὰρ ὁ λόγος καὶ ἡ πρότασις αὕτη τῷ μὲν καθόλου ὥρισται ὅτι γὰρ περὶ ἐναντίων καθόλου λέγεται, δηλοῖ), οὐκέτι μέντοι, εἰ περὶ τῶνδε ἢ τῶνδε τῶν ἐναντίων λέγεται, ἔστιν ὡρισμένον ἐν αὐτῷ. οὐ μὴν ἀλλ’ ἀπ’ αὐτοῦ ὁρμωμένους ἔστιν ἐπιχειρεῖν περὶ ἑκάστου τῶν ἐναντίων· εἰ μὲν γὰρ ζητοῖτο περὶ ἀγαθοῦ εἰ ὠφελεῖ, ληψόμεθα ἀπὸ τοῦ προκειμένου τόπου ὁρμώμενοι προσεχῆ πρότασιν τῷ προκειμένῳ προβλήματι τὴν εἰ τὸ κακὸν βλάπτει, τὸ ἀγαθὸν ὠφελεῖ’· παρὰ γὰρ τοῦ προκειμένου τόπου τό τε εἶναι τῇδε τῇ προτάσει καὶ τὸ πιστὸν ὑπάρξει. εἰ δὲ εἴη ζητούμενον πότερον τὸ λευκὸν χρῶμα διακριτικόν ἐστιν ὄψεως, πάλιν οἰκείαν καὶ προσεχῆ τούτῳ τῷ προβλήματι πρότασιν. ληψόμεθα ἀπὸ τοῦ προκειμένου τόπου τὴν ‘εἰ τὸ μέλαν χρῶμα συγκριτικόν ἐστιν ὄψεως, καὶ τὸ λευκὸν χρῶμα διακριτικόν ἐστιν ὄψεως᾿. ἀλλ’ εἰ καὶ περὶ ἡδονῆς ζητοῖτο εἰ ἀγαθόν, ληφθήσεται πρότασις ἀπὸ τοῦ προκειμένου τόπου ἡ λέγουσα ‘εἰ ἡ λύπη κακόν, ἡ ἡδονὴ ἀγαθόν᾿. πάντα γὰρ ταῦτά τε καὶ τὰ τοιαῦτα δυνάμει τε καὶ ἀορίστως ἐν τῷ προκειμένῳ περιέχεται τόπῳ. πάλιν τόπος μὲν ἓν περὶ δύο ‘εἰ τὸ μᾶλλόν τινι δοκοῦν ὑπάρχειν μὴ ὑπάρχει, οὐδὲ τὸ ἧττον δοκοῦν ὑπάρχειν ὑπάρχοι ἂν αὐτῷ᾿. καὶ γὰρ οὗτος ὁ λόγος τῷ μὲν καθόλου ὥρισται ὅτι γὰρ περὶ τοῦ μᾶλλον καὶ ἧττον ὑπάρχοντος λέγει, δηλοῖ, ὥσπερ καὶ ὁ πρὸ αὐτοῦ ὅτι περὶ ἐναντίων), τοῖς μέντοι καθ ἕκαστά ἐστιν ἀόριστος· οὐ γὰρ δηλοῦται ἐν αὐτῷ περὶ τοῦ ἐν τίνι μᾶλλον· ἔστι γὰρ καὶ ἐπὶ χρώματος λαβεῖν τὸ μᾶλλόν τε καὶ ἧττον καὶ ἐπὶ χυμοῦ καὶ ἐπὶ ἀγαθοῦ. ἔστι μέντοι πρὸς ἕκαστον τῶν τῷ μᾶλλόν τε καὶ ἧττον προσχρῆσθαι δυναμένων προβλημάτων ὁρμωμένους ἀπὸ τοῦ προειρημένου τόπου οἰκείων εὐπορεῖν προτάσεων. ζητουμένου γάρ, ἂν οὕτω τύχῃ, πότερον ὁ πλοῦτος ἀγαθὸν ἢ οὓ, βουλόμενός τις ὅτι μὴ ἀγαθὸν δεῖξαι ὁρμώμενος ἀπὸ τοῦ προειρημένου τόπου λήψεται προσεχῆ προιᾶσιν τῷ προκειμένῳ, δι’ ἧς ὅτι μή ἐστιν ἀγαθὸν συλλογιεῖται. εἰ γὰρ ἡ ὑγεία μᾶλλον οὖσα τοῦ πλούτου ἀγαθὸν μή ἐστιν ἀγαθόν, οὐδὲ ὁ πλοῦτος ἀγαθὸν ἂν εἴη· ἧς ληφθείσης προτάσεως, εἰ προσληφθείη τις πρότασις ἡ λέγουσα ὅτι μή ἐστιν ἡ ὑγεία ἀγαθὸν διὰ τὸ φέρε εἰπεῖν γενέσθαι τισὶ πρὸς κακοῦ μηδὲν δὲ ἀγαθὸν αἴτιον γίνεσθαι κακοῦ, εἴη ἂν κατὰ τὸν προκείμενον τόπον δεδειγμένον ὅτι μὴ ἀγαθὸν ὁ πλοῦτος. Ποιεῖται δὲ πρώιην τῶν τόπων τὴν τῶν πρὸς τὰ ἀπὸ τοῦ συμβεβηκότος προβλήματα παράδοσιν, ὅτι τε κοινότερον τοῦτο καὶ κατὰ τοῦτο πρῶτον τὸ γὰρ ὑπάρχον πᾶσιν ὑπάρχει) οὕτω τε τεταγμένη γίνεται καὶ διακεκριμένη ἡ τῶν τόπων παράδοσις. ἔστι γὰρ συμβεβηκός, ὡς εἷπεν ἐν τῷ πρὸ τούτου, ὃ “μήτε γένος ἐστὶ μήτε ὅρος μήτε ἴδιον, ὑπάρχει δὲ τῷ πράγματι”. ἀλλὰ μὴν τὸ ὑπάρχειν καὶ τοῖς ἄλλοις παρακολουθεῖ· οὔτε γὰρ γένοςοὔτε ἴδιον οὔτε ὅρον οἷόν τε εἶναί τινος μὴ ὑπάρχοντα αὐτῷ. διὸ ἀναιρουμένου τοῦ ὑπάρχοντος, ᾧ τὸ συμβεβηκὸς ὁρίζεται, ἀναιρεῖται καὶ τῶν ἄλλων ἕκαστον· οὐκέτι μέντοι ἐκείνων τινὸς ἀναιρουμένου συναναιρεῖται τὸ συμβεβηκός. ὥστε πρῶτον τῇ φύσει κατὰ τοῦτο τῶν ἄλλων τὸ συμβεβηκός. ἔτι καὶ διότι ἀπὸ τοῦ συμβεβηκότος αὐτῷ τῆς τῶν τόπων ἀρχομένῳ παραδόσεως ἔμελλε τεταγμένη τε γίνεσθαι καὶ διακεκριμένη ἡ τῶν τόπων παρ.άδοσις, ὡς ἄλλους μὲν εἶναι τοὺς πρὸς τὸ συμβεβηκὸς ἄλλους δὲ τοὺς πρὸς τὸ γένος ἄλλους δὲ τοὺς πρὸς τὸ ἴδιον καὶ ἄλλους τοὺς πρὸς τὸν ὁρισμόν. εἰ γὰρ ἀπὸ τοῦ ὁρισμοῦ τὴν ἀρχὴν τῆς τῶν τόπων παραδόσεως ἐποιεῖτο, ἐπειδὴ δεῖ τὸν ὁρισμὸν μὴ μόνον τὸ τί ἦν εἶναι σημαίνειν, ἀλλὰ πρῶτον μὲν ὑπάρχειν ἐκείνω οὗ ἐστιν ὁρισμός, ἔπειτα καὶ ἐν τῷ τί ἐστιν αὐτοῦ κατηγορεῖσθαι, ἀλλὰ καὶ ἀντικατηγορεῖσθαι αὐτοῦ, ἀναγκαίως ἂν καὶ τῶν τοῦ ὑπάρχοντος κατασκευαστικῶν ἡ ἀνασκευαστικῶν τόπων ὥς ὁρικῶν ἐμνημόνευσεν, οἵτινές εἰσιν οἰκεῖοι τῷ συμβεβηκότι, καὶ τῶν δεικνύντων ὅτι ἐν τῷ τί ἐστι κατηγορεῖται, οἳ πάλιν εἰσὶν οἰκεῖοι τῶν γενικῶν προβλημάτων, ἀλλὰ καὶ τῶν δεικνύναι δυναμένων ὅτι ἀντικατηγορεῖται, οἳ τῶν ἀπὸ τοῦ ἰδίου προβλημάτων εἰσὶν οἰκεῖοι. οὕτως τε καὶ τοὺς τῶν ἄλλων προβλημάτων οἰκείους τόπους ὁρικοὺς ἄν ἔλεγε, πάλιν τε περὶ ἐκείνων λέγων καὶ μνη|μονεύων αὐτῶν τοὺς μὲν ἀπὸ τοῦ γένους ἔλεγεν ἄν αὐτῶν τοὺς δὲ ἀπ’ νοῦ τινός, ὡς γίνεσθαι τοὺς αὐτοὺς πλειόνων οἰκείους. νῦν δὲ ἀρχόμενος ἀπὸ τοῦ συμβεβηκότος, ὃ κοινότατόν τέ ἐστι καὶ ἁπλούστατον, τοὺς μεν πέρι του ὑπάρχειν ἡ μὴ ὑπάρχειν τόπους ὡς ιοιους του συμβεβηκότος παραδίδωσιν· ἑξῆς δὲ μνημονεύων τῶν πρὸς τὸ γένος, ὅσοι παρὰ τὸ ὑπάρχειν περιττεύουσιν ἐν τῷ γένει, τούτους ὡς ἰδίους τοῦ γένους παραδίδωσι, καὶ ὅσοι πάλιν παρὰ τὸ γένος ἐν τῷ ἰδίῳ, ὡς οἰκείους τοὺ ἰδίου, καὶ ὅσοι παρὰ τοῦτο ἐν τῷ ὁρισμῷ, πρὸς τοὺς ὁρισμούς. Ἄρχεται μὲν οὖν διὰ ταῦτα ἀπὸ τῶν πρὸς τὸ συμβεβηκὸς τόπων. πρῶτον δὲ διαίρεσίν τινα τῶν· προβλημάτων ποιεῖται, ἥτις δύναται μὲν γένεσθαι καὶ ἐπὶ τῶν ἄνων, μάλιστα δέ ἐστιν ἐν τοῖς ἀπὸ τοῦ συμβεβηκότος. ἔστι δὲ ἡ διαίρεσις ὅτι τῶν προβλημάτων τὰ μέν ἐστι καθόλου τὰ δ’ ἐπὶ μέρους. ἐπὶ μὲν γὰρ τῶν ἄλλων γενῶν τῶν προβλημάτων, κἄν ἐπὶ μέρους τι ληφθῇ ὡς ἀληθὲς καθ’ αὑτό, ἀλλ’ οὖν κἀκεῖνο καθόλου τι ὲν αὑτῷ ἔχει· ὁ γὰρ λέγων τινὸς ἐμψύχου τὸ ζῷον γένος ὄτι ἐπὶ μέρους μὲν λέγει, δῆλον, ἀλλὰ τὸ ‘τί τοῦτο’ οὐκ ἄτομόν ἐστιν ἀλλὰ καθόλου· ἐπὶ δὲ τῶν συμβεβηκότων καὶ τὸ ἐν μέρει τὸ ὡς ἄτομον ἀληθὲς λαμβάνεται καθ’ αὑτό. ἐν μὲν γὰρ τοῖς ἀπὸ τῶν ἄλλων γενῶν προβλήμασι πάντα καθόλου τὰ προβλήματα † ἀλλήλοις δύναται λαμβάνεσθαι· οὕτε γὰρ γένος οὔτε ὅρος οὔτε ἴδιον τινὶ μὲν ἀτόμῳ ὑπάρχει τῶν ὁμοειδῶν τινὶ δὲ οὔ, ἀλλ᾿ ἢ πᾶσιν ἢ οὐδενί. τὸ δὲ συμβεβηκὸς μόνον οἷόν τε τινὶ μὲν ὑπάρχειν ὡς ἀτόμῳ τινὶ δὲ μή, οἷον τὸ λευκὸν ἢ τὸ μουσικὸν ἀνθρώπῳ ἢ τῶν ἄλλων τι τῶν συμβεβηκότων αὐτῷ· τὶς μὲν γὰρ ἄνθρωπος μουσικός, τὶς δὲ οὔ. διὰ δὲ τῆς διαιρέσεως ταύτης τὴν τάξιν τῆς παραδόσεως τῶν τόπων λήψεται. ποιησάμενος γὰρ τὴν προειρημένην διαίρεσιν πρῶτον μὲν δείξει ὅτι μὴ δεῖ πάντων ἰδίους τινὰς τόπους ζητεῖν· τοὺς ἀνασκευ- αστικοὺς ἢ κατασκευαστικοὺς τῶν ἐπὶ μέρους· οἱ γὰρ τὰ καθόλου κατασκευὐπάρχοντος ἄζοντες συγκατασκευάζουσι καὶ τὰ ἐπὶ μέρους τὰ ὑπ’ αὐτά, ὥστε ἀρκοῖεν ἂν οὗτοι πρὸς ἀμφότερα· ὁμοίως καὶ οἱ καθόλου ἀνασκευαστικοὶ συναναιροῦσι καὶ τὰ ἐπὶ μέρους. ἔτι δὲ ὁ δείξας, ὅτι κοινὰ τὰ καθόλου κατασκευαστικά τε καὶ ἀνασκευαστικά, λήψεται ὅτι δεῖ ἀπὸ τῆς τῶν καθόλου δεικνύν·των τόπων παραδόσεως τὴν ἀρχὴν ποιεῖσθαι, διότι συγκατασκευάζει ταῦτα καὶ τὰ ἐπὶ μέρους καὶ ἔστι χρήσιμα καὶ πρὸς τὴν ἐκείνων κατασκευήν. πάλιν δὲ ἐπεὶ τῶν κοινῶν τε καὶ καθόλου οἱ μὲν κατασκευαστικοί εἰσιν οἱ δὲ ἀνασκευαστικοί ὅτι δεῖ ἀπὸ τῶν ἀνασκευαστικῶν ἄρχεσθαι, λήψεται ἐκ τοῦ τὰ μὲν προβλήματα τοὺς τιθέντας ἐν τῷ ὑπάρχειν τε καὶ καταφατικῶς τιθέναι, προκεῖσθαι δὲ τοῖς διαλεγομένοις τὸ ἀντικείμενον τῶν τιθεμένων δεικνύναι· ἀντίκειται δὲ τῷ καταφατικῷ τὸ ἀποφατικόν. τῷ οὖν χρησιμωτέρους καὶ ἀναγκαιοτέρους εἶναι τοὺς καθόλου ἀνασκευαστικοὺς τοῖς διαλεκτικοῖς ἀπὸ τούτων ἄρξεται. Ἔστι δὲ τῶν προβλημάτων τὰ μὲν καθόλου τὰ δὲ ἐπὶ μέρους. Προβλήματα νῦν ἔοικε λέγειν οὐ τὰ προτεινόμενα (ἐκεῖνα γὰρ τὴν ἀντίφασιν περιέχει), ἀλλὰ τὰ ὡρισμένα ἤδη κατὰ τὸ ἕτερον μέρος τῆς ἀντιφάσεως, πρὸς ἃ ·δεῖ ἀεὶ εὐπορεῖν ἐπιχειρημάτων. ὡς γὰρ τῶν προτάσεων αἱ μέν εἰσιν ἐν ἐρωτήσει τὴν ἀντίφασιν περιέχουσαι, αἱ δὲ ἤδη ὡς συλλογισμοῦ μέρη λαμβάνονται θάτερον μέρος οὖσαι τῆς ἀντιφάσεως αὗται γάρ εἰσιν αἱ ἔνδοξοι, οὐχ αἱ ἐρωτήσεις ἀλλ’ αἱ ἤδη συγκεχωρημέναι τε καὶ κείμεναι, δι’ ὧν ὁ διαλεκτικὸς συλλογισμός), οὕτως καὶ τῶν προβλημάτων τὰ μέν ἐστιν ὡς προβαλλόμενα τὰ δὲ ὡς ὡρισμένα ἤδη, περὶ ὧν νυν λέγει. καθόλου δὲ νῦν λέγει ἃ εἶπεν ἐν τῷ Περὶ ἑρμηνείας “καθόλου ὡς καθόλου”. τὸ ἆν γὰρ κοινὸν πᾶν καθόλου, κἂν ἀδιορίστως λέγηται· τὸ δὲ τοιοῦτον καθόλου τῷ καθ’ ἕκαστον ἀντιδιαιρεῖται· οἷον καθόλου μὲν ἄνθρωπος, καθ’ ἕκαστον δὲ Καλλίας. ὡς καθόλου δὲ τὸ καθόλου λέγεται, ὅταν τῷ καθόλου τὸ ‘πᾶς’ ἢ ‘οὐδεὶς’ προστεθῇ· οἷον πᾶς ἄνθρωπος δίπους, οὐδεὶς ἄνθρωπος πτηνός. τὰ οὕτω λεγόμενα νῦν ἀπλῶς καθόλου λέγει, οἷς ἀντιδιαιρεῖται τὰ ἐπὶ μέρους καὶ αὐτὰ περὶ τὰ καθόλου γινόμενα, ὡς τὸ ‘τὶς ἄνθρωπος μουσικός ἐστιν’, ‘οὐ πᾶς ἄνθρωπός ἐστι μουσικός᾿. Ἔστι δὲ πρὸς ἀμφότερα τὰ γένη τῶν προβλημάτων κοινὰ τὰ καθόλου κατασκευαστικά τε καὶ ἀνασκευαστικά. Χρήσιμα | καὶ πρὸς τὴν τῶν ἐπὶ μέρους κατασκευήν καὶ ἀνασκευήν. καὶ ὅτι οὐ δεῖ ἰδίους πάντως τινὰς τόπους πρὸς τὰ ἐπὶ μέρους ζητεῖν προβλήματα, πάλιν δείκνυσιν· οἱ γὰρ τόποι, φησίν, ἀφ’ ὧν ἢ καθόλου τι κατασκευάσομεν ἢ καθόλου ἀνασκευάσομεν, κοινοὶ πρὸς ἀμφότερά εἰσι τὰ γένη τῶν προβλημάτων, γένη τῶν προβλημάτων λέγων νῦν τό τε καθόλου καὶ τὸ ἐπὶ μέρους. λέγει δὲ τοῦτο, ἐπειδὴ ποιήσεται τὴν παράδοσιν τῶν τόπων ἀπλῶς τε καὶ καθόλου, οὐ προσθεὶς τὸ ἐν μέρει ἢ τινί. ἵνα οὖν ᾖ γνώριμον ὅτι οἱ αὐτοί, κἄν ἐπὶ μέρους τι ᾗ πρόβλημα, χρήσιμοι ἡμῖν ἔσονται, προλέγει περὶ αὐτοῦ. ἐρεῖ δὲ τὸ αὐτὸ τοῦτο φανερώτερον ἔτι καὶ ἐν τῷ τρίτῳ ἐπὶ τέλει. τὰ μὲν οὖν καθόλου κατασκευαστικὰ καὶ πρὸς τὸ καθόλου καταφατικὸν πρόβλημα καὶ πρὸς τὸ ἐπὶ μέρους καταφατικὸν χρήσιμα, τὰ δὲ καθόλου ἀνασκευαστικὰ πάλιν πρός τε τὸ καθόλου ἀποφατικὸν καὶ πρὸς τὸ ἐπὶ μέρους. οὐ γὰρ μόνα τὰ καθόλου καταφατικὰ προβλήματα διὰ τῶν καθόλου ὑπάρχειν συναγόντων τόπων δείκνυται ἀλλὰ καὶ τὰ ἐπὶ μέρους καταφατικά. ὁ γὰρ δείξας, ὅτι πᾶς ἄνθρωπος ἀναπνεῖ, καὶ ὅτι τὶς δέδειχε· καὶ χρήσαιτ’ ἄν τις, προκειμένου δεῖξαι ὅτι τὶς ἡδονὴ ἀγαθόν, τῇ καθόλου δείξει ὅτι πᾶσα ἡδονὴ ἀγαθόν· δείξας γὰρ ὅτι πᾶσα εἴη ἄν καὶ ὅτι τὶς δεδειχώς. ὁμοίως καὶ ὁ μηδενὶ ἀνθρώπῳ δείξας ὑπάρχον τὸ τετράπουν ἢ μηδεμιᾷ ἡδονῇ τὸ ἀγαθὸν καὶ ὅτι οὐ πάσῃ δεδειχὼς ἄν εἴη. οὐ μὴν ἀνάπαλιν· οὔτε γὰρ ὁ τινὶ δείξας ἔδειξε καὶ παντί, οὔτε ὁ τινὶ μὴ καὶ μηδενί. σημειωτέον δὲ ὅτι τὰ καθόλου κατασκευαστικὰ καὶ ἀνασκευαστικὰ χρήσιμά <φησιν> εἶναι πρὸς ἀμφότερα τὰ γένη τῶν προβλημάτων. ἀλλ’ οὐ τὰ τοῦ καθόλου ἀνασκευαστικά. οὐ γὰρ ὁ δείξας, ὅτι μὴ πᾶσα ἡδονὴ ἀγαθόν, ἀνῄρηκε καὶ τὸ τινὰ εἶναι ἀγαθόν, καίτοι τὸ καθόλου ἀνεσκεύασεν. ἀλλ’ οὐδὲ ὁ τὸ μηδεμίαν ἡδονὴν ἀγαθὸν εἶναι ἀνασκευάσας διὰ τοῦ δεῖξαι τινὰ ἤδη ἀνῄρηκε καὶ τὸ τινὰ μὴ εἶναι ἀγαθόν· ἀνασκευάζεται γὰρ τὸ μηδεμίαν προσεχῶς ὑπὸ τοῦ τινά, οὗ κειμένου οὐκ ἀναιρεῖται τὸ τινὰ μὴ εἶναι ἡδονὴν ἀγαθόν, ὥσπερ οὐδὲ καθόλου κοινά καὶ γὰρ πρὸς τὰ ἐπὶ μέρους αὐτοῖς χρώμεθα), τὰ δὲ κοινὰ πρῶτα, πρῶτόν φησι δεῖν περὶ τῶν καθόλου τόπων λέγειν, καὶ ἐπεὶ τῶν καθόλου τὰ μὲν κατασκευαστικὰ τὰ δὲ ἀνασκευαστικὰ τῶν πραγμάτων], x003E; πάλιν ἐν τοῖς καθόλου φησὶ δεῖν λέγειν περὶ τῶν ἀνασκευαστικῶν· πάλιν γὰρ ταῦτα τῶν τὸ καθόλου καταφατικὸν δεικνύντων χρησιμώτερα τῷ διαλεκτικῷ. ἐπεὶ γάρ, ὡς ἐμνημόνευσα ἤδη, τὰς θέσεις καὶ τὰ προβλήματα ὡς ἐπὶ τὸ πλεῖστον καταφατικὰ κομίζουσιν οἱ διαλεγόμενοι, πρόκειται δὲ τῷ διαλεκτικῷ ἀνασκευάζειν τὸ τιθέμενον καὶ εἰς τὸ ἀντικείμενον ἐπιχειρεῖν (τοιαύτη γὰρ ἡ ἐν τοῖς λόγοις γυμνασία), δῆλον ὡς τὸ καταφατικὸν ἀποφατικῶς ἀνασκευάζοιτο ἄν. τὸ μὲν οὖν ἀποφατικὸν τοῦ καταφατικοῦ πρῶτον, διότι πολὺ χρησιμώτερον τῷ διαλεκτικῷ, τὸ δὲ καθόλου ἀποφατικὸν τοῦ ἐπὶ μέρους, διότι κοινὸν τὸ καθόλου καὶ πρὸς τὸ ἐπὶ μέρους. ὅτι δὲ οἰκειότερον τῷ διαλεκτικῷ τὸ ἀνασκευάζειν τοῦ κατασκευάζειν, ἐν τῷ πρώτῳ τῶν ἐπιγραφομένων Εὐδημείων ἀναλυτικῶν λέλεκται ἐπιγράφεται δὲ τὸ αὐτὸ καὶ Εὐδήμου Ὑπὲρ τῶν ἀναλυτικῶν), ἐν οἷς οὕτως λέγεται, ὅτι “ὁ διαλεκτικὸς ἃ μὲν κατασκευάζει μικρά ἐστιν, τὸ δὲ πολὺ τῆς δύνα. μεως αὐτοῦ πρὸς τὸ ἀναιρεῖν τί ἐστι’’. θέσιν δὲ τὸ πρόβλημα κοινότερον λέγει. Ἔστι δὲ χαλεπώτατον τὸ ἀντιστρέφειν τὴν ἀπὸ τοῦ συμβεβηκότος οἰκείαν ὀνομασίαν. Τὸ μὲν χαλεπώτατον λέγοι ἄν, ὅτι μὴ ἁπλοῦν μηδὲ πρόχειρον ὡς ἐπὶ τῶν ἄλλων. ἀντιστροφὴν δὲ νῦν ἄλλην λέγει παρὰ τὰς εἰρημένας ἐν τοῖς Ἀναλυτικοῖς· ἐκείνων γὰρ ἦν ἡ μὲν κατὰ τοὺς ὅρους ἡ δὲ κατὰ τὸ καταφατικόν τε καὶ ἀποφατικόν, ὡς αἱ ἐνδεχόμεναι ἀντέστρεφον. ἣν δὲ νῦν λέγει, κατὰ τοὔνομά ἐστι· τὸ γὰρ τῷ τοῦ ὑπάρχειν τινὶ κει- μένου ὀνόματι τὸ ὑποκείμενον καλεῖν ἀντιστρέφειν λέγει. οἷον τὸ ‘ζῷον ὑπάρχει ἀνθρώπῳ’ ἀντιστρέφοντες λέγομεν ‘ὁ ἄνθρωπος ζῷόν ἐστιν᾿· ὃ γὰρ ἐλάβομεν ὑπάρχειν τῷ ὑποκειμένῳ, τοῦτο τὸ‘ ὑποκείμενον εἶναι λέγομεν. εἴη δ’ ἄν ἀντιστροφὴ τοῦτο καθ’ ὅσον πρῶτον ἀπὸ τοῦ κατηγρουμένου ἀρχόμενοι μετὰ ταῦτα ἀπὸ τοῦ ὑποκειμένου τὴν ἀρχὴν ποιούμεθα. ὅταν οὖν οὕτω μεταλαμβανόντων ἡμῶν ἀληθὲς ᾖ τὸ λέγειν καὶ | ὀνομάζειν ἁπλῶς καὶ χωρίς τινος προσθήκης τὸ ὑποκείμενον τῷ τοῦ ὑπάρχοντος αὐτῷ ὀνόματι, τὰ οὕτως ὑπάρχοντα ἀντιστρέφειν λέγει κατὰ τὸ ὄνομα. κατὰ τὴν ἀπὸ τοῦ συμβεβηκότος δὲ ἀντὶ τοῦ ‘τὴν τῷ τοῦ συμβεβηκότος οἰκείῳ ὀνόματι ὀνομάζουσαν τὸ ὑποκείμενον αὐτῷ᾿. ἢ τὸ ἀντιστρέφειν τὴν ἀπὸ τοῦ συμβεβηκότος οἰκείαν ὀνομασίαν εἶπεν· ὀνομάζεται γὰρ τὸ ὑποκείμενον τῷ τοῦ κατηγορουμένου ὀνόματι ὡς οἰκείῳ ἐν τῇ τοιαύτῃ ἀντιστροφῇ. ἐφ’ ὧν δὲ μηκέτι τοῦτο ἀληθές, ταῦτα δὲ οὐκ ἀντιστρέφει ταύτην τὴν ἀντιστροφὴν τὴν κατὰ τοὔνομα. τὰ μὲν οὖν ὡς γένη ὑπάρχοντά τισιν ἢ ὡς ὁρισμοὶ ἢ ὡς ἴδια ἀντιστρέφει· οὗ γὰρ γένος τὸ ζῷον, τοῦτο ζῷόν ἐστι, καὶ οὗ ὁρισμὸς τὸ ζῷον πεζὸν δίπουν ἐστὶ, τοῦτο ζῶον πεζὸν δίπουν ἐστί, καὶ οὗ ἴδιον τὸ γελαστικόν ἐστι, τοῦτο γελαστικόν ἐστι. διό, εἰ τὸ κατ’ ἐκείνων τι κείμενον ὑπάρχειν μὴ ἀντιστρέφοι, οὐδ᾿ ἂν ὑπάρχοι οὕτως ὡς ὑπάρχειν ὑπάρχειν οὐκέτι δὲ τοῦτο ἁπλῶς ἐπὶ τοῦ συμβεβηκότος ἀληθές. οὐ γάρ, εἴ τινι τὸ λευκὸν ὑπάρχει, τοῦτο πάντως ἤδη καὶ λευκόν ἐστιν· ἀλλ᾿ οὐδ’, εἰ μὴ λευκὸν εἰπεῖν ἔστιν, ἤδη καὶ οὐχ ὑπάρχει τὸ λευκὸν αὐτῷ· ὥστε οὐχ οἷόν τε τούτῳ χρωμένους ἀνασκευάζειν τὸ συμβεβηκός. αἴτιον δὲ τούτου, ὅτι τὸ συμβεβηκὸς κατά τι ὑπάρχειν τινὶ δύναται, ᾧ δὲ μὴ ὅλῳ ἀλλὰ κατά τι ὑπάρχει τι καὶ πῄ, τοῦτο οὐκ ἔστιν ἁπλῶς ὀνομάσαι τῷ τοῦ ὑπάρχοντος οὕτως αὐτῷ ὀνόματι· οὐ γὰρ τὸ κατά τι μέλαν ἤδη καὶ μέλαν, οὐδὲ τὸ κατά τι λευκὸν ἤδη καὶ λευκόν· ὁ γοῦν Αἰθίοψ κατά τι ὢν λευκός κατὰ γὰρ τοὺς ὀδόντας) οὐκ ἔστι λευκός. τοῦτο δὲ τὸ πῄ ὑπάρχειν ἐπὶ μόνου τοὺ συμβεβηκότος χώραν ἔχει· οὔτε γὰρ τὸ γένος οὔτε ὁ ὁρισμὸς οὔτε τὸ ἴδιον τὸ κυρίως λεγόμενον πῄ τινι ὑπάρχειν οἷά τε, ὥσπερ οὐδ᾿ ἐν μέρει τινὶ καὶ ἀτόμῳ μόνῳ. ὥστε, εἰ τὸ πᾐ ὑπάρχειν τῷ ὑποκειμένῳ αἴτιον τοῦ μὴ ἀντιστρέφειν, μόνον δὲ τοῦτο οἷόν τε ἐπὶ τοῦ συμβεβηκότος, ἐπὶ μόνου ἄν τοῦ συμβεβηκότος εἴη ἀληθὲς τὸ μὴ ἀεὶ ἀντιστρέφειν· οὐ γὰρ ἔτι τὸ ὑποκείμενον ἔσται τοῦτο εἷναι εἰπεῖν τὸ συμβεβηκὸς πῄ καὶ μὴ ἀπλῶς ὑπάρχον. οὐκ ἀναιρεῖται δὴ τὸ x003E; τινι ὑπὸ τοὐ μὴ ἀντιστρέφειν· οὐ γάρ, εἰ μὴ ἀντιστρέφει, διὰ τοῦτο οὐδὲ συμβέβηκεν. ἀλλ’ οὐδὲ δείκνυται τὸ ὑποκείμενον ὀνομαζόμενον τῷ τοῦ συμβεβηκότος ὀνόματι, ἄν δειχθῆ αὐτῷ συμβεβηκός. μέλλων δὲ τῶν πρὸς τὸ συμβεβηκὸς τόπων τὴν παράδοσιν ποιεῖσθαι, τίν ἴδιά ἐστιν αὐτῶν] παρὰ τὰ ἄλλα προβλήματα τῶν ἀπὸ καθόλου καὶ ἐπὶ μέρους ἐν τούτῳ γίνεσθαί τινα προβλήματα, εἰ τοῦ ἐν μέρει οὕτω τις ἀκούοι ὡς ἐπὶ ἀτόμων λεγομένου, δεύτερον δὲ τὸ μὴ ἀντιστρέφειν τὸν προειρημένον τρόπον τῆς ἀντιστροφῆς πάντα τὰ ἀπὸ τοὐ συμβεβηκότος προβλήματα. τοῦτο δὲ γνωρίζομεν ὂν χρήσιμον πρὸς τὰς ἐπιχειρήσεις· ὁ μὲν γὰρ· δείξας, ὅτι οὐκ ἔστιν ὁ ἄνθρωπος ζῷον ἡ ζῷον λογικὸν θνητὸν ἢ γελαστικόν, ἔδειξεν ἅμα καὶ ὅτι οὔτε γένος οὔτε ὅρος οὗτε ἴδιον ἦν αὐτοῦ τὸ ἀποδιδόμενον· ἀντέστρεφε γὰρ ἄν. ὁ δὲ δείξας, ὅτι μή ἐστι λευκὸς ὁ ἄνθρωπος ἢ μέλας ἤ τι ἄλλο τῶν συμβεβηκότων αὐτῷ, οὐκ ἤδη καὶ τὸ συμβεβηκέναι τι τούτων αὐτῷ ἀνῄρηκε. δύναται γάρ τι αὐτῶν πῄ καὶ κατά τι συμβεβηκέναι αὐτῷ· ἐν γὰρ τῷ συμβεβηκότι ὥσπερ τὸ καθόλου καὶ ἐν μέρει οὕτω καὶ τὸ ἁπλῶς καὶ πῄ. ἔστι δὲ ἀναλογίαν τινὰ ἔχον τὸ μὲν ἁπλῶς πρὸς τὸ καθόλου τὸ δὲ πῄ πρὸς τὸ ἐπὶ μέρους, ἅ ἐστιν ἀμφότερα ἐν τῷ συμβεβηκότι, ὡς καὶ αὐτὸς μνημονεύσει· τὸ γὰρ πῄ καὶ μὴ καθόλου. ἀντίκειται μὲν x003E; τῷ πῄ τὸ ἁπλῶς, ὥσπερ καὶ τῷ ἐπὶ μέρους τὸ καθόλου· ὁ δὲ τῷ πὴ τὸ καθόλου ἀντέθηκεν ὡς ἔχον ὁμοιότητά τινα πρὸς τὸ ἁπλῶς. κατά τι δὲ ἄν δικαιοσύνη τινὶ ὑπάρχοι, ὡς εἶπεν, εἰ ἐκ φύσεως ἔχοι πρὸς τὴν ἕξιν ταύτην ἐπιτηδείως· ὁμοίως καὶ εἰ ἐξ ἔθους μόνου περί τινα τῶν δικαίων ἐπιρρεπῶς ἔχοι· οὐδέπω γὰρ ἁπλῶς ὁ τοιοῦτος δίκαιος καίτοι ὑπαρχούσης αὐτῷ δικαιοσύνης τινός. Διορίσασθαι δὲ δεῖ καὶ τἀς ἁμαρτίας τὰς ἐν τοῖς προβλήμασιν, ὅτι εἰσὶ διτταί, ἢ τῷ ψεύδεσθαι ἢ τῷ παραβαίνειν ἰὴν κειμένην λέξιν. ἐζητήθη πῶς οἷόν τε λέγειν πρόβλημα ψευδές· εἰ γὰρ πὰν πρόβλημα τὴν ἀντίφασιν περιέχει, πῶς ἄν εἴη τὸ ψεύδεσθαι ἢ τὸ ἀληθεύειν ἐν τοῖς προβλήμασι; μήποτ’ οὖν πρόβλημα, ὡς προεῖπον ἤδη, οὐ τὸ προτεινόμενόν τε καὶ προ|βαλλόμενον ἔτι λέγει ἀλλὰ τὸ ὡρισμένον ἤδη καὶ κείμενον, ὡς εἶπεν ἤδη καὶ ἀρχόμενος, οὗ προΐσταταί τις, ὃν ὁ διαλεκτικὸς ἐλέγχειν ἐπιχειρεῖ. φησὶ δὲ δεῖν πρῶτον τὰς κατὰ τὰ προβλήματα διαμαρτίας ὡρίσθαι καὶ γνωρίμους εἶναι πρὸ τῆς τῶν τόπων παραδόσεως. ἐπεὶ γὰρ αἱ ἀνασκευαὶ τῶν προβλημάτων κατὰ τὰς ἐν αὐτοῖς ἁμαρτίας γίνονται, δεῖ δηλονότι ταύτας γνωρίμους τε καὶ ὁμολογουμένας εἷναι· καθ’ ἃ γὰρ δεῖ τὸν ἔλεγχον αὐτῶν γίνεσθαι διὰ τῶν ἐπιχειρήσεων, ταῦτα δεῖ, φησί, γνωρίζειν. δύο δή φησιν ἁμαρτίας ἐν τοῖς προβλήμασι γίνεσθαι, ἃς δῆλον ὅτι ὁ φανερὰς ποιήσας εἴη ἄν ἀνῃρηκὼς τὸ πρόβλημα· ἢ γὰρ ψεῦδος τίθεται δι’ αὐτῶν, ἢ παραβαίνουσιν ἐν αὐτοῖς τὴν κειμένην λέξιν. ψεύδεται μὲν γὰρ ὁ τὴν ἡδονὴν τέλος τιθέμενος καὶ τούτῳ παριστάμενος· τὸ γὰρ μὴ ὑπάρχον τῇ ἡδονῇ ὑπάρχειν αὐτῇ λέγει. ὁμοίως ψεύδεται καὶ ὁ τὴν κίνησιν διὰ κενοῦ γίνεσθαι λέγων· ἀλλὰ καὶ ὁ ἄτομα μεγέθη τιθέμενος· ἀλλὰ καὶ ὁ ἐξ ἐπιπέδων γεννῶν τὰ σώματα· ἀλλὰ καὶ ὁ τὴν ψυχὴν χωριστήν τε καὶ ἀθάνατον τιθέμενος· ἀλλὰ καὶ ὁ μόνον τὸ καλὸν ἀγαθὸν λέγων, ὥσπερ καὶ ὁ τὰ δὶς δύο πέντε λέγων. παραβαίνει δὲ τὴν κειμένην λέξιν ὁ τὴν μὲν ὑποκειμένην φύσιν ἥτις ποτέ ἐστι γνωρίζων, μὴ τῷ συνήθει δὲ καὶ κειμένῳ ὀνόματι ὀνομάζων αὐτὴν ἀλλὰ παραχαράσσων καὶ ἰδίοις ὀνόμασι χρώμενος κατ’ αὐτῆς, ὡς οἱ λέγοντες μόνον τὸν σοφὸν πλούσιον ἢ μόνον καλὸν ἢ μόνον εὐγενῆ ἢ μόνον ῥήτορα. οὐ γάρ ἀγνοοῦντες οὗτοι τὰ ὑπάρχοντα τῷ σοφῷ πλοῦτον ταῦτα λέγουσιν ἢ κάλλος ἡ εὐγένειαν, ἀλλὰ παραβαίνοντες τὴν κειμένην λέξιν· ὁ γὰρ πλοῦτος ἢ τὸ κάλλος οὐκ ἐπὶ ἀρετῆς, ἀλλ’ ὁ μὲν ἐπὶ χρημάτων τε καὶ κτημάτων κατηγορεῖται, τὸ δὲ κάλλος ἐπὶ συμμετρίας τῶν ἐν τῷ ζῴῳ ἀνομοιομερῶν μορίων. εἰ δέ ἐστιν ἁμαρτία τὸ τοῦτο ποιεῖν, ὁ διδάξας τι τοιοῦτον ἐν τῷ προβλήματι εἴη ἄν ἐλέγξας αὐτό. αὐτὸς δὲ ἐναργεῖ παραδείγματι καὶ πληκτικῷ τῆς τοιαύτης ἁμαρτίας ἐχρήσατο εἰπὼν τὴν πλάτανον ἄνθρωπον· εἰ γὰρ ὅλως τις αὑτῷ συγχωρήσαι παραβαίνειν τὴν κειμένην λέξιν, οὗτος ἐρεῖ καὶ τὴν πλάτανον ἄνθρωπον. ὁ μὲν οὗν οὕτως λέγων τὴν πλάτανον ἄνθρωπον ὡς ζῶον λογικὸν θνητὸν ψεύδοιτ’ ἄν καὶ ἐνέχοιτο τῇ πρώτῃ ῥηθείσῃ ἁμαρτίᾳ· ὁ δὲ τὸ τοιοῦτον δένδρον οὕτως ὀνομάζων παραβαίνοι ἄν τὴν κειμένην ὀνομασίαν. παρέθετο δὲ τοῦτο δεικνὺς ὅτι καὶ τὸ τοιοῦτον ἁμάρτημά ἐστι καὶ οὐ μόνον τὸ ψεύδεσθαι, καὶ γίγνοιντ’ ἄν ἀνασκευαὶ προβλημάτων καὶ κατὰ τοῦτο. Εἷς μὲν δὴ τόπος τὸ ἐπιβλέπειν εἷτό κατ’ ἄλλον τινὰ τρόπον ὑπάρχον ὡς συμβεβηκός ἀποδέδωκεν. εἰπὼν δεῖν ἄρχεσθαι ἀπὸ τῶν καθόλου ἀνασκευαστικῶν τὸν πρῶτον τόπον τοιοῦτον παραδίδωσι. δείκνυσι γὰρ δι’ αὐτοῦ ὅτι μή ἐστι συμβεδὴ βηκὸς τὸ ὡς συμβεβηκὸς ἀποδεδομένον· οὐδὲν γὰρ τῶν κατὰ ἄλλον τινὰ τρόπον ὑπαρχόντων τινὶ ὡς συμβεβηκὸς αὐτῷ ὑπάρχειν οἷόν τε. δεῖ δὲ μὴ ἀγνοεῖν ὅτι Θεόφραστος διαφέρειν λέγει παράγγελμα καὶ τόπον· παράγγελμα μὲν γάρ ἐστι τὸ κοινότερον καὶ καθολικώτερον καὶ ἁπλούστερον λεγόμενον, ἀφ’ οὗ ὁ τόπος εὑρίσκεται· ἀρχὴ γὰρ τόπου τὸ παράγγελμα, ὥσπερ ὁ τόπος ἐπιχειρήματος. οἷον παράγγελμα μὲν τὸ οὕτως λεγόμενον, ὅτι δεῖ ἐπιχειρεῖν ἀπὸ τῶν ἐναντίων, ἀπὸ τῶν συστοίχων, τόπος δὲ οἷον εἰ τὸ ἐναντίον πολλαχῶς, καὶ τὸ ἐναντίον᾿, ἢ ‘εἰ εἰ τῷ ἐναντίῳ τὸ ἐναντίον ὑπάρχει, καὶ τὸ ἐναντίον ὑπάρχει τῷ ἐναντίῳ᾿, καὶ πάλιν ‘ὡς ἓν τῶν συστοίχων, οὕτως καὶ τὰ λοιπά’· ὁ γὰρ τόπος πρότασις ἤδη τις ἀπὸ τοῦ παραγγέλματος γεγονυῖα. ταύτην δὲ λέγω] τὴν διαφορὰν παραγγέλματός τε καὶ τόπου εἰδὼς ὁ Θεόφραστος τὰ τοιαῦτα, ὁποῖός ἐστιν ὁ πρῶτος εἰρημένος τόπος, παραγγέλματα λέγει καὶ τόπους παραγγελματικούς· τὸ γὰρ ἐπιβλέπειν δεῖν, εἰ τὸ κατ’ ἄλλον τινὰ τρόπον ὑπάρχον ὡς συμβεβηκὸς ἀποδέδωκε, παραγγελματικόν. τόπος δ’ ἄν ἀπ’ αὐτοῦ εἴη ὁ λέγων ‘εἰ τὸ ὡς συμβεβηκὸς ἀποδεδομένον κατ’ ἄλλον τινὰ τρόπον ὑπάρχει, οὐ καλῶς ἀποδέδοται᾿, ἢ ἔτι προσεχέστερον ‘εἰ τὸ ὡς συμβεβηκὸς ἀποδεδομένον γένος εἴη ἢ πάλιν ὅρος ἢ ἴδιον᾿. ὁ μέντοι Ἀριστοτέλης τόπους καὶ τὰ τοιαῦτα καλεῖ, ἢ] ὅτι μετὰ τοῦ παραγγέλματος ἤδη καὶ τὸν τόπον ἔλαβεν, ἀεὶ δὲ ἀπὸ τῶν εἰδικωτέρων καὶ τὰς ὀνομασίας ποιούμεθα τῶν πραγμάτων, οἷον τὴν οὐ|σίαν οὐκ ὂν μᾶλλον ἢ οὐσίαν ὀνομάζομεν, ἢ τὴν ποσότητα ὂν ἀλλὰ μᾶλλον ἰδίως ποσότητα. ἐπεὶ οὖν ταῦτα οὐκ ἔξω λόγου, τόπους καὶ τὰ τοιαῦτα καλεῖ τῶν παραγγελμάτων. δύο δὲ ἁμαρτιῶν γινομένων, ὡς προεῖπεν, ἐν τοῖς προβλήμασιν, “ἢ τοῦ ψεύδεσθαι ἢ τοῦ παραβαίνειν τὴν κειμένην λέξιν”, ὁ παραδιδόμενος τόπος ἔοικε μᾶλλον λέγεσθαι πρὸς τοὺς παραβαίνοντας “τὴν κειμένην λέξιν”, ἐκτὸς εἰ μὴ ἡγοῖτό τις συμβεβηκέναι καὶ τὸ ἄλλως ὑπάρχον. ἔστι δὲ ὁ τόπος· ἐπισκέπτεσθαί φησι δεῖν εἰ ὁ τοῦ προβλήματος προϊστάμενος τὸ κατ’ ἄλλον τινὰ τρόπον ὑπάρχον ὡς συμβεβηκὸς ἀποδέδωκεν· ὁ γὰρ τὸ κατ᾿ ἄλλον τινὰ τρόπον ὑπάρχον συμβεβηκέναι λέγων οὐχ ὑγιῶς λέγει, κατ’ ἄλλον δὲ τρόπον δῆλον ὅτι τῶν προειρημένων. δέδεικται γὰρ ὅτι πᾶν τὸ ὑπάρχον τινὶ ἢ ὡς ὅρος ἢ ὡς ἴδιον ἢ ὡς γένος ἢ ὡς συμβεβηκὸς ὑπάρχει· εἰ οὗν τὸ ὡς γένος ὑπάρ- χον τινὶ ἢ ὡς ἴδιον ἢ ὡς ὅρον ὡς συμβεβηκὸς ὑπάρχειν λέγοι, δῆλον ὅτι ὡς ἁμαρτάνων ἄν ἐλέγχοιτο. πῶς δὲ οἷόν τε γνωρίσαι τοῦτο, ἑξῆς λέγει. μάλιστα δέ φησι τὴν τοιαύτην ἁμαρτίαν γίνεσθαι περ τὰ γένη. τοῦτο δέ, ἐπεὶ τὰ γένη ὁμοιότητά τινα μᾶλλον τῶν ἄλλων ἔχειν δοκεῖ πρὸς τὸ συμβεβηκός· τὸ μὲν γὰρ ἴδιον καὶ ὁ ὁρισμὸς μόνῳ καὶ παντὶ ὑπάρχουσι, διὸ καὶ ἀντιστρέφουσι τοῖς πράγμασιν ὧν εἰσι· τὸ δὲ γένος καὶ τὸ συμβεβηκὸς ἐπὶ πλέον εἰσὶ τούτου ᾧ ὑπάρχουσι, διὸ καὶ οὐκ ἀντικατηγοροῦνται. ὁ μὲν οὖν οὕτως λέγων διὰ τὸ ἡγεῖσθαι ὄντως τὸ ὡς γένος ὑπάρχον τινὶ συμβεβηκέναι αὐτῷ ὡς ψευδόμενος ἂν ἐλέγχοιτο· ὁ δὲ εἰδὼς μὰν αὐτῶν τὴν διαφοράν, οὕτως δὲ ἐπ’ αὐτῶν τῇ λέξει χρώμενος ὡς παραβαίνων “τὴν κειμένην λέξιν.” γνωριοῦμεν δὲ τὸν τὸ κατὰ ἄλλον τινὰ τρόπον ὑπάρχον ὡς συμβεβηκὸς ἀποδιδόντα προφανῶς μέν, ἂν προσθῇ τῷ λεγομένῳ ὑπάρχειν τὸ ‘συμβέβηκεν᾿, οἷον ‘συμβέβηκε τῷ ἀνθρώπῳ τὸ ζῴῳ εἶναι ἢ τῷ λευκῷ χρώματι ἢ τῇ δικαιοσύνῃ ἀρετῇ᾿· χρῶνται γάρ τινες οὕτως, ὡς ἤδη δεδηλώκαμεν. ἤδη δέ, κἄν μὴ προσκείμενον μὲν ᾖ τὸ ‘συμβέβηκε᾿, παρωνύμως δέ τις τὸ κατηγορούμενον κατηγορῇ τοῦ ὑποκειμένου, ὡς ἡ λευκότης κέχρωσται᾿· τὸ γὰρ ‘κέχρωσται᾿ παρώνυμον τῷ χρώματι ὄντι γένει τῆς λευκότητος· ἢ πάλιν ‘ἡ βάδισις κινεῖται᾿· καὶ γὰρ τὸ ‘κινεῖται᾿ παρώνυμον τῆς κινήσεως, ἥτις γένος ἐστὶ τῆς βαδίσεως. ἀπ’ οὐδενὸς γὰρ γένους παρώνυμος ἡ κατηγορία· τὰ γὰρ γένη συνωνύμως τῶν εἰδῶν κατηγορεῖται. ἐν γὰρ τοῖς συμβεβηκόσι παρώνυμος ἡ κατηγορία μόνοις, ὡς ἐν ταῖς Κατηγορίαις ἐδείχθη· τῶν γὰρ ἐν ὑποκειμένῳ τινὶ ὄντων ταῦτα δὲ ἦν τὰ συμβεβηκότα) τὰ μὲν παρωνύμως τὰ δὲ ὁμωνύμως ἐδείχθη κατηγορούμενα· λέγεται γὰρ ἡ ἐπιφάνεια λελευκῶσθαι καὶ τὸ σῶμα κινεῖσθαι καὶ ὁ ἄνθρωπος γραμματικὸς εἷναι ἀπὸ τῆς γραμματικῆς. ὁ δὴ παρωνύμως τινὸς τὸ γένος αὐτοῦ κατηγορῶν διὰ τῆς τοιαύτης κατηγορίας συμβεβηκὸς ἂν εἶναι λέγοι τὸ γένος ἐκείνῳ οὗ ἐστι γένος. γένος γὰρ οὐκ ἂν λέγοι, διότι παρωνύμως· πολὺ δὲ μᾶλλον ἔτι οὐδ’ ἴδιον ἢ ὁρισμόν, διότι τὸ μὲν κατηγορούμενον πλείοσιν ὑπάρχειν δύναται, εἴ γε γένος ἐστί, τὸ δὲ ἴδιον καὶ ὁ ὁρισμὸς οὐδενὶ ἄλλῳ ὑπάρχει· εἰ δὲ μήτε ὡς γένος μήτε ὡς ὅρος μήτε ὡς ἴδιον ἀποδέδοται τὸ εἰρημένον, δῆλον ὅτι ὡς συμβεβηκός. παρώνυμος γὰρ ἡ ἀπὸ τῶν γενῶν κατηγορία γίνεται οὐ κατά τινος τῶν ὑπὸ τὸ γένος εἰδῶν ἢ ἀτόμων ἀλλὰ κατ’ ἐκείνων οἷς συμ- χρῶσθαι καὶ τοῦ βαδίζοντος τὸ κινεῖσθαι καὶ τοῦ τὴν δικαιοσύνην ἔχοντος τὸ διακεῖσθαι, ἀλλ’ οὐ τῆς λευκότητος ἢ τῆς βαδίσεως ἢ τῆς δικαιοσύνης, ἀλλὰ τῆς μὲν τὸ χρῶμα τῆς δὲ ἡ κίνησις τῆς δὲ ἡ διάθεσις. Οὔτε ὡς ἴδιον ἢ ὡς ὁρισμόν· ὁ γὰρ ὁρισμὸς καὶ τὸ ἴδιον οὐδενὶ ἄλλῳ ὑπάρχει. Οὐχ ὡς συγχωρῶν τὸ ἴδιον ἢ τὸν ὁρισμὸν παρωνύμως κατηγορεῖσθαι ταῦτα εἶπε χωρίζεσθαι τοῦ συμβεβηκότος τῷ μόνῳ ὑπάρχειν, ἀλλὰ λέγων ὅτι δεικνύοιτ’ ὅν τὸ ἀποδεδομένον, ὅτι μὴ ἴδιον ἢ ὁρισμός, προδήλως καὶ διὰ τοῦ κατὰ πλειόνων λέγεσθαι τὸ ἀποδεδομένον τούτων δὲ μηδέτερον. διὰ τοῦτο γὰρ οὐδὲ τὸ ὂν γένος τῶν ὄντων, ὅτι τὸ εἶναι παρώνυμον τοῦ ὄντος ὂν οἰκείως καθ’ ἑκάστου τῶν ὄντων κατηγορεῖται· λέγεται γὰρ καὶ ἡ οὐσί εἷναι καὶ ἡ ποιότης καὶ ἡ ποσότης, καὶ ὁμοίως ἕκαστον τῶν ἄλλων γενῶν· τὰ δὲ παρωνύμως τινῶν κα|τηγορούμενα συμβεβηκότα ἀλλ’ οὐ γένη. ἐπισκεπτέον δὲ μήποτε καὶ ἀπὸ τῶν ἰδίων παρωνύμως ἡ κατηγορία γίνεται· τοιαῦτα γὰρ εἶναι δοκεῖ τὸ γελαστικόν, τὸ ἐπιστήμης δεκτικόν. ἢ εἰ καὶ τὸ ἴδιον μετὰ τοῦ γένους συνταττόμενον κατηγορεῖται, ὡς δοκεῖ αὐτῷ, λόγος ἄν εἴη καὶ τὸ ἴδιον, οὐκ ὄνομα· τὰ δὲ παρώνυμα ἀπὸ τοῦ ὀνόματος. ἐπεί, εἰ ἦν ἴδιον τοῦ ἀνθρώπου τὸ γελᾶν ἢ τὸ ἐπιστήμην ἔχειν, τότ’ ἂν ἀπὸ τοῦ ἰδίου παρωνύμως ἐλέγετο τὸ γελαστικὸν καὶ τὸ ἐπιστήμης δεκτικόν· κόν· νῦν δὲ ἴδια ταῦτά ἐστιν αὐτοῦ τὰ παρωνύμως λεγόμενα οὐκ ὄντων ἰδίων αὐτοῦ ἀφ’ ὧν ταῦτα παρωνόμασται. καίτοι ἡ βάδισις οὐ κατηγορεῖται κτὰ τοῦ ἀνθρώπου, τὸ δὲ βαδιστικὸν κατηγορεῖται, καὶ οὐκ ἔστιν ἴδιον. τοῦ δὴ μὴ κατ’ ἄλλον τινὰ τρόπον τὸ παρωνύμως κατηγορούμενόν τινος κατηγορεῖσθαι ἀλλ’ ἢ ὡς συμβεβηκὸς δεικτικὰ ταῦτα. ἐντεῦθεν ἔστιν ὁρμωμένους ἐλέγχειν τοὺς λέγοντας τὸν ἄνθρωπον ἐζῳῶσθαι ἢ τὸν Σωκράτην ἠνθρωπίσθαι ἢ τὸ τρίγωνον ἐσχηματίσθαι ἢ τὸ μέγεθος διεστηκέναι ἢ τὸ ζῷον ἐμψυχῶσθαι. καὶ γὰρ ἡ διαφορὰ γενικὸν καὶ οὐ παρωνύμως κατηγορούμενον· καίτοι τὸ λογικὸν παρώνυμον ὂν διαφορά ἐστιν. Ἄλλος τὸ ἐπιβλέπειν οἷς ὑπάρχειν ἡ πᾶσιν ἡ μηδενὶ εἴρηται. Καὶ οὗτος ὁ τόπος παραγγελματικός. ἐκ διαιρέσεως δὲ τὴν ἐπιχείρησιν λαμβάνει· δεῖν γάρ φησι προβληθέντος τινὸς καὶ προτεθέντος ἢ καθόλου καταφατικοῦ ἢ καθόλου ἀποφατικοῦ διαίρεσιν ποιεῖσθαι τούτων οἷς ἢ πᾶσι τίθεταί τι συμβεβηκέναι καὶ ὑπάρχειν ἢ μηδενί, καὶ ἐφ’ ἑκάστου αὐτῶν ἰδίᾳ ἐπιβλέπειν εἰ ὑπάρχει αὐτοῖς τὸ κείμενον ἐν τῷ προβλήματι ὑπάρχειν. ἄν τε γὰρ ἐπὶ τινὸς αὐτῶν εὕρωμεν τὸ καθόλου κείμενον ὑπάρχειν μὴ ὕπαρχον, ἄν τε ἐπὶ πάντων, ἀνῃρηκότες ἐσόμεθα τὸ καθόλου καταφατικόν· ἀναιρεῖται γὰρ τὸ καθόλου καταφατικὸν καὶ ὑπὸ τοῦ ἐπὶ μέρους ἀποφατικοῦ καὶ ὑπὸ τοῦ καθόλου. ὑπογράφει δὲ καὶ τὸν τρόπον καθ’ ὃν δεῖ τὴν διαίρεσιν ποιεῖσθαι τοῦ προκειμένου. εἰς γὰρ τὰ κοινότερα καὶ προσεχέστερα εἴδη φησὶ πρῶτα δεῖν ποιεῖσθαι τὴν διαίρεσιν· εἶτ’ ἐὰν μηδέπω ἐν τούτοις ᾖ γνώριμον τὸ ζητούμενον, ἕκαστον αὐτῶν πάλιν λέγει δεῖν διαιρεῖν εἰς τὸ ὑπ’ αὐτὸ πρῶτον καὶ ἐπισκεπτέον· καὶ ἐὰν μηδ’ οὕτως ᾖ γνώριμον, πάλιν καὶ ἐπὶ τῆς τούτων διαιρέσεως τὰ κοινότερα καὶ προσεχῆ λαμβάνοντας, εἶθ’ οὕτως ἐπὶ τὰ ἄτομα κατιόντας τὸ αὐτὸ ποιεῖν. ὁδῷ γὰρ οὕτως ἡ διαίρεσις ἔσται καὶ διακεκριμένη καὶ οὐ πεφυρμένη, καὶ οὐχ ἅμα ἐν πᾶσιν ἡ ζήτησις ἀλλὰ κατ’ ἐλάττω καὶ ὡρισμένα· οὕτω τε οὐδὲν ἂν τῶν ὀφειλόντων διαιρεθῆναί τε καὶ ζητηθῆναι παραλείποιτο λαθόν. οἷον εἰ λέγοι τις πάντων τῶν ἀντικειμένων τὴν αὐτὴν ἐπιστήμην εἶναι, χρὴ τὰ ἀντικείμενα διαιρεῖσθαι, ἐπεὶ πλεοναχῶς λέγεται, γεται, διαιρούμενον δὲ μὴ εὐθέως εἰς τὰ ἄτομα ποιεῖσθαι τὴν διαίρεσιν ἄτομα δὲ τὰ εἴδη ἂν λέγοι), οἷον μὴ εἰς λευκὸν καὶ μέλαν καὶ διπλάσιον καὶ ἥμισυ, ἀλλ’ ἐπεὶ τετραχῶς τὰ ἀντικείμενα, εἰς ταῦτα πρῶτα χρὴ διελομένους τὰ ἀντικείμενα ἐφ’ ἑκάστου αὐτῶν ὁρᾶν εἰ τὸ λεγόμενον ἀληθές· κἄν μήπω φαίνηταί τι ἀντιπῖπτον, πάλιν διαιρεῖν ἕκαστον αὐτῶν, τὰ ἐναντία χωρὶς εἰς τὰ ἄτομα εἴδη τοῦ ἐναντίου, καὶ πάλιν κατ’ ἰδίαν τὰ πρός τι, καὶ ὁμοίως τὰ κατὰ στέρησιν καὶ ἕξιν καὶ τὰ κατὰ ἀντίφασιν. παραδείγματα δὲ παρέθετο τῆς μὲν τῶν ἐναντίων διαιρέσεως τὰ δίκαια καὶ ἄδικα, τῆς δὲ τῶν πρός τι τὸ διπλάσιον καὶ ἥμισυ, τῶν δὲ κατὰ ἕξιν καὶ στέρησιν τυφλότητα καὶ ὄψιν, τῶν δὲ κατ’ ἀντίφασιν τὸ εἶναι καὶ μὴ εἶναι. κἂν ἐπὶ τινὸς αὐτῶ. εὕρωμεν μὴ οὕτως ἔχον δείξαντες τοῦτο ἀνεσκευακότες ἐσόμεθα τὸ πάντων τῶν ἀντικειμένων εἶναι τὴν αὐτὴν ἐπιστήμην· οἷον ἐπεὶ ἀπείρου οὐκ ἔστιν ἐπιστήμη, ἀντίκειται δὲ τὸ ἄπειρον τῷ πεπερασμένῳ ἢ ὡς ἐναντίον ἢ ὡς ἕξις καὶ στέρησις καὶ ἔστι τούτου ἐπιστήμη, οὐκ ἂν εἴη αὐτῶν ἡ αὐτὴ ἐπιστήμη. ἀλλὰ καὶ εἰ τοῦ μὴ ὄντος λάβοιμεν τὸ μὴ εἶναι ἐπιστήμην, ἐπεὶ ἀντίκειται ὡς κατάφασις καὶ ἀπόφασις τὸ ὂν καὶ τὸ μὴ ὂν καὶ ἔστι τοῦ ὄντος ἐπιστήμη τις, οὐκ ἄν εἴη αὐτῶν ἡ αὐτὴ ἐπιστήμη. ἀλλ’ οὐδὲ τοῦ γνωστοῦ καὶ ἀγνώστου ὄντων ἀντικειμένων κατὰ ἕξιν καὶ στέρησιν ἡ αὐτὴ ἐπιστήμη· τοῦ γὰρ ἀγνώστου οὐχ οίον τε ἐπιστήμην εἶναι. ἀλλ’ οὐδὲ ψεύδους καὶ ἀληθοῦς ὄντων ἐναντίων οὐδὲ δυνατοῦ καὶ ἀδυνάτου. ἐπὶ μέντοι τῶν πρός τι πάν|των ἀνάγκη, ἂν θάτερόν τις εἰδῇ, εἰδέναι καὶ τὸ ἀντικείμενον αὐτῷ, ἐπεὶ τοῖς πρός τι τὸ εἶναι ταὐτόν ἐστι τῷ πρός τί πως ἔχειν. τούτῳ τῷ τόπῳ χρώμενοι ἀνασκευάσομεν καὶ τὸ πρόβλημα τὸ λέγον ‘πᾶν ζῷον ἀναπνεῖ᾿· διαιρήσομεν γάρ τὸ ζῷον εἴς τε τὸ πτηνὸν καὶ τὸ πεζὸν καὶ τὸ ἔνυδρον καὶ πάλιν τούτων ἕκαστον, καὶ εὑρόντες ἐν μὲν τοῖς πτηνοῖς τὰ ἔντομα μὴ ἀναπνέοντα, ἐν δὲ τοῖς ἐνύδροις τοὺς ἰχθύας οὗτοι δ’ εἰσὶν οἱ τὰ βράγχια ἔχοντες· οὐδὲν γὰρ τῶν βράγχια ἐχόντων ἀναπνεῖ), ἀνῃρηκότες ἐσόμεθα τὸ ‘πᾶν πᾶν ζῷον ἀναπνεῖ᾿· δείξομεν δὲ καὶ ὅτι μὴ πᾶσα ἀρετὴ ἐπιστήμη διελόντες τὴν ἀρετὴν εἴς τε τὴν διανοητικὴν καὶ τὴν ἠθικὴν καὶ τὰς ἠθικὰς δείξαντες ὅτι μὴ ἔχουσιν ἐν τῇ γνώσει τὸ εἶναι. ἀλλὰ καὶ τὸ ὅτι οὐδεὶς ἔρως ἀστεῖος πρόβλημα καθόλου ὂν ἀποφατικὸν ἀνασκευάσομεν, ὅτι μὴ πᾶς ἔρως φαῦλος, διελόντες τὸν ἔρωτα εἴς τε σύντονον ὄρεξιν ἀφροδισίων, ὡς Ἐπίκουρος λέγει, ὃν οὐχ οἷόν τε ἀστεῖον εἶναι, καὶ εἰς ἐπιβολὴν φιλοποιίας διὰ κάλλος ἐμφαινόμενον, ὡς οἱ ἀπὸ τῆς Στοᾶς ἢ ἀνάμνησιν τοῦ ποτὲ ὁραθέντος κάλλους, ὡς Πλατῶν· ἀστεῖοι γὰρ οὗτοι οἱ ἔρωτες. οὐ μόνον δὲ τὸν ὐποκείμενον ὅρον ἐν τῷ προβλήματι διαιρεῖν δεῖ, ἀλλὰ πολλάκις καὶ τὸν κατηγορούμενον, ἄν οὕτως τὴν διαίρεσιν δέχηται, ὡς ἐπὶ τῶν τοιούτων προβλημάτων ‘ὁ σοφὸς οὐ πολιτεύσεται᾿, ‘ὁ σοφὸς στάσεως οὐ μεθέξει᾿. τό τε γὰρ πολιτεύεσθαι τῷ σοφῷ] οὐχ ἁπλοῦν ὂν εἰ διαιρεθείη, κατὰ μέν τι σημαινόμενον δείξει προσῆκον ὂν τὸ πολιτεύεσθαι τῷ σοφῷ κατὰ δέ τι ἀλλότριον αὐτοῦ. ὁμοίως καὶ τὸ ‘στάσεως οὐ μετέχει᾿ διττόν· ἢ γὰρ ὅτι x003E; χρὴ νοσούσῃ τῇ πατρίδι συννοσεῖν, καθὼς ἠξίου Σόλων· πολιτικοῦ γὰρ τὸ μὴ ὰπάγειν αύτὸν τῆς κοινῆς συμφορὰς καὶ οὕτως ἂν καταπαῦσαί τι τῆς στάσεως ἲσως, εἰ φαίνοιτο συνάγων καὶ ἐν τοῖς αὐτοῖς ὤν· ἢ πάλιν ὄτι κατάρχειν οὐ χρὴ τῆς στάσεως καὶ ήγεμόνα γίνεσθαι. Eἰπὼν δὲ ἐὰν μὲν γὰρ ἐπὶ τινὸς δειχθῇ ὅτι οὐχ ἡ αὐτή, ἀνῃρηκότες ἐσόμεθα τὸ πρόβλημα, προσέθηκε τὸ ὁμοίως δὲ καὶ ἐὰν μηδενὶ ὑπάρχῃ, δεικνὺς ὅτι τὸ καθόλου καταφατικὸν οὐχ ὑπὸ τοῦ ἐπὶ μέρους ἀ-.hἱ-̔̔. α-ικοῦ μόνου ἀναιρεῖται ἀλλὰ καὶ ὑπὸ τοῦ καθόλου ἀποφτικοῦ· τὸ γὰρ καθόλου ἀμφοτέρων ἐστὶν ἀναιρετικόν, καὶ τοῦ καθόλου τοῦ ἐναντίου αὐτῷ καὶ τοῦ ἐπὶ μέρους τε καὶ ἀντιωατικῶς αὐτῷ ἀντίκειμένου. δύναταιτὸλεγόμενονδιὰτοῦ ὁμοίωςδὲκαὶ ἐὰνμηδενὶὑπάρχῃ δηλωτικὸν εἶναι τοῦ ὅτι ὁμοίως ὡς τὸ καθόλου καταφατικὸν ἀνασκευάζεται τῷ εὑρεθῆναί τι τῶν ὑπὸ τὸ καθόλου μὴ οὕτως ἔχον, οὕτως, κἀν ᾖ κᾶθὄλου ἀποσατικὸν τὸ κείuενον , ἀνασκευάζοιτ’ ἄν , εἰ τῶν ὑπὸ τὸ καθόλου τινὶ εὑρεθείη ὑπάρχον τὸ μηδενὶ αὐτῷ κείμενον ὑπάρχειν· καὶ γὰρ προεῖπε τὸἐπιβλέπειν οἷς ὑπάρχειν πᾶσιν ἢμηδενὶ εἴρηται. οἷονἂνᾖκείῳνον τὸ μηδὲν ζῷον λογικὸν εἰνὶ· δείξαντες γὰρ τὶ λογικὸν τῇ διαιρέσει, ἀνῃρηκότες αὐτὸ ἐσόμεθα. λέγει δὲ καὶ ὅτι ὁ προειρημένος τόπος οὐ πρὸς ἀνασκευὴν μόνον τοῦ καθόλου καταφατικοῦ ἀλλὰ καὶ πρὸς κατασκευήν.ἐστιν χρήσιμος· διελόμενοι γάρ, ἐπὶ πάντων ἂν οὕτως ἔχον φαίνηται, κατεσκευα- κότες ἄν. εἴημεν τὸ καθόλου καταφατικόν.· καὶ εἰ μὴ ἐπὶ πάντων δὲ ἀλλὰ ἐπὶ τῶν πλείστων οὕτως ἔχον φαίνοιτο (οὐδὲ γὰρ οἷόν τε πάντα ἐπεξελ- θεῖν), ἀξιώσομεν ἢ τὸ καθόλου συγχωρεῖν ἤ, εἰ μὴ συγχωροίη, ἔνστασιν φέρειν ἐπὶ τίνος οὐχ ἡγεῖταιοὕιωςἔχειν· ἄτοπος γὰρἄνιφαίνοιτο, εἰ μήτε συγχωροίη τὸ καθόλου μήτε ἔνστασιν φέροι ἐπὶ τίνος οὐχ ἡγεῖται τῶν σημαινομένων καὶ τῶν ὑπὸ τὸ κοινὸν οὕτως ἔχειν· οἷον εἰ ζητουμένου, εἰ πᾶν ζῶον τὴν κάτω γένυν κινεῖ, δεικνύντων ἡμῶν ἐπὶ τῶν πλείστων οὕτως ἔχον καὶ ἀξιούντων ἡ τῷ καθόλου συγχωρεῖν ἢ ἐπὶ τίνος οὐχ οὕ- τὼς ἔχει λέγειν, ὁ δὲ μηδέτερον ποιοίη. τὸ δὴ ἀνασκευάζειν καὶ κατασκευάζειν εἴρηκεν ἀντὶ τοῦ ’ τὸ καθόλου κταφατικόν ’ . ἰhατασκο͂υάσαι δὲ δῆλον ὅτι τὸ καθόλου καταφατικόν , ὅταν ὁ τιθεὶς τὸ πρόβλημα μηδενὶ ἢ μὴ παντὶ τὸ κατηγορούμενον ὑπάρχειν λέγῃ, οἷον ἄν θῇ τις ὅτι οὐ πᾶν. δίκαιον συμφέρον , ἢ ὅτι οὐ πᾶσα ἡδονὴ ἀγαθόν· πρὸς γὰρ τὰς τοιαύτας θέσεις χρεία τῆς τοῦ καθόλου κατασκευῆς. σημειωτέον δὲ ὅτι ὁ τόπος οὗτός οὐκέτι ἐπὶ καθόλου ἀνασκευαστικός, περὶ ὧν μόνον εἶπε δεῖν λέγειν τὸ κατασκευάζειν χρήσι|μος. Ἄλλος τὸ λόγους ποιεῖν ἀντὶ τῶν ὀνομάτων τοῦ συμβεβηκότος καὶ ᾧ συμβέβηκεν, ἢ ἀμφοτέρων καθ’ ἑκάτερον ἢ τοῦ ἑτέρου. Ο τόπος οὗτος ὢν ἀπὸ ὁρισμοῦ καθόλου ἀνασκευαστικὸς τοιοῦτός ἐστιν· ἐπεὶ τὸ πρόβλημα, πρὸς ὃ τὰς ἐπιχειρήσεις ποιούμεθα, τῷ γένει πρότασίς ἐστι κατηγορική τοιοῦτον γὰρ ἂν] κατασκευάσαι ἢ ἀνασκευάσαι βουλόμεθα), πᾶσα δὲ πρότασις κατηγορικὴ ἐξ ὑποκειμένου ὅρου καὶ κατηγορουμένου, καὶ ἐν τοῖς ἀπὸ τοῦ συμβεβηκότος προβλήμασιν ὁ κατηγορούμενος ὅρος ὡς συμβεβηκός τι δηλοῖ, φησὶ δεῖν διαλαμβάνοντας τοὺς τοῦ προβλήματος ὅρους, τόν τε ὑποκείμενον καὶ τὸν κατηγορούμενον, κατ’ ἰδίαν ἑκάτερον αὐτῶν ὁρίζεσθαι, ἰδίᾳ μὲν τὸ συμβεβηκός, ὅ ἐστι κατηγορούμενον, ἰδίᾳ δὲ τὸ τούτῳ ὑποκείμενον τοῦτο γάρ ἐστι τὸ ἀμφοτέρων καθ’ ἑκάτερον· ἵνα γὰρ μὴ ἀμφοτέρων τοὺς ὁρισμοὺς συνάγωμεν, ὡς ἐπὶ τοῦ ‘ἄνθρωπος περιπατεῖ᾿ ἢ] τὸ ‘ζῷον πεζὸν δίπουν διὰ σκελῶν κινεῖται᾿, ἀλλὰ ἰδίᾳ ἑκατέρου ἰὸν ὁρισμὸν χωρίσαντες ἀποδῶμεν), ἢ εἰ τὸ ἕτερον αὐτῶν φανερὸν εἴη; τὸ ἕτερον μόνον τὸ μὴ φανερὸν ὁρίσαι τοῦτο γὰρ βούλεται τὸ ἢ τοῦ ἑτέρου), ἔπειτα ὁρᾶν εἴ τι τῶν ἐν ἰοῖς ὁρισμοῖς μαχόμενόν ἐστι καὶ μὴ δυναμενον ὑπάρχειν τουτῳ ᾦ δπαρχειν κεῖται. ἂν γὰρ οὕτως ἔχῃ, ἀνασκευάσομεν καθόλου τὸ πρόβλημα· οἷον εἰ εἴη τιθέμενον ὑπό τινος τὸ δύνασθαι θεὸν ἀδικεῖσθαι. εἰ ὁ ἀδικούμενος ὑπὸ ἀδικοῦντος ἀδικεῖται, δεῖ ὁρίσασθαι τί ἐστι τὸ ἀδικεῖν, καὶ λαβόντας ὅτι τὸ βλάπτε ἑκόντα, ἐπεὶ οὐχ οἷόν τε τὸν θεὸν βλάπτεσθαι ὑπό τινος ἔνδοξον γὰρ ἐναργὲς τοῦτο), δεῖ δεικνύναι ὅτι μηδὲ ἀδικεῖσθαι. εἰπὼν δὲ τὴν ἀρχὴν εἰ ἔστι θεὸν ἀδικεῖν, ὅτι τὸ ἀδικεῖν ἐπὶ τοῦ ἀδικεῖσθαι ἔλαβεν, ἐδήλωσεν ἐπενεγκὼν τὸ δῆλον ὡς οὐκ ἔστι θεὸν ἀδικεῖσθαι. πάλιν εἰ εἴη τις λέγων τὸν σπουδαῖον φθονερὸν εἶναι, χρὴ ὁρίσασθαι τίς ὁ φθονερός. τοῦτο δὲ ἂν ποιήσαιμεν, εἰ πρῶτον ὁρισαίμεθα τί ποτέ ἐστιν ὁ φθόνος. εἰ δή ἐστιν ὁ φθόνος λύπη ἐπὶ φαινομένῃ εὐπραγίᾳ τῶν ἐπιεικῶν τινος, δῆλον ὡς καὶ φθονερὸς ἄν εἴη ὁ λυπούμενος ἐπὶ ταῖς τῶν ἐπιεικῶν εὐπραγίαις· οὗ κειμένου, ἐπεί προδήλως ἀλλότριον τοῦ σπουιν δαίου τὸ λυπεῖσθαι ἐπὶ ταῖς τῶν ἀγαθῶν εὐπραγίαις οἱ γὰρ ἐπιεικεῖς ἀγαθοί), οὐκ ἄν εἴη ὁ σπουδαῖος φθονερός. δῆλον δὲ ὅτι αἰ τοιαῦται δείξεις ἐν δευτέρῳ γίνονται σχήματι καθόλου ἀποφατικὸν συνάγουσαι. καὶ οὕτως μέν, εἰ τὸ ὑποκείμενον ἐν τῷ προβλήματι γνώριμον εἴη, τὸ συμβεβηκὸς τῷ ὑποκειμένῳ ὁρισάμενοι ἀνασκευάσομεν καθόλου τὸ πρόβλημα. ἀμφοτέρους δὲ τοὺς ὅρους τοῦ προβλήματος ὁρισόμεθα ἐν οἷς μηδέτερόν ἐστιν αὐτόθεν γνώριμον, ὡς ἐν τοῖς τοιούτοις· εἰ εἴη τιθέμενον ὑπό τινος ὅτι ὁ νεμεσητικὸς φθονερός ἐστιν. ἐπεὶ γὰρ ἐπὶ τούτων ὁμοίως ὁ νεμεσητικὸς τῷ φθονερῷ πρὸς γνῶσιν ἔχει οὐδέτερος γὰρ αὐτῶν αὐτόθεν ἐστὶ φανερός), ὁρισάμενοι ἀμφοτέρους, τόν τε νεμεσητικὸν καὶ τὸν φθονερόν, οὕτως ἀνασκευάσαι δυνησόμεθα τὸ τιθέμενον. δοκεῖ γὰρ φθονερὸς μὲν εἶναι ὁ λυπούμενος ἐπὶ ταῖς τῶν ἀγαθῶν εὐπραγίαις, ἐπεὶ καὶ ὁ φθόνος τοιοῦτον, νεμεσητικὸς δὲ ὁ λυπούμενος ἐπὶ ταῖς τῶν κακῶν εὐπραγιαις· τοιοῦτον γὰρ ἡ νέμεσις. εἰ οὖν νεμεσητικὸς μὲν ἐστιν ὁ λυπούμενος ἐπὶ ταῖς τῶν κακῶν εὐπραγίαις, ὁ δὲ φθονερὸς οὐ λυπεῖται ἐπὶ ταῖς τῶν κακῶν εὐπραγίαις τοὐναντίον γὰρ οὗτος ἐπὶ ταῖς τῶν ἀγαθῶν εὐπραγίαις κεῖται λυπούμενος), οὐκ ἂν εἴη ὁ νεμεσητικὸς φθονερός. δύναται τὸ πρόβλημα τοῦτο ὁρικὸν εἶναι, εἰ ζητοῖτο πότερον ὁ αὐτός ἐστι νεμεσητικός τε καὶ φθονερὸς ἢ οὔ· τὰ γὰρ περὶ ταὐτοῦ προβλήματα τοῖς ὅροις ἔφη δεῖν ὑποτάσσεσθαι. οὕτως δειχθήσεται καὶ ὅτι μή ἐστιν εὐδαίμων ὁ τύραννος· εἰ γὰρ ὁ μὲν τύραννός ἐστιν ἄρχων παράνομος, εὐδαίμων δέ ἐστιν ὁ κατ’ ἀρετὴν ἐνεργῶν, οὐχ οἷόν τε τὸν τύραννον εὐδαίμονα εἶναι· τὸ γὰρ παρανόμως ἄρχειν ο.ὐ κατ’ ἀρετὴν ἐνεργοῦντος. ἀλλὰ καὶ ὅτι μὴ πλούσιος ὁ σοφός, εἴ γε ὁ πλοῦτος μέν ἐστιν ἐν κτήσει χρημάτων, σοφία δὲ ἐν ἀρετῆς κτήσει. ἐπεὶ δὲ πολλάκις οὐδὲ τῶν ὁρισμῶν ῥηθέντων ἤδη φανερὰ τῶν ὁριζομένων ἡ πρὸς ἄλληλα διαφορὰ τῷ ὀνόματά τινα ἐν αὐτοῖς εἰλῆφθαι οὐ ταὐτὸν ἐν ἑκατέρῳ αὐτῶν δηλοῦντα ἀλλ’ ὁμώνυμα, ἀξιοῖ μὴ προαφίστασθαι ἀλλὰ πάλιν αὐτῶν τούτων τῶν ἐν τοῖς ὁρισμοῖς ὀνομάτων λόγους λαμβάνειν· οὕτως γὰρ ἔσεσθαι γνώριμον αὐτῶν τὴν διαφοράν ἄν τὸ κοινὸν ὄνομα τοῦτο, ὡς τί σημαῖνον ἐν ἑκατέρῳ τῶν ὁρισμῶν παρείληπται, γνωσθῇ. τοῦτο δὲ καὶ ἐν τῷ πρώτῳ ἤδη φθάσας εἶπεν ἐν τῇ διδασκαλίᾳ τῶν τόπων οὓς πρὸς τὴν εὕρεσιν τῶν πολλαχῶς λεγομένων παρεδίδου· εἶπε γὰρ οὕτως· “πολλάκις δὲ καὶ ἐν αὐτοῖς τοῖς λόγοις λανθάνει παρακολουθοῦν τὸ ὁμώνυμον· διὸ καὶ ἐπὶ τῶν λόγων σκεπτέον. οἷον ἐάν τις τὸ σημαντικὸν καὶ τὸ ποιητικὸν ὑγείας τὸ συμμέτρως ἔχον πρὸς ὑγείαν φῇ εἶναι, οὐκ ἀποστατέον ἀλλ’ ἐπισκεπτέον τί τὸ συμμέτρως καθ’ ἑκάτερον εἴρηκεν, οἷον εἰ τὸ μὲν τὸ τοσοῦτον εἶναι ὥστε ποιεῖν ὑγείαν, τὸ δὲ τὸ τοιοῦτον οἷον σημαίνειν ποία τις ἡ ἕξις”. ἄν δή, κειμένου τοῦ τὸ ποιητικὸν ὑγείας σημαντικὸν ὑγείας εἶναι, ἀνασκευάζειν τις τοῦτο βουλόμενος ἑκάτερον αὐτῶν ὁριζόμενος εὕρῃ συμμέτρως ἔχον πρὸς ὑγείαν ἑκάτερον αὐτῶν, δόξει μὲν ὅσον. ἐπὶ τοῖς λόγοις ταὐτὰ εἶναι τὰ προκείμενα· οὐ μὴν οὕτως ἔχον τοῦτο εὑρεθήσεται, ἄν τοῦ καθ’ ἑκάτερον αὐτῶν συμμέτρου τὸν λόγον πάλιν ἀποδῷ· εὑρήσει γὰρ τὸ μὲν ὡς ποιητικὸν ὑγείας σύμμετρον λεγόμενον ἐν τῷ τοσοῦτον εἶναι τὸ σύμμετρον ἔχον, τὸ δὲ σημαντικὸν ἐν τῷ τοιοῦτον. Λέγει δὲ νῦν τὸ λαμβάνειν δεῖ καὶ ἀντὶ τῶν ἐν τοῖς λόγοις ὀνομάτων λόγους καὶ μὴ προαφίστασθαι, ἕως ἄν ἐπί τι γνώριμον ἔλθῃ, οὐκ ἐπὶ τῶν ὁμωνυμίας μόνον ἐχόντων λόγων ἀλλὰ καθόλου, ὅταν μηδέπω σαφὴς καὶ γνώριμος ἡ διαφορὰ τῶν προκειμένων ᾖ διά τινα ὀνόματα ἀσαφῆ ἐν τοῖς ὁρισμοῖς παρειλημμένα. παρεγγυᾷ γὰρ μὴ προαφίστασθαι ἀλλὰ καὶ αὐτὰ τὰ ὀνόματα καὶ τὰ μόρια τοῦ λόγου ὁρίζεσθαι ὥσπερ καὶ τὸ ὅλον· οὕτως γὰρ ἔσται γνώριμον τὸ ζητούμενον. οἷον εἰ λέγοντός τινος τὴν ἡδονὴν ἀγαθὸν ὁ βουλόμενος ἀνασκευάσαι τοῦτο ὁρίσαιτο τὴν ἡδονὴν κίνησιν λείαν, οὐδὲν γνώριμον ἐκ τούτου εἴτε ἀγαθὸν εἴτε μή· ἀλλὰ ἄν τὴν κίνησιν τὴν ἐν τῷ τῆς ἡδονῆς ὁρισμῷ παρειλημμένην αὐτὴν πάλιν ὁρίσηται καὶ ἀποδῷ αὐτῆς λόγον ἀτελῆ ἐνέργειαν, δύναιτ’ ἄν δεικνύναι ὅτι μὴ ἀγαθὸν ἡ ἡδονή, τῷ μηδὲν μὲν ἀγαθὸν ἀτελὲς εἶναι, τὴν δὲ ἡδονὴν ἀτελῆ εἶναι οὖσαν κίνησιν τῷ πᾶσαν κίνησιν ἀτελῆ ἐνέργειαν εἶναι. ἔστι δὲ ἐν τούτῳ πάλιν τῷ προβλήματι ὁ ὑποκείμενος ὅρος ὡρισμένος. δῆλον δὲ ὅτι χρὴ πλειόνων ὁρισμῶν περὶ ἑκάστου εὐπορεῖν ἐνδόξων, εἰ μέλλοιμεν χρῆσθαι τῷ προκειμένῳ τόπῳ· οὕτως γὰρ δυνησόμεθα χρησίμως πρὸς τὸ προκείμενον ἡμῖν τὴν ἀπόδοσιν τῶν ὅρων ποιεῖσθαι. οἷον κειμένου τοῦ τὸν σοφὸν ἐρασθήσεσθαι, ἀνασκευάσαι μὲν θέλοντες αὐτὸ ὁρισόμεθα τὸ ἐρασθῆναι, καὶ ληψόμεθα τὸ ἔρωτά τινος λαβεῖν· καὶ ἐπεὶ μηδέπω γνώριμον τὸ προκείμενον, ἐπὶ τὸ τὸν ἔρωτα ὁρίζεσθαι προελευσόμεθα. ἄν δὴ ὁριζόμενοι αὐτὸν λάβωμεν ἄλογον ἐπιθυμίαν ἡδονῆς τῆς ἀπὸ τοῦ σωματικοῦ κάλλους ἢ σύντονον ὄρεξιν ἀφροδισίων, ἀνεσκευακότες ἄν εἴημεν τὸ πρόβλημα· δῆλον γὰρ δὴ ὅτι ἀλλότρια ταῦτα τοῦ σοφοῦ. ὁμοίως κἂν ὁρισώμεθα αὐτὸν σφοδρὰν ἐπιθυμίαν, ἐπεὶ τὸ σφοδρὸν ἀσαφές, πάλιν αὐτὸ τοῦτο εἰς λόγον μεταληψόμεθα· καὶ εἰ ἔστι σφοδρὸν τὸ ἐναντιούμενον τῷ ὀρθῷ λόγῳ, ἀνεσκευακότες ἄν εἴημεν καὶ οὕτως τὸ κείμενον. ἄν μέντοι ἀποδῶμεν τὸν] λόγον τοῦ ἔρωτος ἢ ἐπιβολὴν φιλοποιίας διὰ κάλλος ἐμφαινόμενον ἢ θείαν ἐπίπνοιαν καὶ ἐπιθυμίαν φιλίας δι’ ἔμφασιν τοῦ ποτὲ ὁραθέντος κάλλους, ὡς ἐν τῷ Φαιδρῷ Πλατῶν βούλεται, κατεσκευακότες ἂν εἴημεν τὸ πρόβλημα. καὶ δῆλον ὅτι ὁ τόπος καὶ πρὸς κατασκευὴν ἄν εἴη τοῦ καθόλου καταφατικοῦ ποτε χρήσιμος, οὐ πρὸς ἀνασκευὴν μόνον. τούτῳ τῷ τόπῳ χρώμενοι δείξομεν ὅτι ὁ θεὸς οὔτε ὀργίζεται οὔτε λυπεῖται, εἴ γε ὀργίζεσθαι μέν ἐστι τὸ ὀρέγεσθαι τιμωρίας παρὰ τοῦ δοκοῦντος ἠδικηκέναι, λυπεῖσθαι δὲ τὸ συστέλλεσθαι ἐπὶ παρόντι κακῷ, ὥσπερ καὶ τὸ φοβεῖσθαι τὸ ἐπὶ προσδοκωμένῳ, ὁ δὲ θεὸς οὔτε ἀδικεῖσθαι δοκεῖ οὔτε παρεῖναί τι αὐτῷ κακὸν ὑπολαμβάνει] ἢ προσδοκᾶσθαι. ἀλλὰ κἄν ζητουμένου εἰ ἡ ψυχὴ ἀθάνατος ὁρισαίμεθα τὴν ψυχὴν πνεῦμα νοητικὸν ἢ αἰσθητικόν, εἴημεν ἂν δεδειχότες ὅτι μὴ ἀθάνατος· πᾶν γὰρ πνεῦμα φθαρτόν. ἀλλὰ καὶ ὅτι οὐ κεχώρισται τοῦ σώματος, δεικνύοιτ’ ἄν, εἰ ὁρισθείη “ἐντελέχεια σώματ·ος φυσικοῦ ὀργανικοῦ”· οὐδεμία γὰρ ἐντελέχεια σώματος χωριστὴ αὐτοῦ. πάλιν δέ, ἄν οὐσίαν αὐτῆς αὐτοκίνητον ὅρον εἶναι λάβωμεν κατὰ Πλάτωνα, εἴημεν ἄν ἀθάνατον αὐτὴν δεδειχότες διὰ τὸ τὸ αὐτοκίνητον ἀεικίνητον εἶναι δοκεῖν τὸ δὲ ἀεικίνητον ἀίδιον εἶναι. ἀλλὰ καὶ τὸν νόμον σπουδαῖον δεικνύοιμεν ἄν, εἰ ὁρισαίμεθα αὐτὸν ὀρθὸν λόγον ἐπὶ σωτηρίᾳ τῶν χρωμένων. ὁμοίως καὶ ἡ ἀρετὴ ὅτι διδακτὸν δεικνύοιτ’ ἄν, εἰ ὅρος εἴη τῆς ἀρετῆς ἐπιστήμη περὶ βίον· πᾶσα γὰρ ἐπιστήμη διδακτόν. οὐκέτι δὲ ἀρετὴ πᾶσα διδακτὸν ἐξ ἀνάγκης, εἰ εἴη ὁ λόγος αὐτῆς ἕξις ἀρίστη ἢ ἕξις, ἀφ’ ἧς αὐτό τε τὸ οὗ ἐστιν ἄριστόν ἐστι καὶ τὰς ἐνεργείας τὰς οἰκείας ἄριστα ἀποδίδωσιν. Ἔτι τὸ πρόβλημα πρότασιν ἑαυτῷ ποιούμενον ἐνίστασθαι. ἔστι μὲν καὶ ὁ τόπος οὗτος παραγγελματικός. τὸ δὲ δι’ αὐτοῦ λεγό- μένον ἐστιν, ὅτι δεῖ τὸ πρόβλημα εἰς καθολικὴν πρόταω-ν μεταλαβόντα, αὑτῷ προτείνοντα ταύτην ἔνστασιν πειρᾶσθαι φέρειν πρὸς αὐτήν, ὡς ἂν εἰ καὶ ἄλλου προτείνοντος αὐτὴν καὶ λαβεῖν ἀξιοῦντος ἐνέστημεν. ἣν γὰρ ἔνστασιν· εὑρίσκομεν πρὸς τὴν πρότασιν, αὕτη ἐπιχειρrήματος ἡμῖν ἀρχὴ καὶ ἀσορμὴ γένοιτ’ ἂν πρὸς τὴν τοῦ προκειμένου προβλήματος ἀνασκευήν· τοῦτο δ’, ἐπεὶ συνηθεστέρα ἡ πρὸς τἀς προιάσεις ἔνστασις τῆς εἰς τὰ προβλήματα ἐπιχκειρήσεως. ἐπεὶ δὲ ἡ πρὸς τὰς καθόλου προτάσεις ἔνστασις ἀπό τινος τῶν ὑπὸ τὸ καθόλου γίνεται, ὃ τῷ ἐπιβλέπειν τὰ ὑπὸ τὸ καθόλου εὑρίσκεται, σχεδόν φησι τὸν αὐτὸν τόπον εἶναι τοῦτον τῷ πρὸ ὀλίγου εἰρημένῳ τῷ ἐκ τῆς τοῦ καθόλου διαιρέσεως, ἐν ᾧ ἔλεγεν ἐπιβλέπειν δεῖν οἷς ὑπάρχειν ἢ πᾶσιν ἢμηδενὶ εἴρηται. ὡςγὰρἐπ’ ἐκείνουὰπὸdlς τοῦ καθόλου εἰς τὰ ὑπ’ ·αὐτὸ διαιρέσεως εὑρόντες, ᾧ μὴ ὑπῆρχε τῶν ὑπὸ τὸ καθόλου. ἀνεσκευάζομεν τὸ πρόβλημα, οὕτως καὶ ἐπὶ τοῦ προκειμένου ἡ εννσιασις ποὸς ἰὴν καθόλου πρότασιν γίνειαι· ἐφοδεύσαντες γάρ τῇ διανοίᾳ τὰ ὑπὸ τὸ καθόλου, οὕτως ᾧ μὴ ὑπάρχει τῶν ὑπὸ τὸ καθόλου εὑρόντες ἐνιστάμεθα. οὐ μὴν πάντῃ ὁ αὐτὸς τόπος οὗτος ἐκείνῳ, ἀλλ’ ἔστιν αὐτῶν διαφορὰ κατά τὸν τρόπον, ὡς εἶπεν· ἐκεῖ μὲν γὰρ εὐθέως διαίρεσιν ἐποιούμεθα τοῦ καθόλου εἰς τὰ προσεχῆ εἴὸη· ἐνταῦθα δὲ πρότασιν ποιήσαντες ὡς πρὸς πρότασιν τὴν ἔνστασιν ποιησόμενοι, ἐπεὶ συνηθεστέρα ἡ πρὸς τὰς προτάσεις ἔνστασις τῆς πρὸς τὰ προβλήματα ἐτιχειρήσεως, τὴν ἔνστασιν ἀρχὴν τῆς πρὸς τὸ πρόβλημα ἐπιχειρήσεως ποιούμεθα. οἷον εἰ τὸ τιθέμενον ὑπό τινος εἴη τὸ τὴν ἀρετὴν ἐπιστήμην εἶναι, μεταληψόμεθα εἰς πρότασιν τὸ κείμενον τὴν ᾿ἆρά γε πᾶσα ἀρετὴ ἐπιστήμη;᾿, καὶ ἑαυτοῖς προτείναντες τοῦτο ζητήσομεν ἔνστασιν πρὸς αὐτὸ ἐπὶ τὰ εἴδη τῶν ἀρετῶν ἐπιβλέποντες· καὶ εὑρόντες ὅτι αἱ τοῦ παθητικοῦ μορίου τῆς ψυχῆς οὐ τοιαῦται (οὐ γὰρ ἐκ διδασκαλίας περιγίνονται ἀλλὰ δι’ ἐθῶν, οὐδὲ ἐν Tto εἰδέναι αὐτάς, αἵτινές εἰσιν, ἐστὶ τὸ καὶ ἐν αὐταῖς εἶναι καὶ ἔχειν αὐτάς), ταύτην τὴν ἔνστασιν εἰς ἐπιχείρημα μεταλαβόντες χρησόμεθα χρησόμεθα αὐτῷ πρὸς ἀνασκευὴν τοῦ προβλήματος λέγοντες ι αἱ ἠθικαὶ ἀρεταὶ οὐκ ἐν γνώσει τῶν πρακτέων τὸ εἶναι ἔχουσιν, οὐδὲ διὰ διδασκαλίας ἐγγίνονται· πᾶσα δὲ ἐπιστήμη ἐν γνώσει τῶν ὑπ’ αὐτὴν τὸ εἶναι ἔχει καὶ διὰ διδασκαλίας· οὐδεμία ἄρα ἠθικὴ ἀρετὴ ἐπιστήμη· εἰ δὲ τοῦτο, οὐ πᾶσα ἀρετὴ ἐπιστήμη᾿. πάλιν εἰ εἴη κείμενον ὑπό τινὸς ὅτι πᾶσα ἡδονὴ μεταληψόμεθα τὸ πρόβλημα εἰς πρότασιν καὶ ἑαυτοὺς ἐρωτήσομεν ‘ἆρα πᾶσα ἡδονὴ ἀγαθόν;᾿· καὶ εὑρόντες ἔνστασιν διὰ τῆς τῶν ἡδονῶν διαιρέσεως τὴν ὅτι αἱ τῶν ἀκολάστων ἡδοναὶ οὐκ ἀγαθαί, ἣν πρὸς τὴν πρότασιν ἐφ’ ἑαυτῶν ζητοῦντες ἔνστασιν εὕρομεν, ταύτην ἀφορμὴν ἐπιχειρήσεως ἕξομεν εἰς ἀνασκευὴν τοῦ κειμένου ἐρωτῶντες ‘ἆρά γε αἱ τῶν κιναίδων ἡδοναὶ ἡδοναὶ οὖσαι καὶ ἀγαθαί εἰσιν;’. ἢ οὐδεὶς ἄν τούτῳ συγχωρήσαι ὁμοῦ ψευδεῖ τε ὄντι καὶ ἀδόξῳ. λαβόντες γὰρ τοῦτο δεδει- χότες ἂν εἴημεν ὅτι μή ἐστιν ἡδονὴ πᾶσα καὶ ἁπλῶς ἀγαθόν. ὁμοίως ποιήσομεν, κἄν ᾖ τὸ πρόβλημα τὸ μόνον τὸ καλὸν ἀγαθὸν εἶναι· ὡς γὰρ πρὸς πρότασιν αὐτὸ εὑρόντες ἔνστασιν ὅτι ἡ ὑγεία ἀγαθὸν οὖσα οὐκ ἔστι καλόν, χρώμενοι τῇ ἐνστάσει ταύτῃ ἀνασκευάσομεν τὸ πρόβλημα. ἔστι δὲ ὁ τόπος, ὡς καὶ αὐτὸς εἴρηκεν, ἀνασκευαστικὸς μόνον. Ἔτι διορίζεσθαι ποῖα δεῖ καλεῖν ὡς οἱ πολλοὶ καὶ ποία οὐ. Καὶ οὗτος ὁ τόπος παραγγελματικός. ἀφορμὴν δέ φησιν ἡμῖν πρὸς τὰ προβλήματα ἐπιχειρήσεως ἔσεσθαι καὶ ἀπὸ τοῦ προδιωρίσθαι καὶ ὡμολογῆσθαι, τίνα μὲν χρὴ τῇ τῶν πολλῶν χρήσει τε καὶ συνηθείᾳ ἑπομένους καλεῖν, τίνα δὲ οὔ· τοῦτο δὲ καὶ πρὸς τὸ κατασκευάζειν καὶ πρὸς τὸ ἀνασκευάζειν τὰ προβλήματα χρήσιμον. ἄν γὰρ ἡ ἡμῖν προωμολο- γημένον τὸ δεῖν τοῖς μὲν ὀνόμασι κατὰ τῶν πραγμάτων τοῖς συνήθεσι καὶ κειμένοις χρῆσθαι καὶ οἷς οἱ πολλοί κατὰ συνθήκην γὰρ τὰ ὀνόματα, καὶ οὐκ αὐτός τις ἕκαστος κύριος τῶν πραγμάτων ἕκαστον ὀνομάζειν τε καὶ μετονομάζειν ὡς βούλεται· ἀναιροῖτο γὰρ ἄν οὕτως ἡ κοινολογία, εἰ μὴ κοινοῖς τισιν ὀνόμασι καὶ συνήθεσιν εἴημεν ἐπ’ αὐτῶν χρώμενοι), τίνα μέντοι τοιαῦτα τῶν πραγμάτων ἐστί, καθ᾿ τὰ κοινὰ ὀνόματα καὶ συνήθη, καὶ διὰ τί τοιαῦτά ἐστι, καὶ τί μέτρον αὐτῶν ἐστιν, οὐκέτι τοῖς πολ- λοῖς προσεκτέον ἀλλὰ τοῖς εἰδόσιν, ἔχοιμεν ἄν ἀφορμὰς ἐκ τῆς ὁμολοτίας ταύτης καὶ πρὸς τὸ ἀνασκευάζειν καὶ πρὸς τὸ κατασκευάζειν. σαφὲς δὲ τὸ λεγόμενον αὐτὸς διὰ τοῦ παραδείγματος ἐποίησεν. ὑγιεινὸν μὲν γὰρ ῥητέον τὸ ποιητικὸν ὑγείας. ὡς οἱ πολλοὶ καὶ ἡ συνήθεια· κατὰ γὰρ τοῦ τοιούτου πράγματος τούτῳ τῷ ὀνόματι οἱ πολλοὶ χρῶνται· οὐκέτι μέντοι ὑγείας ποιητικὸν τοῦτο χρὴ ἡγεῖσθαι ὃ οἱ πολλοὶ ὑπολαμβάνουσιν, ἀλλὰ ὃ οἱ ἰατροί. ὅ τι ἂν οὖν οἱ ἰατροὶ ὑγείας ποιητικὸν ἡγῶνται εἶναι, τοῦτο ὑγιεινὸν χρὴ καλεῖν ἑπομένους τῇ κοινῇ τοῦ ὀνόματος χρήσει. ἄν δή τις ὁμολογῶν τι ὑγείας εἶναι ποιητικὸν μὴ ὑγιεινὸν αὐτὸ ὀνομάζῃ ἀλλὰ ἄλλο τι, ἐλέγχοιτ’ ἂν κατὰ τὸν παραδεδομένον τόπον τὸν ἀξιοῦντα ὡρίσθαι ὅτι δεῖ τοῖς ὀνόμασι τοῖς τῶν πραγμάτων χρῆσθαι ὡς οἱ πολλοί. πάλιν δ’ αὖ ὁ ἀξιῶν ὑγείας ποιητικὸν εἶναι λέγειν, ὃ τοῖς πολλοῖς καὶ τοῖς τυχοῦσι δοκεῖ, ἐλέγχοιτ’ ἂν καὶ αὐτός, ὅτι ἦν ἡμῖν προωμολογημένον τὸ τὰ τοιαῦτα μὴ ὡς οἱ πολλοὶ κρίνειν τε καὶ λέγειν ἀλλ’ ὡς οἱ ἰατροί. ἀπὸ τούτου τοῦ τόπου ἐπιχειροίη τις ἄν καὶ πρὸς τὰ ὑπὸ τῶν Στωϊκῶν παράδοξα λεγόμενα. εἰ γὰρ τῶν πολλῶν πλούσιον λεγόντων μόνον τὸν πολυκτήμονα μὴ κατὰ τούτου τις χρῷτο τῷ ὀνόματι τούτῳ μηδὲ λέγοι τὸν πολυκτήμονα πλούσιον, κατὰ δὲ τοῦ σοφοῦ καὶ τοῦ τὰς ἀρειὰς ἔχοντος, παραβαίνοι ἂν τὸν κείμενον τῆς· τῶν ὀνομάτων χρήσεως διορισμόν. τίς μὲν γάρ ἐστι πολυκτήμων, οὐ τῶν πολλῶν εἰδέναι ἀλλὰ τῶν τὰ τοιαῦτα ἐξεταζόντων· ὅτι δὲ δεῖ κατὰ τοὐ πολυκτήμονος τῷ ‘πλούσιος᾿ ὀνόματι χρῆσθαι, ἱκανὴ ἡ τῶν πολλῶν χρῆσις. ὁ δὴ ὁμολογῶν μὲν εἷναί τινα πολυκτήμονα μὴ ὀνομάζων δὲ τοῦτον πλούσιον οὐ δεόντως ἂν χρῷτο τῷ ὀνόματι. ἀλλ’ οὐδὲ ὁ χρώμενος αὐτῷ πάλιν ἐπὶ τοῦ τὰς ἀρετὰς ἔχοντος. πάλιν οἱ μὲν πολλοὶ εὐτυχῆ λέγουσι τὸν ἐν τοῖς τυχηροῖς ἀγαθοῖς εὐθηνοῦντα· οἱ δὲ τὸν τὴν ἀρετὴν ἔχοντά φασιν εὐτυχῆ, ὃ οὐκ ἔστι τῶν τυχηρῶν ἀγαθῶν. παραβαίνουσιν οὖν καὶ οὗτοι τὴν προσήκουσαν χρῆσιν τῶν ὀνομάτων. εἰπὼν δὲ ὑγιεινὸν μὲν ῥητέον τὸ ποιητικὸν ὑγείας προσέθηκε τὸ ἢ ὡς οἱ π.ολλοὶ λέγουσιν, ὃ ἴσον ἐστὶ τῷ x003E; ὅπως ἂν ὦσιν οἱ πολλοὶ λέγονιες’· καὶ γὰρ κατ’ ἄλλων τινῶν οἱ πολλοὶ τῷ ὑγιεινῷ ὀνόματι χρῶνται, οὐ κατὰ μόνου τοῦ ὑγείας ποιητικοῦ, ἀλλὰ καὶ κατὰ τοῦ σημαντικοῦ. ἢ εἶπεν ‘ὅπως ἄν οἱ πολλοὶ λέγωσιν᾿ ἐνδεικνύμενος ὅτι μὴ περὶ τοῦ ὀνόματος τούτου διατείνεσθαι χρὴ ἀλλὰ περὶ τοῦ χρῆσθαι τούτῳ ᾧ οἱ πολλοί· καὶ γὰρ εἰ μὴ τοῦτο ἀλλὰ ἄλλο τι εἴη, ἐκείνῳ χρηστέον. ἢ οὐκ ἔστι μετὰ τοοῦ ‘ἢ᾿ ἀλλὰ χωρίς· λέγει γὰρ ὡς οἱ πολλοὶ λέγουσι· τὸ γὰρ ποιητικὸν ὑγείας ὑγιεινὸν τοῖς πολλοῖς σύνηθες λέγειν. ὡς δὲ πρὸς ἀναοἱ σκευὴν ὁ τόπος ὁ προειρημένος χρήσιμος, οὕτως καὶ πρὸς κατασκευήν. μὴ γὰρ βουλομένου τινὸς συγχωρεῖν ὅτι οἱ πολυκτήμονες πλούσιοι, κατασκευάπολλοί· τοῦτο προσχρώμενοι τῷ δεῖν μὲν ὀνομάζειν τὰ πράγματα ὡς οἱ πολλοί· οἱ δὲ πολλοὶ τούτους πλουσίους λέγουσιν. ὁμοίως καὶ πρὸς τὸν μὴ λέγοντα τὴν ὑγείαν ἀγαθὸν ἐνίσταιτο ἄν τις· ἡ γὰρ συνήθει οὕτως. εἰ δέ τις πάλιν λέγοι τὴν ὑγείαν οὕτως ἀγαθὸν ὡς εὐδαιμονίαν ἢ μέρος εὐδαι- μονίας, διότι οἱ πολλοὶ οὕτως ὑrολαuι βάνουύιν, πάλιν ἀνασκευάζοιμεν ἄν τοῦτο τῇ ὁμολογία προαρώμενοι μηκέτι τούτου τοὺς πολλοὺς κυρίους εἶναι· τῶν γὰρ σπουδαίων ἡ τοιαύτη περὶ τῆς ὑγείας κρίσις. Ἔτι ἐὰν πολλαχῶς λέγηται, κείμενον δεῇ ὡς ὑπάρχει ἢ ὡς οὐχ ὑπάρχει. Οἱ τρεῖς τόποι, οὗτός τε καὶ οἱ μετὰ τοῦτον δύο, τὴν ἀφορμὴν τῆς ἐπιχειρήσεως ἀπὸ τῶν πολλαχῶς λεγομένων λαμβάνουσιν, ὧν ὁ πρῶτος ἀπὸ τῶν ὁμωνύμων. ἄν γὰρ ᾖ τὸ συμβεβηκέναι καὶ ὑπάρχειν τινὶ ἢ μὴ ὑπάρχειν τιθέμενον ἀπλῶς τε καὶ χωρὶς διορισμοῦ, φησὶ δεῖν δεῖν διελομένους παρ’ ἑαυτοῖς παρέδωκε δ’ ἡμῖν τόπους ἐν τῷ πρὸ τούτου δι’ ὧν γνωρίζειν οἷοί τε ἐσόμεθα ἰὰ πολλαχῶς λεγόμενα καὶ διαιρεῖσθαι). εἰ μὴ ἐπὶ πάντων τῶν σημαινομένων δυναίμεθα δεικνύναι τὸ ἀντικείμενον τῷ τιθεμένῳ, ἐπὶ τινὸς αὐτῶν, ἐφ οὗ μὴ οὕτως ἔχει, δεικνύναι· δείξαντες γὰρ ἐπὶ τούτου ἀνεσκευακέναι δόξομεν τὸ κείμενον διὰ τὸ λανθάνειν τὴν ὁμωνυμίαν καὶ ὡς ἁπλῶς λεγόμενον τὸ κείμενον εἰρῆσθαι. οἷον εἰ τιθείη τις ὅτι ὁ κοιμώμενος οὐκ αἰσθάνεται, χρὴ διελομένους παρ’ ἑαυτοῖς τὸ αἰσθάνεσθαι εἴς τε τὸ κατ’ ἐνέργειαν καὶ κατὰ δύναμιν δεικνύναι ὅτι ὁ κοιμώμενος αἰσθάνειαι· αἰσθάνεσθαι γὰρ λέγονται οἱ δύναμιν τοῦ αὐσθάνεσθαι ἔχοντες. πάλιν ἄν ᾖ κείμενον ὅτι τὸν σπουδαῖον δέον ἐστὶ πολι- τεύεσθαι, χρὴ διελομένους τὸ δέον παρ’ ἑαυτοῖς, ὅπερ σημαίνει καὶ τὸ καλὸν καὶ τὸ συμφέρον καὶ τὸ ἀναγκαῖον, τὸ μὲν ἀναγκαῖον, ὅταν λέγωμεν πᾶν τὸ γενόμενον δέον εἶναι φθαρῆναι, τὸ δὲ συμφέρον, ὅταν λέγωμεν δέον εἶναι περιπάτοις χρῆσθαι ἢ διαίτῃ τοιαύτῃ, τὸ δὲ καλόν, ὅταν λέγωμεν δέον εἶναι τὰ δίκαια ποιεῖν ἢ πείθεσθαι τοῖς νόμοις ἢ τοῖς γονεῦσι, τοσαῦτα οὖν σημαίνοντος αὐτοῦ, δεικνύντας μέν, ὅτι μὴ συμφέρει τὸ πολιτεύεσθαι τῷ σπουδαίῳ ἢ ὅτι μὴ ἀναγκαῖόν ἐστιν αὐτῷ πολιτεύεσθαι, ἀναιρεῖν τὸ κείμενον ὡς ταῦτα σημαίνοντος τοῦ δέοντος. ἀλλὰ κἂν λέγῃ τις μὴ δέον εἶναι τὸ πολιτεύεσθαι τῷ σπουδαίῳ, δείξαντες ὅτι καλόν τὸ γὰρ ἐπαρκεῖν καὶ βοηθεῖν τῇ πατρίδι καὶ τὰ ἄριστα symboyleqyein καλόν · τὸ δὲ δέον τοῦτο σηιuαίνει), ἀναιροίημεν ἂν τὸ κείῳνον. πάλιν τιθεμένου τινὸς ἀντα- κολουθεῖν τὰς ἀρετὰς ἢ μὴ ἀντακολουθεῖν, διελόμενοι τὴν ἀρετῆὴν παρ’ αὑτοῖς καὶ λαβόντες τήν τε φυσικὴν καὶ τὴν κατὰ λόγον, ἐπὶ μὲν τῶν φυσικῶν δεικνύντες, ὅτι μὴ ἀντακολουθοῦσιν, ἀναιρήσομεν τὸ ἀντακολουθεῖν τὰς ἀρετάς· ἐπὶ δὲ τῶν κατὰ λόγον δείξαντες ἀὶταὶ̣ολουθούσα ἀναιρήσομεν τὸ μὴ ἀντακολουθεῖν. τῷ γὰρ λανθάνειν, ὅτι πολλαχῶς λέγεται, δοκεῖ τὸ λεγόμενον ἐπὶ τῆς αὐτῆς φύσεως λέγεσθαι, ἐφ’ ἧς ἐλέγετο καὶ τὸ κείμενον ἐν τῷ προβλήματι· διὸ καὶ πιστεύεται ἀναιρετικὸν αὐτὸ εἶναι. ἔστι δὲ ἐφ’ ὧν καὶ πάντα τὰ σημαινόμενα λαμβάνοντας ἔστιν ἐπὶ πάντων αὐτῶν ἀνασκευάζειν τὸ κειμανον · οἷον εἰ λέγοι τις ὅτι μὴ χρὴ φιλοσοφεῖν, ἐπεὶ φιλοσοφεῖν λέγεται καὶ τὸ ζητεῖν αὐτὸ τοῦτο, εἴτε χρὴ φιλοσοφεῖν εἴτε καὶ μή, ὡς εἶπεν αὐτὸς ἐν τῷ Προτρεπτικῷ, ἀλλὰ καὶ τὸ τὴν φιλόσοφον θεωρίαν μετιέναι, ἑκάτερον αὐτῶν δείξαντες οἰκεῖον τῷ ἀνθρώπῳ πανταχόθεν ἀναιρήσομεν τὸ τιθέμενον. ἐπὶ μὲν οὖν τούτου κατ’ ἄμφω ἐνδέχεται δείκνυσθαι τὸ προκείμενον· ἐπὶ δὲ τῶν πρώτων παραδειγμάτων οὐκ ἐκ πάντων ἢ ἑκατέρου ἀλλὰ ἢ ἐκ <τινὸς ἢ ὲκ> τινῶν. δῆλον δὲ ὅτι ἐφ’ ὧν ἐστιν ἐπὶ πάντων τῶν σημαινομένων τὸ ἀντικείῳνον τῷ τιθεμένῳ δεικνύναι, φανερὰν χρὴ τὴν διαίρεσιν ποιεῖσθαι τοῦ πολλαχῶς λεγομένου. Δεῖν δέ φησι τῷ τόπῳ τούτῳ χρῆσθαι ἐπὶ τῶν λανθανόντων ὅτι τὸ τιθέμενον πολλαχῶς λέγεται καὶ κατὰ μέν τι τῶν σημινομένων οὕτως ἔχει, ὡς τίθεται, κατὰ δέ τι οὔ. ἂν γὰρ μὴ λανθάνῃ, προχείρως ἐνστήσεται ὁ τῷ προβλήματι παριστάμενος, ὅτι μὴ καθ’ ὃ τίθεται τὴν ἔνστασιν τὴν πρὸς αὐτὸ καὶ τὴν ἀνασκευὴν ποιεῖται, ἀλλὰ κατ’ ἄλλο, πρὸς τοὔνομα καὶ σοφιστικῶς τὴν ἀπάντησιν ποιούμενος. ὁ γοῦν πρὸς τὸν τιθέμενον τὸ ζῷον ἔμψυχον ενιστάμενος καὶ δεικνύς, ὅτι τὰ γεγραμμένα ζῷα μὰν λέγεται, οὐκ ἔστι δὲ ενμψυχα, εὐφώρατος γίνεται διὰ τὸ φανερόν τε εἰνὶ τὸ τοῦ ὀνόματος διττὸν καὶ προδήλως τὸν τιθέντα μὴ κατὰ τοῦ οὕτω λεγομένου ζῴου τὸ ἔμψυχον κατηγορηκέναι. Ἀντιστρέφειν δέ φησι τὸν τόπον τοῦτον· καὶ γὰρ καὶ πρὸς κατσκευὴν καὶ πρὸς ἀνασκευὴν εἶναι χρήσιμον. οὐ γὰρ μόνον ανασκευάζειν ἔστι ὢ προαχρώμενον αὐτῷ τὸ τιθέμενον πρόβλημα, ἄν τε καταφατικῶς ἄν τε ἀποφτικῶς τιθῆται, ἀλλὰ καὶ κατασκευάζειν, τοδτ’ ἔστι καθόλου τὸ τιθέσημαίνοι, ὅτι τοιοῦτόν ἐστιν ὁποῖον τίθεται, δεικνύναι· τοῦτο γὰρ τὸ κατασκευαζειν νῦν λέγει, τὸ καθόλου δεικνύναι ἀλλὰ μὴ ἀναιρεῖν τὸ τιθέμενον· μάλιστα γὰρ τὸ κατασκυάζειν ἐπὶ ἐπὶ τοῦ καταφατικῶς τιθεμένου λέγεται. εἰπὼν δέ, ὅτι καὶ κατασκευάζειν καὶ ἀνασκευάζειν οἷόν τε, καὶ ὅτι ἀνασκευάσομεν τὸ κείμενον, ἂν τινὶ δείξωμεν μὴ ὑπάρχον, καὶ κατασκευάσομεν, ἄν τινὶ ὑπάρχον δείξωμεν, ἐπεὶ τὸ καθόλου καταφατικὸν οὐ κατασκευάζεται διὰ τοῦ ἐπὶ μέρους ἀνασκευάζεται μὲν γὰρ καὶ τὸ καθόλου καταφατικὸν <καὶ τὸ ἀποφατικὸν> διὰ τῶν ἐπὶ μέρους τῶν ἀντικειμένων, οὐ κατασκευάζεται οὗτε τὸ καθόλου καταφατικὸν οὔτε τὸ καθόλου ἀποφατικὸν διά τινος τῶν ἐν μέρει), διαφοράν τινα τοῦ κατασκευάζειν πρὸς τὸ ἀνασκευάζειν ἐκτίθεται. δυνατὸν μὲν γάρ ἐστι καὶ ἐπὶ μέρους καταφατικόν τι δεῖξαι καὶ ἐπὶ μέρους ἀποφατικόν, ὡς προείρηται, τῇ τοῦ πολλαχῶς διαιρέσει χρωμένους· ἀλλ’ ἐπεὶ τὸ μὲν ἐπὶ μέρους ἀποφατικὸν αὔταρκες πρὸς ἀνασκευὴν τοῦ καθόλου καταφατικοῦ, ὥσπερ καὶ τὸ ἐπὶ μέρους καταφατικὸν τοῦ καθόλου ἀποφατικοῦ, οὐκέτι δὲ τὸ ἐπὶ μέρους καταφτικὁν αὔταρκες πρὸς κατασκευὴν τοῦ καθόλου καταφατικοῦ, πῶς δι’ αὐτοῦ τὸ καθόλ.ου δυνησόμεθα κατασκευάζειν; λέγει δὴ δεῖν ἐξ ὁμολογίας αὐτὸ πειρᾶσθαι δεικνύναι τε καὶ λαμβάνειν. ἔστι δὲ τὸ ἐξ ὁμολογίας ὃ εἶπεν ἐν τῷ πρώτῳ ἐπὶ τέλει “ἐξ ὑποθέσεως’’· λέγων γάρ, πρὸς τί χρήσιμος ἡ τοῦ ὁμοίου θεωρία, εἶπε “πρός τε τοὺς ἐπακτικοὺς λόγους καὶ τοὺς ἐξ ὑποθέσεως συλλογισμούς”. εἰσὶ γὰρ καὶ οἱ ἐξ ὁμολογίας ἐξ ὑποθέσεως, ὡς ἐν τοῖς Προτέροις ἀναλυτικοῖς δέδειχεν· οὐ μὴν ἀντιστρέφει. ὅπως δὲ γίνονται, ἐδήλωσε προσθεὶς “διότι ἔνδοξόν ἐστιν, ὥς ποτε ἐφ’ ἑνὸς τῶν ὁμοίων ἔχει, οὕτως καὶ ἐπὶ τῶν λόιπῶν”· ὃ οὖν δὴ ἐκεῖ “ἐξ ὑπυθέσεως’’ κοινότερον εἶπε, τοῦτο νῦν ὠνόμασε προσεχέστερον ἐξ ὁμολογίας. ἐπεὶ γὰρ μὴ αὔταρκες τὸ ἐφ᾿ ἑνός τινος δεικνύενον τῶν ὑπό τι κοινὸν πρὸς τὴν τοῦ κοινοῦ τε καὶ καθόλου κατασκευήν οὐ γάρ ἐστι τὸ ἐν μέρει τοῦ καθόλου δεικτικόν), δεῖν φησι προδιομολογεῖσθαι καὶ συντίθεσθαι ὅτι, ὡς ἐφ’ ἑνός, οὕτως καὶ ἐπὶ τῶν ἄλλων. ἄν γὰρ προσυνθέμενοι, ὡς ἐπὶ τινὸς ψυχῆς ἔχει, οὕτως καὶ ἐπὶ πάσης ἔχειν, δείξωμεν τινὰ ψυχὴν ἀθάνατον, ἔχοιμεν ἄν διὰ τὴν ὁμολογίαν καὶ τὸ πᾶσαν ἀθάνατον εἶναι. ὁμοίως, ἂν προλάβωμεν ὅτι. ὡς ἐπὶ μιᾶς αἰσθήσεως, οὕτως καὶ ἐπὶ πασῶν, δείξαντες ἐπὶ μιᾶς, οἷον τῆς ἁφῆς, ὅτι διὰ πάθους τὴν ἀντίληψιν ποιεῖται, ἔχοιμεν ἄν ὅτι καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τῶν ἀντικειμένων· ἂν γὰρ ὡμολογημένον ᾖ τὸ <ὡς> ἐπὶ τινὸς τῶν ἀντικειμένων, οὕτως καὶ ἐπὶ νῶν, δειχθέντος ὅτι τῶν πρός τὶ ἡ αὐτὴ ἐπιστήμη ἢ ὅτι τὸ ἐναντίον ἐκ τοῦ ἐναντίου γίνεται, εἴη ἂν κείμενον τὸ καὶ ἐπὶ τῶν ἄλλων ἀντικει- μενων οὕτως εχειν. τοῦτο δέ φησι δεῖν ποιᾶν, τὸ διαιρεῖν καὶ ἐπὶ τίνος οὐχ οὕτως ζητεῖν καὶ οὕτως ἐξ ὁμολογίας δεικνύναι, ὅταν μὴ εὐπορῶμεν διά τινος κοινοῦ καὶ πᾶσιν ἐφαρμόζοντος τοῖς ὑπὸ τὸ καθόλου τὴν δεῖξιν ποιήσασθαι. ἄν γὰρ οἷόν τε ᾖ, ἐκείνως δεικνύναι χρή, ὡς ὁ γεωμέτρης δείκνυσι καθόλου τὸ τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχον , καὶ μὴ δι’ ὁμολογίας καὶ συνθήκης αὐτὸ λαμβάνειν. ἄν γὰρ καθόλου τις δύνηται διὰ τοῦ αὐτοκινήτου δεῖξαι τὴν ψυχὴν ἀθάνατον, ἐκείνως δεικτέον. ὡς δὲ τὸ καταφατικὸν ἐξ ὁμολογίας ἔδειξε κατασκευαζόμενον, οὕτως καὶ τὸ ἀποφατικὸν ἐξ ὁμολογίας ἔνεστι κατασκευάσαι. ἂν γὰρ ᾖ προκείμενον δεῖξαι ὅτι μηὸεμία ψυχὴ ἀθάνατος, κατασκευάζοντες τοῦτο ληψόμεθα τὸ εἰ ἡτισοῦν ψυχὴ θνητή, ὅτι καὶ πᾶσαι, καὶ δείξαντες τὰς τῶν φυτῶν ἢ τὰς τῶν ἀλόγων θνητὰς εἴημεν ἄν διὰ τὴν ὁμολογίαν ἔχοντες ὅτι καὶ πᾶσα τοιαύτη. Ταῦτα μέν, ἄν λανθάνῃ πολλαχῶς λεγόμενον, χρὴ ποιεῖν. ἐὰν δὲ μὴ λανθάνῃ ἀλλ’ ᾖ γνώριμον ὅτι λέγεται πολλαχῶς, δεῖν φησι διαίρεσιν αὐτοῦ ποιησάμενον ἢ ἐπὶ πάντων τῶν σημαινομένων ὁμοίως ἔχον δεικνύναι τὸ λεγόμενον καὶ οὕτως ἀνασκευάζειν τὸ κείμενον, ὡς ἐπὶ τοῦ εἰ φιλοσοφητέον ἐδείχθη, ἢ πάλιν ὅτι ἐπ’ οὐδενός, εἰ εἴη. τὸ κείμενον καταφατικόν, ἂν μὲν ᾖ κείμενον τὸ δέον εἶναι τὸν σοφὸν πολιτεύεσθαι, γνωρίμου ὄντος ὅτι τὸ δέον ὁμώνυμον, διελομένους αὐτὸ εἰς τὰ σημαινόμενα, τό τε καλὸν καὶ ἀναγκαῖον] καὶ συμφέρον, δεικνύντας ὅτι κατὰ μηδέτερον τῶν σημαινομένων πολιτεύσεται ὁ σοφός, ἂν δ’ ὅτι μὴ δέον ἐστί, πάλιν δεικνύντας ὅτι κατ’ ἄμφω τῷ σοφῷ πολιτευτέον. ἢ εἰ μὴ οἷόν τε εἴη κατ’ ἀμφότερα τὰ σημαινόμενα ἢ κατασκευάζειν ἢ ἀναιρεῖν τὸ κείμενον, τότε χρὴ διαιρεῖν καὶ δεικνύναι κατὰ μέν τι τῶν σημαινομένων οὕτως ἔχον αὐτὸ κατὰ δέ τι ἀντικειμένως, ἀλλ’ οὐχ ἁπλῶς, ὡς ἐτέθη· οἷον τὸ πολιτεύεσθαι τὸν σοφὸν κατὰ μὲν τὸ καλὸν δέον, κατὰ δὲ τὸ συμφέρον οὐ δέον· οὕτως γὰρ ἐσόμεθα δεδειχότες ὅτι οὐὸέτερον ἁπλῶς. εἰπὼν δὲ ὡς ἐπὶ δύο ὄντων τῶν σημαινομένων τὸ μὲν τὸ δ᾿ οὑν, προσέθηκενὁδ’ ὁ δ᾿ αὐτὸς λόγος κἂν πλείω ᾖ εἰς ἃ διαιρεῖται· ἐροῦμεν γὰρ ὁμοίως πάλιν ὅτι ‘τὰ μὲν τὰ δ’ οὔ’. Πάλιν ὅσα μὴ καθ’ ὁμωνυμίαν λέγεται πολλαχῶς ἀλλὰ κατ’ ἄλλον τρόπον. ἐπεὶ τῶν πολλαχῶς λεγομένων τὰ μὲν ἐν ὀνόμασι τὸ διττὸν ἔχει, ἃ καλοῦμεν ὁμώνυμα, τὰ δὲ ἐν λόγῳ, ἃ ἀμφίβολα καλεῖν αὐτοῖς ἔθος, εἰπὼν πῶς δεῖ πρὸς τὰ προβλήματα ἐπιχειρεῖν ἐν οἷς ὁμώνυμόν τι κεῖται, νῦν λέγει περὶ τῶν ἐν λόγῳ τὸ διττὸν ἐχόντων, τοῦτ’ ἔστι τῶν ἀμφιβόλων, καὶ πῶς καὶ ἐπὶ τούτων ἢ ἀνασκευάσομεν ἡ κατασκευάσομεν τὸ πρόβλημα ὑπογράφει. ἐπεὶ γὰρ ὁ λόγος ὁ λέγων τὴν αὐτὴν ἐπιστήμην πλειόνων εἶναι πλείω σημαίνει καὶ ἔστιν ἀμφίβολος ἢ γὰρ οὕτως πλειόνων ἡ αὐτὴ καὶ μία ἐπιστήμη ὡς τοῦ τέλους καὶ τῶν πρὸς τὸ τέλος, οἷον οἰκοδομικὴ καὶ οἰκίας ἐστὶν ἐπιστήμη ὡς τέλους καὶ δι’ ὧν οἰκία γίνεται, ἅπερ ἐστὶ πρὸς τὸ τέλος· πλειόνων οὖν ἡ αὐτή. ὁμοίως ἰατρικὴ ὑγείας καὶ τῶν ὑγείας ποιητικῶν, οἷον διαίτης, τομῆς, καύσεως. λέγεται πάλιν μία πλειόνων ἐπιστήμη καὶ ὡς τελῶν, ὡς λέγομεν τῶν ἐναντίων εἶναι τὴν αὐτὴν ἐπιστήμην, ὑγείας μὲν καὶ νόσου τὴν ἰατρικήν, ἡρμοσμένου δὲ καὶ ἀναρμόστου τὴν μουσικήν, εὐεξίας δὲ καὶ καχεξίας τὴν γυμναστικήν· ὁ γὰρ εἰδὼς εὐεξίαν τε καὶ καχεξίαν οὐχ οὕτως οἶδεν ἄμφω ταῦτα ὡς τὸ μὲν ποιητικὸν τὸ δὲ τέλος, ἀλλ’ ὡς ἀμφότερα τέλη· ὡς γὰρ ἡ εὐεξία τέλος ἐστὶ τῶν εὐεκτικῶν, οὕτως καὶ ἡ καχεξία τῶν καχεκτικῶν · εἰ οὖν ἡ γυμναστικὴ ἀμφοτέρων τούτων ἐστὶν ἐπιστήμη, εἴη ἂν ἐπιστήμη δύο τελῶν· καὶ γὰρ εἰ μὴ τέλος τῆς ἀλειτͅτικῆς ἡ γνῶσίς τε καὶ ποίησις τῆς καχεξίας, ἀλλ’ αὐτή γε ἡ καχεξία τέλος ἐστίν· ὥστε καὶ ὁ ἐπιστήμην ἔχων ταύιης ὡς τέλους ἄν ἐπιστήμην ἔχοι· οὐδὲν γὰρ μᾶλλον ἡ εὐεξία τέλος ἐστὶ τῶν εὐεκτικῶν ἢ ἡ καχεξία τῶν καχεξίας ποιητικῶν. πάλιν κατ’ ἄλλο σημαινόμενον λέγεται μία πλειόνων ἐπιστήμη, ὅταν τοῦ μὲν καθ’ αὑτὸ ᾖ τοῦ δὲ κατὰ συμβεβηκός· λέγεται γὰρ ἡ ἐπιστήμη οὐ μόνον τούτων εἶναι ὧν ἐστι προηγουμένως, ἀλλὰ καὶ τῶν τούτοις συμβεβηκότων· ἡ γὰρ ἰατρική ἐστι μὲν προηγουμένως ὑγείας γνωστική, κατὰ συμβεβηκὸς μέντοι καὶ εὐχροίας καὶ εὐπνοίας, ἃ συμβέβηκε τῇ ὑγείᾳ καὶ τῷ ὑγιαίνοντι, ἀλλὰ καὶ ὄντος· καὶ γὰρ τοῦτο τῇ ὑγείᾳ συμβέβηκε. πάλιν τοῦ μὲν δεῖν τὸν ἐπισχημένον χαλᾶν ἢ τὸν νοσοῦντα κούφως τρέφειν καθ’ αὑτό ἐστιν ἡ ἰατρικὴ γνωστική, τοῦ δὲ δεῖν τάδε τινὰ προσφέρειν ὡς χαλαστικά, οἷον μελίκρατον, ἢ τοῖσδε τρέφειν ὡς κούφοις, οἷον ἰχθύσι, κατὰ συμβεβηκός· συμβέβηκε γὰρ τῷ μὲν εἶναι χαλαστικῷ τοῖς δὲ κούφοις τε καὶ εὐδιοικήτοις. καὶ ὁ γεωμέτρης καθ᾿ αὑτὸ μὲν οἶδεν ὅτι τὸ τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς γωνίας, κατὰ συμβεβηκὸς δὲ ὅτι τὸ ἰσόπλευρον· οὐ γὰρ ᾗ ἰσόπλευρον, ταύτῃ δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς γωνίας, ἀλλ’ ᾗ τρίγωνον, ὃ ὑπάρχει τῷ ἰσοπλεύρῳ· εἰδὼς οὖν καθ’ αὑτὸ καθ’ ὃ τρίγωνον, κατὰ συμβεβηκὸς οἶδεν ὅτι τὸ ἰσόπλευρον· συμβέβηκε γὰρ τῷ τριγώνῳ ἰσοπλεύρῳ εἶναι), ἐπεὶ τοίνυν ὁ λόγος οὗτος πλείω σημαίνει καὶ ἔστιν ἀμφίβολος, ὡς ἐδείχθη, χρὴ ὡς ἐπὶ τῶν ὁμωνύμων οὕτως καὶ ἐπὶ τοῦ τοιούτου καὶ ὅλως τῶν ἀμ- φιβόλων ποιεῖν. εἰ γὰρ κατὰ μηδὲν τῶν σημαινομένων δείξαιμεν μίαν ἐπιστήμην τῶνδέ τινων πλειόνων ὄντων οὖσαν, εἴημεν ἂν καθόλου ἀνῃρηκότες τὸ εἶναι τὴν αὐτὴν ἐπιστήμην πλειόνων ὄντων]. ἢ δείξαντες κατὰ τὶ τῶν σημαινομένων μὴ οὖσαν μίαν τῶνδέ τινων πλειόνων ὄντων, εἴημεν ἄν καὶ οὕτως ἀτῃρηκότες τὸ πᾶσαν. πάλιν δέ, ἄν ᾖ κείμενον τὸ τήνδε τὴν ἐπιστήμην μὴ εἶναι τῶνδε πλειόνων ὄντων, δείξαντες κατὰ τὶ τῶν σημαινομένων οὖσαν αὐτὴν πλειόνων ὄντων τῶνδε ἐπιστήμην εἴημεν ἂν πάλιν ἀνῃρηκότες τὸ κείμενον. οἷον ἄν λέγῃ τις τὴν ἰατρικὴν ἐπιστήμην εἶναι ὑγείας καὶ εὐεξίας, ἄν δείξωμεν ὅτι μήτε τοῦ μὲν ὡς ποιητικοῦ τοῦ δὲ ὡς τέλους τούτων ἐστὶ μήτε ὡς δύο τελῶν οὐ γάρ ἐστιν ἡ εὐεξία ἐναντία τῇ ὑγείᾳ οὐδὲ τέλος τῶν ἀντικ̀ειuὅ́νων τοῖς ὑγιεινοῖς, ἅπερ ἐστὶ τὰ νοσώδη· οὕτως δὲ ἡ αὐτὴ πλειόνων ὡς τελῶν), ἀλλὰ μηδὲ ὡς τοῦ μὲν καθ’ αὑτὸ τοὺ δὲ κατὰ συμβεβηκός οὐ γὰρ συμβέβηκε τῇ ὑγείᾳ ἡ εὐεξία), ἀνῃρηκότες ἂν εἴημεν τὸ κείμενον. ὁμοίως πάλιν, ἂν λέγῃ τις τὴν οἰκοδομικὴν οἰκίας τε καὶ ὑγείας ἐπιστήμην εἶναι. ὡς δὲ ἐπὶ τούτου τοῦ παραδείγματος οὕτως δεῖ ποιεῖν ἐπὶ πάντων τῶν ἀμφιβόλων τῶν ἐχόντων τινὰ ζήτησιν. Δεῖν δέ φησι τὴν διαίρεσιν ποιούμενον τῶν τοιούτων καὶ οὕτως λεγομένων μὴ εἰς πάντα τὰ σημαινόμενα διαιρεῖν ἀλλ’ εἰς τὰ χρήσιμα πρὸς τὸ προκείμενον. εἰ μὲν γὰρ εἴη προκείμενον ἡμῖν κατασκευάσαι τὸ προβλημα, εἰς ταῦτα ἐφ’ ὧν οἷοί τε ἐσόμεθα δεῖξαι τὸ προκείμενον καὶ κατασκευάσαι, διαιρετέον· εἰ δὲ ἀνασκευάσαι, πάλιν ταῦτα ληπτέον ἐφ’ ὧν <ἂν> δυναίμεθα δεῖξαι ὅτι μὴ ὑπάρχει τὸ τιθέμενον ὑπάρχειν. εἰ μὲν γὰρ εἴη κείμενον τὸ τὴν ἰατρικὴν εἷναι ὑγείας καὶ εὐχροίας, διαιροῦντα τὸ πλειόνων όνων εἶναι τὴν αὐτὴν ἐπιστήμην ἢ ὡς τελῶν ἢ ὡς τοῦ μὲν τέλους τοῦ δὲ πρὸς τὸ τέλος κατ’ οὐδέτερον γὰρ τούτων τῶν τρόπων ἡ ἰατρικὴ ὑγείας τε καὶ εὐχροίας ἐστί) δεῖ ἀνασκευάζειν τὸ πρόβλημα· εἰ δέ τις πάλιν λέγοι μὴ εἶναι τὴν ἰατρικὴν ὑγείας καὶ εὐχροίας, αὐτὸν δεικνύντα ὅτι μία ἐπιστήμη πλειόνων λέγεται, ὅταν τοῦ μὲν καθ’ αὑτὸ τοῦ δὲ κατὰ συμβεβηκός, οὕτως δὲ καὶ ἡ ἰατρικὴ τῶν προκειμένων ἐστί. δύναταί τις καὶ ὡς καθόλου λεγομένου τοῦ διαιρεῖσθαι δὲ ὁσαχῶς χρήσιμον ἐπὶ πάντων τῶν πολλαχῶς λεγομένων ἀκούειν, ὥς τισιν ἔδοξεν, οὐκ ἐπὶ μόνου τοῦ ἐπιστήμην εἶναι μίαν πλειόνων. διττοῦ γὰρ ὄντος τοῦ ‘ἐπίσταμαι πάντα τὸν τὰς πλείους εἰληφότα ψήφους ὅτι νενίκηκεν’ ἢ γὰρ καθ’ ὃ ὥρισται τοῦτο καθόλου, ἢ ὅτι τοὺς καθ’ ἕκαστον πάντας, ὅπερ οὐχ οἷόν τε), χρὴ ἐπὶ τοῦτο ἄγοντας δεικνύναι ὅτι ‘καὶ μὴν τόνδ’ οὐκ οἶδας ὅτι νενίκηκεν· οὐκ ἄρα πάντας νενικηκότας καὶ τὰς πλείους εἰληφότας ψήφους ἐπίστασαι᾿. ὅμοιον τοῦτο, οὗ καὶ αὐτοῦ Θεόφραστος ἐν τῷ Περὶ τῶν ποσαχῶς μέμνηται, τὸ ἐπίστασθαι πᾶν τρίγωνον ὅτι δυσὶν ὀρθαῖς ἴσας ἔχει τὰς τρεῖς γωνίας· ἢ γὰρ ὡς καθόλου ἢ ὡς καθ’ ἕκαστα πάντα. ἀνασκευάζειν οὗν θέλοντας τὸ ὅτι ὁ γεωμέτρης ἐπίσταται πᾶν τρίγωνον δυσὶν ὀρθαῖς ἴσας ἔχον τὰς τρεῖς γωνίας, χρὴ ἐπὶ τὰ καθ’ ἕκαστα μετάγειν τὸν λόγον καὶ γὰρ τοῦτο σημαίνεται) καὶ λαβόντας ὅτι ὃ μὴ οἶδέ τις ὅτι ἐστὶ τρίγωνον, οὐδ’ εἰ δυσὶν ὀρθαῖς ἴσας ἔχει οἷδε, τόδε τι προχειρισαμένους λέγειν ὅτι ‘τοῦτο δὲ οὐκ οἷδεν· οὐδ’ ἄρα, εἰ δυσὶν ὀρθαῖς ἴσας ἔχει, οἶδεν· οὐ πᾶν ἄρα οἷδε᾿. δεῖν δέ φησι καὶ ἐπὶ τούτων ὥσπερ καὶ ἐπὶ τῶν ὁμωνύμων οὕτω ποιεῖσθαι τὴν διαίρεσιν, ἂν λανθάνῃ ποσαχῶς λέγεται. ἂν γὰρ ᾖ γνώριμον τὸ ποσαχῶς λέγεται, κατάφωροι παράγοντές τινα καὶ πρὸς τὸ χρήσιμον αὑτοῖς ποιούμενοι τὴν διαίρεσιν ἐσόμεθα. ὅταν οὖν ᾖ γνώριμα τὰ σημαινόμενα, πάντα ἐκθέμενοι ἐφ’ ὧν μὲν δείξομεν οὕτως ἔχον, ἐφ’ ὧν δὲ μὴ δυνάμενον οὕτως ἔχειν, ὡς εἶπεν ἐπὶ τῶν ὁμωνύμων, ἂν μὴ ἐπὶ πάντων ὁμοίως οἷόν τε ᾖ· οὕτως γὰρ οὐ δόξομεν εὐπορεῖν λόγων πρὸς τὸ πρόβλημα. Καὶ εἶναι δὲ τόδε τοῦδε ἢ μὴ εἶναι ἑκτῶν αὐτῶν τόπων κατασκευαστεον. Χρησάμενος τοῦ ἀμφιβόλου παραδείγματι τῷ τὴν αὐτὴν ἐπιστήμην πλειόνων εἶναι καὶ δείξας κατὰ πόσα σημαινόμενα τὴν αὐτὴν οἷόν τε λέγεσθαι πλειόνων ἐπιστήμην καὶ γὰρ ὅτι “τοῦ τέλους καὶ τῶν πρὸς τὸ τέλος” καὶ ὅτι τῶν ἀντικειμένων ὡς τελῶν καὶ ὅτι “ὡς τοῦ καθ’ αὑτὸ καὶ κατὰ συμβεβηκός”), καθόλου φησὶν ἐκ τούτων τῶν τόπων κατασκευαστέον ἢ ἀνασκευαστέον καὶ τὸ εἶναι τόδε τοῦδε. οἷον ἄν τὴν ἰατρικὴν ποιητικὴν ὑγείας ἢ ὅλως τινὸς ἐπιστήμην κατασκευάσαι θέλωμεν, δείξομεν κατά τι τούτων τὴν ἰατρικὴν ποιητικὴν τῆς ὑγείας ἢ ὅ τι ἂν ᾖ τὸ δεικνύμενον ἐπιστήμην οὖσαν· ἢ γὰρ ὡς τέλους, ὡς τῆς ὑγείας εἴη δ’ ἂν καὶ τῆς νόσου οὕτως ὡς ἐναντίου τῷ τέλει), ἢ ὡς πρὸς τὸ τέλος, ὥς τινος τῶν ὑγείας ποιητικῶν, ἢ ὡς κατὰ συμβεβηκός, ὡς τῆς εὐχροίας, ὡς ἐάν γε μήτε ὡς πρὸς τὸ τέλος συντελοῦντος τοῦ προκειμένου <ᾖ> ἡ ἰατρικὴ ἐπιστήμη μήτε ὡς τέλους μήτε ὡς κατὰ συμβεβηκός, οὐδ’ ἄν· τὴν ἀρχὴν εἴη ἡ ἰατρικὴ τοῦ προκειμένου. ὅτι γοῦν οὐκ ἔστιν ἡ ἰατρικὴ ἐπιστήμη μελῶν τε καὶ ῥυθμῶν, δείκνυμεν διὰ τοῦ μήτε πρὸς τὸ τέλος τὸ τῆς ἰατρικῆς συντελεῖν τι ταῦτα μήτε τέλη αὐτῆς εἶναι μήτε συμβεβηκέναι αὐτὰ ἐκείνων τινί, ἡ τῷ τέλει ἢ τῶν πρὸς τὸ τέλος τινί. ὁμοίως, ἄν λέγῃ τις τὴν ῥητορικὴν ἐπιστήμην δικαίων, δείξαντες ὅτι μήτε ὡς τέλους ἐστίν οὐ γὰρ τέλος ῥητορικῆς τοῦτο), μήτε ὡς ποιητικοῦ τέλους οὐ γὰρ τὰ δίκαια ποιητικὰ τοῦ τῆς ῥητορικῆς τέλους), ἀνεσκευακότες ἄν εἴημεν τὸ πρόβλημα· οὐδὲ γὰρ κατὰ συμβεβηκός ἐστιν αὐτῆς· οὐ γὰρ συμβέβηκε τῷ τέλει τῆς ῥητορικῆς τὸ δίκαιον. πάλιν εἰ ἡ ἐπιθυμία εἶναι λέγοιτό τινος, ἢ ὡς τέλους εἴη ἄν αὐτοῦ ἢ ὡς τῶν πρὸς τὸ τέλος ἢ κατὰ συμβεβηκός· οὗ γὰρ ἄν ᾖ ἡ ἐπιθυμία, ἢ ὡς τέλους εἴη <ἄν,> ὑγείας, ἢ ὡς τῶν πρὸς τὸ τέλος, οἷον τοῦ τμηθῆναι ἢ καθαρθῆναι, δι’ ὧν ἡ ὑγεία γίνεται, ἡ κατὰ συμβεβηκός, ὡς ὁ φιλόγλυκυς οἴνου ἐπιθυμεῖ· οὐ γὰρ ᾗ οἶνος, ἀλλὰ διότι γλυκύς, διὰ τοῦτ’ αὐτοῦ ὡς φιλόγλυκυς ἐπιθυμεῖ· συμβέβηκε γὰρ τῷ ἐπιθυμουμένῳ ὑπ’ αὐτοῦ τοῦτο δὲ ἦν τὸ γλυκύ) οἴνῳ εἶναι. ὅτι γὰρ μὴ καθ’ ὃ οἶνος ἐπιθυμεῖ αὐτοῦ, δῆλον ἐκ τοῦ τοῦ αὐστηροῦ οἴνου μὴ ἐπιθυμεῖν τὸν φιλόγλυκυν οὐδὲν ἔλαττον οἴνου καὶ αὐτοῦ ὄντος· ἀλλὰ καὶ διὰ τοῦ γλυκέος τινὸς καὶ μὴ οἴνου ὄντος ἐπιθυμεῖν αὐτὸν δεικνύοιτ’ ἄν τὸ αὐτό. τὸ δὲ καὶ ὅσα ἄλλα λέγεται πλειόνων πρόσκειτι, ἵνα μὴ ἐπιστήμης μόνον καὶ ἐπιθυμίας ὁ λόγος ἡ <ἢ> τούτων μόνον ἃ πλειόνων ὄντα ἐστὶ τῶν προειρημένων, ἢ ὡς τέλους ἢ ὡς πρὸς τὸ τέλος ἡ κατὰ συμβεβηκός, ἀλλὰ καὶ εἴ τινα ἄλλα πλειόνων ἐστὶν ἄνων τινῶν καὶ μὴ τούτων ὥσπερ ἡ αἴσθησις· οὖσα γὰρ πλειόνων ἄλλων ἐστί· πλειόνων γὰρ ἡ αἴσθησις, ὅτι ἢ τοῦ ἰδίου ἡ τοῦ κοινοῦ ἢ τοῦ κατὰ συμβεβηκός. καὶ αὐτὸς οὕτως δείκνυσι, φέρε εἰπεῖν ὅτι μή ἐστιν ἀκοὴ χρωμάτων ἀντιληπτική· οὔτε γὰρ ὡς ἰδίου αἰσθητοῦ ἴδιον γὰρ αὐτῆς οἱ ψόφοι) οὔτε ὡς κοινοῦ οὐ γάρ ἐστι κοινὸν αἰσθητὸν τὸ χρῶμα· τὸ γάρ τινος αἰσθήσεως ἴδιον οὐ κοινόν), ἀλλ’ οὐδὲ κατὰ συμβε- βηκός· οὐ γὰρ συμβέβηκε τοῖς ψόφοις τὸ χρῶμα. ἀλλὰ καὶ τὸ κενὸν δεικνύοις ἄν μὴ ὂν αἴτιον κινήσεως τῷ τετραχῶς λεγομένου τοῦ αἰτίου κατὰ μηδένα τῶν τρόπων τὸ κενὸν αἴτιον εἶναι τῇ κινήσει. τοῦτον δὲ τὸν τόπον ἐν τοῖς πρός τι χρήσιμόν φησιν εἶναι· τὸ γάρ τί τινος λέγειν εἶναι καὶ ἄλλο ἄλλου ἐν τοῖς πρός τι. οὕτως, κἂν λέγῃ τις ἐπιθυμεῖν τινα νόσου, ἀνασκευάσομεν δείξαντες ὅτι μήτε ὡς τέλους μήτε ὡς πρὸς τὸ τέ- λος μήτε κατά τι συμβεβηκὸς οἷόν τέ τινα ἐπιθυμεῖν νόσου. Ἔτι ἔτι τὸ μεταλαμβάνειν εἰς τὸ γνωριμώτερον ὄνομα. Ὁ τόπος ἐκ μεταλήψεως· ἐπεὶ γάρ πὰν εὐς͂πιχ̀ειργτότερον γίνεται σαφέστερον γενόμενον, φησὶ δεῖν μεταλαμβάνειν τὸ ἀσαφέστερον εἰς τὸ σαφέστερον καὶ οὕτως ἐπιχειρεῖν πειρᾶσθαι· εὐπορωτέρα γὰρ ἡ πρὸς τὸ σαφὲς ἐπιχείρησις. χρήσιμος δὲ ἡ εἰς τὸ σαφὲς μετάληψις ὁμοίως καὶ πρὸς ἀνασκευὴν καὶ πρὸς κατασκευήν· καὶ γὰρ ἀνασκευάσαι τι βουλόμενοι μεταλαβόντες εἰς τὸ σαφέστερον ῥᾷον δείξομεν καὶ ·κατασκ̓ευάσίι. ἀνασκευάσαι μὲν γὰρ βουλόμενοι καὶ δεῖξαι, ὅτι ὁ σπουδαῖος οὐκ ἔστι πολυπράγμων, τὴν πολυπραγμοσύνην μεταλαβόντες εἰς φιλοπραγμοσύνην ῥᾷον τὸ προκείμενον. ὁ μὲν γὰρ πολυπράγμων οὐδέπω φανερὰν ἁμαρτίαν σημαίνειν δοκεῖ, εἴ γε πολυπράγμων μέν ἐστιν ὁ ἐν πολλοῖς κυλιόμενος πράγμασιν, δύναται δὲ τοῦτο καὶ ἀπὸ τύχης τινὶ περιγενέσθαι· ὁ δὲ φιλοπράγμων διάθεσιν ἤδη καὶ οἰκειότητα τὴν πρὸς τὰ πράγματα δηλοῖ καὶ σπουδὴν καὶ αἵρεσιν, ὃ ἀλλότριον τοῦ σπουδαίου. πάλιν δὲ εἰ κατασκευάσαι βουλοίμεθα ὅτι πᾶσα ὑπόληψις τοῦ σπουδαίου ἀκριβής, ἐπεὶ τὸ ἀκριβὲς οὐδέπω γνώριμον δοκεῖ γὰρ καὶ τὸ ἀναγκαῖον σημαίνειν· ἀκριβὴς γὰρ δοκεῖ εἶναι ἡ δι’ ἀναγκαίων γενομένη, ὃ οὐ πᾶσα σπουδαίου ὑπόληψις ἔχει· γίνονται γὰρ ὑπολήψεις τῷ σπουδαίῳ καὶ περὶ τῶν ἐνδεχομένων), μεταλαμβάνοντες λαμβάνοντες τὸ ἀκριβὲς εἰς τὸ σαφὲς ἢ εἰς τὸ ἀληθὲς εὐκολώτερον τὸ προκείμενον δείξομεν· πᾶσα γὰρ ἡ τοῦ σπουδαίου ὑπόληψις σαφής τε καὶ διηρθρωμένη καὶ ἀληθής. ὁμοίως καὶ πρὸς τὸν οἰκείαν τινὰ ὑπόληὐιν περί τινος ἐκτιθέμενον, οἷον περὶ ἡὸονῆς ὁποία αὐτῷ εἶναι δοκεῖ, ὁ μὲν λέγων ἀκριβῆ αὐτοῦ τὴν ὑπόληψιν εἶναι οὐδέπω γνωρίμως λέγει· εἰ δὲ τὸ ἀκριβὲς εἰς τὸ σαφὲς μεταλάβοι, γνώριμον ἄν ὃ λέγει ποιήσειεν. ἔστι δὲ καὶ τὸν μὲν σπουδαῖον φιλοπράγμονα δεῖξαι, μεταλαβόντας τὴν φιλοπραγμοσύνην εἰς πολυπραγμοσύνην τὸ γὰρ καὶ περὶ τῶν οὐρανίων τε καὶ πύσει συνεστώτων ἐξετάζειν τε καὶ ζητεῖν πολυπραγμονεῖν ἐστι· τοιοῦτος δὲ ὁ σπουδαῖος), τὴν δὲ τοῦ σπουδαίου ὑπόληψιν οὑ σαφῆ, μεταλαμβάνοντας τὸ σαφὲς εἰς τὸ ἀκριβές· εἰ γὰρ τὸ μὲν ἀκριβὲς ἀναγκαῖον, οὐ πᾶσα δὲ ὑπόληψις τοῦ σπουδαίου * * * ἀκριβὴς εἴη, ὥστε οὐδὲ σαφής. τούτῳ ἰῷ τόπῳ χρωμένους ἔνεστι δεικνύναι ποτὲ μὲν ὅτι x003E; σπουδαῖος οὐ σώσρων, μεταλαβόντας τὸν σώφρονα εἰς τὸν ἐγκρατῆ· εἰ γὰρ τοῦ μὲν ἐγκρατοῦς οὐ συμφωνεῖ τὰ μέρη τῆς ψυχῆς πρὸς ἀληλα, τοῦ δὲ σπουδαίου συμφωνεῖ, οὐκ ἄν εἴη ὁ σπουδαῖος ἐγκραιής· ὥστε οὑδὲ σώφρων, εἰ ταὐτὸν ἡ σωφροσύνη τῇ ἐγκρατεία. πάλιν δ’ αὖ δεικνύναι τις δυνήσεται τὸν σπουδαῖον ἐγκρατῆ μεταλαβὼν τὴν ἐγκράτειαν εἰς τὴν σωφροσύνην, εἴ γε ὁ μὲν σπουδαῖος ἐν ὁμολογίᾳ τῶν τῆς ψυχῆς δυνάμεων πρὸς ἀλλήλας εἴη, ἡ δὲ τῶν τῆς ψυχῆς δυνάμεων ὁμολογία πρὸς ἀλλήλας σωφροσύνη. οὕτως καὶ ὁ Δημοσθένης κατασκευάσαι βουληθείς, ὅτι μὴ δεῖ χάριν ἔχειν Φιλίππῳ ὑπὲρ ὧν ἔδωκε, μετέλαβε τὸ ‘ἔδωκεν᾿ εἰς τὸ ‘ἀπέδωκεν᾿. ἀλλὰ καὶ ὁ Θουκυδίδης, βουληθεὶς παροξῦναι τοὺς Ἀθηναίους πρὸς τοὺς Μιτυληναίους, τὴν ἀπόστασιν αὐτῶν εἰς τὴν ἐπανάστασιν μετέλαβε. καὶ ἡ συνήθεια δὲ πλήρης τῆς τοιαύτης χρήσεως μεταλαμβανόντων ἀεὶ τὰ ὀνόματα εἰς τὰ ἐμφαντικώτερα, τὸ τέμνειν εἰς τὸ κατατέμνειν καὶ τὸ ἐσθίειν εἰς τὸ κατεσθίειν καὶ τὸ μειδιᾶν εἰς τὸ γελᾶν · μεταλαμβάνουσι δὲ καὶ τὸν μὲν πανοῦργον εἰς τὸν φρόνιμον τὸν δὲ τολμηρὸν εἰς τὸν ἀνδρεῖον, καὶ τὸν μὲν πρᾷον εἰς τὸν ἀργὸν καὶ ἀκίνητον τὸν δὲ ἐλευθέριον εἰς τὸν ἄσωτον, καὶ τὸν οἰκονομικὸν εἰς τὸν ἀνελεύθερον. οὕτως καὶ ὁ Καλλικλῆς ἐν τῷ Γοργίᾳ παρὰ τῷ Πλάτωνι τοὺς σώφρονας εἰς τοὺς ἠλιθίους μεταλαμβάνει. Πρὸς δὲ τὸ δεῖξαι τὰ ἐναντία τῷ αὐτῷ ὑπάρχοντα. τόπον τινὰ ἡμῖν παραδίδωσιν, ᾧ χρῆσθαι δυνησόμεθα πρὸς τὰ προβλήματα, ἐν οἷς πρόκειται δεῖξαι τὰ ἐναντία τῷ αὐτῷ ὑπάρχοντα, οἷον ὅτι περὶ αἴσθησίν ἐστιν ὀρθότης καὶ ἁμαρτία ἢ περὶ ὑπόληψιν τἀληθές τε καὶ τὸ ψεῦδος. ὁ δὲ τόπος οὗτός φησι δεῖν ἐπισκοπεῖν εἰ τῷ γένει του προκειενου, ο τι ἄν ᾖ γένος αὐτοῦ, τἀναντία υπαρχει, κὰν ᾖ τοῦτο οὕτως ενχον, δεικνύναι χρωμένους αὐτῷ ὅτι καὶ περὶ τὸ προκείμενόν ἐστι τἀνανιία. οἷον ἐπεὶ τὸ αἰσθ́νεσθικρίνειν τί ἐστι (γένος γὰρ τῆς αἰσθήσεως ἡ ἡ κρίσις· κρίνομεν γὰρ οὐκ αἰσθήσει μόνον ἀλλὰ καὶ νῷ), κρίνειν δὲ ἔστι καὶ ὀρθῶς καὶ ἡμαρτημένως, εἴη ἂν καὶ τῷ αἰσθάνεσθαι ἄμφω ὑπάρχοτα. πάλιν εἰ ὑπόληψις ἐστι ψευδὴς καὶ ἀληθής, εἴη ἂν καὶ δόξα· εἶδος γὰρ ὑπολήψεως ἡ δόξα. οὕτως μὲν οὖν ἀπὸ τοῦ γένους ἔστιν ὁρμωμένους περὶ τοῦ εἴδους δεῖξαι ὅτι αὐτῷ τἀναντία ὑπάρχει. ἔστι δὲ καὶ ἀνάπαλιν ἀπὸ τοῦ εἴδους περὶ τοῦ γένους δεικνύναι. ζητουμένου γὰρ εἰ διάθεσις ἔστι φαύλη καὶ σπουδαία, εὑρόντες ἐπὶ εἴδους τινὸς τῆς διαθέσεως ἄμφω ταῦτα διὰ τούτου ἄν δεικνύοιμεν ὅτι καὶ τῇ διαθέσει ἄμφω ὑπάρχει. οἷον ἐπεὶ ἡ τέχνη εἰδός ἐστι τῆς διαθέσεως διαθέσεις γὰρ οὐ μόνον αἱ ἐπίστημί τε καὶ τέχναι ἀλλὰ καὶ αἱ ἀρεταί), ὑπάρχει δὲ τῇ τέχνῃ τὸ φαῦλόν τε καὶ τὸ σπουδαῖον τῶν γὰρ τεχνῶν αἱ μέν εἰσι φαῦλαι αἱ δὲ σπουδαῖαι· αὐτὸς γὰρ τῷ τῆς ἐπιστήμης ὀνόματι κοινότερον ἀντὶ τῆς τέχνης χρῆται), ὑπάρχοι ἂν καὶ τῇ διαθέσει γένει οὔσῃ τῆς τέχνης τὸ φαῦλόν τε καὶ τὸ σπουδαῖον. ὁμοίως πάλιν, εἰ τῇ δόξῃ τὸ ψεῦδός τε καὶ τὸ ἀληθές, ὑπάρχοι ἄν καὶ τῇ ὑπολήψει. εἰπὼν δὲ γίνεσθαι τὴν κατασκευὴν τοῦ τὰ ἀντικείμενά τινι ὑπάρχειν καὶ ἀπὸ τοῦ γένους τῷ εἴδει καὶ ἀπὸ τοῦ εἴδους τῷ γένει, φησὶ τὸν μὲν ἀπὸ τοῦ γένους ἐπὶ τὸ εἶδος μεταβαίνοντα καί, διότι τῷ γένει τὰ ἀντικείμενα ὑπάρχει, ἀξιοῦντα καὶ τῷ εἴδει αὐτοῦ ὑπάρχειν ψευδῆ εἶναι, τὸν δὲ ἀπὸ τοῦ εἴδους. ἐπὶ τὸ γένος μεταβαίνοντα ἀληθῆ. καὶ τούτου τὴν αἰτίαν ἀποδίοωσιν. ὅτι γὰρ μὴ ἀναγκαῖον, ὅσα τῷ γένει ὑπάρχει, καὶ τῷ εἴδει ὑπάρχειν, διὰ τοῦτο οὐκ ἀληθὴς ὁ πρῶτος. ὅσα μὲν γὰρ ἐν τῇ οὐσίᾳ τοῦ γένους ἐστὶ συμπληροῦντα αὐτοῦ τὸ εἶναι, ταῦτα ἀνάγκη καὶ τῷ εἴδει ὑπάρχειν, ἐπειδὴ τὰ γένη συνωνύμως τῶν εἰδῶν κατηγορεῖται. ὅσα δὲ συμβέβηκε τῷ γένει, οὐ πάντως ταῦτα καὶ ἑκάστῳ τῶν εἰδῶν αὐτοῦ ἀνάγκη συμβεβηκέναι· συμβεβηκέναι γὰρ τῷ γένει λέγεται καὶ ὅσα ἑνί τινι εἴδει τῶν ἐν τῷ γένει συμβέβηκεν ἢ καὶ ἐν τῇ οὐσίᾳ ἐστὶν αὐτοῦ· οἷον τῷ ζῴῳ συμβέβηκε τὸ λευκόν, ἐπεὶ ὁ κύκνος ζῷον ὢν λευκός ἐστι, ἀλλ’ οὐ διὰ τοῦτο καὶ πᾶσι τοῖς τοῖς ὑπὸ τὸ ζῷον. τὰ δὴ οὕτως συμβεβηκέναι λεγόμενα τῷ γένει οὐκ ἀνάγκη καὶ τῷ εἴδει συμβεβηκέναι. ἀλλ’ οὐδὲ ὅσα ὑπάρχει τῷ γένει τῷ ἐν τῇ οὐσίᾳ εἶναί τινος εἴδους, τῶν ὑπ’ αὐτό τινι. ὡς συμβεβηκότα δὲ ὑπάρχει τῷ γένει καὶ τὰ ἀντικείμενα· οὐ γὰρ οἷόν τε ἐν τῇ οὐσίᾳ τινὸς γένους εἶναι τὰ ἀντικείμενα οὕτως γὰρ ἄν ἅμα τε εἴη τὰ ἀντικείμενα καὶ ἀχώριστα ἀλλήλων), ἀλλ’ ὅτι τῶν ὑπὸ τὸ γένος τὰ μὲν τοῖά ἐστι τὰ δὲ τοῖα, οἷον τὰ μὲν σπουδαῖα τὰ δὲ φαῦλα, ἢ τὰ μὲν λευκὰ τὰ δὲ μέλαν, τούτῳ λέγεται τὰ ἀντικείμενα εἶναι ἐν τῷ γένει. ἀλλὰ καὶ τὸ διαιρεῖσθαι ταῖς ἀντικειμέναις διαφοραῖς οὕτως ὑπάρχει τῷ γένει· οὕτως γὰρ ἐν τῷ ζῴῳ τὸ τετράπουν τε καὶ μή. διὸ οὐχ ἱκανὸν πρὸς δεῖξιν τοῦ τὰ ἀντικείμενα τῷ εἴδει ὑπάρχειν τὸ δεῖξαι τῷ γένει αὐ- τοῦ τὰ ἀντικείμενα ὑπάρχειν. ὁ μέντοι δείξας τῷ εἴδει τινὸς γένους ὑπάρ- χοντα τὰ ἀντικείμενα πάντως ἔχει δεδειμγένον τὸ καὶ τῷ γένει αὐτοῦ ὑπάρχειν αὐτά. ἐπεὶ γὰρ τὸ εἶδος ὑπὸ τὸ γένος ἐστίν, ἀνάγκη καὶ πάντα τὰ τῷ εἴδει ὑπάρχοντα καὶ ἐν τῷ γένει εἶναι καὶ ὑπ’ αὐτό· καθόλου γὰρ ἀληθὲς τὸ ὅσα ἐν τῷ εἴδει ἐστί, καὶ ἐν τῷ γένει εἶναι. εἰ μὲν γὰρ ἦν ταὐτὸν τὸ ἔν τινι εἷναι τῷ παντὶ ὑπάρχειν, οὐκ ἄν ἦν ἀληθὲς τὸ ὅσα ἐν τῷ εἴδει, καὶ ἐν τῷ γένει· τὸ γὰρ λογικὸν καὶ δίπουν ἐν ἀνθρώπῳ μέν ἐστιν, οὐκέτι δὲ καὶ ἐν ζῴῳ ἄν ἦν, ἐπεὶ μὴ παντὶ ζῴῳ ὑπάρχει· ἀλλ’ οὐδὲ τὸ λευκὸν ἄν ἦν ἐν ἀνθρώπῳ, ὅτι μὴ ἐν παντί· τοὐναντίον γὰρ ἄν ἀληθὲς ἦν τὸ ὅσα ἐν τῷ γένει, καὶ ἐν τῷ εἴδει. ἐπεὶ δὲ μὴ ταὐτόν ἐστι τὸ γὰρ εἶδος ἐν τῷ γένει ἐν ᾧ ἐστι, καὶ ὁ ἄνθρωπος ἐν τῷ ζῴῳ μέν, οὐ μὴν πᾶν ζῷον ἄνθρωπός ἐστιν, οὐδὲ πᾶν γένος εἶδος), ἀνάγκη ὁμολογεῖν ὅτι, ὅσα ἐν ἰῷ εἴδει ἐστίν, καὶ ἐν τῷ γένει ταῦτά ἐστι, περιεχόμενα ὑπ’ αὐτοῦ. δείξας δὲ πρὸς τὰς κατασκευὰς τὸν μὲν ἀπὸ τῶν γενῶν περὶ τῶν εἰδῶν κατασκευάζοντα τόπον ψευδῆ τὸν δὲ ἀπὸ τῶν εἰδῶν περὶ τῶν γενῶν ἀληθῆ, ἀνάπαλίν φησιν ἔχειν ἐπὶ τῶν ἀνασκευῶν. τὸν μὲν γὰρ ὃ μὴ ὑπάρχει τῷ γένει, τοῦτο μὴ ὑπάρχειν μηδὲ τῷ εἴδει δεικνύντα ἀληθῆ εἶναι· ὃ γὰρ μή ἐστιν ἐν ζῴῳ ὅλως. οὐδὲ ἐν ἀνθρώπῳ· τὸν δὲ ὃ μὴ ὑπάρχει τῷ εἴδει, τοῦτο πειρώμενον δεικνύναι, ὅτι μηδὲ τῷ γένει ὑπάρχει, ψευδῆ· τὸ γὰρ τετράπουν ἡ τὸ ἄλογον οὐχ ὑπάρχει μὲν ἀνθρώπῳ, οὐ μὴν διὰ τοῦτο οὐδὲ ζῴῳ. αἴτιον δὲ τούτου τὸ ἐπὶ πλέον εἷναι τὸ γένος τοῦ εἴδους. ὃ μὲν γὰρ ὑπάρχει ἰῷ ἐπὶ πλέον τινὸς ὄντι, τοῦτο οὐκ ἀνάγκη ὑπάρχειν καὶ τῷ ἐπ’ ἔλαττόν τε καὶ ὑπ’ αὐτό, εἰ μὴ παντὶ ὑπάρχει τῷ ἐπὶ πλέον· ὃ δὲ τῷ ἐπ’ ἔλαττον ὄντι καὶ δπό τι κοινὸν ὑπάρχει, τοῦτο ἀνάγκη καὶ ἐν] τῷ ἐπὶ πλέον ὄντι καὶ περιέχοντι τοῦτο ὑπάρχειν. πάλιν δ’ αὗ, ὃ μὴ ὑπάρχει τῷ ἐπὶ πλέον ὄντι, οὐδ’ ἂν τῶν ὑπ’ αὐτό τινι ὑπάρχοι· εἰ γὰρ ὑπάρχει τῷ ἐπ’ ἔλαττον, ἀνάγκη ἐν ἐκείνῳ τὸ εἶὸος ὅπερ τὸ γένος εἶναι. εἰ δέ τι μὴ ὑπάρχει τῷ ἐπ’ ἔλαττον ὄντι, οὐκ ἀνάγκη μὴ ὑπάρχειν τῷ ἐπὶ πλέον· ἄλλῳ γάρ τινι ὑπάρχον τῶν ὑπὸ τὸ γένος δύναται ἐν ἐκείνῳ εἶναι. οἷον ἐπεὶ τῷ ζῴῳ οὐχ ὑπάρχει τὸ ἄψυχον, οὐδὲ τῶν ὑπὸ τὸ ζῷόν τινι· ὁμοίως, ἐπεὶ τὸ χωρὶς αἰσθήσεως εἶναι οὐχ ὑπάρχει τῷ ζῴῳ, οὐδὲ τῶν εἰδῶν τινι αὐτοῦ ὑπάρχει. ἂν δὲ διαβάλλειν τις πειρώμενος τὰ προειρημένα λέγῃ τῷ μὲν ἀνθρώπῳ ὑπάρχειν τὸ ὑπὸ τὸ ζῷον εἶναι, οὐκέτι δὲ καὶ τῷ ᾠῷ οὐ γάρ ἐστι τὸ ζῷον ὑπὸ τὸ ζῷον), ῥητέον ὅτι καὶ τῷ ζῴῳ ὑπάρχει τὸ ὑπὸ τὸ ζῷον εἶναι. εἰ γὰρ τινὶ ζῴῳ, <καὶ ζῴῳ> ὑπάρχει· τῷ δὲ ἀνθρώπῳ τινὶ ζῴῳ ὄντι ὑπάρχει καὶ τὸ ὑπὸ τὸ ζῷον εἶναι· ὥστε καὶ ζῴῳ· οὐ γὰρ ἔκειτο τοῦτο ἔν τινι εἶναι ὃ ἐν παντὶ αὐτῳ ἐστιν. Ἐπεὶ δὲ ἀναγκαῖον, ὧν τὸ γένος κατηγορεῖται, καὶ τῶν εἰδῶν τι κατηγορεῖσθαι. Ὁ τόπος τοιοῦτος· ἐπεὶ τὰ γένη οὐκ ἔστιν αὐτὰ καθ’ ἑαυτά, ἀλλ’ ἐν τοῖς εἴδεσιν αὐτοῖς, ὧν κατηγορεῖται, τὸ εἶναι, ἀναγκαῖον, εἰ τὸ γένος ὡς γένος τινὸς κατηγορεῖται, τούτου καὶ εἶδός καταηγορεῖσθαι, εἰ μὴ προσεχὲς εἶδος εἴη αὐτὸ τοῦ κατηγορουμένου γένους· τοῦ γὰρ ζῴου πτηνοῦ κατηγορεῖται μὲν τὸ ζῷον, οὐ μὴν καὶ εἶδος αὐτοῦ κατηγορεῖται, ἐπεὶ αὐτὸ προσεχὲς εἶδός ἐστι τοῦ ζῴου· ὃ παρέλιπε προσθεῖναι, ὅτι μηδὲ χρήσιμον αὐτῷ πρὸς τὸν παραδιδόμενον τόπον ἦν. ἢ καὶ τούτου τὸ εἶδος κατηγορεῖται, εἴ γε αὐτὸ μὲν αὑτοῦ κατηγορεῖται, εἶδος δέ ἐστιν αὐτὸ τοῦ ζῴου. ὄντων δὴ τῶν γενῶν τοιαύτης φύσεως, ἀναγκαίως φησὶ καὶ ὅσα ἔχειν λέγεται γένος τι, τοῦτ’ ἔστιν οἷς ὑπάρχειν τε καὶ συμβεβηκέναι λέγεται γένος τι, τούτοις πάντως καὶ τῶν εἰδῶν τι τῶν τοῦ γένους ὑπάρχειν τε καὶ συμβεβηκέναι. ἀλλὰ καὶ ὅσα παρωνύμως ἀπό τινων γενῶν λέγεται οὕτως δὲ λέγεται οἷς συμβέβηκέ τι γένος), ἀνάγκη ταῦτα καὶ ἀπὸ εἴὸους τινὸς τῶν ἐκείνου τοῦ γένους παρωνύμως λέγεσθαι. οἷον εἰ ἐπισιήμη τινὶ ὑπάρχειν λέγεται, ἀνάγκη τούιῳ καὶ εἶδός τι τῶν ὑπὸ τὴν ἐπιστήμην ὑπάρχειν, ἢ μουσικὴν ἢ γραμματικὴν ἢ ἄλλην τινά· εἰ γὰρ μηδὲν εἶδος ἐπιστήμης ὑπάρχει τινί, οὐδ’ ἂν ὅλως ἐπιστήμη αὐτῷ ὑπάρχοι. ἀλλὰ κἄν παρωνύμως τις ἀπὸ τῆς ἐπιστήμης λέγηται ὡς ὁ ἐπισιήμων, τοῦτον ἀνάγκη καὶ ἀπό τινος τῶν τῆς ἐπισιήμης εἰδῶν παρωνύμως λέγεσθαι· ἢ γὰρ γραμματικὸν ἢ μουσικὸν ἢ γεωμέτρην ἢ ἀπ’ ἄλλης τινὸς ἐπιστήμης· εἰ γὰρ ἀπὸ μηδεμιᾶς, οὐδ’ ἄν τὴν ἀρχὴν ἐπιστήμων λέγοιτο. λαβὼν δὲ τὸ καθόλου καὶ εἰπὼν οἷον εἴ τινος ἐπιστήμη κατηγορεῖται, καὶ γραμματικὴ ἢ μουσικὴ ἢ τῶν ἄλλων τις ἐπιστημῶν κατηγορηθήσεται, μετέβη ἐπὶ τὰ ὡς συμβεβηκότα κατηγορούμενα εἰπὼν καὶ εἴ τις ἔχι ἐπιστήμην ἢ παρωνύμως ἀπὸ τῆς ἐπιστή- μὴς λέγεται· ὅταν γὰρ τινος ἡ ἐπιστήμη οὕτως κατηγορηται ὡς συμβεβηκυῖα αὐτῷ καὶ ὡς ἐχομένη ὑπ’ αὐτοῦ, τούτου ἀνάγκη τῶν ἐν εἴδει τῆς ἐπιστήμης οὐσῶν ἐπιστημῶν κατηγορεῖσθαί τινα. ἐπεὶ γὰρ ἀληθὲς τοῦτο καθόλου, τὸ οὗ οὗ καταηγορεῖταί τι γένος, τούτου καὶ εἶδός τι κατηγορεῖσθαι καὶ μὴ δύνασθαι γένος τι εἶναι ἐν ὑποστάσει μὴ εἴδους τινὸς ὄντος, ἀληθὲς γίνεται καὶ τὸ ᾧ συμβεβηκέναι λέγεταί τι γένος, τούτῳ συμβεβηκέναι τι καὶ τῶν τοῦ γένους ἐκείνου, καὶ τοῦτο, εἴτε μετὰ τοῦ προσθεῖναι τὸ ὑπάρχειν καὶ συμβεβηκέναι τὴν τοῦ γένους γένους κατηγορίαν ποιοῖτο, εἴτε καὶ μὴ προστιθείη μὲν τὸ ὑπάρχειν παρωνύμως δὲ αὐτὸ ἀπὸ τοῦ γένους λέγοι· αἱ γὰρ παρώνυμοι κατηγορίαι, ὡς εἶπε καὶ ἐν ἀρχῇ τοῦδε τοῦ βιβλίου, ἀπὸ συμβεβηκότων. Ἐὰν οὖν τι τεθῇ λεγόμενον ἀπὸ τοῦ γένους ὁπωσοῦν. Τὸ ὁπωσοῦν δηλωτικόν ἐστι τοῦ ‘εἴτε παρωνύμως εἴτε καὶ τῷ ὑπάρχειν αὐτῷ τὸ γένος προστίθεσθαι᾿. καὶ παραδείγματι δὲ τῷ παρωνύμῳ ἐχρήσατο· ὁ γὰρ τὴν ψυχὴν κινεῖσθαι λέγων παρώνυμον τὸ κινεῖσθαι τῆς κινήσεως ὂν τῆς ψυχῆς κατηγορεῖ. ὅμοιος δὲ ὁ λόγος, κἄν τῇ ψυχῇ ὑπάρχειν ἢ συμβεβηκέναι τὸ κινεῖσθαί τις λέγῃ. ὄντος δὴ τοιούτου τοῦ προβλήματος χρὴ ἐπὶ τὰ εἴδη τῆς κινήσεως ἐπιβλέψαντα ἔστι δὲ ταῦτα αὔξησις, μείωσις, φορά, ἀλλοίωσις, γένεσις καὶ φθορά· κοινότερον γὰρ νῦν καὶ ταύτας κινήσεις λέγει, ὥσπερ καὶ αὐτὴν τὴν κίνησιν γένος) † εἶναι ἀπό τινος τούτων οἷον τότε τῆς ψυχῆς παρώνυμον τὴν κατηγορίαν ποιεῖσθαι εἴη γὰρ ἄν κατασκευαζόμενον τὸ κινεῖσθαι αὐτήν), οἷον εἰ γίνεται ἢ φθείρεται ἡ ψυχή, εἰ αὔξεται ἢ μειοῦται, εἰ ἀλλοιοῦται, εἰ φέρεται· εἰ δὲ μηδὲν τούτων, ἀνασκευάζοιτ’ ἄν καὶ τὸ κείμενον τὴν ἀρχήν, τὸ κινεῖσθαι αὐτήν. εἴ δὴ κατὰ Ξενοκράτην ψυχή ἐστιν ἀριθμὸς αὑτὸν κινῶν, ἢ αὔξοι ἄν αὑτὸν ἢ μειοῖ ἢ ἀλλοιοῖ ἢ φέροι ἢ φθείροι ἢ γεννῴη. ἀλλ’ οὔτε αὔξει τι αὐτὸ αὑτό ὑπὸ γάρ τινος προστιθεμένου τὸ αὐξόμενον αὔξεται, ὃ ἐκτός ἐστι τοῦ αὐξανομένου· ἔτι ὁ αὐξόμενος ἢ μειούμενος ἢ ἀλλοιούμενος μεταπίπτοι ἄν εἰς ἄλλον ἀριθμὸν καὶ ἐξίσταιτο τῆς οἰκείας οὐσίας καὶ τοῦ εἶναι οὗτος ὃς ἦν), ἀλλ’ οὐδὲ γεννᾶν τι αὑτὸ ἢ φθείρειν δυνατόν, ἀλλ’ οὐδὲ φέρεσθαί τι οἷόν τε ὑφ’ ἑαυτοῦ, ὥστε οὐδὲ τὸν ἀριθμόν. ἢ οὕτως μὲν ὁ ὁρισμὸς ἂν εἴη τῆς ψυχῆς ἀνασκευαζόμενος καὶ ὁρικὸν τὸ πρόβλημα. εἰ δέ τις λέγοι συμβεβηκέναι τῇ ψυχῇ οὐσίᾳ οὔσῃ τὸ κινεῖσθαι, δείξαντες ὅτι μήτε αὔξεται μήτε μειοῦται μήτε κατὰ τόπον κινεῖται μήτε γίνεται ἢ φθείρεται οὐδὲν γὰρ ἀσώματον οἷόν τε τούτων τι πάσχειν), δείξαντες δὲ <καὶ> ὅτι μηδὲ ἀλλοιοῦται ἡ γὰρ ἀλλοίωσις κατὰ τὰς διαφοράς, ἃς οὐ δέχεται ἡ ψυχὴ τῷ ἀσώματος εἶναι), ἀνεσκευακότες ἄν εἴημεν τὸ κείμενον. ἀλλὰ καὶ εἰ λέγοι τις τὸν θεὸν ἐμπαθῆ, δεῖ αὐτὸν ἢ ἥδεσθαι ἢ λυπεῖσθαι ἡ φοβεῖσθαι ἢ ἐπιθυμεῖν · εἰ δὲ μηδὲν τούτων εὔλογον τῷ θεῷ ὑπάρχειν, ἀναιροῖτ’ ἄν καὶ τὸ εἶναι αὐτὸν ἐμπαθῆ. πάλιν εἰ ὁ ἁμαρτάνων ἀκουσίως ἁμαρτάνειν λέγοιτο, δεῖ αὐτὸν ἢ βία ἢ δι’ ἄγνοιαν ἁμαρτάνειν· ταῦτα γὰρ τοῦ ἀκουσίου εἴδη· καὶ εἰ μὲν βίᾳ, ἔξωθεν δεῖ τὴν αἰτίαν ἔχειν καὶ μηδὲν αὐτὸν πρὸς τοῦτο συντελεῖν· τοιοῦτον γὰρ τὸ βίᾳ· εἰ δὲ δι’ ἄγνοιαν, τὰ καθ’ ἕκαστα δεῖ ἀγνοεῖσθαι, ἐν οἷς ἡ πρᾶξις· ὁ γὰρ τῇ τοῦ καθόλου ἀγνοίᾳ ἁμαρτάνων, εἰ καὶ ἀγνοῶν ἁμαοιάνει, ἀλλ’ οὐ δι’ ἄγνοιαν ἀλλὰ δι’ αὑτόν· αὐτὸς γὰρ τῆς τοιαύτης ἀγνοίας αἴτιος, ὡς ἐν τῷ τρίτῳ τῶν Νικομαχείων ἠθικῶν δέδεικται, διὸ οὐδὲ συγγινώσκεται· εἰ δὴ ὁ ἀκρατὴς μήτε βία μήτε δι᾿ ἄγνοιαν ἁμαρτάνει, οὐδ’ ἂν ἄκων ἁμαρτάνοι. οὕτω δ’ ἀὶαιροῖι’ ἂν τὸ εἶναι τὰ ἁμαρτήματα ἀκούσια. Ὅτι δὲ καὶ πρὸς ἀνασκευὴν καὶ πρὸς κατασκευὴν χρήσιμος ὁ τόπος, πρόδηλον. δείξαντς μὲν γάρ, ὅτι μηδὲν τῶν τοῦ γένους εἰδῶν ὑπάρχει τῷ προκειμένῳ, ἀνῃρηκότες ἂν εἴημεν τὸ πρόβλημα· εἰ δέ τι τῶν τοῦ γένους εἰδῶν ὑπάρχον δειχθείη τῷ προκειμένῳ, κατεσκευασμένον ἂν εἴη τὸ ὑπάρχειν τὸ γένος αὐτῷ. Μὴ εὐποροῦντι δὲ ἐπιχειρήματος πρὸς τὴν θέσιν. Δοκεῖ τοῦ ἀπὸ τῶν ὁρισμῶν τόπου ἤδη ἐν τοῖς προειργασμένον μεμνημονυκέναι δι’ ὧν εἶπεν ‘‘ἄλλος τὸ λόγους ποιεῖν τοῦ τε συμβεβηκότος καὶ ᾧ συμβέβηκεν, ἢ ἀμφοτέρων καθ’ ἑκάτερον ἢ τοῦ ἑτέρου”· ἀπὸ γὰρ τῶν ὁρισμῶν ὡς ἀπὸ φανερωτέρων ἐν ἐκείνῳ τε τῷ τόπῳ ἠξίωσε τὰς ἐπιχειρήσεις ποιεῖσθαι, ἐνταῦθά τε τὸ αὐτὸ λέγει. ἔστι δὲ τοῦτο οὐχ ὁρικὸν ἀλλὰ δι’ ὁρισμοῦ τοῦ συμβεβηκότος ἀνασκευὴ ἢ κατασκευή· ταῦτα δὲ ὁρικὰ ἐν οἷς ζητεῖται εἰ ὁρισμὸς τὸ κείμενον· ἡ δὲ χρῆσις τοῦ ὁρισμοῦ οὐχ ὁρικόν. εἴη δ’ ἂν προστιθέμενον διὰ τούτου τοῦ τόπου τὸ πλείοσι τοῦ αὐτοῦ ὅροις χρῆσθαι δεῖν οὐχ ὡς τῇ ἀληθείᾳ πλειόνων ὅρων τοῦ αὐτοῦ ὄντων ἀλλ’ ὡς κατὰ δόξαν· διὰ τοῦτο γὰρ προσέθηκεν ἢ τῶν δοκούντων. τῶν γὰρ τοῦ προκειμένου φερομένων ὁρισμῶν τὸν χρησιμώτερον πρὸς τὸ προκείμενον λαβόντας δεῖν ἀξιῶ ἀπὸ τούτου ἐπιχειρεῖν πρὸς τὸ πρόβλημα τὸ κείμενον, ὃ θέσιν εἶπε πάλιν, ἢ κατασκ̀ευάζ̣οντα αὐτὸ ἢ ἀνασκευάζοντα. ἔστι δὲ ἡ ἀπὸ τῶν ὅρων ἐπιχείρησις ῥᾳδία καὶ πολλὰς ἀφορμὰς ἔχουσα. οἷον κειμένου τοῦ ἴσα εἶναι τὰ ἄπειρα ὁριστέον τὸ ἴσον πρὸς τὸ χρήσιμον ἡμῖν εἰς τὸ προκείμενον· διὸ ἀνασκευάζοντα μὲν τὸ πρόβλημα ὁριστέον ἴσα εἶναι τὰ τῶν ἴσων ὄντα μέτρων · οὐ γὰρ οἷόν τε οὕτως ἴσα εἶναι τὰ ἄπειρα τῷ τὴν ἀρχὴν μηδὲ μετρητὰ εἶναι· εἰ δὲ κατασκευάζειν βουλοίμεθα, τὰ ἴσα] τὰ μήτε ὑπερβάλλοντα μήτε ἐνδέοντα· οὕτως γὰρ ἔχει καὶ τὰ ἄπειρα πρὸς ἄλληλα. ἀξιοῖ δὲ μὴ εὐποροῦντας ἐπιχειρημ́των πλείους ὁρισμοὺς τοῦ αὐτοῦ λαμβάνειν· ἀπὸ γὰρ πλειόνων εὐκολωτέρα ἡ τῶν πρὸς τὸ προκείμενοι εὕρεσις. οἷον ζητουμένου εἰ ἡδονὴ ἀγαθόν, τῆς ἡδονῆς ἀποδοτέον πλείους ὅρους, τοῦτο μὲν ὅτι λεία κίνησις, τοῦτο δὲ ὅτι “γένεσις εἰς φύσιν αἰσθητή”, τοῦτο δὲ ὅτι ἄλογος διάχυσις, τοῦτο δὲ ὅτι “ἐνέργεια τῆς κατὰ φύσιν ἕξεως ἀνεμπόδιστος’’ ἢ ὅτι τὸ παρακολουθοῦν τέλος ταῖς τελευταίαις ἐνεργείαις. πλειόνων γὰρ ἀποδοθέντων ὅρων ῥᾷον εὐπορήσομεν καὶ πρὸς τὸ <κατασκευάζειν καὶ πρὸς τὸ> γοῦν ἐκ τῶν ἀποδεδομένων ὅρων περὶ τῆς ἡδονῆς καὶ ὅτι μή ἐστιν ἀγαθὸν ἐπιχειρεῖν καὶ ὅτι ἀγαθόν. δύναται τὸ μὴ εὐποροῦντι δὲ ἐπιχειρήματος εἰρηκέναι οὐχ ὡς ἄλλου τινὸς τόπου μνημονεύων ἀλλ’ ὡς προστιθεὶς τῷ προειρημένῳ. εἰ γὰρ διαιρούμενοι τὰ γένη εἰς τὰ εἴδη μηδέπω φανερῶς ἀνακευάζειν δυναίμεθα τὸ πρόβλημα τῷ καὶ ἐπὶ τῶν εἰδῶν ἀμφισβήτησίν τινα παταλείπεσθαι (οἱ γοῦν λέγοντες κινεῖσθαι τὴν ψυχὴν οὔ φασι δεόντως λαμβάνειν τοὺς λέγοντας αὐτὴν μὴ ἀλλοιοῦσθαι· ἀλλοιοῦσθαι γὰρ αὐτὴν καὶ ὀργιζομένην καὶ λυπουμένην καὶ ἡδομένην καὶ μανθάνουσαν καὶ μνημονεύουσαν καὶ δοξάζουσαν), ἐπεὶ τοίνυν ἀμφισβητήσιμον δοκεῖ τοῦτο εἶναι, τὸ πότερον αὐτὴ ἡ ψυχὴ ταῦτα πάσχει ἢ ὁ τὴν ψυχὴν ἔχων, ὁ ὀργιζόμενος ἢ λυπούμενος, ὥς φαμεν, ἀφεμένους φησὶ τοῦτο δεῖν ὁρίζεσθαι τὸ κινεῖσθαι, τί ποτέ ἐστι, καὶ λαβόντας τοὺς ἀποδιδομένους ὁρισμοὺς τοῦ κινεῖσθαι τούτων ἐπιλεξαμένους τὸν χρησιμώτατον πρὸς τὸ προκείμενον ἀπὸ τούτου τὴν ἐπιχείρησιν ποιεῖσθαι, οἷον ὅτι κινεῖσθαί ἐστι τὸ μεταβάλλειν τόπον ἐκ τόπου · τοιούτου γὰρ τεθέντος τοῦ κινεῖσθαι οὐχ οἷόν τε τὴν ψυχὴν κινεῖσθαι· σωμάτων γὰρ ἡ κατὰ τόπον μεταβολή. Σκοπεῖν δὲ περὶ τοῦ προκειμένου, τίνος ὄντος ἀνάγκη τὸ προκείμενον εἶναι. Ὁ μὲν τόπος ἐστὶν ἐξ ἀκολουθίας. διπλοῦς δ’ ἐστί· καὶ γὰρ κατα- σκευαστικός ἐστι καὶ ἀνασκευαστικός. προκειμένου γάρ τινος προβλήμα- τος, ὃ βουλόμεθα ἢ κατασκευάσαι ἢ ἀνασκευάσαι, φησὶ δεῖν σκοπεῖν καὶ ζητεῖν τίσι τοῦτο τὸ προκείμενον ἕπεται, καὶ τίνα πάλιν αὐτῷ οὕτως ἕπεται. κἄν μὲν βουλώμεθα αὐτὸ κατασκευάσαι, δεικτέον τι τούτων ὂν οἷς τοῦιο ἕπεται· πάντως γὰρ ἐκείνου τεθέντος ἔσται καὶ τοῦτο, ἐπεὶ ἕπεται αὐτῷ· εἰ γὰρ τὸ ἡγούμενον, καὶ τὸ ἑπόμενον κατὰ τὸν πρῶτον λεγόμενον ἀνπόδεικτον ὄντα ἐξ ἀκολουθίας κατασκευαστικόν. οἷον εἰ εἴη τὸ πρόβλημα πότερον πᾶσα ἡδονὴ ἀγαθὸν ἢ οὔ, βουλοίμεθα δὲ δεικνύναι πᾶσαν οὖσαν ἀγαθόν, ζητητέον τίνι ἕπεται τὸ πᾶσαν ἡδονὴν ἀγαθὸν εἶναι, κατασκευαστέον· οἷον εἰ ἕπεται τῷ πᾶσαν ἡδονὴν κατὰ φύσιν εἶναι, τοῦτο οὕτως ἔχον δεικτέον · δειχθέντος γὰρ τούτου ἔσται συναποδεδειγμένον αὐτῷ καὶ τὸ πᾶσαν ἡδονὴν ἀγαθὸν εἶναι. ὁμοίως κἂν κατασκευασθῇ πᾶσα εἶναι αἱρετή, ἕποιτ’ ἂν πάλιν τὸ ἀγα θὸν εἶναι πᾶσαν. οὕτως καὶ Πλάτων ἐν μὲν τῷ Φαίδωνι βουλόμενος δεῖξαι τὰς ψυχὰς ἐν “Αιδου οὔσας τε καὶ σωζομένας ἔλαβεν, ᾧ τοῦτο ἕπεσθαι ᾤετο, τὸ ἐκ τῶν τεθνεώτων τοὺς ζῶντας γίνεσθαι· τοῦτο δὲ κατεσκεύασε διὰ τοῦ τὰ ἐναντία ἐκ τῶν ἐναντίων γίνεσθαι, ἐναντία δὲ εἶναι τὸ ζῆν καὶ τὸ τεθνάναι. ἐν δέ γε τῷ Μένωνι πάλιν βουλόμενος δεῖξαι τὰς ἀρετὰς διδακτὰς ἔλαβεν ᾧ τοῦτο ἕπεται· ἔστι δὲ τοῦτο τὸ ἐπιστήμας αὐτὰς εἶναι· εἰ γὰρ αἱ ἀρεταὶ ἐπιστῆμαι, διδακταὶ αἱ ἀρεταί. τοῦτο δὲ ὃ λαμβάνει κατασκευασθείη ἄν οὕτως· ὁ ἄριστα τὴν ψυχὴν διακείμενος πάντων τῶν προσηκόντων τε καὶ δεόντων ἐπιστήμην ἔχει· ὁ δὲ τὰς ἀρετὰς ἔχων ἄριστα τὴν ψυχὴν διάκειται· ὁ τὰς ἀρετὰς ἄρα ἔχων πάντων τῶν δεόντων ἐπιστήμην ἔχει· ἡ ἀρετὴ ἄρα πάντων τῶν δεόντων ἐστὶν ἐπιστήμη. ἔστι τὸ αὐτὸ καὶ οὕτως δεῖξαι· οὗ παρουσία ἐπιστήμων τίς ἐσιιν, ἐπιστήμη τοῦτο· ἀρετῆς δὲ παρουσίᾳ ἐπιστήμονες τῶν δεόντων γίνονται· ἡ ἀρετὴ ἄρα ἐπιστήμη. ἀλλὰ καὶ οἱ ῥήτορες τούτῳ τῷ τόπῳ χρῶνται ἐν πολλοῖς. ἀνδροφονίας γοῦν ἐγκαλοῦντές τινι, οἷς ἕπεται τοῦτο, ταῦτα δεικνύουσιν, οἷον ὅτι ἐχθρός, ὅτι ἐπίβουλος, ὅτι ὤφθη ξίφος ἔχων ἐν ἐκείνῳ τῷ χρόνῳ καὶ τόπῳ τόπῳ πολλάκις. καὶ μοιχεία ἐγκαλοῦντες κατασκευάζουσιν ὅτι καλλωπιστής· ἕπεσθαι γὰρ δοκεῖ. οὕτως καὶ οἱ τὸ κενὸν κατασκευάζοντες ἡγούμενοι ἕπεσθαι τοῦτο τῇ κινήσει τὸ κίνησιν εἶναι λαμβάνουσιν. κατασκευάζοντες μὲν οὗν τὸ πρόβλημα τὸ ᾧ ἕπεται τὸ προκείμενον, ἐκεῖνο εἶναι δείξομεν. εἰ δὲ ἀνασκευάζουσιν, πάλιν ληψόμεθα τὰ ἑπόμενα τῷ προκειμένῳ ἡμῖν εἰς ἀνασκευήν, καὶ δείξαντες ἐκεῖνα μὴ ὄντα ἀνεσκευακότες ἂν εἴημεν καὶ τὰ προκείμενα· εἰ γὰρ μὴ τὸ ἑπόμενον, οὐδὲ τὸ ἡγούμενον κατὰ τὸν δεύτερον λεγόμενον ἀναπόδεικτον, ὅς ἐστιν ἐξ ἀκολουθίας ἀνασκευαστικός. οἷον εἰ προκείμενον ἡμῖν εἴη δεῖξαι τὸ μὴ πᾶσαν ἡδονὴν ἀγαθὸν εἶναι, δείξαντες τὸ ἑπόμενον τῷ πᾶσαν ἡδονὴν ἀγαθὸν εἶναι μὴ ὂν δεδειχότες ἄν εἴημεν τὸ προκείμενον· οἷον ἕπεται τῷ πᾶσαν ἡδονὴν ἀγαθὸν εἶναι τὸ καὶ τὰς τῶν κιναίδων ἀγαθὰς εἶναι· <ὃ> ὅτι μὴ οὕτως ἔχει λαβόντες ἀνῃρηκότες ἂν εἴημεν τὸ πᾶσαν ἡδονὴν ἀγαθὸν εἶναι. πάλιν ὅτι μὴ σύμμετρος ἡ διάμετρος τῇ πλευρᾷ δείξαι βουλόμενοι, λαβόντες τῷ σύμμετρον εἶναι τὸ ἑπόμενον καὶ δείξαντες ἄτοπον τοῦτο ὂν ἀναιροῦῳν τὸ εἶναι τὴν διάμετρον σύμμετρον τῇ πλευρᾷ. ἕπεται γὰρ αὐτῷ τὸ τὰ περιττὰ τοῖς ἀρτίοις ἴσα εἶναι, ὡς ἐν τοῖς εἰς τὰ Ἀναλυτικὰ δέδεικται· ἀδύνατον δὲ τοῦτο· ἀδύνατον ἄρα καὶ τὸ ᾧ τοῦτο ἕπεται. πάλιν δείξαντες ἑπόμενον τῷ κενὸν εἶναι τὸ ἰσοταχῆ γίνεσθαι τὰ ἀνισοβαρῆ, ἐπεὶ ἄτοπον τοῦτο, ἀναιροῦμεν τὸ κενὸν εἶναι. οὕτως καὶ Πλατῶν ἐν Πολιτείᾳ ἀναιρεῖ τὸ τὴν ἀδικίαν εὐβουλίαν εἶναι λαβὼν τὸ ἑπόμενον αὐτῷ, τὸ τὴν δικαιοσύνην κακοβουλίαν εἶναι, καὶ δείξας οὐχ οὕτως ἔχον. ἀλλὰ καὶ ὅτι μὴ ἡ ἐγκράτεια ἀρετή, διὰ τῆς τοῦ ἑπομένου τῷ τὴν ἐγκράτειαν ἀρετὴν εἶναι ἀναιρέσεως δείκνυται· εἰ γὰρ ἀρετὴ ἡ ἐγκράτεια, ὁμολογουμένη διάθεσις ἂν εἴη · οὐκ ἔστι δὲ τοιαύτη· οὐδὲ ἀρετὴ ἄρα. ἀλλὰ καὶ ὅτι τοῦ χρώματος μή ἐστιν ὁρισμὸς τὸ ἴδιον ὄψεως. αἰσθητόν, οὕτως δείκνυται· εἰ γὰρ ἐν τούτῳ αὐτῷ τὸ εἶναι, πρός τί ἐστι τὸ χρῶμα· οὐκ ἔστι δὲ πρός τι· ποιότης ἄρα. ἢ ἡ τοιαύτη· δεῖξις ὁρική. ἀλλὰ καὶ εἰ ἕπειαι τῷ τὴν ἀρετὴν αὐτάρκη πρὸς εὐδαιμονίαν εἶναι τὸ μὴ εἶναι εὔλογον ἐξαγωγήν, εἰ ἔστιν εὔλογος ἐξαγωγή, οὐκ ἂν εἴη αὐτάρκης πρὸς εὐδαιμονίαν ή ἀρετή. Ἔτι ἐπὶ τὸν χρόνον ἐπιβλέπειν, εἴ που διαφωνεῖ. Eἰπὼν περὶ τοὐ ἐξ ἀκολουθίας ἀνασκευαστικοῦ τόπου, ὃς ἐκ τῆς ἀναιρέσεως τῶν ἀκολουθούντων γίνεται, προστιθησι τῷ προειρημένῳ τόπον ἀνασκευαστικὸν καὶ τὸν ἀπὸ τοῦ χρόνου, ὅς ἐστιν, εἰ τὸ τιθέμενον ἐξ ἀνάγκης ἕπεσθαί τινι διαφωνεῖ κατὰ τὸν χρόνον ὡς ὄντος τοῦ ἑτέρου θάτερον μὴ εἶναι· οὐ γὰρ ἔτι ἄν εἴη τὰ οὕτως ἔχοντα ἐπ’ ἴσης. οἷον εἰ εἴη τιθέμενον τὸ τοῖς τρεφομένοις ἐξ ἀνάγκης ἕπεσθαι τὸ αὔξεσθαι, ἀναιρήσομεν τοῦτο δείξαντές τινα τρεφόμενα μέν, οὐκ αὐξόμενα δέ· τὰ γὰρ παρηβηκότα τῶν ζῴων τρέφεται μέν οὐδὲ γὰρ ἂν ἦν), οὐ μὴν ἔτι αὐξεται. ἀλλὰ καὶ ὅτι τῷ ἐπίστασθαι οὐχ ἕπεται τὸ μεμνῆσθαι οὐδὲ ὁ ἐπιστάμενος πάντως μέμνηται, ἀπὸ τοῦ χρόνου δείκνυται, εἴ γε μνήμη μέν ἐστι τῶν παρεληλυθότων μόνων, ἐπιστήμη δὲ καὶ τῶν ἐνεστώτων καὶ τῶν μελλόντων· ὁ γὰρ ἀστρολό γος καὶ τῆς μελλούσης ἐκλείψεως ἐπιστήμην ἔχει. ἀλλὰ καὶ ὅτι οὐχ ἕπεται τῇ μαθήσει ἀνάμνησιν εἶναι· αἱ μὲν γὰρ ἀναμνήσεις γεγονότων μόνων, μαθήσεις δὲ καὶ μελλόντων· τῆς γὰρ μελλούσης ἐκλείψεως ἔστι μάθησις. ἀλλ’ οὐδὲ τῇ αἰσθήσει τὸ ἐπιστήμην εἷναι· ἡ μὲν γὰρ ἐκ γενετῆς, αἱ δὲ ἐπιστῆμαι ὕστερον. ἀλλ’ οὐδὲ τῇ ὀρέξει ἡ προαίρεσις διὰ ταυτον· ὕστερον γὰρ ἡ προαίρεσις, ἐκ γενέτης δὲ ἡ ὄρεξις. οὕτως δὲ οὐδὲ τῷ αἰσθητικῷ τὸ αἰσθάνεσθαι· αἰσθητικοὶ μὲν γάρ ἐσμεν καὶ κοιμώμενοι, αἰσθανόμενοι δὲ οὔ. Ἔτι σοφιστικὸς τρόπος, τὸ ἄγειν εὶς τὸ τοιοῦτο πρὸς ὃ εὐπορήσομεν ἐπιχειρημάτων. Ὁ τόπος, ὃν νὺν παραδίδωσιν, ἐστὶ τὸ μειαφέρειν τὸ πρόβλημα καὶ τὸν λόγον πρὸς τοῦτο πρὸς ὃ εὐποροῦμεν ἐπιχειρημάτων. ὃν σοφιστικὸν εἶπεν εἶναι τρόπον, ἐπεὶ τοῖς σοφισταῖς σύνηθες τὸ καταλιπόντας τὸ περὶ τοῦ προκειμένου ποιεῖσθαι τοὺς λόγους μετάγειν αὐτοὺς καὶ μεταφέρειν πρὸς τοῦτο πρὸς ὃ εὐποροῦσιν ἐπιχειρημάτων, ὡς ἐν τῷ Πρωταγόρᾳ τῷ Πλάτωνος ὁ Πρωταγόρας ποιεῖ, ποτὲ μὲν μύθους τινὰς διεξιών, ποτὲ δὲ περὶ διδράσκων τὸ περὶ τῶν προκειμένων προβλημάτων κατ’ ἐρώτησιν καὶ ἀπόκρισιν τοὺς λόγους ποιεῖσθαι. τὸ μὲν οὖν μεταβαίνειν ἀπὸ τῶν προκειμένων ἐπὶ ἄλλο τινὰ πρὸς ὃ εὐπορεῖ ἐπιχειρημάτων τε καὶ λόγων, οὐ μὴν χρήσιμον πρὸς τὸ προκείμενον, ἄντικρυς σοφιστικόν. γίνεται δέ ποτε καὶ ἀναγκαία ἡ μετάληψις καὶ μετάβασις, ὅταν εἰς τοιοῦτον γίνηται ὃ κατασκευασθὲν χρήσιμόν ἐστι πρὸς τὸ ἐξ ἀρχῆς κείμενον. διὸ καίτοι σοφιστικὸν ὄντα καθόλου τὸν τόπον ἐν τοῖς διαλεκτικοῖς τίθησι· διαλεκτι- κοῦ γὰρ ἡ εἰς τοιαῦτα μετάληψις δι’ ὧν δειχθέντων τὸ ἐξ ἀρχῆς κείμενον συγκατασκευάζεται. ὡς γὰρ αὐτός φησι, ποτὲ μὲν εἰς ἀναγκαῖόν τε καὶ χρήσιμον πρὸς τὸ ἐξ ἀρχῆς κείμενον ἡ τοιαύτη μετάληψις γίνεται, ποτὲ δὲ εἰς φαινόμενον ἀναγκαῖον οὐκ ἀναγκαῖον δέ, ποτὲ δὲ εἰς φανερῶς ἀλλότριον καὶ οὔτε ἀναγκαῖον εἰς τὸ προκείμενον οὔτε φαντασίαν παρέχον ἀναγκαίου, ὅσπερ τρόπος τῆς μεταλήψεως φανερῶς ἐστι σοφιστικός. εἰς ἀναγκαῖον μὲν οὖν ἡ μετάληψις γίνεται, ὅταν ἐρωτήσαντός τινος πρότασιν συντελοῦσαν πρὸς τὴν δεῖξιν τοῦ προκειμένου μὴ συγχωρῇ ὁ αποκρινόμενος, ὁ δὲ περὶ αὐτῆς ταύτης τὸν λόγον μεταβὰς ποιῆται κατασκευάζων αὐτήν, τυγχάνῃ δὲ καὶ εὐπορῶν πρὸς αὐτὴν ἐπιχειρημάτων· δῆλοι γὰρ ὅτι ἡ κατασκευὴ τῆς τοιαύτης προτάσεως συντελεῖ τι πρὸς τὸ ἐξ ἀρχῆς πρόβλημα, εἴ γε προέτεινεν αὐτὴν ὁ ἐρωτῶν ὡς δι’ αὐτῆς δείξων τὸ προκείμενον. οἷον εἰ πρόβλημά τις κατασκευάζων τὸ πᾶσαν ἡδονὴν ἀγαθὸν εἶναι λαμβάνοι εἰς τὴν τοῦδε δεῖξιν τὸ πᾶν τὸ κατὰ φύσιν ἀγαθὸν εἶναι, ὁ δὲ ἀποκρινόμενος μὴ συγχωρήσειεν, εὐποροίη δὲ μᾶλλον πρὸς τὴν τοῦδε κατασκευὴν ὁ ἐρωτῶν καὶ μεταβὰς περὶ τοῦ πᾶν τὸ κατὰ φύσιν ἀγαθὸν εἶναι συλλογίζοιτο, δεικνὺς τοῦτο μὲν ὅτι τὸ κατὰ φύσιν ἑκάστῳ οἰκεῖόν ἐστι, τὸ δ’ οἰκεῖον ἑκάστῳ ἀγαθόν, τοῦτο δὲ ὅτι τὸ παρὰ φύσιν ἑκάστῳ κακὸν ἐκείνῳ καὶ φθαρτικὸν αὐτοῦ, εἰ δὲ τὸ παρὰ φύσιν κακόν, τὸ κατὰ φύσιν ἀγαθόν· εἰ γὰρ τῷ ἐναντίῳ τὸ ἐναντίον, καὶ τὸ ἐναντίον τῷ ἐναντίῳ. ἡ γὰρ τοιαύτη μετάβασις χρήσιμος πρὸς τὴν ἐξ ἀρχῆς θέσιν· εἰ γὰρ μὴ συγχωρηθείη τοῦτο, οὐχ οἷόν τε τὸ προκείμενον δειχθῆναι. ἀναγκαῖον (ouv) πρὸς τὴν ἐξ ἀρχῆς θέσιν τόδε δεῖξαι. πάλιν ἄν βουλόμενός τις δεῖξαι ὅτι ἡ ψυχὴ ἀθάνατος λαμβάνῃ ὅτι κινεῖται πρὸς τὸ δεῖξαι ὅτι καὶ ὑφ’ ἑαυιῆς, μὴ συγχωρῇ δέ τις αὐτὴν κινεῖσθαι, ὁ δὲ εὐπορῶν πρὸς αὐτὸ ἐπιχειρημάτων μεταλαβὼν πρὸς τοῦτο ποιῆται τοὺς λόγους δεικνὺς ὅτι κινεῖται, τοῦτο μὲν νοοῦσα, τοῦτο δὲ μανθάνουσα, τοῦτο δὲ ἡδομένη καὶ λυπουμένη, τοῦτο δὲ αἰσθανομένη, τοῦτο δὲ ἐλπί- ζουσα, τοῦτο δὲ φοβουμένη· εἰς γὰρ ἀναγκαῖον πρὸς τὸ προκείμενον ἡ μετάληψις ἡ τοιαύτη. καὶ ἔστιν ὁ τοιοῦτος τρόπος ἰῆς μεταβάσεως ἀπ- γωγή, ὡς εἴρηκεν ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν. To δὲ ὁμοίωςδὲ καὶὅτανἐπαγωγὴνπρόςτι διὰτοῦ προκει- μένου- ποιησάμενος ἀναιρεῖν ἐπιχειρῇ τοιοῦτον ἄν εἴη· ὁ ἐνιστάμενος πρὸς τὴν ἐρωτωμένην προιᾶσιν ὡς χρήσιμον πρὸς τὴν τοῦ προκει- μένου δεῖξιν δύναται καὶ ἀπλῶς μὴ συγχωρε-·.ν, λέγων μὴ ἀληθῆ εἶναι πρότασιν τὴν λέγουσαν πᾶν τὸ κατὰ φύσιν ἀγαθὸν εἶναι, δύναται καὶ δι’ ἐπαγωγῆς αὐτὸ ἀναιρεῖν, λέγων τὸ ἀποθανεῖν κατὰ φύσιν ὂν μὴ εἶναι ἀγαθόν, ὁμοίως καὶ τὸ ἀλγεῖν καὶ τὸ νοσεῖν· οὐδὲν γὰρ τούτων ἐστὶ κατὰ συνθήκην ἀλλὰ κατάφυσιν. τὸ δὲ διὰτοῦ προκειμένου σημαίνοι ἄν τὸ δι’ ὐτῆς τῆς τιθεμένης προτάσεως’· ἡ μὲν γὰρ πρότασις τὸ πᾶν τὸ κατὰ φύσιν ἀγαθὸν εἶναι· ἡ δὲ ἐπαγωγὴ δι’ αὐτῆς ταύτης τῆς προτάσεως δοκεῖ γινομένη δεικνύναι αὐιὴν ψευδῆ ’ λαμβάνει γὰρ καθ’ ἕκαστά τινα κατὰ φύσιν δοκοῦντα φανερῶς μὴ εἶναι ἀγαθά. ὁ δὴ πρὸς τὸ διὰ τῆς ἐπαγωγῆς δεικνύμενον καὶ τιθέμενον μεταβὰς καὶ τοῦτο ἀναιρῶν εἰς τὸ ἀναγκαῖον πρὸς τὸ προκείμενον τὴν μετάληψιν ποιεῖται, οἷον ἄν διαιρούμενος δεικνύῃ ὅτι οὐ πᾶν τὸ φύσει γινόμενον κατὰ φύσιν. ἀλλὰ τὸ ἄριστον τῶν φύσει γινομένων, τῶν δὲ διὰ τῆς ἐπαγωγῆς εἰλημμένων οὐδὲν τοιοῦτον. ὁ αὐτὸς δὲ λόγος, κἄν κ̓̀α-ασκ· ευάζα-́ν τις βουλόμενος τὸ μηδεμίαν ἡδονὴν ἀγαθὸν εἶναι λαμβάνῃ πρότασιν τὴν ὅτι οὐδὲν ἀγαθὸν γένεσις, ὡς προσληψόμενος ταύτῃ τὸ ςἡ δὲ ἡδονὴ γένεσις’. ἔνεστι δὲ πρὸς ταύτην τὴν πρότασιν καὶ ἀπλῶς ἐνστῆναι μὴ συγχωροῦντα, ἔνεστι δὲ καὶ δι’ ἐπαγωγῆς, προσχρώ- μένον τῷ προκειμένῳ, ψευδῆ ποιεῖν τὴν πρότασιν λέγοντα ‘τὸ ὑγιάζεσθαι γένεσις ὂν ἀγαθόν ἐστιν, ἀλλὰ καὶ τὸ μανθάνειν.’ τὸ γὰρ ἐπὶ τὴν δεῖξιν τῆς προτάσεως ταύτης ἀπὸ τοῦ προκειμένου προβλήματος μεταβῆναι καὶ ἀνελεῖν τὰ διὰ τῆς ἐπαγωγῆς τιθέμενα, δεικνύντα ὅτι μὴ ἁπλῶς σὴς ταύτης τῆς προτάσεως διὰ τῆς ἐπαγωγῆς οὐχ οἷόν τε τὸ ἐξ ἀρχῆς προκείμενον, τὸ ὅτι μηδεμία ἡδονὴ ἀγαθόν, δειχθῆναι· τούτου γὰρ ἀναιρεθέντος, τοῦ μηδεμίαν γένεσιν ἀγαθὸν εἶναι, καὶ τὸ προκείμενον, ὅπερ ἦν τὸ μηδεμίαν ἡδονὴν ἀγαθὸν εἶναι, ἀναιρεῖται. ἀναγκαία οὗν ἐν τοῖς τοιούτοις πρὸς τὸ προκείμενον ἡ μετάθεσις τοῦ προβλήματος ἡ εἰς τὰ τοιαῦτα. ἢ δύναται ταῦτα περὶ τοῦ ἀποκρινομένου λέγειν, ὡς κἀκείνου διὰ τῆς ἐνστάσεως πρὸς ὃ εὐπορεῖ ἀπάγοντος τῇ ἐπαγωγῇ χρωμένου· δόξει γὰρ μηδὲ οὗτος ἄτοπόν τι ποιεῖν, εἰ διὰ τῆς ἐπαγωγῆς, πρὸς ἣν εὐπορεῖ λόγων, ἀναιροῖ τὴν θέσιν. ἡ μᾶλλον τὸ λεγόμενον τοιοῦτόν ἐστι διὰ τῆς λέξεως· ὁμοίως δὲ καὶ ὅταν ἐπαγωγὴν πρός τι διὰ τοῦ προκειμένου ποιησαμένου ἀναιρεῖν ἐπιχειρῇ· τούτου γὰρ ἀναιρεθέντος καὶ τὸ προκείμενον ἀναιρεῖται, ὡς εἷναι τὴν γραφὴν ποιησαμένου ἀλλ’ οὐχὶ ποιησάμενος. λέγοιτο γὰρ ἄν ὁμοίως δὲ καὶ ὅταν ἐπαγωγὴν πρός ποιησαμένου διὰ τοῦ προκειμένου τούτου, δῆλον ὅτι τοῦ εἰς ὃ ἡ μετάληψις γίνεται καὶ πρὸς ὃ εὐπορεῖ ἐπιχ͂ειοͅrιμάτων, ἀναιρεῖν ἐπιχειρῇ τοῦτο ὁ ἀποκρινόμενος τῷ ἐνίστασθαι αὐτῷ · καὶ γὰρ τούτου ἀναιρεθέντος δι’ οὗ κατεσκευάζετο τὸ προκείμενον πρόβλημα, ὃ καὶ αὐτὸ προκείμενον εἶπεν, ἀναιρεῖται τὸ πρόβλημα. ἀναγκαία οὖν γίνεται ἡ εἰς τὴν τούτου κατασκευὴν μετάληψις τοῦ λόγου τῷ ἐρωτῶντι· εἰ γάρ τι εἴη κατασκευαζόμενον πρόβλημα ὑπὸ τοῦ ἐρωτῶντος δι’ ἐπαγωγῆς οὐδὲν γὰρ ἔλαττον διαλεκτικοῦ τὸ δι’ ἐπαγωγῆς δεικνύναι τὸ προκείμενον ἢ διὰ συλλογισμοῦ), ἔπειτα ἐν τῷ ἐπακτικῷ λόγῳ καὶ τοιοῦτόν τι λαβόντος ὡς χρήσιμον πρὸς τὴν δεῖξιν, πρὸς ὃ εὐπορεῖ λόγων πλειόνων, ὁ διαλεγόμενος αὐτῷ πρὸς τοῦτο τὴν ἔνστασιν ποιήσεται, ἀναγκαία γίνεται τῷ κατασκευάζοντι τὸ προκείμενον ἡ τοῦ λόγου μετάληψις εἰς τοῦτο. εἰ γὰρ τοῦ ἀποκρινομένου λέγοντος μὴ εἷναι τὸ κατὰ φύσιν ἀγαθὸν ὁ ἐρωτῶν δι’ ἐπαγωγῆς κατασκευάζοι αὐτό, λαμβάνων ἐφ’ ἑκάστου ζῴου ὅτι τὰ κατὰ φύσιν ἑκάστῳ αὐτῶν ἀγαθά, ἵππῳ μὲν τά ἵππῳ, κυνὶ δὲ τὰ κυνὶ καὶ λέοντι τὰ λέοντι, λαμβάνοντι δὲ αὐτῷ, ὅτι καὶ τὰ ἀνθρώπῳ κατὰ φύσιν ἀγαθὰ ἀνθρώπῳ, ἐνσταίη πρὸς τοῦτο ὁ προϊστάμενος τοῦ ἀντικειμένου τῷ δεικνυμένῳ, ὁ δὲ εὐποροίη πρὸς τὸ τοῦτο δεῖξαι πλειόνων ἐπιχειρημάτων, ἀναγκαίως, εἴ γε τούτου μὴ δειχθέντος ἀναιρεῖται καὶ τὸ ἐξ ἀρχῆς δεικνύμενον, μένον, τὸ εἶναι πᾶν τὸ κατὰ φύσιν ἀγαθόν. δεικνύει δὲ τοῦτο λαβὼν τὸ πᾶν τὸ κατὰ φύσιν ἀνθρώπῳ ἢ καλὸν εἶναι ἢ ἡδὺ ἢ συμφέρον καὶ ἕκαστον τούτων πιστωσάμενος μετὰ ταῦτα προσλαμβάνων τὸ ὅτι πάντα δὲ ταῦτα ἀγαθά· ἔσται γὰρ διὰ τούτου δεδειχὼς τοῦτο πρὸς ὃ ἡ ἔνστασις· οὗ συγχωρη θέντος δείκνυται τὸ πᾶν τὸ κατά φύσιν ἀγαθὸν εἶναι. Ὡς εἰς φαινόμενον δὲ ἀναγκαῖον οὐκ ἀναγκαῖον δὲ τὴν μετάληψιν ἔστι ποιεῖσθαι, ὅταν περί τινος μὲν τῶν ἐν τῷ προβλήματι ὠνομασμένων ποιῆται λόγον ὁ ἐρωτῶν, οὐδὲν μέντοι συντελοῦντος οὔτε πρὸς ἀνασκευὴν οὔτε πρὸς κατασκευὴν τοῦ πρόβληματος. ὁ γὰρ εἰς τοιοῦτον τὴν μετάληψιν ποιούμενος ποιούμενος φαντασίαν ἀποτελεῖ ὡς περί τινος χρησίμου πρὸς τὴν θέσιν καὶ τὸ πρόβλημα ποιούμενος τοὺς λόγους· οἷον εἰ τὸ μὲν πρόβλημα εἴη περὶ τοὺ τὸν κόσμον σφαιροειδῆ εἶναι, ὁ δὲ περὶ τοῦ ἢ ἕνα ἢ πολλοὺς εἶναι τοὺς κόσμους διαλέγοιτο ἢ περὶ τοῦ ἀίδιον ἢ γενητὸν αὐτὸν εἶναι, ἢ πάλιν ὄντος τοῦ προβλήματος εἰ ἡδονὴ κατὰ φύσιν, περὶ τῆς φύσεως τις διαλέγοιτο, δεικνὺς ἤτοι τί ποτέ ἐστιν ἡ φύσις, ἢ ὅτι τὸ φύσει γινόμενον πᾶν ἕνεκά τινος γίνεται, τοῦτο δὲ ποιοῖ ἤτοι ἐρωτηθέντος τοῦ ἀποκρινομένου τε καὶ τὸν λόγον ὑπέχοντος καὶ ἀρνησαμένου αὐτὸ τοῦτο, οἷον εἰ ὁ μὲν ἔροιτο εἰ δοκεῖ αὐτῷ πᾶν τὸ φύσει γινόμενον ἕνεκά του γίνεσθαι, ὁ δὲ ἀρνήσαιτο, κἀκεῖνος καταλιπὼν τὸ προκείμενον πρόβλημα περὶ τούτου δεικνύοι, εὐπορῶν ἐπιχειρημάτων πρὸς αὐτό, ἢ καὶ ἐπαγωγῇ τινι ἐνδόξῳ χρωμένου οὐ φερούσῃ μὲν εἰς δεῖξιν τοῦ προκειμένου ὡς δεικνυούσῃ μέντοι τοῦτο, ἔπειταἐν ἐν τῇ ἐπαγωγῇ χρησαμένου καὶ τῇ θέσει, εἰς ἣν ἡ μετάληψις γίνεται, ὡς χρησίμῳ πρὸς τὴν τοῦ προκειμένου δεῖξιν, τοῦ ὅτι πᾶν τὸ φύσει γινόμενον ἕνεκά του γίνεται, ὁ δὲ ἐνίσταιτο πρὸς τοῦτο ἀναιρεῖν αὐτὸ πειρώμενος. γίνεται γὰρ ἡ εἰς τοῦιο μετάληψις τῷ ἐρωτῶντι ὡς εἰς φαινόμενον ἀναγκαῖον, ὅτι ἐχρήσατο τούτῳ ὡς δεικτικῷ τοῦ προκειμένου προβλήματος· οἷον εἰ ὁ μὲν δι’ ἐπαγωγῆς δεικνύει ἐνδόξου ὅτι πᾶν τὸ φύσει γινόμενον ἕνεκά του γίνεται, ὃ οὐκ ἦν μὲν ἀναγκαῖον δείκνυσθαι πρὸς τὸ πᾶν τὸ κατὰ φύσιν ἀγαθὸν εἶναι, ὃ ἦν τὸ πρόβλημα, ἐφαίνετο μέντοι, χρησαμένου δὲ ἐν τῇ ἐπαγωγῇ τῷ καὶ τὸ ἀναπνεῖν ἕνεκά του γίνεσθαι μὴ συγχωρεῖ ὁ προσδιαλεγόμενος, ὁ δὲ πρὸς τοῦτο τοὺς λόγους ποιεῖται εὐπορῶν πρὸς αὐτὸ ἐπιχειρημάτων. καὶ εἴη ἂν ἡ εἰς τὸ τοιοῦτον μετάλψις διαλεκτικὴ εἰς φαινόμενον ἀναγκαῖον] καὶ ἡ τοῦ τόπου χρῆσις πρὸς τὴν εἰς τὸ τοιοῦτον μετάληψιν. ἔστι δὲ ὅτε ἡ μετάληψις γίνεται οὔτε εἰς ἀναγκαῖον οὔτε εἰς φαινόμενον ἀναγκαῖον ἀλλ’ εἰς τὸ τυχόν· οἷον εἴ τις, προκειμένου δεικνύναι ὅτι μόνον τὸ καλὸν ἀγαθόν, ἐξετάζοι τὸν ἀποκρινόμενον εἰ κενὸν αὐτῷ δοκεῖ εἶναι, καὶ φήσαντος ἐπιχειροίη ὅτι μὴ ἔστιν, εὐπορῶν ἐπιχειρημάτων πρὸς τὴν τοῦδε δεῖξιν καὶ παρεξελέγχων αὐτόν. φανερὰ γὰρ ἡ ἑτερότης τοῦ προβλήματος καὶ ὅτι μηδέτερον τῶν δειχθέντων εἰς τὴν θατέρου συντελεῖν δεῖξιν δύναται τῷ μήτε ἀναγκαῖα μήτε χρήσιμα λέγειν, ὅταν ἀφέμενός τις τοῦ προκειμένου δεικνύῃ τινὰ σεσολοικικότα ἢ παρ’ ἱστορίαν εἰρηκότα· τὰ γὰρ τοιαῦτα παρεξέλεγχοι. δεῖν δέ φησι φυλάττεσθαι τὴν τοιαύτην μετάβασιν ὡς παντελῶς οὖσαν σοφιστικὴν καὶ ἀλλοτρίαν τῆς διαλεκτικῆς μεθόδου. ἀξιοῖ δὲ ἐν ταῖς τοιαύταις μεταβάσεσι τὸν ἀποκρινόμενον, ὅταν ὁ ἐρωτῶν ἀλλότριον βούληται λαβεῖν τι τοῦ προκειμένου προβλήματος μεταφέρων τὸ πρόβλημα, εἰ καὶ μὴ δοκεῖ αὐτῷ οὕτως ἔχειν, συγχωρεῖν αὐτῷ οὕτως ἔχειν, ὑποσημαίνοντα ὅτι μὲν μὴ ἀρέσκεται αὐτῷ, τίθησι δὲ τοῦ περαίνεσθαι χάριν τὸ προκείμενον. συμβαίνει γὰρ ἐν ἀπορίᾳ γίνεσθαι τοὺς τὰ τοιαῦτα ἐρωτῶντας, ὅταν αὐτὸς μὴ χαλεπαίνῃ περὶ αὐτῶν, οὗ χάριν αὐτὰ καὶ προτείνουσιν, ἀλλὰ συγχωρῇ· φανεροὶ γὰρ γίνονται δοθεῖσιν αὐτοῖς μηδενὶ πρὸς τὸ προκείμενον χρῆσθαι δυνάμενοι. Ἔτι πᾶς ὁ εἰρηκὼς εἰρηκὼς ὁτιοῦν τινὰ πολλὰ εἴρηκεν. Oὗτος ὁ τόπος ὁ αὐτός ἐστι τῷ πρὸ ὀλίγου εἰρημένῳ τῷ ἐξ ἀκολουθίας ἀνασκευαστικῷ· εἶπε γὰρ δεῖν σκοπεῖν “τί ἐστιν ἐξ ἀνάγκης, εἰ τὸ προκείμενόν ἐστι’’, καὶ τοῦτο ἀνασκευάζειν· ἀναιρεθέντος γὰρ τούτου ἀνῃρημένον ἄν εἴη καὶ τὸ προκείμενον, ᾧ τοῦτο ἕπεται. τὸ αὐτὸ δὲ καὶ νῦν λέγει· ἐπεὶ γὰρ παντὶ τῷ τιθεμένῳ πλείω ἕπεται, ὅ τι ἄν τῶν ἑπομένων αὐτῷ ἀνέλωμεν, ἀνῃρηκότες ἄν εἴημεν καὶ αὐτό. διαφέροι δ’ ἂν τὸ νῦν λεγόμενον ἐκείνου, ὅτι ἐκεῖ μὲν ἔφη δεῖν ζητεῖν τίνα ἕπεται τῷ κειμένῳ, ἐνταῦθα δὲ καὶ τὴν εὕρεσιν τῶν ἑπομένων ὑπογράφει. εἶπε γὰρ πᾶς ὁ εἰπὼν ὁτιοῦν τρόπον τινὰ πολ λὰ εἴρηκεν· τόν τε γὰρ ὁρισμὸν τοῦ πράγματος τοῦ λεγομένου δυνάμει λέγει ὁ τὸ πρᾶγμα λέγων καὶ τὸ γένος αὐτοῦ καὶ τἀς εἰδοποιοὺς αὐτοῦ διαφορὰς καὶ τὰ ἴδια. εἰ δὲ ὁ τὸ πρᾶγμα λέγων δυνάμει καὶ ταῦτα λέγει, δῆλον ὅτι ἕπεται ταῦτα τῷ λεγομένῳ, ὥσθ’, ὅ τι ἄν τούτων δείξωμεν μὴ ὄν, ἀνῃρηκότες ἐσόμεθα καὶ τὸ τὴν ἀρχὴν κείμενον· ὁ γὰρ ἄνθρωπον εἰπὼν καὶ ζῷον εἴρηκε καὶ ἔμψυχον καὶ δίπουν καὶ λογικόν, ὥστ’, ἄν τι τούτων μὴ ὂν δειχθῇ, οὐδ’ ἂν ἄνθρωπος εἴη. οὕτως ἐπεὶ τῷ λέγοντι τὴν ἀρετὴν αὐτάρκη πρὸς εὐδαιμονίαν ἕπεται τό τε μὴ εἶναι εὔλογον ἐξαγωγὴν καὶ τὸ μὴ εἶναι αἱρετὸν τὴν ὑγείαν μηδέ τι ἄλλο παρὰ τὴν ἀρετήν, ἄν τούτων τι ἀναιρεθῇ, ἀνῃρη- μένον ἂν εἴη τὸ τὴν ἀρετὴν αὐτάρκη εἶναι πρὸς εὐδαιμονίαν. πάλιν ἐπεὶ (??) τῳ λέγοντι τὴν φυχην σῶμα ἕπεται τὸ σῶμα διὰ σώματος χωρειν καὶ τὸ στοιχεῖον αὐτὴν εἶναι ἡ ἐκ στοιχείων, εἰ μὴ τούτων τι, οὐδὲ ἐκεῖνο. καὶ ἐπεὶ τῷ διὰ κενοῦ τὴν κίνησιν γίνεσθαι λέγοντι ἕπεται τό τε τὰ ἀνισοβαρῆ ἰσοταχῆ εἶναι καὶ τὸ συμβλητὸν γενέσθαι τὸ κενὸν τῷ πλήρει καὶ τὸ ἐν ἴσῳ χρόνῳ κινεῖσθαί τι τὸ αὐτὸ διάστημα διά τε πλήρους καὶ κενοῦ, ει ταύτα ἄτοπα καὶ τὸ κειμενον. Eὐλαβεῖσθαι δέ φησι δεῖν τὸ εἰς χαλεπώτερον καὶ δυσεπιχειρητότερον τὴν μετάληψιν ποιεῖσθαι· πολλάκις γὰρ ῥᾷον αὐτὸ ἀνελεῖν ἢ τὸ ἑπόμενον αὐτῷ. ὁ γὰρ βουλόμενος δεῖξαι μὴ οὖσαν ὠφέλιμον τὴν ἀδικίαν ῥᾷον ὅν περὶ αὐτῆς ἐπιχειρῶν δείξαι τοῦτο ἢ εἰ λαβὼν τὸ ἑπόμενον αὐτῇ, τὴν πλεονεξίαν, ἐπὶ ταύτης τοὺς λόγους ποιοῖτο· δοκεῖ γὰρ ἡ πλεονεξία αἰσχρὸν μὲν εἶναι λυσιτελὲς δὲ καὶ ὠφέλιμον. ἐνδόξως δὲ ἔστι δεῖξαι ὅτι μὴ ὠφέλιμον ἡ ἀδικία, ποτὲ μέν, ὡς Πλατῶν, ἀπὸ τοῦ νόσον αὐτὴν ψυχῆς εἶναι μηδεμίαν δὲ νόσον ψυχῆς ὠφέλιμον εἶναι, ποτὲ δὲ ἀπὸ τοῦ πᾶσαν μὲν κακίαν βλαβερὰν εἶναι τῷ ἔχοντι αὐτὴν τὴν δὲ ἀδικίαν κακίαν εἶναι. τὸ οὖν ἀπὸ τῆς ἀδικίας μεταβάντας ἐπὶ τὴν πλεονεξίαν ἐπ’ ἐκείνης τοὺς λόγους ποιεῖσθαι οὐ διαλεκτικοῦ. Ὅσοις δὲ ἀνάγκη θάτερον μόνον ὑπάρχειν, οἷον τῷ ἀνθρώπῳ ἢ νόσον ἢ ὑγείαν. ἐκθέμενός τινας τόπους ἐξ ακολουθίας κατασκευαστικούς τε καὶ ἀνασκευαστικούς, μετὰ ταῦτα παραδίδωσι τόπον ἐκ μάχης κατασκευαστικόν τε καὶ ἀνακευαστικόν. ἔστι δὲ ὁ τόπος ἐπὶ τῶν ἀμέσων ἐναντίων ἁρμόζων. ἐπεὶ γὰρ ταῦτά ἐστιν ἄμεσα ἐναντία ὧν ἀνάγκη θάτερον τῷ δεκτικῷ ὑπάρχειν, ἄν ᾖ τὸ πρόβλημα τῶν τοιούτων τι ὑπάρχον τινὶ τιθέν, ἄν μὲν λαβόντες τὸ δεκτικὸν τῶν ἀμέσων ἐναντίων, οὗ κατηγορήθη τὸ ἕτερον, δείξωμεν αὐτῷ τὸ ἕτερον αὐτῶν μὴ ὑπάρχον, δεδειχότες ἄν εἴημεν ὅτι τὸ ἕτερον αὐτῷ ὑπάρχει τὸ τεθέν· ἄν δὲ δείξωμεν ὑπάρχον αὐτῷ τὸ ἕτερον, ἀνῃρηκότες ἂν εἴημεν τὸ τὸ ἕτερον ὑπάρχειν αὐτῷ. ἀξιοῖ οὗν ἐπὶ τῶν τοιούτων προβλημάτων, ἐν οἷς ἀνάγκη θάτερον ὑπάρχειν τῷ ὑποκειμένῳ, ἄμφω δὲ ἀδύνατον, πρὸς ὃ εὐπορεῖ τις αὐτῶν, διαλέγεσθαι· διὰ γὰρ τοῦ ἑτέρου καὶ τὸ ἕτερον δείκνυται· ἄν τε γὰρ θάτερον ὑπάρχον δειχθῇ τῷ προκειμένῳ, θάτερον ἀνῃρημένον ἔσται, ἄν τε θάτερον μὴ ὑπάρχον, θάτερον κατεσκευασμένον. ὅταν οὖν τοιοῦτον ἡ τὸ κατηγορούμενόν τινος ἐν τῷ προβλήματι, διὰ τοῦ τὸ ἐναντίον αὐτῷ δεικνύναι ὑπάρχον τῷ προκειμένῳ ἢ μὴ ὑπάρχον κατασκευάζομεν ἂν καὶ ἀνασκευάζοιμεν τὸ προκείμενον· οἷον ἐπεὶ τοῦ ἀριθμοῦ κατηγορεῖται τὸ ἄρτιον καὶ τὸ περιττόν, ἐὰν ἐπί τινος ἀριθμοῦ τὴν ἐπιχείρησίν τις ποιῆται καὶ λέγῃ τις] αὐτὸν ἄρτιον, εἴτε δειχθείη ὅτι μή ἐστι περιττός, ἄρτιος ἄν εἴη, εἴτε πάλιν δεικνύμενον εἴη ὅτι ἐστὶ περιττός, εἴη ἄν δεδειγμένον ὅτι μὴ ἄρτιος. ὁμοίως καὶ εἰ σῶμα ζῴου τὸ προκείμενον εἴη καὶ λέγοιτο ὑγιαίνειν, εἰ μὲν νοσοῦν δειχθείη ἔσται δεδειγμένον ὅτι οὐχ ὑγιαίνει, εἰ δὲ μὴ νοσοῦν, ὅτι ὑγιαίνει. οὕτως κειμένου τοῦ εἶναί τι μέγεθος ἄπειρον, ἐπεὶ πᾶν μέγεθος ἢ πεπερασμένον ἡ ἄπειρον, δείξαντες ὅτι πᾶν πεπερασμένον ἀνῃρηκότες ἄν εἴημεν τὸ ἄπειρόν τι εἶναι, ὡς ἔδειξεν ἐν τῷ πρώτῳ Περὶ οὐρανοῦ Ἀριστοτέλης, δείξας πᾶν καὶ τὸ ἁπλοῦν σῶμα καὶ τὸ σύνθετον πεπερασμένα. ἁρμόζοι δ’ ἄν ὁ τόπος καὶ ἐπὶ τῆς ἀντιφάσεως· ἄμεσος γὰρ ἀντίθεσις καὶ αὕτη, οὐχ ὡς τὰ ἐναντία τὰ ἄμεσα ἐπὶ τῶν δεκτικῶν τὴν προειρημένην ἀνάγκην ἔχουσα ἀλλὰ ἐπὶ πάντων. ἀνάγκη γὰρ ἐπὶ παντὸς ἢ τὴν κατάφασιν ἢ τὴν ἀπόφασιν, ὥστε, εἰ μὲν ἡ κατάφασις, οὐχ ἡ ἀπόφασις, εἰ δὲ μὴ ἡ κατάφασις, ἡ ἀπόφασις· εἴτε γὰρ ὁ πλοῦτος ἀγαθὸν εἴη δεδειγμένος, ἀνῃρημένη ἂν εἴη ἡ ἀπόφασις, εἴτε μὴ ἀγαθόν, ἡ κατάφασις. οὐκέτι δέ ἐστιν ἐπὶ τῶν ἐναντίων τῶν ἐμμέσων ὁ τόπος πρὸς ἄμφω χρήσιμος, καὶ πρὸς ἀνασκευὴν καὶ πρὸς κατασκευήν, ἀλλὰ πρὸς ἀνασκευὴν μόνην τοῦ τιθεμένου τῶν ἐναντίων. ἄν γὰρ δειχθῇ τὸ ἕτερον αὐτῶν ὑπάρχον καὶ οὐ τὸ τιθέμενον τῷ δεκτικῷ, ἀνῄρηται τὸ τὸ ἕτερον ὑπάρχειν αὐτῷ· οὐ γὰρ οἷόν τε ἅμα ἰὰ ἐναντία· οὐ μήν, ἂν μὴ τὸ ἕτερον ὑπάρχῃ, ὑπάρξει καὶ τὸ λοιπὸν τῷ δύνασθαι τῶν ἐμμέσων τι ὑπάρχειν αὐτῷ. τὸ γὰρ σῶμα, εἰ μὲν λευκόν, ἐξ ἀνάγκης οὐ μέλαν· εἰ δὲ μὴ λευκόν, οὐκ ἐξ ἀνάγκης μέλαν. καὶ εἰ μέν τις εὐδαίμων, οὗτος οὐ κακο- δαίμων· οὐ μήν, εἰ μὴ εὐδαίμων, κακοδαίμων ἐξ ἀνάγκης· οὐ γὰρ ἀμέσως ἀντίκειται εὐδαιμονία τε καὶ κακοδαιμονία, ἐπεὶ ἐνδέχεταί τινα σπουδαῖον ὄντα μὴ εἶναι εὐδαίμονα. καὶ εἰ μὲν σπουδαῖος, οὐ κακός· εἰ δὲ μὴ σπουδαῖος, οὐκ ἐξ ἀνάγκης κακός· οὐ γὰρ ἄμεσα ἀρετὴ καὶ κακία. καὶ ὁ μὲν σώφρων οὐ μαίνεται· οὐ μὴν ὁ μὴ σώφρων μαίνεται. ὥστε οὐκέτι καὶ πρὸς κατασκευὴν καὶ πρὸς ἀνασκευὴν τὰ οὕτως ἐναντία χρήσιμα. καὶ ἔστι τοῖς μὲν ἀμέσοις ἐφαρμόζουσα μᾶλλον ἡ δεῖξις ἡ διὰ τοῦ πέμπτου λεγομένου ἀναποδείκτου, ὅς ἐστιν ἐκ διαιρετικοῦ καὶ τοῦ ἀντικειμένου ἑνὶ τῶν ἐν τῷ διαιρετικῷ τὸ λοιπὸν συνάγων τοῖς δὲ ἐμμέσοις ἡ διὰ τοῦ τετάρτου, ὅς ἐστιν ἐκ διαιρετικοῦ καὶ τοῦ ἑτέρου τῶν ἐν τῷ διαιρετικῷ ἀναίρων τὸ ετερον. Ἔτι τὸ ἐπιχειρεῖν μεταφέροντα τοὔνομα κατὰ τὸν λόγον. τόπον ἡμῖν ἀπὸ ἐτυμολογίας παραδίδωσιν. ἄν μὲν γὰρ τὰ ὀνόματα μεταφέρωμεν ἐπὶ τοὺς κατὰ τὴν ἐτυμολογίαν λόγους τοῦτο γὰρ σημαίνει τὸ μεταφέροντα τοὔνομα κατὰ τὸν λόγον) ὡς τούτων ὄντα σημαντικὰ μᾶλλον καὶ προσῆκον ὃν οὕτως ἀκούειν τῶν ὀνομάτων ἢ ὡς κεῖται, εὐπορήσομεν ἐπιχειρημάτων πρὸς τὸ προκείμενον. οἷον εἰ βουλόμεθα δεῖξαι ὅτι ὁ ἡντινοῦν ἀρετὴν ἔχων εὔψυχός ἐστιν, ἀλλ’ οὐχ ὁ ἀνδρεῖος μόνος, μεταληψόμεθα τὸ εὔψυχος ὄνομα εἰς τὸν λόγον τὸν κατὰ τὴν ἐτυμολογίαν· ἔστι δ’ οὗτος ὁ εὗ τὴν ψυχὴν ἔχων, τοῦτ᾿ ἔστιν ὁ ἀγαθὴν τὴν ψυχὴν ἔχων· ἀλλὰ μὴν εἰ εὔψυχός ἐστιν ὁ ἀγαθὴν τὴν ψυχὴν ἔχων, ἀγαθὴν δὲ τὴν ψυχὴν ἔχει καὶ ὁ δίκαιος καὶ σώφρων καὶ φρόνιμος, οὐδ’ ἂν ὁ ἀνδρεῖος μόνος εὔψυχος εἴη, οὐδ’ ἂν ἡ εὐψυχία ἀνδρεία εἴη. ὅτι δὲ εὔψυχος ὁ εὖ τὴν ψυχὴν ἔχων, δείξομεν τῇ τῶν ὁμοίων παραθέσει· καὶ γὰρ εὔελπις ὁ εὗ ἐλπίζων, τοῦτ’ ἔστιν ὁ ἀγαθὰ ἐλπίζων. πάλιν βουλόμενοι δεῖξαι, ὅτι ὁ σπουδαῖος εὐδαίμων ἐστί, τὸν εὐδαίμονα μεταληψόμεθα εἰς τὸν κατὰ τὴν ἐτυμολογίαν λόγον· ὁ γὰρ εὖ τὸν δαίμονα ἔχων σημαίνεσθαι δοκεῖ ὑπὸ τοῦ εὐδαίμονος. εἰ δὴ δαίμων ἑκάστου ἡ ψυχή, καθ’ ἃ Ξενοκράτει δοκεῖ, εἴη ἂν εὐδαίμων ὁ εὖ τὴν φυχὴν ἔχων· εὖ δὲ τὴν ψυχὴν ἔχει. ὁ σπουδαῖος· ὁ σπουδαῖος ἄρα εὐδαίμων. πάλιν δεῖξαι θέλοντες, ὅτι μή ἐστιν ἐν ἀλόγῳ προαίρεσις, ληψόμεθα τὸν λόγον τῆς προαίρεσεως· ἔστι δ’ οὗτος ‘πρὸ ἑτέρου αἵρεσις’· ἀλλὰ μὴν τὸ ἄλλο πρὸ ἄλλου αἱρεῖσθαι ὲν τούτοις ἐστὶν ἐν οἷς καὶ τὸ βουλεύεσθαι· τὸ γὰρ ἄλλο ἄλλου προκρῖναι μετὰ λόγου γίνεται· οὐδὲν δὲ τῶν ἀλόγων βουλεύεται· ὥστε οὐδὲ προαιρεῖται. πάλιν θέλοντες δεῖξαι, ὅτι ὁ σώφρων οὐκ ἔστιν ἐγκρατής, μεταληψόμεθα τὸν ἐγκρατῆ εἰς τὸν ἑαυτοῦ κρατοῦντα τοῦτο γὰρ σημαίνει τὸ ὄνομα), καὶ δείξαντες ὅτι ἔνθα τὸ κρατοῦν, ἐνταῦθα καὶ κρατούμενόν τι ἔσται, τὸ δὲ κρατούμενον ἀντισπῶν καὶ μαχόμενον κρατεῖται, ἔνθα δὴ τὸ μὲν κρατούμενον τὸ δὲ κρατοῦν ἐστι τῆς ψυχῆς, οὐκ ἔστιν ἐνταῦθα ὁμολογία, ὁ δὲ σώφρων ὁμολογοῦντα ἔχει τὰ τῆς ψυχῆς μέρη πρὸς ἄλληλα, εἴημεν ἄν δεδειχότες τὸ προκείμενον. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ ἀκρατοῦς καὶ τοῦ ἀκολάστου. οὕτως ἔνεστι δεικνύναι τὸν φίλον μὴ εὔνουν, εἰ εὔνους μὲν ὁ ὀρθῶς νοῶν καὶ τἀληθῆ ἢ τἀγαθὰ νοῶν, οὐ πάντως δὲ ὀρθῶς ὁ φίλος νοεῖ. ὁ δὲ τόπος τὸ μὲν πιθανὸν καὶ ἔνδοξον καὶ διαλεκτικὸν ἔχει, οὐ μὴν ὑγιὲς τὸ λεγόμενον ἐπὶ πάντων· οὔτε γὰρ εὐθάλασσος λέγειαι ὁ ἔχων ἀγαθὴν θάλασσαν, οὔτε εὔχειρ ὁ ἔχων καλὰς χεῖρας, ἀλλ’ ὁ πυκτικός, οὔτε μεγαλόψυχος ὁ ἔχων τὴν ψυχὴν μεγάλην. διὸ οὐδὲ εὐδαίμων ὁ σποοδαιος. ’Eπεὶδὲτῶνπραγμάτωντὰ μέν ἐστιν ἐξἀνάγκηςτὰ δὲ ὡς ἐπὶ τὸ πο|λὺ τὰ δὲ ὁπότερ’ ἔτυχεν. Ὁ τόπος οὗτος τὴν ἀφορμὴν ἀπὸ (ἦς τῶν πραγμάτων διαφορᾶς λαμβάνει, καὶ ἔστιν ἐπὶ πλέον τοῦ πρώτου παραδοθέντο τοῦ ἀξιοῦντος “ἐπιβλέπειν εἰ τὸ κατ’ ἄλλον τρόπον ὑπάρχον ὡς συμβεβηκὸς ἀποδέδωκεν.” ἐπὶ γὰρ τούτουν τοῦτό που μετείληπται, τὸ μὲν ὡς γένος ἢ ὡς ἴδιον ἢ ὡς ὁρισμὸς ὑπάρχον εἰς τὸ ἐξ ἀνάγκης ὑπάρχον (οὕτως γὰρ ἐκείνων ἕκαστον λαμβάνεται), τὸ δὲ συμβεβηκὸς εἰς τὸ ὡς ἐπὶ τὸ πολὺ καὶ τὸ ὁπότερ’ ἔτυχεν· τοιοῦτον γὰρ τὸ οἷόν τε ὑπάρχειν καὶ μή, ᾧ ὡρίζετο τὸ συμβεβηκός. ἔτι εἰ καὶ συμβεβηκότα τινά ἐστιν ἀχώριστα, εἴη ἄν καὶ ταῦτα <ταὐτὰ> τοῖς ἐξ ἀνάγκης ὑπάρχουσιν· διὸ οὐδὲ ἀντιτίθησιν τῷ ἐξ ἀνάγκης τὸ συμβεβηκός· οὐδὲ γὰρ χρῆται οὔτε τῷ συμβεβηκότι οὕτε τῶν ἄλλων τινί, ἀλλὰ ὡς ἄλλῃ διαιρέσει χρῆται τῷ ἀναγκαίως τε ὑπάρχοντι καὶ μή. ἔχομεν γὰρ ὅτι τῶν ὄντων τὰ μὲν ἐξ ἀνάγκης ἐστίν, ὡς τὸ τὸν ἄνθρωπον ζῷον εἶναι (ὃ γὰρ παντί τε καὶ ἀεὶ ὑπάρχει, τοῦτο ἐξ ἀνάγκης ἐσιίν· ὁμοίως ἀναγκαῖον καὶ τὸ τὸν θεὸν ἄφθαρτον εἶναι), τὰ δὲ ἐνδεχομένως, καὶ τούτων τῶν ἐνδεχομένων τὰ μὲν ὡς ἐπὶ τὸ πλεῖστον, ὡς τὸ τὸν ἄνθρωπον πενταδάκτυλον εἶναι καὶ γηράσκοντα πολιοῦσθαι, τὰ δὲ ἐπ’ ἔλαττον, ὡς τὰ τούτοις ὰντι·κείuι ἑ ἁ, τὸ τὸν ἄνθρωπον ἡ τετραὃά·ι̣τυλον ἢ ἑξαδάκτυλον εἶναι (ἔστι γὰρ οὕτως καὶ ταῦτα)· ἢ τὸ μὴ πολιοῦσθαι γηρῶντα τὸν ἄνθρωπον, τὰ δὲ ἐπ’ ἴσης, ὡς τὸ πολιτεύεσθαι τὸν ἄνθρωπον ἢ μή, ἀποδημεῖν ἢ μή, λούεσθαι ἢ μή. οὔσης τοίνυν τοιαύτης ἐν τοῖς οὖσι διαφορᾶς ἂν τὸ κατ’ ἄλλον τρόπον ὑπάρχον τινὶ κατ’ ἄλλον τις ὑπάρχειν λέγῃ ἐναλλάσσων τοὺς τῆς ὑπάρξεως αὐτῶν τρόπους, ἀφορμὴν δίδωσιν ἐπιχειρήσεως ἐλεγκτικῆς. εἰ γάρ τις λέγοι ἐνδέχεσθαι τὸν θεὸν ἄφθαρτον εἶναι ἢ τὸν ἄνθρωπον ζῷον ἢ λογικόν, οὗτος λέγοι ἄν τὸ ἀδύνατον μὴ εἶναι ἐνδέχεσθαι εἶναι· ἀδύνατον γὰρ τὸν θεὸν μὴ εἶναι ἄφθαρτον ἢ τὸν ἄνθρωπον μὴ ζῷον εἶναι· ὁ δὲ λέγων ἐνδέχεσθαι αὐτὸν ζῷον εἶναι οὗτος λέγοι ἂν ἐνδέχεσθαι καὶ μὴ εἶναι ζῷον αὐτόν· τοιοῦτον γὰρ τὸ ἐνδεχόμενον. ἔτι τὸ ἀεὶ ὑπάρχον οὐκ ἀεὶ ἂν ὑπάρχειν λέγοι· τὸ γὰρ ἐξ ἀνάγκης ὑπάρχον ἀεί τε καὶ παντὶ ὑπάρχει. ἀλλὰ κἄν διορίζων ὡς ἐπὶ τὸ πλεῖστον λέγῃ εἶναι τὸ ἐξ ἀνάγκης ὄν, ἡ αὐτὴ ἁμαρτία τῷ τὸ ὡς ἐπὶ τὸ πλεῖστον ὂν ἐνδέχεσθαι καὶ μὴ εἶναι διὰ τοῦτο γὰρ τὸ ὡς ἐπὶ τὸ πλεῖστον οὐκ ἀναγκαῖον), οἷον ἄν λέγῃ τις τὴν ἀπόδειξιν ὡς ἐπὶ τὸ πλεῖστον ἀληθῆ εἶναι. κἄν ἐναλλάξας δέ τις τὸ ὡς ἐπὶ τὸ πλεῖστον ἐξ ἀνάγκης εἶναι λέγῃ, παραπλήσιος ὁ λόγος. εἰ γὰρ λέγοι τις ἐξ ἀνάγκης τὸν ἄνθρωπον πενταδάκτυλον εἶναι, λέγοι ἄν τὸ ἐνδεχόμενον εἶναι ἀναγκαῖον· εἶναι· ἐνδέχεται μὲν γὰρ καὶ μὴ εἶναί τινα πενταδάκτυλον· ὁ δὲ ἐξ ἀνάγκης λέγων πάντα εἶναι πενταδάκτυλον οὔ φησιν ἐνδέχεσθαι μὴ εἶναί τινα πενταδάκτυλον. ἀλλὰ κἂν τὸ ἔναντίον τῷ ὡς ἐπὶ τὸ πολύ (τοῦτο δέ ἐστι τὸ ἐπ᾿ ἔλασσον· ὡς γὰρ τὸ πολὺ τῷ ὀλίγῳ ἀντίκειται, οὕτω καὶ τὸ ὡς ἐπὶ τὸ πολὺ τῷ ἐπ’ ἔλασσον), ἂν δή τις τὸ ἐπ’ ἔλασσον ὂν ἢ ἐξ ἀνάγκης εἶναι λέγῃ ἢ ὡς ἐπὶ τὸ πολύ, ἐλέγχοιτ’ ἄν ἢ τὸ ὡς ἐπὶ τὸ πλεῖστον μὴ ὂν ἀδύνατον εἶναι λέγων μὴ εἶναι ἢ τὸ] ὡς ἐπὶ τὸ πλεῖστον εἶναι τιθέμενος, οἷον εἰ λέγοι τις ἐξ ἀνάγκης ὑπὸ κύνα ὕειν ἢ ὡς ἐπὶ τὸ πλεῖστον ἑξαδακτύλους εἶναι τοὺς ἀνθρώπους. ὁμοίως κἄν τῶν ἀπὸ τύχης γινομένων τι λέγῃ τις ἢ ὡς ἐξ ἀνάγκης ἢ ὡς ἐπὶ τὸ πολὺ γίνεσθαι. ὅ τε γὰρ τὸ ἐξ ἀνάγκης ὑπάρχον ὡς ἐπὶ τὸ πολὺ ὑπάρχειν λέγων τὸ πᾶσιν ὑπάρχον οὐ πᾶσί φησιν ὑπάρχειν ὡς γάρ ὁ ἐνδεχομένως τὸν ἄνθρωπον πενταδάκτυλον εἶναι οὐ πάντα φησὶν εἶναι, οὕτως καὶ ὁ λέγων ἐνδεχομένως αὐτὸν ἡ λογικὸν ἢ ἀναπνευστικὸν εἶναι οὐ πάντα ἂν λέγοι ἀεὶ τοιοῦτον εἶναι· τὸ μὲν γὰρ ἀναγκαῖον καθόλου, τὸ δὲ ἐνδεχόμενον οὐ τοιοῦτον), ὁμοίως κἂν ἐναλλὰξ πάλιν, ἐὰν· τὸ ὡς ἐπὶ τὸ πολὺ ἐξ ἀνάγκης εἴπῃ. ἔτι δὲ φανερωτέρα ἡ ἁμαρτία τοῦ τὸ ἐπ’ ἔλασσον ἐξ ἀνάγκης λέγονιος. ἐνδέχεται μὲν οὖν τοῦτο ποιεῖν τινα ἐναλλάσσοντα τοὺς τρόπους τῆς ὑπάρξεως καὶ προστιθέντα, ὅτε καὶ φανερώτατος ὁ ἔλεγχος γένοιτ’ ἄν. ἐνδέχεται δὲ κἀκείνου μὴ προστιθέντος τινὰ διορισμόν, ἀλλ’ ἁπλῶς καὶ χωρὶς τοῦ προστιθέναι τὸν τρόπον τῆς ὑπάρξεως λέγοντος· ὑπάρχειν τὸ πρᾶγμα τὸν προσδιαλεγόμενον ἐφ’ ὃ οἷόν τέ ἐστιν ἐλεγχθῆναι μεταφέρειν τὸ ἀδιο ρίστως εἰρημένον ὡς οὕτως εἰρημένον. ἐπὶ μὲν οὖν τοῦ ἐνδεχομένου ἀπίθανος ὁ τόπος καὶ προδήλως σοφιστικός· ὁ γὰρ τὸν ἁπλῶς· εἰπόντα εἶναι τὸν ἄνθρωπον ζῷον λέγων εἰρηκέναι, ὅτι ἐνδέχεται ζῷον αὐτὸν εἶναι, φανερῶς δόξει συκοφαντεῖν. γένοιτο δ’ ἂν διαλεκτικὸς ἐπὶ ἐκείνων μόνων, εἴ τις τὰ ἐνδεχομένως ὑπάρχοντα ἁπλῶς ὑπάρχειν λέγοι, οἷον εἴ τις λέγοι ἁπλῶς τὸν γηρῶντα πολιοῦσθαι ἢ πάντα ἄνθρωπον πενταδάκτυλον εἶναι· ἐπεὶ γὰρ τὸ ἀναγκαῖον ἁπλῶς ὑπάρχει, δοκεῖ καὶ τὸ ἁπλῶς λεγόμενον ὑπάρχειν ὡς ἀναγκαίως ὑπάρχον λέγεσθαι. ὁ μὲν γὰρ κυρίως σοφὸς καὶ ἁπλῶς σοφός· ὁ δὲ μὴ οὕτως ὁ] μετὰ διορισμοῦ· τέκτων γὰρ σοφός· ἐν πᾶσι γὰρ τὸ κυρίως ἁπλῶς καὶ χωρὶς διορισμοῦ λέγεται. κυρίως δὲ ὑπάρχον τὸ ἀναγκαίως ὑπάρχον· ὁ δὴ τὸ ἐνδεχομένως ὑπάρχον ἁπλῶς καὶ χωρὶς διορισμοῦ λέγων ὑπάρχειν εὐλόγως ἄν εὐθύνοιτο ὡς ἀναγκαίως ὑπάρχειν λέγων τὸ μὴ οὕτως ὑπάρχον. τοῦτο δὲ καὶ αὐτὸς δι᾿ ὧν λέγει δηλοῖ· ἐπὶ γὰρ τῶν τὸ ἐνδεχομένως ὑπάρχον ἀπλῶς καὶ χωρὶς διορισμοῦ λεγόντων ὑπάρχει χρῆται τῷ τόπῳ. ὁ γὰρ τοὺς ἀπο- κηρύκτους φαύλους εἶναι λέγων ἀπλῶς δόξειεν ἄν λέγειν ἐξ ἀνάγκης καὶ καθόλου τοιούτους αὐτοὺς εἶναι· οὐ μὴν οὕτως ἔχει· ἐνδέχεται γάρ τινα καὶ μὴ τοιοῦτον εἶναι ἀποκήρυκτον γενόμενον· Θεμιστοκλέα γοῦν ἀποκή- ρυκτον μέν φασιν γενέσθαι, οὐ μὴν φαῦλος ἦν. Ἐπιζητήσαι τις ἄν πῶς, εἰ τὸ μὲν ἐνδεχόμενον ὑπάρχειν τε καὶ μὴ συμβεβηκός, τὸ δ’ ἀναγκαίως ὑπάρχον ἢ γένος ἢ ἴδιον ἢ ὁρισμὸς ἤ τι τῶν ὑπὸ ταῦτα, πῶς ἔτι ὑποτάσσοιτ’ ἄν τοῖς πρὸς τὰ ἀπὸ τοῦ συμβεβηκότος προβλήματα τόποις ὁ δεικνὺς ὅτι τὸ ἐξ ἀνάγκης ὑπάρχειν ἀποδεδομένον οὐκ ἐξ ἀνάγκης ὑπάρχει. δεικνύοι γὰρ ἄν οὗτ·ος ἤτοι ὅτι οὐχ ὡς γένος ὑπάρχει ἢ ὅτι οὐχ ὡς ἴδιον ἢ ὅτι οὐχ ὡς ὅρος· ἀλλὰ τὰ τοῦ γένους ἀναιρετικὰ ἐν τοῖς πρὸς τὸ γένος τόποις· ὁμοίως καὶ ἐπὶ τοῦ ἰδίου καὶ ἐπὶ τοὐ ὁρισμοῦ ὥσπερ καὶ τὰ τοὐ συμβεβηκότος προβλήματα]. ἢ ἐπεὶ οὐχ ὡς γένος ἢ ἴδιον ἢ ὁρισμὸν ἀναιρεῖ ἀλλὰ καθόλου ὅτι μὴ ἀναγκαῖον, ὑπ’ οὐδὲν ἄν ἐκείνων ὑποτάσσοιτο· καὶ γὰρ συμβεβηκός τι ἀναγκαῖον. εντι οὐ διὰ μεθόδου τινὸς ἀναιρεῖ τὸ ἀναγκαῖον ἀλλὰ προχείρῳ ἐναργείᾳ χρώμενος· ἀναιρῶν δὲ τοῦτο κατασκευάζει τὸ συμβεβηκός, ὥστε εἴη ἄν διὰ τοῦτο τοῖς πρὸς τὸ συμβεβηκὸς ὑποτασσόμενος ὡς τοῦ συμβεβηκότος κατασκευαστικός. διὰ τοῦτο δὲ καὶ ἐπὶ μὲν τοῦ πρώτου τόπου οὐκ ἀντέστρεψεν· οὐ γὰρ εἶπεν ‘εἰ τὸ ὡς συμβεβηκὸς ὑπάρχον κατ’ ἄλλον τινὰ τρόπον ἁποδέδωκεν’· ἐγένετο γὰρ ἐπ’ ἐκείνου ἀντιστρεφομένου ἢ ἀπὸ γένους ὁ τόπος ἢ ἀπὸ ἰδίου ἢ ἀπὸ ὅρου· τὸ γὰρ συμβεβηκὸς ἐγίνετο κατά τι τούτων ἀποδιδόμενον· ἐπὶ δὲ τούτου· ἀντέστρεφεν, ὅτι τῷ ἀναγκαίῳ ἐν αὐτῷ χρῆται, ὃ δύναται καὶ ἐν τῷ συμβεβηκότι εἶναι, ἀλλ’ οὐ τῷ γένει ἢ ἰδίῳ ἡ ὅρῳ. Ἔτι εἰ αὐτὸ ἑαυτῷ συμβεβηκὸς ἔθηκεν ὡς ἕτερον. Ὁ μὲν τόπος ἀπὸ τῶν πολυωνύμων. ἔστι δὲ τὸ δι’ αὐτοῦ λεγόμενον· ἐπεὶ οὐδὲν αὐτὸ ἑαυτῷ οἷόν τε συμβεβηκέναι τὸ γὰρ συμβεβηκὸς ἐν ὑποκειμένῳ καὶ ἄλλο τοῦ ᾧ συμβέβηκε, καὶ ὃ] οἷόν τε ὑπάρχειν καὶ μή· οὔτε δέ τι αὐτὸ αὑτῶ ὑπόκειται καὶ ἄλλο τί ἐστιν αὑτοῦ, οὔτε οἷόν τέ τι αὑτῷ ὑπάρχειν τε καὶ μή), ἄν δή τις πλανηθεὶς ἐπὶ τῶν πολυωνύμων ὡς κατὰ τὴν τῶν ὀνομάτων διαφορὰν ἐχόντων καὶ πραγμάτων διαφορὰν εἴπῃ τὸ ἕτερον τῷ ἑτέρῳ συμβεβηκέναι, οἷον τὸ ξίφος τῇ μαχαίρᾳ ἢ τῷ βροτῷ τὸν ἄνθρωπον ἢ τῷ φάρει τὸ ἱμάτιον ἢ τῷ ἥδεσθαι τὸ χαίρειν ἢ τῷ χαίρειν τὸ εὐφραίνεσθαι, οὗτος ἐλέγχοιτ’ ἂν αὐτό τι αὑτῷ συμβεβηκέναι λέγων· ταὐτὸν γὰρ κατὰ τὸ ὑποκείμενόν τε καὶ σημαινόμενον ἡδονὴ καὶ χαρὰ καὶ εὐφροσύνη καὶ τέρψις. Πρόδικος δὲ ἐπειρᾶτο ἑκάστῳ τῶν ὀνομάτων τούτων ἴδιόν τι σημαινόμενον ὑποτάσσειν, ὥσπερ καὶ οἱ ἀπὸ τῆς Στοᾶς, χαρὰν μὲν λέγοντες εὔλογον ἔπαρσιν, ἡδονὴν δὲ ἄλογον ἔπαρσιν, τέρψιν δὲ τὴν δι’ ὤτων ἡδονήν, εὐφροσύνην δὲ τὴν διὰ λόγων· νομοθετούντων δέ ἐστι τοῦτο ἀλλ’ οὐδὲν ὑγιὲς λεγόντων. τὸ μὲν οὖν εἰπεῖν τὴν ἡδονὴν χαρὰν οὐχ ἁμάρτημα, ὥσπερ οὐδὲ τὸ τὴν μονάδα ἀδιαίρετον ἡ τὴν στιγμὴν ἀμερῆ· οὐδὲ γὰρ τὸ τὴν χαρὰν χαρὰν εἰπεῖν ἢ ἰὴν μονάδα μονάδα· τὸ δὲ συμβεβηκέναι θάτερον θατέρῳ λέγειν ἄτοπόν τε καὶ ψεῦδος. Ἐπεὶ τἀναντία συμπέπλεκται μὲν ἀλλήλοις ἑξαχῶς, ἐναντίω σιν δὲ ποιεῖται τετραχῶς συμπλεκόμεμα. Ὁ μὲν τόπος ἀπὸ τῆς τῶν ἐναντίων συμπλοκῆς. τὸ δὲ κεφάλαιον τοῦ λεγομένου· ἐπεὶ δύο συζυγίαι ἐνατιώσεων συμπλεκόμεναι ἀλλήλαις ἓξ συζυγίας συμπλοκῶν ποιοῦσιν, ὧν αἱ μὲν δύο συζυγίαι οὐκ ἔχουσιν ἐναντίωσιν πρὸς ἀλλήλας, αἱ δὲ τέσσαρες ἔχουσιν, ἀξιοῖ ἀπὸ τῶν συζυγιῶν τῶν τὴν ἐναντίωσιν ἐχουσῶν ὁρμωμένους, ὅταν τι ᾗ τιθέμενον τοιοῦτον ὡς ἔχειν ἑκάτερον τῶν ὅρων τῶν ἐν τῷ τιθεμένῳ προβλήματι ἐναντίον τινί, ἐπὶ τὰς ἐναντίας τῆς ἐν τῷ προβλήματι συμπλοκῆς συμπλοκὰς ἐπιβλέποντας πειρᾶσθαι δεικνύναι τινὰ αὐτῶν ἀληθῆ· ἐκείνης γὰρ ἀληθοῦς δειχθείσης ἀνῃρημένον ἄν εἴη τὸ πρόβλημα, ἐπειδὴ ἀδύνατον ἅμα τἀναντία ἀληθῆ εἶναι. καὶ ἡ μὲν τοῦ τόπου περίληψις τοιαύτη. σαφὲς δ’ ἂν τὸ λεγόμενον γίνοιτο, εἰ ἐκθέμενοι τἀς ἐναντιώσεις καὶ τὰς συζυγίας τὰς γινομένας κατὰ τὰς συμπλοκὰς αὐτῶν δείξαιμεν, πῶς μὲν ἓξ ἅπασαι γίνονται, πῶς δὲ αἱ τέσσαρές εἰσιν ἀπὸ τῶν ἓξ αἱ τὴν ἐναντίωσιν ἔχουσαι, καὶ τίνες αὗται. ἔστωσαν δὴ δύο συζυγίαι ἐναντίων, μία μὲν δίκαιον καὶ ἄδικον, ἑτέρα δὲ ἀγαθὸν καὶ κακόν, καὶ συζευγνύσθω ταῦτα ἀλλήλοις καθ’ ὅσους τρόπους οἷόν τε συζεύγνυσθαι αὐτά, φυλασσομένου τοῦ ἑκάστην συζυγίαν ἀνὰ ἕνα ὅρον ἔχειν τῶν ἐξ ἑκατέρας ἐναντιώσεως. ἔσονται δὴ οὕτως συντιθεμένων συζυγίαι συμπλοκῶν οὐ πλείους τῶν ἕξ· ἢ γὰρ ἑκάτερον τῶν ἐκ τῆς ἑτέρας ἐναντιώσεως ἑκατέρῳ τῶν ἐκ τῆς ἑτέρας συμπλακήσεται, καὶ ἔσονται τοῦτον τὸν τρόπον συμπλεκομένων αὐτῶν δύο συζυγίαι συμπλοκῶν· ἢ γὰρ τῷ μὲν δικαίῳ τὸ ἀγαθόν, τῷ δὲ ἀδίκῳ τὸ κακὸν συμπλακήσεται, καὶ ἔσται μία αὕτη συζυγία ἡ ‘τὸ δίκαιον ἀγαθόν, τὸ ἄδικον κακόν᾿, ὑποκειμένου μὲν ἐν ἑκατέρᾳ τῶν συμπλοκῶν ἐν ᾗ μὲν τοῦ δικαίου ἐν ᾗ δὲ τοῦ ἀδίκου, κατηγορουμένου δὲ ἐν μὲν τῇ τοῦ ἀγαθοῦ ἐν δὲ τῇ τοῦ κακοῦ· ποτὲ δὲ ἔμπαλιν τῷ μὲν δικαίῳ τὸ κακόν, τῷ δὲ ἀδίκῳ τὸ ἀγαθόν, ὡς εἶναι τὴν συζυγίαν ‘τὸ δίκαιον κακόν, τὸ ἄδικον ἀγθόν᾿. ποτὲ δὲ αὖ τῷ ἑτέρῳ τῶν ὑποκειμένων ἑκάτερος ἀνὰ μέρος τῶν κατηγορουμένων συμπλακήσεται, οἷον τῷ δικαίῳ ὁτὲ μὲν τὸ ἀγαθὸν ὁτὲ δὲ τὸ κακόν, καὶ ἔσονται πάλιν ἄλλαι δύο συζυγίαι, μία μὲν ‘τὸ δίκαιον ἀγαθόν, τὸ δίκαιον κακόν᾿, ἑτέρα δὲ ‘τὸ ἄδικον κακόν, τὸ ἄδικον ἀγαθόν᾿. αἱ δὲ λοιπαὶ δύο, ὅταν ἔμπαλιν ἀμφο- τέρους τοὺς ὑποκειμένους κατ᾿ ἰδίαν ποτὲ μὲν τῷ ἑτέρῳ τῶν κατηγορουμένων συμπλέξωμεν ποτὲ δὲ ἑτέρῳ, οἷον τῷ δικαίῳ ποτὲ μὲν τὸ ἀγαθὸν ποτὲ δὲ τὸ κακόν, καὶ πάλιν τῷ ἀδίκῳ ποτὲ μὲν τὸ κακὸν ποτὲ δὲ τὸ ἀγαθὸν· ἔσται γὰρ ἡ μὲν ἑτέρα ‘τὸ δίκαιον ἀγαθόν, τὸ ἄδικον ἀγαθόν᾿, ἡ δὲ ἑτέρα ‘τὸ δίκαιον κακόν, τὸ ἄδικον κακόν᾿. αἱ μὲν οὖν γινόμεναι ἐκ· τῶν δύο ἐναντιώσεων συμπλεκομένων κατὰ τὸν προειρημένον τρόπον συζυγίαι τε καὶ συμπλοκαὶ αὗταί τε καὶ τοσαῦται. πρώτη συζυγία ἡ ἔχουσα ἑκάτερον περὶ ἑκατέρου, ἡ ‘τὸ δίκαιον ἀγαθόν ἐστι, τὸ ἄδικον κακόν ἐστ᾿. δευτέρα ὁμοίως αὐτῇ ἔχουσα ἔμπαλιν ἑκάτερον περὶ ἑκατέρου ἡ ‘τὸ δίκαιον κακόν ἐστι, τὸ ἄδικον ἀγαθόν’. τρίτη ἡ ἔχουσα τοῦ ἑτέρου τῶν ὑποκειμένων ἐν μέρει ἀμφότερα κατηγορούμενα, ἡ ‘τὸ δίκαιον ἀγαθόν ἐστι, τὸ δίκαιον κακόν ἐστι᾿. τετάρτη καὶ αὐτὴ ὁμοίως τοὐ ἑτέρου τῶν ὑποκειμένων ἀμφότερα ἐν μέρει κατηγοροῦσα ἡ ‘τὸ ἄδικον ἀγαθόν ἐστι, τὸ ἄδικον κακόν ἐστι᾿. πέμπτη ἡ ἔχουσα ἑκατέρου τῶν ‘ποκειμένων παρὰ μέρος τὸν αὐτὸν κατηγορούμενον, ὡς ἡ ‘τὸ δίκαιον ἀγαθόν ἐστι, τὸ ἄδικον ἀγαθόν ἐστιν’. ἕκτη καὶ αὐτὴ ὁμοίως ἔχουσα τὸν αὐτὸν ἑκατέρου τῶν ὑποκειμένων κατηγορούμενον ἡ τὸ ‘δίκαιον κακόν ἐστι, τὸ ἄδικον κακόν ἐστι᾿. παρὰ δὲ ταύτας οὐχ οἷόν τε ἄλλην τινὰ καὶ ἐξ ἑκατέρας ἐναντιώσεως ἕνα. τούτων δὴ τῶν ἓξ συζυγιῶν αἱ μὲν δύο αἱ πρῶται ῥηθεῖσαι, ἐν αἷς ἑκάτερον τῶν ἐναντίων συμπλέκεται, οὐ ποιοῦσιν οὐδεμίαν ἐναντίωσιν. οὔτε γὰρ ἡ ‘τὸ δίκαιον ἀγαθόν ἐστι’ τῇ τὸ ἄδικον κακόν ἐστιν’ ἐναντία συμπλοκή ἀμφότερα γὰρ ἀληθῆ, καὶ ἄμφω τοῦ αὐτοῦ ἤθους· τοῦ γὰρ αὐτοῦ τὸ δίκαιον ἀγαθὸν ὑπολαμβάνειν καὶ τὸ ἄδικον κακόν· ἀστεῖα γὰρ ἄμφω), οὔτε πάλιν ἡ ‘τὸ δίκαιον κακόν’ λέγουσα τῇ ‘τὸ ἄδικον ἀγαθόν’ λεγούσῃ· πάλιν γὰρ καὶ ταῦ τὰ ὁμοίως ψευδῆ καὶ φευκτὰ καὶ τοῦ αὐτοῦ ἤθους· τοῦ γὰρ αὐτοῦ τό τεδίκαιον κακὸν ὑπολαμβάνειν καὶ τὸ ἄδικον ἀγαθόν. οὐ μάχεται οὖν ἀλλήλοις ἀλλὰ ἀκολουθεῖ· τὰ δὲ ἐναντία ἀλλήλων ἐστὶν ἀναιρετικά. εἰπὼν δὲ ἀμφότερα φευκτὰ εἶναι τὰ δεύτερον εἰρημένα καὶ τοῦ αὐτοῦ ἤθους καὶ προσθεὶς ὅτι φευκτὸν φευκτῷ οὐκ ἔστιν ἐναντίον, ἐπεὶ ἔκειτο ἐν Ἠθικοῖς καθ’ ἑκάστην ἠθικὴν ἀρετὴν εἶναί τις κακία, ἡ μὲν ἐν ὑπερβολῇ ἡ δὲ ἐν ἐνδείᾳ, ὁ· * * * ἀλλὰ καὶ ἀλλήλαις, προσέθηκε τὸ ἐὰν μὴ ᾖ τὸ μὲν καθ’ ὑπερβολὴν τὸ δὲ κατ’ ἔνδειαν. πῶς μὲν οὖν ἐκεῖ ἐναντία τὰ τοιαῦτα ἀλλήλοις τε καὶ τῇ ἀρετῇ εἶναι λέγεται, καὶ ὅτι μὴ ὁμοίως μηδὲ κατὰ τὸ αὐτὸ τῇ τε ἀρετῇ καὶ ἀλλήλοις, ἐν ἐκείνοις εἴρηται. νῦν δὲ λέγει, ἐπεὶ τὰ προειρημένα ἀμφότερα ὄντα φευκτὰ οὐ δι’ ὑπερβολὴν ἢ ἔνδειάν ἐστι φευκτὰ ἀλλ’ ἁπλῶς, ὅτι μή ἐστιν ἀλλήλοις ἐναντία. ἔδειξε δὲ τὴν δευτέραν συζυγίαν μὴ ἔχουσαν ἐναντίωσιν οὐδὲν εἰπὼν περὶ ἰῆς πρώτης, ὅτι ἐπὶ μὲν τῆς πρώτης αὔταρκες ἦν τὸ εἶναι αὐτὰς ἅμα ἀληθεῖς· οὐδέποτε γὰρ οἷόν τε συνυπάρχειν. καὶ ἅμα ἀληθῆ εἶναι τὰ ἐναντία· ἅμα μέντοι ψευδῆ εἶναι οὐδὲν κεκώλυται τὰ ἐναντία· οὐ γὰρ διαιρεῖ τἀληθές τε καὶ ψεῦδος τὰ ἐναντία ὥσπερ ἡ ἀντίφασις. ἐπεὶ τοίνυν ἡ δευτέρα συζυγία ἡ ἀμφοτέρας τὰς συμπλοκὰς φευκτὰς ἔχουσα ἀμφοτέρας τὰς συμπλοκὰς ἔχει ψευδεῖς, ὃ οὐκ ἔστιν ἀδύνατον περὶ τὰ ἐναντία, διὰ τοῦτο πρὸς τὸ μὴ εἶναι αὐτὰς ἐναντίας ἐχρήσατο δείξει τῇ ὅτι φιοευκτὸν φευκτῷ οὐκ ἔστιν ἐναντία ἀλλή- λοις, ἀλλ’ ἢ ἐν μόνοις ἐν οἷς περὶ ταὐτόν τι τὸ μὲν ὑπερβάλλει τὸ δὲ ἐλλείπει. ἔτι ἐναργές τέ ἐστι καὶ καθόλου ἀληθὲς ὅτι ἀγαθὸν ἀγαθῷ οὐκ ἔστιν ἐναντίον· οὐκέτι δὲ καθόλου ἀληθὲς τὸ φευκτὸν· φευκτῷ μὴ εἶναι ἐναντίον. τὰς δὲ καταλειπομένας τέσσαρας συμπλοκὰς ἐναντίωσίν φησι ποιεῖν. ἥ τε γὰρ λέγουσα τὰ δίκαια ἀγαθὰ συμπλοκὴ ἐναντία τῇ τὰ δίκαια κακὰ λεγούσῃ, ἐξ ὧν ἦν συμπλοκῶν ἡ τρίτη συζυγία. τοῦ δὲ ἐναντίας εἶναι τὰς ἐν ταύταις ταῖς συζυγίαις συμπλοκὰς δεικτικῷ χρῆται τῷ ἀπὸ ἐναντίου ἤθους καὶ ἀπὸ ἐναντίας ἕξεως ταύτας γίνεσθαι· ἐναντίοι γὰρ τὰ ἤθη ὅ τε τὸ δίκαιον ἀγαθὸν λέγων καὶ ὁ τὸ δίκαιον κακόν. ᾧ μέτρῳ τῶν ἐναντίων χρώμενος εἰκότως εὑρήσει πλείω ἑνὶ ἐναντία. ἔστι δὲ καὶ τὸ τῇ κατὰ τὸ ἦθος ἐναντιώσει κρίνειν τὰ ἐναντία ἔνδοξον μὲν καὶ διαλεκτικόν, οὐκ ἀληθὲς δέ· ἀπὸ ἐναντίου γὰρ ἤθους καὶ τὸ λέγειν τό τε δίκαιον ἀγαθὸν καὶ τὸ μοιχεύειν ἀγαθόν, ἀλλ’ οὐκ ἐναντία ἀλλήλοις τὸ δίκαιον ἀγαθόν, τὸ μοιχεύειν ἀγαθόν. ἦν δ’ ἂν ἐναντία, εἰ ἦν τῷ δικαίῳ ἡ μοιχεία ἐναντίον· περὶ γὰρ τῶν οὕτως ἐχόντων πρὸς ἄλληλα ὁ λόγος. ἀλλὰ καὶ ἡ τετάρτη συζυγία ἐξ ἐναντίων δοκεῖ συγκεῖσθαι, ἡ τὸ ἄδικον ἀγαθὸν λέγουσα τῇ τὸ ἄδικον κακὸν λεγούσῃ · ἀπὸ ἐναντίων γὰρ καὶ αὗται ἕξεων. ἀλλὰ καὶ ἡ πέμπτη τοιαύτη, ἡ τὸ δίκαιον ἀγαθὸν λέγουσα καὶ ἡ τὸ ἄδικον ἀγαθόν· ἐναντίαι γὰρ καὶ αὗται καὶ ἀπὸ ἐναντίων ἕξεων. ὁμοίως καὶ ἡ ἕκτη ἔχει, ἡ τὸ δίκαιον κακὸν λέγουσα καὶ ἡ τὸ ἄδικον κακόν · καὶ γὰρ αὗται ταῖς προειρημέναις ἐναντίαι. Δείξας δὲ ταύτας καὶ εἰπὼν καθ’ ἑκάστην γὰρ συζυγίαν τὸ μὲν αἱρετὸν τὸ δὲ φευκτόν, καὶ τὸ μὲν ἐπιεικοῦς ἤθους δὲ φαύλου, ἐπήνεγκε δῆλον οὖν ἐκ τῶν εἰρημένων ὅτι τῷ αὐτῷ πλείονα ἐναντία συμβαίνει γίνεσθαι, λαμβάνων τοῦτο ὡς τοῖς κειμένοις ἑπόμενον. ἣν γὰρ ἄν συμπλοκὴν ἐπαινετὴν ἢ ἀληθῆ λάβωμεν, ταύτῃ πᾶσαι αἱ ψεκταὶ ἢ ψευδεῖς ἐναντίαι ἔσονται <αἱ> ἐν ταῖς συζυγίαις, καὶ οὐ πλείους εὑρεθήσονται οὖσαι τῶν δύο· καὶ ὁμοίως ἣν ἄν ψεκτὴν ἢ ψευδῆ , ταύτῃ πᾶσαι αἱ ἐν πάσαις ταῖς συζυγίαις ἐπαινεταὶ ἡ ἀληθεῖς ἐναντίαι, αἵτινες οὐδ’ αὐταὶ πλείους εἰσὶ τῶν δύο. ἔστι δ’ ἐπαινετὸν μέν, τοῦτ’ ἔστιν ἀληθές, ἐν τῇ πρώτῃ συζυγίᾳ τὸ τὸ δίκαιον ἀγαθὸν ὑπολαμβάνειν, ψεκτὸν δὲ τὸ τὸ δίκαιον κακόν, ὥστε τοῦτο ἐναντίον ἔσται ἐκείνῳ· ἀλλὰ καὶ ἐν τῇ δευτέρᾳ συμπλοκῇ, τῇ τὸ ἄδικον ὑποκείμενον ἐχούσῃ ἐν ἀμφοτέραις ταῖς συμπλοκαῖς, ψεκτὴ πάλιν ἐστὶ συμπλοκὴ ἡ τὸ ἄδικον ἀγαθὸν λέγουσα· ἔσται ἄρα καὶ αὕτη ἐναντία τῇ τὸ δίκαιον ἀγαθὸν λεγούσῃ. ἐν δέ γε ταῖς παταλειπομέναις δύο συζυγίαις αἱ ψεκταὶ συμπλοκαὶ αἰ αὐταί εἰσι ταῖς ἤδη προειρημέναις· ἐν μὲν γὰρ τῇ ἑτέρᾳ αὐτῶν, τῇ πέμπτῃ, ψεκτή ἐστιν ἡ τὸ ἄδικον ἀγαθὸν λέγουσα, ἥτις ἦν καὶ ἐν τῇ τετάρτῃ ψεκτὴ συμπλοκή, ἐν δέ γε τῇ ἕκτῃ ἡ τὸ δίκαιον κακὸν λέγουσά ἐστιν ἡ ψεκτή, ἥτις ἡ αὐτή ἐστι τῇ ἐν τῇ τρίτῃ συζυγίᾳ ψεκτῇ. δύο ἄρα εἰσὶν ἐναντίαι τῇ τὸ δίκαιον ἀγαθὸν λεγούσῃ, ἥ τε τὸ δίκαιον κακὸν λέγουσα καὶ ἡ τὸ ἄδικον ἀγαθόν. ἀλλὰ καὶ τῇ ψεκτῇ τῶν ἐν τῇ τρίτῃ συζυγίᾳ δύο ἔσονται ἐναντίαι συμπλοκαί, ἥ τε ἐν αὐτῇ ταύτῃ ἡ τὸ δίκαιον ἀγαθὸν λέγουσα καὶ ἡ ἐν τῇ τετάρτῃ ἡ τὸ· ἄδικον κακὸν λέγουσα· αἱ γὰρ ἐν τῇ πέμπτῃ τέ καὶ ἕκτῃ συζυγίᾳ συμπλοκαὶ ἐπαινεταὶ πάλιν αἱ αὐταί εἰσι ταῖς δύο ταῖς προειρημέναις, ὁμοίως καὶ τῶν ἐν ταῖς ἑξῆς τρισὶ συζυγίαις ἐπαινετῶν τε καὶ ψεκτῶν συμπλοκῶν ἑκάστῃ δειχθήσονται δύο οὖσαι συμπλοκαὶ ἐναντίαι. Oὐσῶν τοίνυν ἑκάστῃ συμπλοκῇ ἐξ ἐναντίων οὔσῃ καὶ ἐναντίωσιν περιεχούσῃ δύο ἐναντίων συμπλοκῶν αἱ γὰρ πρῶται δύο συζυγίαι ἐξ ἐναντίων μὲν ἦσαν καὶ αὐταί; οὐ μὴν καὶ ἐναντίωσιν περιεῖχον), λαμβάνειν φησὶ δεῖν τῶν ἐναντίων ὁπότερον ἄν ἡ πρὸς τὴν θέσιν χρήσιμον. τοῦτο βραχέως μὲν καὶ διὰ τοῦτο ἀσαφῶς εἴρηται· ἔστι δὲ τοιοῦτον· ἔστι μὲν ὁ ἐπὶ τῶν ἐναντίων τόπος πρὸς ἀνασκευὴν χρήσιμος, οὐκέτι δὲ καὶ πρὸς κατασκευὴν καθόλου· ἐπὶ μὲν γὰρ τῶν ἀμέσων ἐναντίων καὶ πρὸς κατασκευήν, ὅταν ἐπὶ τῶν δεκτικῶν αὐτῶν ὁ λόγος γίνηται, ὡς ἤδη προείρηται. ἐπεὶ δέ ἐστί τινα καὶ ἔμμεσα ἐναντία, ἐφ’ ὧν οὐκέτι ἡ τοῦ ἑτέρου ἀναίρεσις θάτερον αὐτῶν κατασκευάζει, ἀλλὰ μόνον ἡ θατέρου θέσις θάτερον ἀναιρεῖ (εἱ γὰρ λευκόν, οὐ μέλαν, οὐ μήν, εἰ μὴ λευκόν, ἤδη μέλαν· δύναται γὰρ καὶ τῶν μεταξύ τι εἶναι), διὰ τοῦτο, ὡς εἶπον, ὁ τόπος ὁ προειρημένος πρὸς ἀνασκευὴν μᾶλλον χρήσιμος. ἀδύνατον γὰρ συνυπάρχειν τὰ ἐναντία· ὅταν οὖν πρόβλημά τι ᾖ ἐξ ἐναντίων συγκείμενον ᾧ πλείω ἐστὶν ἐναντία, ἀνασκευάζοντας αὐτὸ χρή, τίνα ἐστὶ τὰ ἐναντία αὐτῷ, λαμβάνειν καὶ τούτων ὃ ἄν μᾶλλον ᾖ δι’ ἐνάργειαν πρὸς τὸ τεθῆναι χρήσιμον, τοῦτο προχειριζομένου καὶ δεικνύντας ὅτι ἀληθές ἐστιν ἀναιρεῖν τὸ κείμενον τούτῳ ἐναντίον ὡς οὐκ ἀληθές. οἷον εἰ λέγοι τις τὴν δικαιοσύνην κακὸν εἶναι, ἐπεὶ τούτῳ ἐναντία δύο, τό τε τὴν δικαιοσύνην ἀγαθὸν εἶναι καὶ τὸ τὴν ἀδικίαν κακόν, εἰ φανερώτερόν ἐστι τὸ τὴν ἀδικίαν κακὸν εἶναι κακίαν οὖσαν καὶ νόσον ψυχῆς καὶ φθαρτικὴν τοῦτο μὲν τῆς ἐν πόλει κοινωνίας τοῦτο δὲ πάσης συναλλαγῆς, ἐναντίαν δὲ καὶ παρὰ φύσιν τοῖς ἀνθρώποις οἱ γὰρ ἄνθρωποι φύσει κοινωνικοί), εἰ δὴ τοῦτο διὰ ταῦτα φανερώτερον τοῦ τὴν δικαιοσύνην ἀγαθὸν εἶναι, τοῦτο <δεῖ> δείξαντάς τε καὶ θέντας ὂν ἐναντίον τῷ τὴν δικαιοσύνην εἶναι ἀναιρεῖν ἐκεῖνο. ἐπὶ δέ γε τῶν ἀμέσων ἐναντίων καὶ κατασκευάσομεν τὸ προκείμενον, δείξαντες τὸ ἐναντίον αὐτῷ μὴ ὑπάρχον ὄντι δεκτικῷ αὐτοῦ καθ’ ὁπότερον ἄν σημαινόμενον τοῦ ἐναντίου προχειρότερον τοῦτο δυνώμεθα δεικνύναι. τοῦτο δὲ γίνοιτ’ ἄν, εἰ ἀμφότεραι αἱ ἐναντιώσεις, ἐξ ὧν ἡ τῶν ἐναντίων συμπλοκή εἶεν ἄμεσοι· οὕτω γὰρ καὶ τὰ ἄλλα ἄμεσα ἔσται συγκείμενα. ὁ γὰρ δείξας, ὅτι μή ἐστιν ἡ ὑγεία κακόν, ἤδη δέδειχεν ὅτι ἡ ὑγεία ἀγαθόν, εἰ εἴη ἄμεσα τό τε ἀγαθὸν καὶ τὸ κακὸν ὁμοίως δὲ] τῇ ὑγείᾳ καὶ τῇ νόσῳ. ὡς γὰρ καὶ πρὸς κατασκευὴν ὄντος τοὐ τόπου χρησίμου εἶπε καὶ ἀναιροῦντι καὶ κατασκευάζοντι. δεῖ μᾶλλον ἐν τοῖς κατηγορουμένοις ὅροις ὅροις ζητεῖν, <οἶον> πότερον μᾶλλον καὶ ὑπάρχει τῇ δικαιοσύνῃ τὸ ἀγαθὸν ἢ τῇ ἀδικίᾳ τὸ κακόν. ὁ αὐτὸς λόγος καὶ ἐὰν ἄνα τινὰ ἐναντία λάβωμεν, οἷον ἡδονὴν καὶ λύπην καὶ ἀγαθὸν καὶ κακόν, καὶ ταῦτα συμπλέκωμεν. ὁμοίως κἄν ἐπὶ τούτων], οἷς αὐτὸς ἐχρήσατο, λάβωμεν φίλους καὶ ἐχθροὺς καὶ εὖ ποιεῖν καὶ κακῶς ποιεῖν. Ὁ μὲν οὖν τόπος οὗτος. ἐπιζητήσαι δ’ ἄν τις πῶς πάλιν ἐνταῦθα πλείω ἑνὶ ἐναντία εἶναι ἔλαβεν ἀρεσκόμενος τῷ ἓν ἑνὶ ἐναντίον εἶναι. ἡ ὅταν μὲν ἁπλοῦν τὸ ἓν ᾖ, ἀνάγκη τούτῳ ἓν ἐναντίον εἶναι· ὅταν δὲ μὴ ἁπλοῦν, οὐδὲν κωλύει τούτῳ καὶ πλείω εἶναι ἐναντία, οὐ κατὰ ταὐτὸν ἀλλὰ ἄλλου κατ’ ἄλλο τῶν λαμβανομένων ἐναντίων ὄντος ἐναντίου τῷ ἑνί· κατὰ ταὐτὸν γὰρ ἀδύνατον πλείω τῷ αὐτῷ ἐναντία εἶναι. κἄν ἓν δέ τι ὂν κατ’ ἀριθμὸν δυνάμεις ἔχον πλείους ἑκάστῃ. τῶν ἐν αὐτῷ δυνάμεων ἔχῃ τι ἐναντίον, οὐκ ἐπεὶ ἓν κατ’ ἀριθμόν ἐστι τὸ λαμβανόμενον, διὰ τοῦτο ἑνὶ πλείω ἔσται ἐναντία. οὐδὲν γὰρ κωλύει ἕν τι κατ’ ἀριθμὸν ὂν καὶ ψυχρὸν εἶναι καὶ λευκόν, ὡς τὴν χιόνα, καὶ ἔχειν ἐναντία τό τε θερμὸν καὶ τὸ μέλαν· ἀλλ’ οὐ διὰ τοῦτο ἑνὶ πλείω ἐναντία γίνεται, ὅτι μὴ κατὰ ταὐτὸν ἄμφω, τὸ τε θερμὸν καὶ τὸ μέλαν, ἐναντία τῇ χιόνι. καὶ ἐπὶ τῆς τῶν ἐναντίων δὲ συμπλοκῆς ταὐτὸ συμβαίνει· οὐ γὰρ δὴ κατὰ ταὐτὸν τῷ ‘ἡ ἡδονὴ ἀγαθόν ἐστιν’ ἐναντίον ἐστὶ τὸ ‘ἡ ἡδονὴ κακόν᾿ καὶ ‘ἡ λύπη ἀγαθόν᾿, ἀλλ’ ἡ μὲν πρώτη, ὅτι τὸ ἐναντίον τοῦ αὐτοῦ κατηγόρησεν, ἡ δὲ δευτέρα, ὅτι του ἐναντίου τὸ αὐτὸ· δύο γὰρ τὰ συγκείμενα, καὶ ἑκατέρῳ αὐτῶν ἴδιόν τί ἐστιν ἐναντίον. οὐδ’ ἐνταῦθα οὖν· αὑτῷ τι μαχόμενον λέγει, ὥσπερ οὐδὲ ἐν τοῖς Ἠθικοῖς, ὡς ἐδείξαμεν καὶ ἐν τοῖς εἰς ἐκεῖνα ὑπομνήμασιν. Ἔτι εἰ ἔστι τι ἐναντίον τῷ συμβεβηκότι. εἴ τίς τινι συμβεβηκέναι τι εἴποι, δεῖ, φησίν, ἐφορᾶν εἰ τῷ συμβεβηκότι ἐστί <τι> ἐναντίον. οὗτος ὁ τόπος ὁ αὐτός ἐστι τῷ πρὸ αὐτοῦ ἔν φερομένῳ, κατὰ τὴν λέξιν μόνον αὐτοῦ διαφέρων, ὡς <παρὰ> τὸ εἰκὸς διαφόρῳ λέξει τὸν αὐτὸν ὑποσημηναμένου τόπον· διὸ ἔν τισιν ὁ πρὸ τούτου περιῄρηται. ἔστι δὲ ὁ τόπος καὶ αὐτὸς ἀπὸ τῶν ἐναντίων ἀνασκευαστικός. ἐπεὶ γὰρ ἀδύνατόν τινι ἅμα τὰ ἐναντία ὑπάρχειν τε καὶ συμβεβηκέναι, φησὶ δεῖν, ἄν τίς τι συμβεβηκέναι τινὶ λέγῃ, ἐπιβλέπειν εἰ τῷ συμβεβηκέναι λεγομένῳ ἐστί τι ἐναντίον καὶ εἰ ὑπάρχει τούτῳ ᾧ ὑπάρχειν τίς φησι τὸ ἐναντίον αὐτῷ. ἂν γὰρ δειχθῇ τοῦτο ὑπάρχον αὐτῷ, ἀνεσκευασμένον ἔσται τὸ τιθέμενον αὐτῷ συμβεβηκέναι. εἰ γάρ τις λέγοι τὴν ἀδικίαν ὠφέλιμον εἶναι τῷ ἔχοντι, ἐπεὶ τῷ μὲν ὠφελίμῳ τὸ βλαβερὸν ἐναντίον, ἡ δὲ ἀδικία νόσος ψυχῆς ἐστιν, ἄν λάβωμεν ὅτι πᾶσα νόσος βλαβερὰ τῷ ἔχοντι αὐτήν, ἔχοιμεν ἂν ὅτι καὶ ἡ ἀδικία· εἰ δὲ βλαβερά, οὐκ ὠφέλιμος· ἀδύνατον γὰρ ἅμα τἀναντία τῷ αὐτῷ ὑπάρχειν. ὁμοίως, ἄν τὸ ὑγιαίνειν λεγόμενον δείξωμεν νοσοῦν, ἀνῃρηκότες ἂν εἴημεν τὸ ὑγιαίνειν αὐτό. ἀλλὰ καὶ εἰ τὴν ἡδονήν τις ἀγαθὸν ἔθετο, δειχθείσης ὅτι κακὸν ἀνῃρημένον ἂν εἴη τὸ ἀγαθὸν αὐτὴν εἶναι· ἔσται γὰρ ἅμα περὶ αὐτὴν τἀναντία. διαφέροι δ’ ἄν οὗτος ὁ τόπος τοῦ πρὸ ὀλίγου ῥηθέντος τοῦ “ὅσοις δὲ ἀνάγκη θάτερον μόνον ὑπάρχειν”, ὅτι ἐκεῖνος μὲν ἦν ἐπὶ ἀμέσων λεγόμενος, διὸ καὶ κατασκευαστικός, οὐ μόνον ἀνασκευαστικός, οὗτος δὲ ἐπὶ τῶν ἐμμέσων ἐναντίων, διὸ μόνον ἐστὶν ανασκευαστικος. [Ἄλλος] ἢ εἴ τι τοιοῦτον εἴρηται κατά τινος, οὗ ὄντος ἀνάγκη τἀναντία ὑπάρχειν. Προστίθσησι τῷ προειρημένῳ τόπῳ καὶ τοῦτον ὄντα καὶ αὐτὸν ἐπὶ τῶν ἐναντίων τε καὶ ἀνασκευαστικόν. ἔστι δὲ ὁ τόπος· ἀξιοῖ ζητεῖν εἴ τις τοιοῦτον τι κατηγορηκε τινος ὡς ὕπαρχον αὐτῷ, ᾦ ἕπεται τὸ ἄμα τῳ ὑποκειμένῳ πράγματι τὰ ἐναντία ὑπάρχειν· εἰ γὰρ εἴη τοιοῦτον τὸ τιθέμενον ὑπάρχειν τινί, ἀναιροῖτ᾿ ἄν καὶ δεικνύοιτο ἀδύνατον τῷ ἀδύνατον εἶναι ἅμα τὰ ἐναντία ὑπάρχειν τινί. αὐτὸς μὲν οὗν παραδείγματι τῶν ἰδεῶν κέχρηται. εἰ γάρ τις λέγοι τἀς ἰδέας ἐν ἡμῖν εἶναι ὡς εἶναι τὰ ἡμέτερα εἴδη ἰὰς ἰδέας, τούτῳ ἀκολουθεῖ τὸ ἅμα μὲν ἀκινήτους τὰς ἰδέας λέγειν ἅμα δὲ κινουμένας, καὶ ἅμα μὲν νοητὰς ἅμα δὲ οὐ νοητὰς ἀλλὰ αἰσθητάς. καθ’ ὅσον μὲν γὰρ τὰς ἰδέας λέγουσι νοητάς τε καὶ ἀκινήτους, ταῦτα αὐταῖς ὑπάρξει· καθ’ ὅσον δὲ ἐν ἡμῖν αὐτὰς εἶναι λέγουσι, κινουμένων τε ἡμῶν συγκινηθήσονται καὶ ἔτι αἰσθηταὶ ἔσονται· τὴν γὰρ ἑκάστου μορφὴν τῇ ὂψει γνωρίζομεν, ἥτις εἰ ἔστιν ἡ ἰδέα, αἰσθητὴ ἄν εἴη. ἔνεστι δὲ προσχρωμένους τῷ τόπῳ τούτῳ ἀναιρεῖν τό τε τὸ ‘ἐγὼ ψεύδομαι᾿ πρότασιν εἶναι· εἰ γὰρ πρότασις, ἅμα ἔσται ἀληθής τε καὶ ψευδής, ὡς δείκνυται· ἀδύνατον δὲ τοῦτο· ἐναντία γὰρ ταῦτα· οὐκ ἄρα πρότασις τὸ ‘ἐγὼ ψεύδομαι᾿. εἰ γὰρ εἴη συγκεχωρημένον τὸ εἶναι πρότασιν αὐτήν, ἀναιροῖτ’ ἄν τὸ πᾶσαν πρότασιν ἢ ἀληθῆ ἢ ψευδῆ εἶναι· εἰ γὰρ τοῦτο, εἴη ἄν καὶ αὕτη ἢ ἀληθὴς ἢ ψευδής. ἀλλ’ ὁπότερον ἄν ὑποτεθῇ εἶναι, ἕπεται καὶ τὸ ἐναντίον αὐτῇ· ἀληθοῦς μὲν γὰρ ὑποτεθέντος εἶναι τοῦ ‘ἐγὼ ψεύδομαι᾿ ἕπεσθαι δοκεῖ τὸ ψεύδεσθαι αὐτόν· οὕτως γὰρ ἂν ἀληθεύοι ψεύδεσθαι λέγων αὑτόν· ψευδοῦς δὲ πάλιν τὸ ἀληθεύειν· διὰ γὰρ τοῦτο αὐτὸ ψεύδοιτ’ ἄν πάλιν λέγων αὑτὸν ψεύδεσθαι, διότι ἀληθεύει. ἀλλ’ οὐδὲ τὸ ‘πᾶσα φαντασία ἀληθής᾿ πρότασις ἄν εἴη· ἅμα γὰρ ἀληθής τε καὶ ψευδής, ἀληθὴς μέν, ὅτι φαντασία καὶ αὐτή, ψευδὴς δέ, ὅτι φησὶν πᾶσαν ἀληθῆ εἶναι· τοῦτο δὲ ἀδύνατον. ἀλλὰ καὶ τῷ τὸ πᾶν ἐν παντὶ μεμῖχθαι λέγοντι ἕπεται τὸ ἅμα εἶναι τὰ ἐναντία. ἀλλὰ καὶ τῷ τὸ ὂν ἕν τε εἶναι καὶ ἄπειρον λέγοντι ἕπεται τὸ ὃν ἕν τε εἶναι καὶ πολλά· τὸ γὰρ ἄπειρον τοῦ ποσοῦ· τὸ δὲ ποσὸν συμβεβηκός· ἔσται οὗν καὶ οὐσία καὶ ποσόν. ἀλλὰ καὶ τῷ τὸ πάντα κινεῖσθαι τιθεμένῳ ἕπεται τὸ τὸ αὐτὸ ἅμα κινεῖσθαί τε καὶ ἠρεμεῖν· αὐτὸ γὰρ τὸ πάντα κινεῖσθαι, καθ’ ὅσον ἀληθές τε καὶ βέβαιον μένει, ἀκίνητον ἔσται, καθ’ ὅσον δὲ τῶν πάντων ἐστί, καὶ αὐτὸ κινηθήσεται. διὰ δὲ τοῦ εἰπεῖν διὰ γὰρ τῆς περὶ τὴν ὄψιν αἰσθήσεως τὴν ἐν ἑκάστῳ μορφὴν γνωρίζομεν ἔδειξε πῶς εἶπεν ἐν ἡμῖν εἶναι τὰς ἰδέας· ὡς γὰρ τὸ ἑκάστου εἶδος καὶ τὴν μορφήν. διὰ τοῦ τόπου τούτου ἀναιρεθήσεται καὶ τὰ τοιαῦτα· ‘ἐπίσταται Δίων ὅτι τέθνηκεν᾿· ἅμα γὰρ τούτῳ καὶ τὸ τεθνάναι καὶ τὸ ζῆν ἕπεται. ὁμοίως τούτῳ καὶ τὸ ‘οὐκ ἔστιν αὕτη ἡμέρα’. Πάλιν εἰ κεῖται συμβεβηκὸς ᾧ ἐστί τι ἐνανιίον. Ὁ τόπος οὗτος τοιοῦτος· ἐπεὶ δοκεῖ τὸ αὐτὸ τῶν ἐναντίων εἶναι δεκτικόν, εἴ τίς τινι συμβεβηκέναι τί φησιν, ἀξιοῖ σκοπεῖν εἰ τῷ συμβεβηκέναι λεγομένῳ ἐστί τι ἐναντίον, καὶ ὄντος· ὁρᾶν εἰ τὸ ὑποκείμενον δεκτικόν ἐστι καὶ τούτου. δεκτικοῦ μὲν γὰρ ὄντος κατασκευάζοιτ’ ἂν καὶ τὸ τούτου δε- κτικὸν αὑτὸ εἶναι· οὐ μὴν ἤδη τὸ καὶ πάντως αὐτὸ ἐν αὐτῷ εἶναι, ὡς καὶ αὐτὸς ἐρεῖ. εἰ δὲ μὴ εἴrι δεκτικὸν τούτου, οὐδ’ ἂν τοῦ συμβεβηκέναι τιθεμένου αὐτῷ εἴη δεκτικόν· εἰ δὲ μὴ δεκτικόν, οὐδ’ ἄν ἔχοι αὐτό. δεῖ δὲ ἐπ’ ἐκείνων χρῆσθαι τῷ τόπῳ ἐφ’ ὧν μὴ σύμφυτον τῷ ὑποκειμένῳ τὸ ἕτερον τῶν ἐναντίων, ὡς τῇ χιόνι τὸ λευκόν. οἷον εἰ τῇ ὁρτὴ τὸ μῖσος ἕπεσθαί τις εἶπεν, ἐν ᾧ δῆλον ὅτι ἡ ὀργή, ἐν τούτῳ καὶ τὸ μῖσος ἔσται κατ’ αὐτόν· ἔστι δὲ ἡ ὀργὴ ἐν τῷ θυμοειδεῖ· ἐν τούτῳ ἄρα καὶ τὸ μῖσος ἔθετο. ἐπεὶ οὖν ἐστιν ἐναντίον τῷ μίσει φιλία, ἔσται τὸ θυμοτὸ ἔιδές καὶ τῆς φιλίας δεκτικόν· εἰ οὖν μὴ τοῦτο ἐν γὰρ τῷ ἐπιθυμητικῷ τὸ φιλεῖν καὶ ἡ φιλία), οὐκ ἂν οὐδὲ τὸ μισεῖν ἐν τῷ θυμικῷ εἴη· εἰ δὲ τοῦτο , ἀναιροῖτ’ ἄν τὸ τὸ μῖσος ἕπεσθαι τῇ ὀρηγῇ, εἴ γε ἡ μὲν ὀργὴ ἐν τῷ θυικῷ, τὸ δὲ μῖσος ἐδείχθη ἐν τῷ ἐπιθυμητικῷ. πάλιν εἰ τὴν ἄγνοιαν ἐν τῷ ἐπιθυμητικῷ τις λέγοι εἶναι, ἕποιτ’ ἂν τὸ καὶ γνώσεως εἶναι τὸ ἐπιθυμητικὸν δεκτικόν· εἰ δὲ τοῦτο, καὶ ἐπιστήμης. εἰ δὲ μὴ τοῦτό ἐστι [τὸ] ἐπιστήμης δεκτικὸν ἀλλὰ τὸ διανοητικόν, οὐδ’ ἄν ἀγνοίας εἴη τὸ ἐπιθυμητικὸν δεκτικόν. τούτῳ τῷ τόπῳ προσχρωμένους ἔστι δεικνύναι ὅτι μηδεμία τῶν ἠθικῶν ἀρετῶν ἐπιστήμη. τὸ γὰρ ἐπιστήμης δεκτικὸν καὶ ἀγνοίας· ὥστε εἰ ἀγνοίας τὸ λογιστικόν, καὶ ἐπιστήμης τοῦτο, ἀλλ’ οὐ τὸ παθητικόν, ἐν ᾧ αἱ ἠθικαὶ ἀρεταί. δεικνύοιτ’ ἄν διὰ τοῦ τόπου τούτου καὶ ὅτι ὁ θεὸς οὐκ ἔστι ζωῆς δεκτικός, ὅτι μηδὲ θανάτου· αὐτοζωὴ γὰρ ἀλλ’ οὐ ζωῆς δεκτικός. ἢ διὰ τοῦτο οὐ δεκτικός, ὅτι σύμφυτον αὐτῷ τὸ ζῆν ὡς τῇ χιόνι τὸ λευκόν. πρὸς μὲν οὗν ἀνασκευὴν ἁπλῶς ὁ τόπος χρήσιμος. κατασκευάσαι δὲ διὰ τούτου τὸ μὲν ὑπάρχειν τι οὐχ οἷόν τε· τὸ μέντοι δεκτικὸν αὐτὸ εἷναι τοῦ λεγομένου αὐτῷ ὑπάρχειν κατασευάζοιτ᾿ ἄν· εἰ γὰρ τοῦ ἐναντίου τούτῳ δεκτικόν, καὶ τούτου. οὕτως κατσκευάζοιτ᾿ ἂν ὅτι ἡ ὕλη οὐ στέρησις ἀλλὰ δεκτικὴ στερήσεως, ἐπεὶ καὶ τοῦ εἴδους, ὅ ἐστιν ἐναντίον τῇ στερήσει, ἐστὶ δεκτική. ἂν μὲν οὖν δεικνύμενον ᾖ τὸ τὸ ἐναντίον ὑπάρχον τῷ ὑποκειμένῳ, ἄντικρυς ἄν ὅτι μὴ ὑπάρχει αὐτῷ τὸ κείμενον ὑπάρχειν δεικνύοιτο· ὅτι μέντοι δεκτικόν ἐστιν αὐτοῦ, εἴη ἄν κατεσκευασμένον. εἰ δὲ δεκτικὸν εἴη μόνον δεικνύμενον τὸ ὑποκείμενον τοῦ ἐναντίου τῷ ὑπάρχειν αὐτῷ λεγομένῳ, δύναται καὶ ὑπάρχειν αὐτῷ τοῦτο· εἰ δέ γε τῶν ἀμέσων εἴη, καὶ ὑπάρχοι ἄν πάντως. Ἐπεὶ δέ εἰσιν αἱ ἀντιθέσεις τέτταρες, σκοπεῖν ἐκ μὲν τῶν ἀντιφάσεων ἀνάπαλιν. Ὁ τόπος ἐκ τῶν κατὰ τὰς ἀντιθέσεις ἀκολουθήσεων. ἀντίκειται δὲ τὰ ἀντικείμενα τετραχῶς· ἢ γὰρ ὡς κατάφασις καὶ ἀπόφασις ἢ ὡς τὰ ἐναντία ἢ ὡς ἕξις καὶ στέρησις ἢ ὡς τὰ πρός τι. καὶ ἔστι καθ’ ἑκάστην ἀντίθεσιν οἰκεία τις ἀκολουθία, ἀφ’ ἧς ἀκολουθίας ὑπογράφει πῶς οἷόν τε | ὁρμωμένους καὶ κατασκευάζειν τι καὶ ἀνασκευάζειν. οὐκ ἐπὶ πασῶν δὲ τῶν ἀντιθέσεων ἡ ἀκολούθησις ὁμοία, ἀλλ’ ἐπὶ μὲν τῆς ἀνιιφάσεως ἀνάπαλιν ἡ γινομένη ἀκολούθησις ἔχει· οἷον εἰ τὸ καλὸν ἡδύ, τὸ οὐχ ἡδὺ οὐ καλόν. οὐχὶ δὲ λεκτέον τὸ οὐ καλὸν οὐχ ἡδύ· τῇ γὰρ καταφάσει τῇ τὸ καλὸν ἡδὺ λεγούσῃ ἀληθεῖ οὔσῃ ἀντιστρέφει ἡ τὸ κατηγορούμενον ἐν τῇ καταφάσει ἀποφατικῶς λαμβάνουσα καὶ κατηγοροῦσα τοῦ οὕτως λαμβανομένου τὸ ὑποκείμενον ἐν τῇ καταφάσει καὶ αὐτὸ ἀποφατικῶς. τῇ γὰρ προειρημένῃ καταφάσει ἕπεται καὶ ἀντιστρέφει ἡ τὸ οὐχ ἡδὺ οὐ καλὸν λέ- γουσα, ἀλλ’ οὐχὶ ἡ τὸ οὐ καλὸν οὐχ ἡδύ· οὕτως γὰρ ἄν ἦν ἐπὶ τὰ αὐτὰ ἡ ἀκολούθησις, εἰ ἀφ’ οὗ ἤρχετο ἡ κατάφασις, ἀπὸ τούτου καὶ τὸ ἀποφατικῶς λαμβανόμενον· ἀλλ’ ἔστιν ἀντιστρέφουσα τῇ προειρημένῃ καταφάσει ἡ λέγουσα τὸ οὐχ ἡδὺ οὐ καλόν. καὶ καθόλου τὸ ἀντικείμενον δεῖ λαμβάνοντας τοῦ ἑπομένου, εἰ ἐν ὑποθέσει εἴη,. ἢ τοῦ καταηγορουμένου, εἰ ἐν κατηγοοικῇ προτάσει, τὴν ἀκολουθίαν λαμβάνειν καὶ τῷ ἀντιειμένῳ τοῦ ἡγουμένου συντάσσειν αὐτὸ ὡς ἀκολουθοῦν, εἰ ὑποθετικὴ ἡ πρότασις εἴη, εἰ δὲ κατηγορική, τῷ τοῦ ὑποκειμένου. ἄν τε γὰρ ἡ κατάφασις ἡ προειρημένη ἀληθὴς ᾖ. καὶ ἡ ἀπόφασις ἡ τοιαύτη ἀληθὴς ἔσται, καὶ εἰ ἡ ἀπόφασις ἀληθής, ἀνάγκη καὶ τὴν ἀντεστραμμένην αὐτῇ κατὰ τὸν προειρημένον τρόπον κατάφασιν ἀληθῆ εἶναι· ὁμοίως, ἐάν τις τούτων ψευδὴς ᾖ, καὶ ἡ λοιπή. εἰ γὰρ ψεῦδος τὸ λέγειν τὸ καλὸν ἡδύ, ψεῦδος καὶ τὸ λέγειν τὸ οὐχ ἡδὺ οὐ καλόν, καὶ ἀληθοῦς οὔσης τῆς ‘ὁ ἄνθρωπος ζῷόν ἐστιν᾿ ἀληθὴς καὶ ἡ λέγουσα ‘τὸ μὴ ζῷον οὐκ ἔστιν ἄνθρωπος᾿· καὶ πάλιν ἀληθοῦς οὔσης ‘ὃ μή ἐστιν ἄνθρωπος, οὐδὲ Σωκράιης ἐστίν’ ἀληθὴς γίνεται καὶ ἡ κατάφασις ἡ λέγουσα Σωκράτην ἄνθρωπον εἶναι. ὅτι δὲ ἀνά- παλιν ἡ ἀκολούθησις ἐπὶ τῆς ἀντιφάσεως, λαμβάνειν φησὶ δεῖν ἐξ ἐπαγωγῆς. εἰ γὰρ ὁ ἄνθρωπος ζῷον, τὸ μὴ ζῷον οὐκ ἄνθρωπος, καὶ εἰ ἡ ὑπόληψις διάθεσις, ἡ μὴ διάθεσις οὐχ ὑπόληψις. διὰ τοῦτο καὶ εἰ τὸ γενόμενον ἀρχὴν ἔχει, τὸ μὴ ἔχον ἀρχὴν οὐ γέγονεν, ἀλλ’ οὐχ ὡς ὁ Μέλισσος ᾤετο, τὸ μὴ γενόμενον οὐκ ἔχει ἀρχήν· ψεῦδος γὰρ τοῦτο· πολλὰ γὰρ ἀγένητα ὄντα ἀρχὰς ἔχει. καὶ εἰ τὸ ἀμερὲς ἀδιάστατον, τὸ μὴ ἀδιάστατον οὐκ ἀμερές. γίνεται μὲν οὖν ποτε καὶ ἐπὶ τὰ αὐτὰ ἡ ἀκολούθησις, ὡς ἐπὶ τῶν ἰδίων καὶ ἐπὶ τῶν ὁρισμῶν· εἰ γὰρ ὁ ἄνθρωπος γελαστικόν, ὁ μὴ ἄνθρωπος οὐ γελαστικόν· καὶ εἰ τὸ λευκὸν χρῶμα διακριτικὸν ὄψεως, τὸ μὴ λευκὸν χρῶμα οὐκ ἔστι διακριτικὸν ὄψεως. ἀλλ’ οὐ καθόλου ἡ τοιαύτη ἀντιστροφὴ ἀλλ’ ἐπὶ ὕλης τινός, ἡ δὲ προειρημένη καθόλου· καὶ γὰρ οὐκ ἐπὶ τῶν ἰδίων μόνων καὶ τῶν ὁρισμῶν ἀλλὰ καὶ ἐπὶ τῶν γενῶν καὶ ἐπὶ τῶν διαφορῶν καὶ ἐπὶ τῶν συμβεβηκότων ἀληθής. καὶ ἔστιν ἡ τοιαύτη ἀντιστροφὴ ἡ σὺν ἀντιθέσει λεγομένη. καὶ τοιαύτη μὲν ἡ ἐν τῇ κατ’ ἀντίφασιν ἀντιθέσει ἀκολουθία. χρησόμεθα δὲ αὐτῇ οὕτως καὶ πρὸς ἀνασκευὴν καὶ πρὸς κατασκευήν. ἀνασκευάζοντες μὲν τὸ καταφατικὸν διὰ τοῦ δεῖξαι, ὅτι τὸ ἀποφατικὸν τῷ ἀποφατικῷ οὐχ ὑπάρχει, τοῦτο ποιήσομεν· εἰ γὰρ μὴ τοῦτο, οὐδὲ τὸ καταφατικὸν τὼ καταφατικῷ τὸ ἀντε- στραμμένως λαμβανόμενον. εἰ γὰρ μὴ ἀληθὲς τὸ τὸ μὴ ἀγαθὸν μὴ εἶναι ἡδονήν. οὐδὲ τὸ τὴν ἡδονὴν ἀγαθὸν εἶναι ἀληθές· οὐκ ἀληθὲς δὲ ἐκεῖνο· αἱ γὰρ τῶν ἀκολάστων ἡδοναὶ οὐκ· οὖσαι ἀγαθαὶ ἡδοναί εἰσιν· οὐκ ἄρα ἡ ἡδονὴ ἀγαθόν ἐστιν. οὕτως ἀναιρήσομεν τὰς ἀτόμους γραμμάς. εἰ γὰρ τὸ ἀδιαίρετον κατὰ φύσιν ἀμερές, τὸ μὴ ἀμερὲς οὐκ ἀδιαίρετον κατὰ φύσιν· ὥστε οὐκ ἂν εἶεν ἄτομοί τινες γραμμαί, ἐπεὶ μηδὲ ἀμερεῖς· μόνα γὰρ τὰ σημεῖα ἀμερῆ· οὐ γάρ εἰσι σημεῖα αἱ γραμμαί. εἰ δὲ κατασκευάζοιμεν τὸ καταφατικόν, δείξαντες τὸ ἀποφατικὸν τῷ ἀποφατικῷ ὑπάρχον εἴημεν ἂν καὶ τὸ ἀντιστρέφον αὐτῷ αὐτῷ καταφατικὸν δεδειχότες. εἰ γὰρ τὸ μὴ οὐκ ἄνθρωπος ὁ ἄνθρωπος ζῷον· καὶ εἰ τὸ μὴ ἀγαθὸν οὐχ αἱρετόν, τὸ αἱρετὸν ἀγαθόν· καὶ εἰ τὸ μὴ ὠφέλιμον οὐκ ἀγαθόν, τὸ ἀγαθὸν ὠφέλιμον· ὥστε ἐπεὶ αἱρετὸν ἡ ὑγεία, καὶ ἀγαθόν, καὶ ἐπεὶ ἀγαθόν, καὶ ὠφέλιμον. καὶ ·εἰ τὸ μὴ οἰκεῖον οὐκ ἐφετόν, τὸ ἐφετὸν οἰκεῖον· ἐφετὸν δὲ ἡμῖν τὸ θεῖον· καὶ οἰκεῖον ἄρα. ὡς δὲ ἀπὸ τῆς ἀποφάσεως καὶ ἀνασκευάζεται καὶ κατασκευάζεται ἡ κατάφασις, οὕτως καὶ ἀπὸ τῆς καταφάσεως ἡ ἀπόφασις καὶ κατσκευάζεται καὶ ἀνασκευάζεται· ἡ γὰρ τοῦ ἑτέρου αὐτῶν κατασκευὴ· καὶ τοῦ ἑπομένου ἐστὶν αὐτῷ· καὶ ἡ ἀνασκευὴ πάλιν ὁμοίως. καὶ τοιαύτη μὲν ἡ τῶν κατ’ ἀντίφασιν ἁντικειμένων ἀκολούθησις, καὶ τοιαῦται αἱ κατ’ αὐτὰ ἀνασκευαί τε καὶ κατασκευαί. οὐ τῇ ἀντιφάσει δὲ τὸ ἑπόμενον λαμβάνει, ὡς ἄν ἐκ τῆς φωνῆς δόξαι, ἀλλ’ ἑκατέρᾳ τῶν προτάσεων ἐξ ὧν ἡ ἀντίφασις, ὡς δέδεικταί τε καὶ αὐτὸς εἶπε διὰ τοῦ δῆλον λον οὖν ὅτι πρὸς ἄμφω ἡ κατὰ τὴν ἀντίφασιν ἀκολούθησις ἀνά- παλιν γινομένη. Επὶ δὲ τῶν ἐναντίων ἡ μὲν ἀκολούθησις τοιαύτη· εἰ τὸ ἐναντίον τῷ ἐναντίῳ, καὶ τῷ ἐναντίῳ τὸ ἐναντίον· διχῶς δὲ τοῦτο· καὶ γὰρ ἐπὶ τὰ αὐτὰ καὶ ἀνάπαλιν ἐπὶ μὲν τῶν πλείστων ἐπὶ τὰ αὐτά, ἔστι δὲ ἐφ᾿ ὧν καὶ ἀνάπαλιν. ἐπὶ τὰ αὐτὰ μὲν οὖν γίνεται τῶν ἐναντίων ἡ ἀκολού- θησις, ὅταν δύο οὐσῶν ἐναντιώσεων τὰ μόρια τῆς ἑτέρας ἑτέρας ἐναντιώσεως ἕπηται τοῖς τῆς ἑιέρας ἐναντιώσεως μορίοις. οἷον ἀνδρεία καὶ δειλία ἐναντία, ἀλλὰ καὶ ἀρετὴ καὶ κακία, καὶ ἀκολουθεῖ τῇ μὲν ἀνδρείᾳ ἡ ἀρετή, τῇ δὲ δειλίᾳ, ἥτις ἐστὶ τῇ ἀνδρείᾳ ἐναντία, ἡ κακία· καὶ τῇ μὲν ἀνδρείᾳ τὸ αἱρετόν, τῇ δὲ δειλίᾳ τὸ φευκτόν · ἐναντία γὰρ ὄντα τὸ αἱρετόν τε καὶ φευκτὸν ἀκολουθεῖ ἐκείνοις ἑκάτερον ἑκατέρῳ. πάλιν εἰ ἰῷ μὲν καλῷ τὸ ἡδὺ ἀκολουθεῖ τῷ δὲ αἰσχρῷ τὸ ἀνιαρόν, ἐπὶ τὰ αὐτὰ ἡ ἀκολουθία. καὶ εἰ τῷ μὲν ἀγενήτῳ τὸ ἄφθαρτον τῷ δὲ γενητῷ τὸ φθαρτόν, καὶ οὕτως ἐπὶ τὰ αὐτὰ ἡ ἀκολουθία· ἐναντία γὰρ τὸ μὲν ἀγένητον τῷ γενητῷ, τὸ δὲ ἄφθαρτον τῷ φθαρτῷ, καὶ ἀμφοτέροις ἐκείνοις ὡς ἡγουμένοις ταῦτα ὡς ἑπόμενα ἀκολουθεῖ. καὶ ἐπεὶ τῷ λευκῷ τὸ διακριτικόν, τῷ μέλανι τὸ συγκριτικόν· ἔστι δὲ ἐναντία καὶ τὸ διακριτικὸν κ·αὶ τὸ συγκριτικόν, ὥσπερ καὶ τὸ λευκὸν καὶ τὸ. μέλαν. καὶ τοιαύτη μὲν ἡ ἐπὶ τὰ αὐτὰ τῶν ἐναντίων ἀκολούθησις. ἀνάπαλιν δέ, εἰ δύο οὐσῶν ἐναντιώσεων μὴ τοῖς τῆς ἑτέρας μέρεσιν ἀμφοτέροις ἕποιτο τὰ τῆς ἑτέρας ἑκατέρῳ ἑκάτερον, ἀλλᾶ τῷ μὲν τῆς ἑτέρας μέρει τὸ ἕτερον, πάλιν δὲ τῷ τῆς ἑτέρας μέρει, ἧς εἵπετο τὸ μόριον, τὸ τῆς ἑτέρας μόριον ἀκολο·υθοίη. οἷον ὑγεία καὶ νόσος ἐναντία, καὶ εὐεξία καὶ καχεξία πάλιν ἐναντία καὶ αὐτά· καὶ ἕπεται τῇ μὲν εὐεξίᾳ ἡ ὑγεία πᾶς γὰρ ὁ εὐεκτῶν ὑγιαίνει), οὐκέτι δὲ τῇ καχεξίᾳ, ἥτις ἦν ἐναντία τῇ εὐεξίᾳ, νόσος ἕπεται, ἥτις τῇ ὑγείᾳ ἐστὶν ἐναντία, ἀλλὰ ἔμπαλιν τῇ νόσῳ ἡ καχεξία· πᾶς μὲν γὰρ ὁ νοσῶν ἐν καχεξίᾳ ἐστίν, οὐ πᾶς δὲ ὁ ἐν καχεξίᾳ ὢν νοσεῖ· εἰσὶ γάρ τινες καὶ ὑγιαίνοντες καχέκται. ἀνάπαλίν ἡ ἀκολούθησις δοκεῖ γίνεσθαι καὶ ἐπὶ κακίας καὶ ἀρετῆς καὶ εὐδαιμονίας καὶ κακοδαιμονίας· τῇ μὲν γὰρ κακίᾳ ἡ κακοδαιμονία ἕπεσθαι δοκεῖ. οὐκέτι δὲ τῇ ἀρετῇ ἡ εὐδαιμονία, ὰλλ’ ἀνάπαλιν ἰὴ εὐδαιμονία ἡ ἀρετή·. ὁ μὲν γὰρ εὐδαίμων ἐξ ἀνάγκης τὴν ἀρετὴν ἔχει, ὁ δὲ τὴν ἀρετὴν ἔχων οὐ πάντως εὐδαίμων· ὡς γὰρ τῷ μὲν ἀτέχνῳ ἱκανὴ ἡ ἀτεχνία πρὸς τὸ διαμαρτάνειν καιὰ τὰςα ἐνεργείας ὕλης παρούσης, τῷ δὲ τεχνίτῃ οὐκ αὐτάρκης ἡ τέχνη πρὸς τὸ κατορθοῦν, ἀλλὰ καὶ ὀργάνων τινῶν δεῖται, οὕτως ἔχειν δοκεῖ καὶ ἐπὶ ἀρετῆς καὶ κακίας. καὶ αἱ μὲν ἰῶν ἐναντίων ἀκολουθήσεις τοιαῦται. καὶ· ὅτι τοιαῦται, δεῖν φησι διὰ τῆς ἐπαγωγῆς λαμβάνειν, ὡς· καὶ ἐπὶ τῶν κατὰ τὴν ἀντίφασιν. αἰ δὲ ἀπὸ τῶν ἀκολουθήσεων τούτων ἐπιχειρήσεις καὶ κατασκευάζειν καὶ ἀνασκευάζειν βουλομένοις ἕπονται τὸν τρό- πον τοῦτον· κατασκευάζουσι μέν, εἰ ἀκολουθεῖ τὸ ἐναντίον τῷ ἐναντίῳ, ἀκολουθήσει καὶ τῷ ἐναντίῳ τὸ ἐνανιίον ἢ ἐπὶ τὰ αὐτὰ ἢ ἀνάπαλιν· εἰ ὸὲ ἀνασκευάζοιμεν, δείξαντες ὅτι τὸ ἕτερον τῶν ἐναντίων τῷ ἑτέρῳ τῶν ἐναντίων και’ οὐδένα τρόπον ἀκολουθεῖ, δεδειχότες ἂν εἴημεν ὅτι οὐὸὲ τὸ ἕτερον τῷ ἑτέρῳ. οἷον ἐπὶ ἀγαθοῦ καὶ κακοῦ καὶ λευκοῦ μέλανος, εἰ εἴη προκίμενον δεῖξαι ὅτι τῷ κακῷ οὐκ ἀκολουθεῖ τὸ μέλαν. δείξαντες ὅτι μήτε τῷ ἀγαθῷ ἀκολουθεῖ τὸ λευκὸν μήτε τῷ λευκῷ τὸ ἀγαθόν, δεδειζότες ἄν εἴημεν ὅτι μηδὲ τῷ κακῷ ἀκολουθοίη ἂν τὸ μέλαν. οὕτως δείξομεν ὅτι μή ἐστιν ἡ ἀκρασία κακία. δείξαντες ὅτι μήτε τῇ ἐγκρατείᾳ ἡ ἀρετὴ μήτε τῇ ἀρετῇ ἡ ἐγκράτεια ἕπεται. ἐπ’ ὀλίγων δέ φησιν ἐνατίων ἀνάπαλιν τὴν ἀκολουθίαν γίνεσθαι. τὸ δὲ ὁμοίως δὲ καὶ ἐπὶ ἄλλων εἶπε λέ γων ‘τῶν ἀρετῶν καὶ τῶν κακιῶν᾿· ὡς γὰρ ἐπ᾿ ἀνδρείας δρείας καὶ δειλίας, οὕτως καὶ ἐπὶ δικαιοσύνης καὶ ἀδικίας καὶ σωφροσύνης καὶ ἀκολασίας καὶ πασῶν τῶν ἀρετῶντα τῶν ἐναντίων αὐταῖς κακιῶν ἐπὶ τὰ αὐτὰ ἡ ἀκολούθησις. Πἀλιν ἐπὶ τῶν κατὰ στέρησιν καὶ ἕξιν ἀντικειμένων ἡ μὲν ἀκολούθησις ἐπὶ τὰ αὐτά., ἀλλ’ οὐχ ὥσπερ ἐπὶ τῶν ἐναντίων ποτὲ καὶ ἀνάπαλιν. οἷον ἀντίθεσις καθ᾿ ἕξιν καὶ στέρησιν ὄψις καὶ τυφλότης, καὶ αἴσθησις καὶ ἀναισθησία· εἰ τῇ ὄψει ἡ αἴσθησις ἕπεται, τῇ τυφλότητι ἡ ἀναισθησία. πάλιν τὸ μὲν ἀκούειν καὶ κωφὸν εἶναι ἀντίκειται ἀλλήλοις ὡς ἕξις καὶ στέρῃ σις· τὸ δὲ συνιέναι καὶ ἀσυνετεῖν ὁμοίως πάλιν ἀλλήλοις· καὶ εἰ ἕπε- τᾶι τῷ ἀκούειν τὸ συνιέναι, τῷ κωφὸν εἶναι ἀκολουθήσει τὸ μὴ συνιέναι. πάλιν τάξις χαἰ ἀταξία, καὶ εἶδος καὶ στέρησις· εἰ τῇ τάξει τὸ εἶδος, τῇ ἀταξίᾳ ἡ στέρησις. ἀλλὰ καὶ ζωὴ καὶ θάνατος ἀντίκειται καθ’ ἕξιν καὶ στέρησ.̓ν, καὶ αἴσθησις πάλιν καὶ ἀναισθησία· καὶ εἰ τῷ ζῆν τὸ αἰσθαι, τῷ τεθνάναι τὸ μὴ αἰσθάνισθαι. κατασκευάσομεν οὖν καὶ ἀνασκευἀνασκευάσομεν ἢ δεικνύντες τὸ ἕτερον τῷ ἑτέρῳ ἑπόμενον (ἀκολουιθήσει γὰρ καὶ τὸ λοιπὸν τῷ λοιπῷ), ἢ δεικνύντες ὅτι μὴ τὸ ἕτερον τῷ ἑτέρῳ ἀνασκευ- ᾄσομεν. εἰ γὰρ μὴ ἕπεται τῷ ζῶντι ἐπιστήμη, οὐδὲ τῷ νεκρῷ ἄγνοια· ὄντος γὰρ καὶ ζῶντος τὸ ἀγνοεῖν. δεῖ δὲ ἐπὶ τῶν κατὰ στέρησιν καὶ ἕξιν ἀντικειμένων ὁρᾶν, μή τισιν ἀντικειμένοις ἀμφοτέροις τὸ ἕτερον ἕπεται τῶν ἐκ τῆς ἑτέρας ἀντιθέσεως· εἰ γὰρ τοὺιο, οὐκέτι τῷ ἑτέρῳ τὸ ἕτερον ἀκολουθήσει ὡς τῷ ἑτέρῳ τὸ ἕτερον. οὐ γὰρ τὸ ἕτερον αὐιῷ ἀλλ' ἀμφόιερα ἀκολουθεῖ· ὡς ἔχει ἐπὶ ὄψεως καὶ τυφλότητος καὶ ζωῆς καὶ θανάτου· καὶ γὰρ τῇ ὄψει καὶ τῇ τυφλότητι ἡ ζωὴ ἕπεται· διὸ οὐδετέρῳ ὁ θάνατος. ὁμοίως καὶ ὕπνῳ καὶ ἐγρηγόρσει ἀμφοτέροις ἡ ζωή, ἀλλὰ καὶ πάσαις ταῖς αἰσθήσεσι καὶ ταῖς στερήσεσιν αὐτῶν. τότε οὗν καὶ τῷ ἑιέρῳ τὸ ἕτερον, ὅταν τῷ ἑτέρῳ τὸ ἕτερον μόνον ἀλλὰ μὴ ἀμφότερα ἕπηται· οὐ γὰρ δύνα- τᾶι, ᾧ ἡ ἕξις, τούτῳ καὶ ἡ στέρησις ἕπεσθαι. Ὁμοία ἡ ἀἀκολούθησις καὶ ἐπὶ τῶν κατὰ τὸ πρός τι ἀντικειμένων· ἐπὶ τὰ αὐτὰ γὰρ ἡ ἀκολουθία. κατὰ τὸ πρός τι ἀντίκειται πατὴρ μὲν καὶ τέκνον ἀλλήλοις, τὸ δὲ ἄρχειν καὶ ἄρχεσθαι ἀλλἠλοις· καὶ εἰ ἕπεται τῷ πατρὶ τὸ ἄρχειν, καὶ τῷ τέκνῳ τὸ ἄρχεσθι. πάλιν ἄρχων καὶ ἀρχό- μένος, καὶ τὸ εὖ ποιεῖν καὶ τὸ εὗ πάσχειν· εἰ οὗν τῷ ἄρχοντι ἕπεται τὸ εὖ ποιεῖν, καὶ τῷ ἀρχομένῳ τὸ εὖ πάσχειν. πάλιν τὸ τριπλάσιον καὶ τὸ πολλαπλάσιον, καὶ τριτημόριον καὶ πολλοσιημόριον· καὶ ἕπεται ὡς τῷ τριπλασίῳ τὸ πολλαπαάσιον, οὕτως τῷ τριτημορίῳ τὸ πολλοστημόριον. ἀλλὰ καὶ ἐπιστήμη μὲν πρὸς ἀπιστητόν, ὑπόληψις δὲ πρὸς ὑποληπτόν· καὶ ἐπεὶ τῇ ἐπιστήμη ἡ ὑπόληψις ἕπεται καὶ τῷ ἐπισιητῷ τὸ ὑποληπτόν. ὁμοίως καὶ διπλάσιον μὲν πρὸς ἥμισυ, ὑπερέχον δὲ πρὸς ὑπερεχόμενον· καὶ ἐπεὶ ἕπεται τῷ διπλασίῳ τὸ ὑπερέχον, τῷ ἡμίσει τὸ ὑπερεχόμενον ἀκολουθεῖ. αἱ μὲν οὖν ἀκολουθήσεις καὶ τούτων τοιαῦται. Αἱ δὲ ἐπιχειρήσεις αἱ ἀπ᾿ αὐτῶν καὶ κατασκευάζουσι καὶ ἀνασκευάζουσι φανεραί. εἰ γὰρ τῷ ἑτέρῳ τῶν ἀντικειμένων ἢ καθ᾿ ἕξιν καὶ στέρησιν. περὶ ὧν προειρήκαμεν, ἢ καὶ κατὰ τὸ πρός τι τὸ ἕτερον τῶν ὁμοίως ρησιν, περὶ ὧν προειρήκαμεν, ἢ καὶ κατὰ τὸ πρός τι τὸ ἕτερον τῶν ὁμοίως ἀντικειμένων ἕπεται, καὶ τῷ λοιπῷ τὸ λοιπόν, καὶ εἰ μὴ τῷ ἑτέρῳ τὸ ἕτερον, οὐδὲ τῷ λοιπῷ τὸ λοιπόν, προσκειμένου τοῦ ἐπὶ τῶν ἕξεων καὶ στερήσεων εἰρημένου διορισμοῦ· οὐ γάρ, ἐπεὶ μὴ ἕπεται τῷ κοιμᾶσθαι τὸ τεθνάναι, οὐδὲ τῷ ἐγρηγορότι τὸ ζῆν· ἀμφοτέροις γὰρ τὸ ζῆν. εἰπὼν δὲ ταῦτα ἔνστασίν φησι πρὸς τὴν ἀπὸ τοῦ πρός τι ἐπιχείρησιν δύνασθαι φέρεσθαι· ἀντικειμένων γὰρ κατὰ τὸ πρός τι αἰσθήσεως μὲν αἰσθητῷ ἐπιστήμης δὲ ἐπιστητῷ τῷ μὲν αἰσθητῷ τὸ ἐπιστητὸν ἕπεται, τῇ δὲ αἰσθήσει ἡ ἐπιστήμη οὐκέτι. εἰπὼν δὲ τὴν ἔνστασιν οὔ φησιν αὐτὴν ἀληθῆ εἶναι· μηδὲ γὰρ τῷ αἰσθητῷ τὸ ἐπιστητὸ ἕπεσθαι συγχωρεῖθαι· τῶν γοῦν ἀτόμων ζῴων αἴσθησις μὲν ἔστιν, ἐπιστήμη δ᾿ οὔ, εἴ γε ἡ ἐπιστήμη τῶν καθόλου· εἰ δὲ αἰσθητῶν ὄντων αὐτῶν μὴ ἔστιν ἐπιστήμη, οὐκ ἂν εἴη ἐπιστητά. προστίθησι δὲ ὅτι μᾶλλον πρὸς τὸ ἐναντίον χρήσιμον τὸ εἰρημένον παράδειγμα. ἔστι δὲ ὃ λέγει, ὅτι κατασκευάζοιτ᾿ ἂν τὸ μὴ εἶναι τὸ αἰσθητὸν ἐπιστητὸν ἐκ τοῦ μηδὲ τὴν αἴσθησιν ἐπιστήμην εἶναι μᾶλλον, ὅ ἐστιν ἀντικείμενον τῷ τὸ αἰσθητὸν ἐπιστητὸν εἶναι, ὃ ἐλαμβάνετο εἰς ἀνασκευὴν τοῦ τόπου· ἐναντίον γὰρ οὐ τὸ | κυρίως ἐναντίον νῦν ἀλλὰ τὸ ἀντικείμενον εἶπε. Πάλιν ἐπὶ τῶν συστοίχων καὶ ἐπὶ τῶν πτώσεων. Ὁ μὲν τόπος ἀπὸ τῶν συστοίχων. χρήσιμος δὲ καὶ οὗτος καὶ πρὸς τὸ κατασκευάσαι καὶ πρὸς τὸ ἀνασκευάσαι, ἐξ ἀκολουθίας καὶ αὐτὸς ὤν· ἀκολουθεῖ γάρ, ὡς ἂν ἐφ᾿ ἑνὸς δειχθῇ τῶν συστοίχων ἔχον τι, καὶ ἐπὶ τῶν ἄλλων. τίνα δ᾿ ἐστὶ σύστοιχα καὶ τίνα πτώσεις, καὶ ὅτι καὶ αἱ πτώσεις ἐν τοῖς συστοίχοις καταριθμοῦνται (αἱ μὲν γὰρ πτώσεις καὶ σύστοιχα, τὰ δὲ σύστοιχα οὐκέι πτώσεις), καὶ αὐτὸς φανερῶς διὰ τῶν παραδειγμάτων δεδήλωκε. τὰ γὰρ οὕτως παρωνομασμένα ἀπό τινος ὡς τὸ δίκαιον καὶ ὁ δίκαιος τῇ δικαιοσύνῃ σύστοιχα ἀλλήλοις τε καὶ αὐτῇ τῇ δικαιοσύνῃ, ἀσ᾿ ἧς παρωνόμασται, καὶ ἔστι τό τε δίκαιον καὶ ὁ δίκαιος πράγματά τινά, τὸ μὲν ἀπὸ δικαιοσύνης γεγονὸς τὸ δὲ δικαιοσύνην ἔχον. ὁμοίως ἀνδρεία, ἀνδρεῖον, ἀνδρεῖος σύστοιχα πάλιν ἀλλήλοις, ὄντα πράγματά τινα· τὸ μὲν οὗν ἕξις, ἀφ’ ἧς παρώνυμα τὰ λοιπά, τῶν δὲ τὸ μὲν κατὰ τὴν ἕξιν γεγονὸς τὸ δὲ τὴν ἕξιν ἔχον. καὶ λέγοιτ’ ἄν σύστοιχα ταῦτα, ὅσα πράγματά τινα ὄντα ἀπό τινος παρωνόμασται, ἀλλήλοις τε καὶ ᾧ παρωνόμασται, οἷον γραμματική, γραμματικόν, γραμματικός. ἰατρική, ἰατρικόν, ἰατρικός, μουσική, μουσικόν, μουσικός. οὐ μόνον δὲ τὰ κατὰ ίατρικὴν ἢ μουσικὴν ἤ τινα ἄλλην ἕξιν παρωνομασμένα τῷ κατ’ ἐκείνην γεγονέναι σύστοιχα τῇ ἕξει, ὡς τὸ γραμματικὸν καὶ μουσικόν, ἀλλὰ καὶ ὅσα καθόλου ὁμοίως κατὰ τὴν λέξιν ἐσχημάτισται, [καὶ] λεγόμενα οὕτως τῷ ποιητικὰ ἐκείνου εἶναι ᾧ παρωνόμασται ἢ φυλακτικά, καὶ ταῦτα σύστοιχα ἐκείνῳ· λέγεται. γὰρ καὶ ὑγιεινὰ καὶ εὐεκτικὰ τὰ μὲν τῷ ποιητικὰ ὑγείας εἶναι ἢ εὐεξίας, τὰ δὲ τῷ φυλακτικά, τὸ μὲν ὑγείας τὸ δὲ εὐεξίας. καὶ ταῦτα οὖν σύστοιχα τοῖς ὧν ἐστι ποιητικὰ ἢ φυλακτικά, οἷς καὶ παρωνόμασται. ὡς δὲ συνήθως τῶν τοιούτων τε καὶ οὕτως παρωνομασμένων τισὶ συστοίχων λεγομένων οὕτως λέγει· διὸ καὶ προσέθηκε σύστοκχα μὲν οὗ.ν τὰ τοιαῦτα εἴωθε λέγε·σθαι. πτώσεις δέ φησι λέγεσθαι τὰ οὕτως ἐσχηματισμένα ὡς τὸ δικαίως, ανδρειως, μουσικῶς· ταύτα γὰρ πτώσεις, τὸ μὲν τοῦ ‘δίκαιος’, τὸ δὲ τοὐ ‘ἀνδρεῖος’, τὸ δὲ τοῦ ‘μουσικός᾿, ἢ τὸ μὲν τῆς δικαιοσύνης, τὸ δὲ τῆς ἀνδρείας, τὸ δὲ τῆς μουσικῆς· ὡς γὰρ ἰὰ παρώνυμα ἀπὸ τούτων, οὕτως καὶ τὰς πτώσεις τούτων λέγει. διαφέροι δ’ ἂν τὰ σύστοιχα ἰῶν πτώσεων, ὅτι ἐκεῖνα μὲν πράγματά τινά ἐστιν, αἱ δὲ πτώσεις οὐ πραγμάτων ὑποκειμένων εἰσὶ δηλωτικαὶ ἀλλὰ τρόπου ἐνεργείας ἢ διαθέσεως τινος· τοιαῦτα γὰρ καὶ τὰ ἰατρικῶς καὶ μουσικῶς καὶ καὶ ὑγιεινῶς. λέγει δὲ καὶ τὰς πτώσεις καὶ ἰὰ κατ᾿ αὐτὰς σύστοιχα εἶναι ταῖς ἕξεσιν, αἷς καὶ τὰ προειρημένα σύστοιχα παρωνόμασται, ἡ μὲν ἀνδρείως πτῶσις τῇ ἀνδρείᾳ, ἡ δὲ δικαίως τῇ δικαιοσύνη, καὶ ἡ μουσικῶς τῇ μουσικῇ, καὶ αἱ ἄλλαι ὁμοίως, ὡς εἶναι τῇ μὲν δικαιοσύνῃ σύστοιχα τὸ δίκαιον, δίκαιος, δικαίως, τῇ δὲ ἀνδρείᾳ ἀνδρεῖον, ἀνδρείως. ἀνδρείως. μὲν οὑν πάντα πᾶσι, πτώσεις δὲ οὐκέτι ὁμοίως· οὐ γὰρ ὡς τὸ δικαίως τῆς δικα̣ιο- σύνης πτῶσις, οὕτως καὶ ἡ δικαιοσύνη τοῦ δικαίως. Καὶ τὰ μὲν σύστοιχα καὶ αἱ πτώσεις τοιαῦτα. ὁ δὲ τόπος ὁ ἀπ’ αὐτῶν· εἰ ζητοῖτο περί τινος εἰ ἔστι τι αὐτῷ συμβεβηκός, οἷον τὸ αἱρετὸν ἢ ἐπαινετὸν ἢ ἄλλο τι, οἷον ἀγαθὸν ἢ φευκτὸν ἤ τι τοιοῦτον, ἐπὶ τῶν συστοίχων αὐτῷ ἀξιοῖ μεταβάντας δεικνύναι τὸ ζητούμενον ὑπάρχον τούτῳ· δειχθέντος γὰρ ἑνὶ τῶν συστοίχων ὑπάρχοντος τοῦ ζητουμένου δεδειγμένον ἄν εἴη ὅτι καὶ τούτῳ· ὃ γὰρ ἑνί, καὶ τοῖς ἄλλοις. οἷον ζητουμένου εἰ τῇ δικαιοσύνη τὸ ἐπαινετὸν ὑπάρχει, ἂν δείξῃ τις ἑνὶ τῶν συστοίχων αὐτῇ τὸ ἐπαινετὸν ὑπάρχον, ἔσται καὶ τὸ προκείμενον δεδειχώς· ὡς γὰρ ἂν ἔχον δειχθῇ τι τῶν ἐν τῇ συστοιχίᾳ, ἔσται καὶ τὰ λοιπὰ ἔχοντα. οἷον εἰ τὸ δίκαιον ἴσον, καὶ ἡ δικαιοσύνη ἰσότης καὶ ὁ δίκαιος ἴσος καὶ τὸ δικαίως ἴσως· καὶ εἰ ἀνδρείως ἢ δικαίως ἐστὶ μᾶλλον καὶ ἧττον, καὶ ἡ ἀνδρεία ὅν καὶ ἡ δικαιοσύνη τὸ μᾶλλον καὶ ἧττον ἔχοιεν· εἰ δὲ ἐκεῖνα μή, οὐδὲ ταῦτα. ὁμοίως εἰ αἰσθάνεσθαι ἔστι μᾶλλον καὶ ἧττον, καὶ αἴσθησις ἂν εἴη μᾶλλον καὶ ἧττον. τὸ δὲ αὐτὸ καὶ ἐπὶ ἡδονῆς. καὶ [εἰ] τὸ δικαίως δὲ ἀποθνήσκειν ἐπαινετῶς ἐστιν ἀποθνήσκειν, ἐπεὶ τὸ δίκαιον ἐπαινετόν· ἐπαινετῶς δέ. ὅτι ἡ πρᾶξις ἐπαινετή, οὖσα [καὶ] κρίσις προσήκουσα, τοῦ ἐπαινετοῦ ἐπὶ τὴν κρίσιν, δι’ ἣν ἀποθνήσκει, ἀναφερομένου, οὐκ ἐπὶ τὸν ἀποθνήσκοντα. οὕτως δείξαι τις ἄν ὅτι μή ἐστιν ὁ σοφὸς πλούσιος, ὡς λέγουσιν· εἰ γὰρ ἐν τῇ τῆς σοφίας κτήσει πλοῦτος, ἡ σοφία πλοῦτος ἂν εἴη· οὐκ ἔστι δέ· ὥστε οὐδὲ ὁ σοφὸς καθ’ ὃ σοφὸς πλούσιος. ἔτι εἰ ὁ σοφὸς πλούσιος, τὸ σοφῶς πλουσίως ἔσται. δῆλον δὲ ὅτι ἐπὶ τὸ γνωριμώτερον τῶν ἐν τῇ συστοιχίᾳ καὶ ῥᾷον δυνάμενον δειχθῆναι ἡ μετάβασις ἔστα.. ἰῇ μὲν γὰρ φύσει πρώτη ἡ ἕξις τῶν παρωνομασμένων αὐτῇ, καὶ διὰ τὸ ἐκείνῃ τινὰ συμβεβηκέναι καὶ τούτοις συμβέβηκεν· ἐν· δὲ ταῖς δείξεσι πρῶτον γίνεται τὸ ἡμῖν γνωριμώτερον, κἄν ὕστερον ᾖ τῇ φύσει. κἂν ἀνασκευάσαι δέ τι βουλώμεθα, οἷον ὅτι τὸ δίκαιον οὐκ ἔστιν ἀσύμφορον, ὡς οἴονταί τινες, δείξαντες ἑνὶ τῶν συστοίχων μὴ ὑπάρχον αὐτό, οἷον τῇ δικαιοσύνῃ ἀρετὴ γάρ, καὶ οὐδεμία ἀρετὴ ἀσύμφορος τῷ οὗ ἐστιν ἀρετή), δεδειχότες ἄν εἴημεν ὅτι οὐδὲ τὸ δίκαιον τοιοῦτον. εἰπὼν δὲ μετὰ τῶν ἄλλων τῶν τῇ δικαιοσύνῃ συστοίχων καὶ τὴν πτῶσιν τὴν δικαίως τῶν ἐπαινετῶν ἔσεσθαι, πῶς τὸ ἐπαινετὸν τῷ δικαίως ἐφαρμόσει, προσέθηκε· ῥηθήσεται δὲ τὸ δικαίως· καὶ ἐπαινετῶς κατὰ τὴν αὐτὴν πτῶσιν ἀπὸ τοῦ ἐπαινετοῦ, καθάπερ τὸ δικαίως ἀπὸ τῆς δικαιοσύνης, ἡ μὲν γὰρ δικαιοσύνη ἐπαινετὴ ῥηθήσεται, τὸ δὲ δίκαιον ἐπαινετόν, ὁ δὲ δίκαιος ἐπαινετός, καὶ τὸ δικαίως ἐπαινετῶς· ὡς γὰρ τὸ δικαίως πτῶσις ἰῆς δικαιοσύνης, οὕτως καὶ τὸ ἐπαινετῶς πτῶσις τοῦ ἐπαινετοῦ. Σκοπεῖν δὲ μὴ μόνον ἐπ’ αὐτοῦ τοῦ εἰρημένου, ἀλλά καὶ ἐπὶ τοῦ ἐναντίου τὸ ἐναντίον. Δείξας ἰὴν ἀπὸ τῶν συστοίχων εὐπορίαν πρὸς ἐπιχείρησιν προστίθησι τῷ προειρημένῳ τόπῳ καὶ τὸν ἀπὸ τῶν ἐναντίων ἑκάστῳ τῶν συστοίχων. ἔστι δὲ ἐναντίον τῇ μὲν δικαιοσύνῃ ἡ ἀδικία, τῷ δὲ δίκαιος ὁ ἄδικος, τῷ δὲ δίκαιον τὸ ἄδικον, τῷ δὲ δικαίως τὸ ἀδίκως. δεῖ οὖν, φησί, καὶ ἀπὸ τῶν ἐναντίων τῷ προκειμένῳ, οὐ μόνον ἀπὸ τῶν συστοίχων, τὴν ἐπιχείρησιν ποιεῖσθαι, σκοποῦντ.ας εἰ ἰῷ ἐναντίῳ τὸ ἐναντίον. ζητουμ·ένου γὰρ εἰ τὸ ἀγαθὸν ἡδύ, ὁρᾶν χρὴ εἰ τῷ ἐναντίῳ τοῦ ἀγαθοῦ τοῦτο δέ ἐστι τὸ κακόν) τὸ ἐναντίον τῷ ἡδεῖ, ὅπερ ἐστὶ τὸ λυπηρόν, ἕπεται· κἄν μὲν ἕπηται, δεικτέον ὅτι καὶ τῷ ἀγαθῷ. τὸ ἡδὺ ἕπεται· εἰ δὲ μὴ ἕπεται ἔστι γάρ τινα καὶ κακὰ ἡδέα), οὐδ’ ἄν τῷ ἀγαθῷ πάντως ἕποιτο τὸ ἡδύ. ἀλλὰ καὶ ζητουμένου εἰ ἡ δικαιοσύνη ἐπιστήμη, σκεπτέον εἰ ἡ ἀδικία ἄγνοια· εἰ γὰρ τοῦτο, κἀκεῖνο, καὶ εἰ μὴ τοῦτο, οὐδὲ ἐκεῖνο. πάλιν ἐπεὶ τῷ δικαίως τὸ ἀδίκως ἐναντίον, εἰ ζητοῖτο τῷ δικαίως εἰ τὸ ἐπιστημονικῶς καὶ ἐμπείρως ἕπεται, ἐπισκεπιέον εἰ τῷ ἀδίκως τὸ ἀγνοούντως καὶ ἀπείρως ἕπεται· εἰ μὲν γὰρ τούτῳ, κἀκείνῳ· εἰ δὲ μὴ τούτῳ, ὥσπερ δοκεῖ, οὐδ’ ἄν τῷ δικαίως ἐκεῖνα ἕποιτο. δοκεῖ γὰρ τὸ ἀδίκως γινόμενον ἐμπείρως μᾶλλον ἢ ἀπείρως γίνεσθαι· ἑκουσίως γὰρ καὶ ἐξ ἐπιβουλῆς πολλάκις τὸ ἀσίκως γινόμενον γίνεται· τὰ δὲ τοιαῦτα ἀπὸ ἐμπειρίας. αἴτοιν δὲ τῆς τοιαύτης δείξεως, ὅτι, ὡς προείρηκεν ἐν τοῖς ἐπάνω, ἄν τὸ ἐναντίον τῷ ἐναντίῳ, ἀνάγκη καὶ τῷ ἐναντίῳ τὸ ἐναντίον ἢ ἐπ’ εὐθείας ἢ ἀνάπαλιν, ὡς ἔδειξεν ἐν ταῖς τῶν ἐναντίων ἀκολουθίαις. διὸ καὶ αὐτὸς προσέθηκεν ὅτι οὗτος δὲ ὁ τόπος εἴρηται πρότερον ἐν ταῖς τῶν ἐναντίων ἀκολουθήσεσι· τὸ αὐτὸ γὰρ ἐκεῖ τε εἴρηται καὶ δέδεικται καὶ διὰ τούτου τοῦ τόπου ἀξιοῦται. εἴη δ’ ἄν οἰκειούμενον τὸ ἀπὸ τῶν ἐναντίων τὼ ἀπὸ τῶν συστοίχων, καθ’ ὅσον κατὰ τὴν αὐτὴν κλῆσίν τε καὶ πτῶσιν τὸ ἐναντίον λαβόντες δι’ ἐκείνου καὶ τὸ προκείμενον δείκνυμεν. οἷον εἰ ζητοῖτο εἰ τὸ δικαίως ἐπαινετῶς, τὸ ἀδίκως λαμβάνοντες ζητήσομεν εἰ ψεκτῶς· εἰ δὲ μὴ τὸ δικαίως ἀλλὰ τὸ δίκαιον, οὐ τὸ ἀδίκως πάλιν ἀλλὰ τὸ ἄδικον ληψόμεθα, κατὰ τὰς αὐτὰς συστοιχίας τὰ ἐναντία λαμβάνοντες καθ’ ἃς εἴληπται καὶ τὰ προκείμενα περὶ ὧν ζητοῦμεν · εἰ γὰρ ἡ πτῶσις τοῦ ἐναντίου ὑπάρχει τῇ πτώσει τοῦ ἐναντίου, καὶ τῇ πτώσει τοῦ ἐναντίου ὑπάρξει ἡ πτῶσις τοῦ ἐναντίου. Ἔτι ἐπὶ τῶν γενέσεων καὶ φθορῶν καὶ ποιητικῶν καὶ φθαρτικῶν, καὶ ἀναιροῦντι καὶ κατασκευάζοντι. Εἰπὼν τούς ἴε ἀπὸ τῶν ἐν τοῖς ἀντικειμένοις ἑπομένων τόπους κατασκευαστικούς τε καὶ ἀνασκευαστικοὺς καὶ τοὺς ἀπὸ τῶν συστοίχων ὑποδείκνυσί τινα καὶ ἄλλην εὐπορίαν ἐπιχειρήσεως ὁμοίως ταῖς προειρημέναις ἐξ | ἀκολουθίας καὶ πρὸς κατασκευὴν καὶ πρὸς ἀνασκευὴν χρήσιμον. ἔστι δὲ αὕτη ἀπὸ τῶν γενέσεων καὶ φθορῶν καὶ πάλιν ἀπὸ τῶν ποιητικῶν τε καὶ φθαρτικῶν, ὧν ἕκαστος καθ’ αὑτὸν ἂν εἴη τόπος. ὧν γὰρ αἱ γενέσεις τῶν ἀγαθῶν, καὶ αὐτὰ ἀγαθά, καὶ ἀντιστρέψαντι, εἰ αὐτὰ ἀγαθὰ τὰ γινόμενα, καὶ αἱ γενέσεις ἀγαθαί. οἷον εἰ ἡ γένεσις τῆς ὑγείας τοὺτο δέ ἐστιν ἡ σωφρονικὴ δίαιτα) ἀγαθόν, καὶ ἡ ὑγεία, ἧς γένεσις τὸ οὕτω διαιτᾶσθαι, ἀγαθὸν καὶ αὐτή· καὶ εἰ ἡ ὑγεία ἀγαθόν, πάλιν καὶ τὸ σωφρονικῶς διαιτᾶσθαι ἀγαθόν. καὶ ἐπεὶ ἡ ἀρετὴ ἀγαθόν, καὶ ἡ γένεσις αὐτῆς ἀγαθόν· τοῦτο δέ ἐστιν ἡ ἐκ παίδων ἀγωγὴ διὰ τῶν ἐθῶν τῶν πρὸς ἀρετὴν φερόντων· καὶ ἐπεὶ ἡ τοιαύτη ἀγωγὴ ἀγαθὸν γένεσις ἀρετῆς οὖσα, καὶ τὸ γινόμενον, ἡ ἀρετή, ἀγαθόν. ἔστι δὲ τρόπον τινὰ καὶ οὗτος ὁ τόπος ἀπὸ τῶν συστοίχων, πλὴν ὅτι σύστοιχα μὲν εἴρηται οἷον τὸ ὑγεινόν, ὑγιαῖνον, ὑγιεινῶς, οὐκέτι δὲ τὸ ὑγιάζεσθαι τῇ ὑγείᾳ σύστοιχον. οὕτως δεικνύοις ἄν ὅτι, ἐπεὶ ἡ παιδεία ἀγαθόν, καὶ τὸ παιδεύεσθαι ἀγαθόν· γένεσις γὰρ τοῦτο παιδείας. ἢ γένεσιν λέγει νῦν οὐ δι’ ὧν γίνεται, ἀλλ’ αὐτὸ τὸ γίνεσθαι· εἰ γὰρ ἀγαθὸν τὸ γίνεσθαι ὑγείαν, καὶ ἡ ὑγεία ἀγαθόν· καὶ εἰ ἡ ὑγεία ἀγαθόν, καὶ τὸ γίνεσθαι ὑγείαν ἀγαθόν. ὁ αὐτὸς καὶ ἐπὶ ἀρετῆς λόγος. ἐπὶ δὲ τῶν φθορῶν οὐκέτι ὁμοίως ἔχει ὡς ἐπὶ τῶν γενέσεων, ἀλλὰ ἀνάπαλιν ἡ ἀκολούθησις· ὧν μὲν γὰρ αἱ φθοραὶ τῶν ἀγαθῶν, αὐτὰ τῶν κακῶν, ὧν δὲ ἡ φθορὰ κακόν, αὐτὰ ἀγαθά. οἷον εἰ ἀγαθὸν ἡ φθορὰ τῆς νόσου, κακὸν ἡ νόσος· φθορὰ γὰρ νόσου ἡ σώφρων δίαιτα ἀγαθὸν οὖσα· καὶ εἰ κακὸν ἡ φθορὰ τῆς ὑγείας, ἀγαθὸν ἡ ὑγεία· ἡ γὰρ ἀκόλαστος δίαιτα κακὸν οὖσα φθαρτικὸν ὑγείας. ἢ καὶ ἐπὶ τούτων οὐ τὰ φθαρτικὰ χρὴ λαμβάνειν ποιητικὰ γὰρ ἐκεῖνα, περὶ ὦν ἐρεῖ) ἀλλ’ αὐτὸ τὸ φθείρεσθαι. ὡς δὲ ἐπὶ τῶν γενέσεων καὶ φθορῶν ἔχει, οὕτως καὶ ἐπὶ τῶν ποιητικῶν τε καὶ φθαρτικῶν. ὧν μὲν γὰρ τὰ ποιητικὰ καὶ φυλακτικὰ ἀγαθά, καὶ αὐτὰ ἀγαθά· οἷον ἐπεὶ τὰ ὑγείας ποιητικὰ ἀγαθά, καὶ ἡ ὑγεία ἀγαθόν, καὶ ἀνάπαλιν, ἐπεὶ ἡ ὑγεία ἀγαθόν, καὶ τὰ ποιητικὰ ὑγείας ἀγαθά. ὧν δέ γε τὰ φθαρτικὰ ἀγαθά, αὐτὰ τῶν κακῶν, καὶ ὧν τὰ φθαρτικὰ κακά, αὐτὰ ἀγαθά· τὸ γὰρ νόσου φθαρτικὸν ἀγαθόν, ἐπεὶ κακὸν ἡ νόσος, καὶ τὸ ὑγείας φθαρτικὸν κακόν, ὅτι ἀγαθὸν ἡ ὑγεία. Ἐπιζητήσαι δ᾿ ἄν τις ἐπὶ τῶν ποιητικῶν, εἰ ὥσπερ ὧν τὰ ποιητικὰ ἀγαθά, καὶ αὐτά, οὕτως καὶ ὧν τὰ ποιητικὰ κακά, καὶ αὐτὰ κακά, καὶ ἔτι, εἰ αὐτὰ ἀγαθά, καὶ τὰ ποιητικὰ ἀγαθά. εἰ γὰρ τοῦτο, δόξει καλῶς ὑπὸ τῶν ἀπὸ τῆς Στοᾶς λέγεσθαι ‘τὸ διὰ κακοῦ γινόμενον οὐκ ἔστιν ἀγαθόν· πλοῦτος δὲ καὶ διὰ πορνοβοσκίας κακοῦ ὄντος ὄντος γίνεται· οὐκ ἄρα ὁ πλοῦτος ἀγαθόν᾿. ἢ ὁ τόπος ἔνδοξος μέν ἐστιν, οὐ μὴν καὶ ἀληθής· οὐ γὰρ κεκώλυταί τι ἀγαθὸν ὂν ὑπὸ κακοῦ γίνεσθαι, ὡς ὑγεία διὰ καύσεως καὶ τομῆς κακῶν ὄντων. ἢ τοῦτο καὶ αὐτὸς δόξει ·λέγειν καὶ διαιρεῖν· εἰπὼν γὰρ ὁ δ’ αὐτος λόγος καὶ ἐπὶ τῶν ποιητικῶν καὶ ἐπὶ τῶν φθαρτικῶν, προστίθησι πῶς οὕτως καὶ κατὰ τί εἶπεν· ὧν μὲν γὰρ τὰ ποιητικὰ ἀγαθὰ ἦν, καὶ αὐτὰ ἰῶν ἀγαθῶν, ὧν δὲ τὰ φθαρτικὰ ἀγαθά, αὐτὰ τῶν κακῶν· οὐκέτι δὲ προσέθηκεν οὔτε τὸ ‘ὧν ἰὰ γινόμενα ἀγαθά, καὶ τὰ ποιητικὰ τούτων ἀγαθά᾿ οὔτε τὸ ‘ὧν τὰ ποιητικὰ κακά, καὶ τὰ γινόμενα ὑπὸ τούτων κακά.’ ὡς γὰρ ἐξ ἀληθῶν μὲν πάντως ἀληθὲς συνάγεται, οὐ μὴν πάντως καὶ τὸ ἀληθὲς ἐξ ἀληθῶν καὶ γὰρ καὶ ἐκ ψευδῶν ἀληθές), οὕτως καὶ τὸ ὑπὸ μὲν ἀγαθῶν γεγονὸς ἀγαθόν, οὐ μὴν πάντως τοῦ ἀγαθοῦ καὶ τὰ ποιητικὰ ἀγαθά· δύναται γὰρ καὶ ὑπὸ κακοῦ ἀγαθὸν γενέσθαι. εἶπεν οὖν οὕτως ὡς μέχρι τούτου τοῖς ἐπὶ τῶν γενέσεων καὶ φθορῶν εἰρημένοις ὁμοίων ὄντων τῶν ποιητικῶν τε καὶ φθαρτικῶν. εὕροις δ’ ἂν διαφέρον τῆς γενέσεως τὸ ποιητικόν, ὅτι ἡ γένεσις μὲν ἐπ’ αὐτοῦ τοὐ πράγματος λέγοιτ’ ἄν, οὐκ ἐπὶ τῶν ποιητικῶν αὐτοῦ· οἷον εἰ τὸ τὴν ἀρετὴν γίνεσθαι ἀγαθόν. καὶ ἡ ἀρετὴ ἀγαθόν, καὶ εἰ ἡ ἀρετὴ ἀγαθόν, καὶ τὸ γίνεσθαι αὐτὴν ἀγαθόν· πάλιν εἰ τὸ φθείρεσθαι τὴν ἀρετὴν κακὸν, ἡ ἀρετὴ ἀγαθόν, καὶ εἰ ἡ ἀρετὴ ἀγαθόν, καὶ τὸ γίνεσθαι αὐτὴν ἀγαθὸν καὶ τὸ φθείρεσθαι κακόν· καὶ εἰ τὸ φθείρεσθαι τὴν νόσον· ἀγαθόν, ἡ νόσος κακόν. τὰ δὲ πρὸ ὀλίγου εἰρημένα τῶν γενέσεων παραδείγματα οὐ γένεσις ἂν οὐδὲ φθορὰ εἶεν ἀλλὰ ποιητικά, ἐφ’ ὧν μόνον ἀληθὲς ἐκεῖνο τὸ ‘εἰ τὰ | ποιητικὰ ἀγαθά. καὶ τὰ γινόμενα ἀγαθά. καὶ εἰ τὰ φθαρτικὰ ἀγαθά, αὐτὰ τῶν κακῶν᾿, οὐ μὴν ἔτι ἀνάπαλιν τῷ δύνασθαι ἀγαθά τινα καὶ ὑπὸ κακῶν γίνεσθαι, ὡς ὑγεία ὑπὸ καύσεων καὶ τομῶν καὶ ἀτροφιῶν καὶ πλοῦτος ὑπὸ πορνοβοσκίας. Πάλιν ἐπὶ τῶν ὁμοίων, εἰ ὁμοίως ἔχει. Οὗ νῦν μνημονεύει τόπου, ἐστὶ καὶ αὐτὸς ἐξ ἀκολουθίας τῆς ἐπὶ τῶν κατ’ ἀναλογίαν τῶν αὐτῶν καὶ ὁμοιότητος. οἷον ἐπεὶ ὁμοίως ἔχει ἐπιστήμη πρὸς τὰ ἐπιστητὰ καὶ δόξα πρὸς τὰ δοξαστά, εἰ ἐπιστήμη μία τῶν πλειόνων, εἴη ἄν δεικνύμενον ὅτι καὶ δόξα· ἀκολουθεῖ γάρ· κἄν ἐπὶ τῆς δόξης οὕτως ἔχῃ, εἴη ἄν πάλιν καὶ ἐπὶ τῆς ἐπιστήμης δεικνύμενον τὸ αὐτό. οὕτως λαβών τις ὅτι ὁμοίως ἔχει ὄψις πρὸς τὸ ὁρᾶν καὶ ἀκοὴ πρὸς τὸ ἀκούειν, δείξει ὅτι, ἐπεὶ μὴ τὸ ὄψιν ἔχειν αὔταρκες πρὸς τὸ ὁρᾶν σεῖ γὰρ καὶ φωτὸς καὶ διαστήματος), οὐδὲ τὸ ἀκοὴν ἔχειν αὔταρκες πρὸς τὸ ἀκούειν· ὁμοίως, εἰ τὸ ἀκοὴν ἔχειν οὐκ αὔταρκες πρὸς τὸ ἀκούειν, οὐδ’ ἄν τὸ ὄψιν ἔχειν αὔταρκες εἴη πρὸς τὸ ὁρᾶν· καὶ εἰ τὸ ἕτερον αὔταρκες, καὶ θάτερον· ἔστι γὰρ ὁ τόπος κατασκευαστικὸς καὶ ἀνασκευαστικός. καὶ ἐπεὶ ὁμοίως ἔχει οἰκοδομικὴ πρὸς οἰκίαν καὶ ναυπηγικὴ πρὸς ναῦν, εἰ εἴη καὶ ἡ τῆς ναυπηγικῆς παρουσία πρὸς νεὼς κατασκευήν· εἰ δὲ μὴ αὐτάρκης ἡ τῆς ἑτέρας παρουσία πρὸς ποίησιν τῶν ὑπ’ αὐτήν, οὐδ’ ἂν ἡ τῆς ἑτέρας παρουσία αὐτάρκης εἴη πρὸς τὴν τῶν ὑφ’ αὑτὴν ποίησιν. τούτῳ δέ, φησί, δεῖ χρῆσθαι τῷ τόπῳ καὶ ἐπὶ τῶν ἀληθῶς ὁμοίων καὶ ἐπὶ τῶν δοκούντων. ἐπὶ μὲν οὗν τῶν ἀληθῶς ὁμοίων ἔσται καὶ τὸ δεικνύμενον ἀληθές· ἐπὶ δὲ τῶν δοκούντων ἀληθὲς μὲν οὔ, φαινόμενον δέ. αὐτίκα γοῦν οὐ πάντῃ ὁμοίως ἐπιστήμη πρὸς τὰ ἐπιστητὰ ἔχει καὶ δόξα πρὸς τὰ δοξαστά, εἴ γε ἡ μὲν ἐπιστήμη ἀμετάπειστός ἐστι περὶ τὰ ἐπιστητά, ἡ δὲ δόξα οὐ τοιαύτη. ἀλλ’ οὐδὲ ὁμοίως ἔχει ὄψις πρὸς τὸ ὁρᾶν καὶ ἁφὴ πρὸς τὸ ἅπτεσθαι· ἡ μὲν γὰρ διὰ μέσου τινὸς καὶ τούτου πεφωτισμένου ἀντιλαμβάνεται τοῦ οἰκείου αἰσθητοῦ, ἡ δὲ ἁφὴ οὐχ οὕτως. δοκούσα ὁμοιότης ἐστὶ καὶ ἡ κατὰ τὸ σχῆμα τῆς λέξεως· δοκεῖ γὰρ ὅμοιον εἶναι τὸ μὲν ὁρᾶν τῷ βοᾶν τὸ δ.ὲ πονεῖν τῷ ποιεῖν καὶ τὸ ὑφαίνειν τῷ ὑγιαίνειν. εἰ δή τις ἀξιώσαι. ἐπεὶ τὸ βοᾶν ποιεῖν ἐστι, καὶ τὸ ὁρᾶν ποιεῖν εἶναι, καὶ ἐπεὶ τὸ πονεῖν πάσχειν, καὶ τὸ ποιεῖν πάσχειν εἶναι, καὶ ἐπεὶ τὸ ὑφαίνειν ἐνεργεῖν, καὶ τὸ ὑγιαίνειν, ἀπὸ φαινομένης ὁμοιότητος τὴν ἐπιχείρησιν ποιήσεται. οὐ γὰρ τῷ πράγματι ἡ τῶν προειρημένων ὁμοιότης ἀλλὰ τῇ λέξει μόνῃ· διὸ καὶ ἐπιπόλαιος καὶ σοφιστικὴ ἡ πρὸς τά τοιαῦτα χρῆσις του τόπου. Σκοπεῖν ὸὲ καὶ ἐφ’ ἑνὸς καὶ ἐπὶ πολλῶν εἰ ὁμοίως ἔχει· ἐνιαχοῦ γὰρ διαφωνεῖ. Καὶ οὗτος ὁ τόπος ἐξ ἀκολουθίας. ἔστι δὲ τοιοῦτος· εἰ ἐφ’ ἑνὸς ἕν τι, καὶ ἐπὶ πολλῶν πολλὰ τὰ τοιαῦτα· ἀκολουθεῖ γάρ. οἷον εἰ τὸ διδάσκειν ἕνα ὠφελεῖν ἕνα ἐστί, καὶ τὸ πολλοὺς διδάσκειν ποίους ὠφελεῖν ἔσται· ἢ εἰ μὴ τοῦτο, οὐδὲ τὸ πρῶτον. πάλιν εἰ τὸ μνημονεύειν τινὸς μετὰ τοῦ φαντάζεσθαι περὶ αὐτοῦ, καὶ τὸ πολλῶν μνημονεύειν μετὰ τοῦ φαντάζεσθαι περὶ τῶν πολλῶν γίνοιτ᾿ ἄν. καὶ εἰ εἷς ἄνθρωπος λογικός, καὶ οἱ πολλοὶ λογικοί. καὶ εἰ τὸ ἐπίστασθαι διανοεῖσθαί ἐστι, καὶ τὸ πολλὰ ἅμα ἐπίστασθαι πολλὰ ἅμα διανοεῖσθαι ἔσται· εἰ δὲ ἀδύνατον ἅμα πολλὰ διανοεῖσθαι, οὐδ᾿ ἄν τὸ ἐπίστασθαι διανοεῖσθαι εἴη. ὅτι δ’ οὐχ ἕπεται τῷ ἅμα πολλὰ ἐπίστασθαι τὸ καὶ διανοεῖσθαι ἅμα πολλά, δῆλον ἐκ τοῦ ἐπίστασθαι μὲν ἅμα πολλὰ δυνατὸν εἶναι διανοεῖσθαι δὲ ἅμα πολλὰ ἀδύνατον· πᾶς γὰρ ὁ διανοούμενος ἕν τι διανοεῖται. τὸ γὰρ διανοεῖσθαι ἐνέργεια καὶ διέξοδος τῆς ψυχῆς· ὡς γὰρ ἀδύνατον ἅμα λέγειν πολλοὺς λόγους, οὕτως καὶ διανοεῖσθαι ἅμα πολλά· λόγος γάρ τις ἡ διάνοια τῆς ψυχῆς αὐτῆς ἐφ’ ἑαυτῆς λεγούσης ἡ οὐκ ἀνάγκη, εἰ μὴ οἷόν τε τὸν πολλὰ ἅμα ἐπιστάμενον πολλὰ ἅμα διανοεῖσθαι, μηδὲ τὸ ἐπίστασθαι διανοεῖσθαι εἶναι· ὃ καὶ αὐτὸς δοκεῖ λέγειν· προσθεὶς γὰρ τὸ ἐνιαχοῦ γὰρ διαφωνεῖ ἐπήνεγκεν οἷον εἰ τὸ ἐπίστασθαι διανοεῖσθαι, καὶ τὸ πολλὰ ἐπίστασθαι πολλὰ διανοεῖσθαι· τοῦτο δὲ οὐκ ἀληθές. ὴ τὸ τὸἐνιαχοῦ γὰρ διαφωνεῖ εἶπεν οὐκ ἐπὶ διαβολῇ τοὐ τόπου ἀλλὰ δεικνὺς ἐφ’ ὧν χρήσιμος ὁ τόπος πρὸς ἀνασκευήν· ἐφ’ ὧν γὰρ φαίνεται μὲν ἐφ’ ἑνὸς οὕτως ἔχειν, οὐκέτι ὸὲ ἐπὶ ἰῶν πολλῶν δυντὸν τοῦτο, ἐπὶ τούτων ἀπὸ τῶν πολλῶν ἀρχόμενοι ἀνασκευάσομεν τὸ καὶ ἐπὶ τοῦ ἑνὸς φαινόμενον, ὡς ἔχει ἐπὶ τοὺ τὸν ἐπιστάμενον διανοεῖσθαι· τούτῳ γὰρ οὕτως ἔχειν· δοκοῦντι ἐναντιοῦται τὸ μὴ δύνασθαι τὸν πολλὰ ἐπιστάμενον ἅμα καὶ διανοεῖσθαι ἅμα πολλά· διὸ οὐδὲ ἐκκεῖνο ἂν ἀληθὲς εἴη. ἢ καὶ ἐπὶ] ἑνὸς ἐπιστήμονος ὄντος οὐκ ἀνάγκη καὶ πολλούς, καὶ ἑνὸς μέλανος οὐκ ἀνάγκη καὶ πολλούς, καὶ ἑνὸς ἑξαδακτύλου οὐκέτι καὶ οἱ πολλοί. ἢ ὁ τόπος ἐπὶ 5 τῶν φύσει τε καὶ κατὰ φύσιν ὑπαρχόντων προΐοι ἄν. Ἔτι δὲ καὶ ἐκ τοῦ μᾶλλον καὶ ἧττον. Τόπους παραδίδωσιν ἡμῖν ἀπό τε τοῦ μᾶλλον καὶ ἧττον καὶ ἔτι ἀπὸ τοὺ ὁμοίως κατασκευαστικούς τε καὶ ἀνασκευαστικούς. εἰσὶ δὲ οἱ τόποι τὸ χρήσιμον ἔχοντες ἐν τοῖς συμβλτοῖς· ἐν τούτοις γὰρ καὶ τὸ μᾶλλον καὶ τὸ ἧττον καὶ τὸ ὁμοίως. καὶ πρώιόν γε τῶν ἀπὸ τοῦ μᾶλλόν τε· καὶ ἦττον μνημονεύει, εἶτα προστίθησιν αὐτοῖς καὶ τοὺς ἀπὸ τοῦ ὁμοίους. φησὶ δὲ τέσσαρας εἶναι τοὺς· ἀπὸ τοῦ μᾶλλον, ὁμοίως δὲ καὶ τοὺς ἀπὸ τοῦ ἧττον τόπους, ὧν ἕκαστον καὶ πρὸς ἀνασκευὴν καὶ πρὸς κατασκευὴν εἶναι χρήσιμον. εἰσὶ δὲ οἱ τέσσαρες, ὡς ἐρεῖ, ἢ ἑνὸς περὶ ἑνὸς κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον τὴν σύγκρισιν λαμβάνοντος ἢ ἑνὸς περὶ δύο ἢ· δύο περὶ ἑνὸς ἢ δύο περὶ δύο. καὶ ἔστιν, οὗ πρώτου μνημονεύει, ἑνὸς περὶ ἑνός, ὢν τοιοῦτος· εἰ ζητοῖτο περί τινων εἰ τὸ ἕτερον τῷ ἑτέρῳ ὑπάρχει, ἐπιδεχομένων ἀμφοτέρων τὸ μᾶλλόν τε καὶ ·ἧττον, ἀξιοῖ ὁρᾶν εἰ τῷ μᾶλλον τὸ μᾶλλον ὑπάρχει. * * * * * καὶ τῷ ἁπλῶς τὸ ἁπλῶς ὑπάρξει· ἐὰν δὲ μὴ ὑπάρχῃ τῷ μᾶλλον τὸ μᾶλλον, οὐδ’ ἄν τῷ ἁπλῶς τὸ ἁπλῶς ὑπάρξαι. οἷον εἰ ζητοῖτο πότερον τῇ ἡδονῇ τὸ ἀγαθὸν ὑπάρχει ἢ οὔ, ἐπεὶ ἀμφότερα τὸ μᾶλλον ἔχει, δεῖ ὁρᾶν εἰ τῇ μᾶλλον ἡδονῇ τὸ μᾶλλον ἀγαθὸν ὑπάρχει· εἰ γὰρ ἡ μᾶλλον ἡδονὴ μᾶλλον ἀγαθόν, καὶ ἡ ἡδονὴ ἀγαθὸν ἄν εἴη· εἰ δὲ ·μὴ εἴη ἡ μᾶλλον ἡδονὴ τῆς ἧττον ἡδονῆς μᾶλλον ἀγαθόν, οὐδ’ ἆν ἡ ἡδονὴ ἀγαθὸν εἴη. πάλιν ζητουμένου εἰ τὸ ἀδικεῖν κακόν, ζητητέον εἰ τὸ μᾶλλον ἀδικεῖν τοῦ ·ἧττον μᾶλλόν ἐστι καὶ μεῖζον κακόν· κἄν μὲν δείξωμεν οὕτως ἔχον, δεδειχότες ἄν εἴημεν καὶ τὸ ἀδικεῖν κακὸν ὄν· εἰ δὲ δειχθείη τὸ μᾶλλον ἀδικεῖν μὴ ὂν μᾶλλον κακόν, οὐδ’ ἄν τὴν ἀρχὴν τὸ ἀδικεῖν εἴη κακόν. δοκεῖ δέ τισι τὸ τυραννεῖν μᾶλλον ἀδικεῖν ὂν μὴ εἶναι κακόν. πάλιν εἰ τὸ μᾶλλον ἀλγεῖν μᾶλλον κακόν, καὶ τὸ ἀλγεῖν τοιοῦτον· καὶ εἰ τὸ μᾶλλον πένεσθαι μᾶλλον κακόν; καὶ τὸ πένεσθαι· καὶ εἰ τὸ μᾶλλον φιλοπονεῖν μᾶλλον ἀγαθόν, καὶ τὸ φιλοπονεῖν τοιοῦτον. εἰσὶ δὲ ἀπὸ μὲν τοῦ μᾶλλον ἀρχόμενοι οἱ τόποι ἀνασκευαστικοί, ἀπὸ δὲ τοῦ ἧττον κατασκευαστικοί· ἐν μὲν γὰρ τῷ δειχθῆναι μὴ ὑπάρχον τὸ μᾶλλον ἀνασκευάζεται καὶ τὸ ἀπλῶς καὶ τὸ ἧττον, ἐν δὲ τῷ δειχθῆναι τὸ ἧττον ὑπάρχον κατασκευάζεται καὶ τὸ ἁπλῶς καὶ τὸ μᾶλλον. εἰ δὲ τῇ τοῦ ὑποκειμένου ἐπιδόσει ἡ τοῦ κατηγορουμένου ἐπίδοσις ὑπάρχει, διὰ τῆς ἐπαγωγῆς χρὴ λαμβάνοντας πιστοῦσθαι. οἷον μᾶλλον ἡδονὴ ἡ περὶ τὰ ἀφροδίσια, ἀλλὰ καὶ ἡ περὶ ἰὰς βρώσεις τε καὶ πόσεις· δοκοῦσι γὰρ εἶναι σφοδρότεραι, τὸ δὲ σφιδρότερον μᾶλλον τοιοῦτον· εἰ οὗν αὗται μή εἰσι μᾶλλον ἀγαθαὶ διὰ τὸ μηδὲ τὰς ἐπιθυμίας αὐτῶν ἀγαθὰς εἷναι, οὐδ’ ἄν ἡ ἡδονὴ ἀγαθὸν εἴη. δόξαι δ’ ἂν ὁ τόπος ἔνδοξος μᾶλλον ἢ ἀληθὴς εἶναι· πολλῶν γὰρ αἱ μὲν ὑπερβολαὶ πρὸς τῷ μὴ εἷναι ἀγαθαὶ καὶ κακά ἐστιν, αὐτὰ μέντοι ἀγαθά ἐστιν. οἷον τὸ γυμνάζεσθαι συμμέτρως ἀγαθὸν ὄν ποιητικὸν γὰρ ὑγείας) τὴν ὑπερβολὴν κακὸν ἔχει· τὰ γὰρ ὑπερβάλλοντα γυμνάσια φθαρτικὰ τῆς ὑγείας. καὶ ἡ μὲν ὑπερβολὴ τοῦ πλούτου οὐκ ἀγαθόν, ὁ δὲ πλοῦτος ἀγαθόν. ἢ οὐκ ἔστι κακὸν τὸ μᾶλλον ἐν τῷ πλήθει τοῦ πλούτου, εἰ ὡς ὀργάνῳ χρήσαιτό τις αὐτῷ ἀγαθῶν· ὁ τοιοῦτος δε ἀγαθόν. ἀλλὰ καὶ εἰ τὰ γυμνάσια ὥρισται τῷ ὑγείας ἢ εὐεξίας εἶναι ποιητικά, τὰ μὴ ταῦτα ποιοῦντα οὐ γυμνάσιά ἐστιν· οὐ γὰρ ὑποπίπτει τῷ τῶν γυμνασίων ὁρισμῷ· ἐπὶ τούτων γὰρ τὸ μᾶλλον ἐν τῷ μᾶλλον τὴν οἰκείαν φύσιν. Ἄλλος· ἑνὸς περὶ δύο λεγομένου. Δεύτερον τόπον ἀπὸ τοῦ μᾶλλον παραδίδωσι τὸν ἑνὸς περὶ δύο λεγόμενον, ὅς ἐστι τοιοῦτος· εἰ ζητοῖτο περί τινος ἑνὸς πλείοσιν ὑπάρχειν δοκοῦντος πότερον ὑπάρχει τινὶ ἐξ αὐτῶν ἢ οὔ, ζητεῖν δεῖ εἰ ᾧ μᾶλλον αὐτῶν δοκεῖ ὑπάρχειν, μὴ ὑπάρχει· κἄν μέν, ᾧ μᾶλλον ὑπάρχειν δοκεῖ, μὴ ὑπάρχῃ, οὐδ’ ἂν τῷ προκειμένῳ ὑπάρχοι· ἂν δέ, ᾧ ἧττον ὑπάρχειν δοκεῖ, ὑπάρχον δειχθῇ, καὶ τῷ προκειμένῳ ἄν ὑπάρχοι· τὸ μὲν γὰρ ᾧ μᾶλλον ὑπάρχοι ἄν μὴ ὑπάρχον οὐδ’ ἄν ᾧ ἦττον ὑπάρχοι, τὸ δὲ ᾧ ἦττον ὑπάρχον ὑπάρχοι ἂν καὶ ᾧ μᾶλλον. οἷον ζητουμένου εἰ τῷ πλούτῳ ὑπάρχει τὸ ἀγαθόν. ἄν μᾶλλον μὲν φαίνηται τῇ ὑγείᾳ ὑπάρχον, δειχθῇ δὲ μὴ ὑπάρχον ἢ διὰ τὸ δύνασθαί τινι πρὸς κακοῦ τὴν ὑγείαν εἶναι ἢ διὰ τὸ μὴ ποιεῖν ἀγαθὸν τὸν ἔχοντα αὐτήν, οὐδ’ ἄν τῷ πλούτῳ ὑπάρχοι· εἰ ὸὲ τῷ γυμνάζεσθαι ἧττον δοκοῦντι τοῦ πλούτου ἀγαθῷ εἶναι ὑπάρχον δειχθείη ὡς ὑγείας ὄντι ποιητικῷ, καὶ τῷ πλούτῳ ἄν εἴη δεδειγμένον ὑπάρχειν· ἐν γὰρ τούτοις ἐν, τὸ ἀγαθόν, περὶ δύο λέγεται , περὶ γὰρ ὑγείας καὶ πλούτου ἢ τοῦ γυμνάζεσθαι καὶ πλούτου. πάλιν εἰ μᾶλλον ἀγαθὸν ἡ ἡδονὴ τῆς ἀλυπίας, μή ἐστι δὲ ἀγαθὸν ἡ ἡδονή, οὐδ’ ἂν ἡ ἀλυπία ἀγαθὸν εἴη. ἢ εἰ ἧττον ἡ ἀλυπία τῆς ἡδονῆς ἀγαθὸν δοκοῦσα εἶναι ἀγαθόν ἔπι, καὶ ἡ ἡδονὴ ἀγαθὸν ἄν εἴη. καὶ εἰ μᾶλλον φρόνησις τέλος ἡδονῆς οὖσα μή ἐστι τέλος, οὐδ’ ἄν ἡ ἡδονὴ τέλος εἴη. καὶ ἀξιομαχώτεροι τῶν ἄλλων Ἑλλήνων ὄντες Λακεδαιμόνιοι μή εἰσιν ἀξιόμαχοι, οὐδ’ ἂν οἱ ἄλλοι Ἕλληνες εἶεν ἀξίομαχοι. καὶ εἰ μᾶλλον ἰοὺς γεγηρακότας τῶν νέων σωφρονεῖν εὔλογον. οἱ δὲ οὐ σωφρονοῦσιν, οὐδ’ ἂν οἱ νέοι σωφρονοῖεν. οὐκέτι μέντοι ἐπὶ τῶν οὕτως ἐχόντων ἢ ᾧ ἧτον ὑπάρχει μὴ ὑπάρχον δείκνυσί τι 7 ᾦ μᾶλλον ὑπάρχει ὑπάρχον. Πάλιν δυοῖν περὶ ἑνὸς λεγομένων. ὁ δὲ τρίτος τόπος ἐστὶν ἀντεστραμμένος πως τῷ δευτέρῳ· ἐν μὲν γὰρ τῷ δευτέρῳ ἓν ἦν περὶ δύο λεγόμενον, ἐν δὲ τούτῳ δύο περὶ ἑνός. δύο γάρ τινων δοκούντων ὑπάρχειν τῷ αὐτῷ, εἰ μὲν τὸ μᾶλλον δοκοῦν αὐτῷ ὑπάρχειν μὴ ὑπάρχοι, οὐδ’ ἄν τὸ ἧττον αὐτῷ ὑπάρχοι. εἰ δὲ τὸ ἧττον δοκοῦν ὑπάρχειν ὑπάρχοι, καὶ τὸ μᾶλλον ἂν ὑπάρχοι. οἶον εἰ τῷ μανθάνειν μᾶλλον δοκοῦν τὸ ὠφέλιμον τοῦ ἡδέος ὑπάρχειν μὴ ὑπάρχοι, οὐδ’ ἄν τὸ ἡδὺ αὐτῷ ὑπάρχοι· ἢ εἰ τοῦτο, κἀκεῖνο. καὶ εἰ ὁ θρασὺς μᾶλλον ἀνδρεῖος ἢ φρόνιμος ὢν μή ἐστιν ἀνδρεῖος, οὐδ’ ἂν φρόνιμος εἴη. πάλιν εἰ ὁ ἐπιεικὴς ἧττον δοκῶν δίκαιος ἢ φιλάνθρωπος εἶναι δίκαιός ἐστιν, εἴη ἂν καὶ φιλάνθρωπος. καὶ εἰ τὸ ἀδικεῖν μᾶλλον συμφέρον ἢ καλὸν ὂν μή ἐστι συμφέρον, οὐδ᾿ ἄν καλὸν εἴη. Ἔτι δυεῖν περὶ δύο λεγομένων. Ὁ δὲ τέταρτος τόπος ἐστίν, εἰ δύο εἴη τὰ ὑπάρχοντα καὶ δύο τὰ οἷς ὑπάρχει, ὧν τὸ μὲν ἕτερον τῷ ἑτέρῳ μᾶλλον δοκεῖ ὑπάρχειν, τὸ δὲ ἕτερον τῷ ἑτέρῳ ἧττον. καὶ γὰρ ἐπὶ τούτων , εἰ μὲν τὸ μᾶλλον δοκοῦν ὑπάρχειν τινὶ δειχθείη μὴ ὑπάρχον αὐτῷ, οὐδ’ ἂν τὸ ἧττον δοκοῦν ὑπάρχειν τινὶ ὑπάρχοι αὐτῷ εἰ δὲ τὸ ἧττον ὑπάρχον τῷ οἰκείῳ ὑποκειμένῳ ὑπάρχον δειχθείη, καὶ τὸ μᾶλλον ἄν ὑπάρχειν δοκοῦν τῷ οἰκείῳ ὑποκειμένῳ ὑπάρχοι ἂν αὐτῷ. οἷον εἰ ἧττον ἡ ἡδονὴ ἀγαθὸν ἢ ὁ. πόνος κακόν, ἔστι δὲ ἀγαθὸν ἡ ἡδονή, καὶ ὁ πόνος ἄν εἴη κακόν· καὶ εἰ ὁ ἄσωτος μᾶλλον δοκεῖ ἐλευθέριος εἷναι ἢ ὁ ἀνελεύθερος σώφρων, μή ἐστι ὁ ἄσωτος ἐλευθέριος, οὐδ᾿ ἂν ὁ ἀνελεύθερος εἴη σώφρων. καὶ εἰ ηττον ὁ ἐπιεικὴς δικαιος ἡ ὁ ανεπιεικης ἄοικος, εστ επιεικης δίκαιος ὁ ἀνεπιεικὴς ἄν ἄοικος εἴη. Ἔτι ἐκ του ὁμοίως ὑπάρχειν ἡ δοκεῖν. Προστίθησι τοῖς ἀπὸ τοῦ μᾶλλον καὶ ἧττον τέτρασι τόποις τοὺς ἀπὸ τοῦ ὁμοίως· καὶ γὰρ αὐτοί εἰσιν ἐν τοῖς σύγκρισιν ἔχουσι καὶ οὖσι συμβλητοῖς. τρεῖς δέ φησι καὶ τούτους εἶναι τοὺς τόπους, ἀνάλογον ἔχοντας τοῖς τρισὶ τοῖς ὑστέροις ῥηθεῖσιν ἀπὸ τοῦ μᾶλλόν τε καὶ ἧττον· τῷ γὰρ πρώτῳ ῥηθέντι τῶν ἀπὸ τοῦ μᾶλλον, δι’ οὗ ὑπάρχειν ἕν τι ἑνὶ ἐδείκνυτο, ὅτι καὶ τῇ ἐπιτάσει αὐτοῦ ἡ ἐπίτασις, οὐκ ἔστι <τι> ἀνάλογον πρὸς τὰ ἀπὸ τοῦ ὁμοίου. δεῖ μὲν γὰρ τὸ δεικνύμενον] ἐν τοῖς ἀπὸ τοῦ ὁμοίου τόποις διὰ τοῦ ὁμοίου τὸ ὅμοιον δεικνύναι· οὐκ ἔστι δὲ τὸ διὰ τοῦ μᾶλλον ὑπάρχοντος ἡ ἦττον δεικνυμενον οἴα του ὁμοίως ὑπάρχοντος δεικνυμενον· οὐ γὰρ τὸ μᾶλλον τῷ αὐτῷ ἢ ἧττον ὑπάρχον καὶ ὁμοίως αὐτῷ ὑπάρχοι ἄν. εἴ τι οὖν δύο τισὶν ὁμοίως δοκοῦν ὑπάρχειν, εἰ τῷ ἑτέρῳ μὴ ὑπάρχοι, οὐδὲ τῷ ἑτέρω ὑπάρχον ἔσται, εἰ δὲ τῷ ἑτέρῳ ὑπάρχει αὐτῶν, ὑπάρχον ἄν δεικνύοιτο καὶ τῷ λοιπῷ. εἰ γὰρ ὁμοίως ἡ δόξα καὶ ὁ πλοῦτος ἀγαθὰ δοκεῖ εἶναι, μή ἐστι δὲ ἡ δόξα ἀγαθόν, οὐδὲ ὁ πλοῦτος ἄν εἴη ἀγαθόν· ἢ εἰ ἀγαθὸν ἡ δόξα, καὶ ὁ πλοῦτος ἀγαθὸν ἄν δεικνύοιτο. κἄν εἰ ὁμοίως πειστέον νόμῳ τε καὶ πατρί, εἰ τῷ νόμῳ δεῖ πείθεσθαι, καὶ τῷ πατρί. ἡ δύο πάλιν ἑνὶ ὁμοίως δοκούντων ὑπάρ | χειν, εἰ θάτερον ὑπάρχοι, καὶ θάτερον ἂν ὑπάρχοι· ἢ εἰ μὴ θάτερον ὑπάρχοι, οὐδ᾿ ἄν θάτερον ὑπάρχοι. οἶον εἰ ὁμοίως τῇ δικαιοσύνῃ καὶ τὸ ἀγαθὸν καὶ τὸ ὠφέλιμον ὑπάρχει, μὴ ὑπάρχει δὲ αὐτῇ τὸ ὠφέλιμον, οὐδ’ ἄν τὸ ἀγαθὸν αὐτῇ ὑπάρχοι· ἢ εἰ θάτερον, καὶ θάτερον.‘ καὶ εἰ ὁμοίως τῷ ἀνδρείῳ ὑπάρχει τό τε θαρρεῖν, ὅτε δεῖ, καὶ τὸ φοβεῖσθαι, ὅτε δεῖ, εἰ μὴ ὑπάρχει αὐτῷ τὸ φοβεῖσθαι, ὅτε δεῖ, οὐδ’ ἄν θαππεῖν, ὅτε δεῖ, ὑπάρχοι αὐτῷ· ἢ εἰ τοῦτο.. κἀκεῖνο. ἔτι εἰ δύο δυσὶν ὑπάρχειν δοκούντων ὁμοίως ἑκατέρῳ ἑκατέρου, εἰ τῷ ἑτέρῳ τῶν δύο τὸ ἕτερον τῶν δύο μὴ ὑπάρχοι, οὐδ’ ἄν τῷ λοιπῷ τὸ λοιπὸν ὑπάρχοι· εἰ δὲ ὑπάρχει τὸ ἕτερον τῷ ἑτέρῳ τῶν ὁμοίως τισὶν ὑπάρχειν δοκούντων, καὶ τὸ ἕτερον ἂν τῷ ἑτέρῳ ὑπάρχοι. οἷον εἰ ὁμοίως δοκεῖ τῷ ἀνδρείῳ θρασύτης ὑπάρχειν καὶ τῷ δειλῷ ἀσφάλεια, μὴ ὑπάρχει δὲ τῷ ἀνδρείῳ θρασύτης, οὐδὲ τῷ δειλῷ ἀσφάλεια ἂν ὑπάρχοι· ἡ εἰ τούτῳ ἀσφάλεια, κἀκείνῳ θρασύτης. καὶ εἰ ὁμοίως ὁ ἀνδρεῖος περὶ φόβους καὶ θάρρη δοκεῖ εἶναι καὶ ὁ σώφρων περὶ ἡδονὰς καὶ λύπας, ἔστι δὲ ὁ ἀνδρεῖος περὶ φόβους καὶ θάρρη, καὶ ὁ σώφρων ἄν εἴη περὶ ἡδονάς καὶ λύπας. καὶ εἰ ὁμοίως ὁ δίκαιος θεοῖς φίλος καὶ ὁ ἄδικος θεοῖς ἐχθρός, εἰ θάτερον, καὶ θάτερον ἡ εἰ μὴ θάτερον, οὐδὲ θάτερον. καὶ εἰ ὁμοίως ἡ ἡδονὴ ἀγαθὸν καὶ ὁ πόνος κακόν, κακὸν δὲ ὁ πόνος, καὶ ἡ ἡδονὴ ἀγαθόν. Ἔτι ἐκ τῆς προσθέσεως, ἐὰν ἕτερον πρὸς ἕτεριον προστεθὲν ποιῇ ἀγαθὸν ἢ λευκόν. Δύα τόπους παραδίδωσιν ἐκ τῆς ἄλλου ἄλλῳ προσθέσεως κατασκευαστικοὺς μόνον. ἔστι δὲ ὁ μὲν πρῶτος αὐτῶν τοιοῦτος· ·ὃ προστεθέν τινι τοιόνδε αὐτὸ ποιεῖ μὴ πρότερον. ὂν τοιοῦτον, αὐτὸ πολὺ πρότερον τοιοῦτόν ἐστιν. οἷον εἰ προστεθέν τί τινι οὐκ ὄντι λευκῷ λευκὸν αὐτὸ πεποίηκεν, αὐτὸ τὸ προστεθὲν πολὺ πρότερον λευκόν ἐστι· καὶ εἰ προστεθέν τί τινι οὐκ ὄντι εὐώδει εὐῶδες αὐτὸ πεποίηκε, καὶ αὐτὸ εὐῶδες· καὶ εἰ μὴ γλυκεῖ προστεθέν τι γλυκὺ πεποίηκεν αὐτό, πολὺ πρότερον τὸ προστεθέν ἐστι γλυκύ. ὁμοίως καὶ ἂν σχῆμά τι σχήματί τινι προστεθὲν τρίγωνον αὐτὸ ποιῇ, καὶ αὐτὸ τὸ προστεθὲν σχῆμα τρίγωνον ἔσται. καὶ εἰ ἡ ἀρετὴ προστεθεῖσά τινι σπουδαῖον αὐτὸν ποιεῖ, καὶ αὐτὴ τοιαύτη. δῆλον δὲ ὡς χρὴ ἐπὶ τῶν φύσει ἀλλ’ οὐ νόμῳ τινὶ καὶ συνθήκῃ τοιῶνδε λεγομένων χρῆσθαι τῷ τόπῳ. ἡ γὰρ οὐγγία ταῖς ἕνδεκα οὐγγίαις οὐκ οὔσαις ἤδη προστεθεῖσα λίτραν ποιεῖ· οὐ μὴν διὰ τοῦτό ἐστιν αὐτὴ λίτρα· ἡ γὰρ λίτρα καὶ ἡ οὐγγία κατὰ συνθήκην· θλῆ γοῦν παρ’ ἄλλοις οὐγγία τε καὶ λίτρα. ἢ διὰ τοῦτο ἡ οὐγγία οὐ λίτρα, ὅτι συντελεῖ πρὸς τὸ λίτραν τὸ ὅλον εἶναι καὶ τὰ οἷς προστίθεται, αἱ ἕνδεκα οὐγγίαι. οὐκέτι <δὲ> πρὸς τὸ τὰς ἕνδεκα οὐγγίας γίνεσθαι συντελοῦσιν αὗται· τὸ μὲν γὰρ βαρὺ παρ’ αὑτῶν εἶχον τὸ δὲ βαρύτερον παρὰ τοῦ προστιθεμένου· διὸ ἐπεὶ τὸ ὅλον βαρύτερον γίνεται τῇ τῆς οὐγγίας προσθέσει, ἀνάγκη καὶ αὐτὴν βαρεῖαν εἶναι, ὡς δείκνυσιν ὁ δεύτερος τόπος. οὕτως καὶ Πλάτων ἔδειξε τὴν ψυχὴν ζωήν· εἰ δὲ ζωὴ ἡ ψυχή, καὶ ἀνεπίδεκτος ἄν τοῦ ἐναντίου εἴη, οὕτως δ’ ἄν καὶ ἀθάνατος. ἔνστασις πρὸς τὸν τόπον ὅτι πολλὰ φάρμακα προστι- θέμενά τισι δοκεῖ τὸ ὅλον ποιεῖν σωτήριον ἢ δηλητήριον, οὐδενὸς ἐξ αὐτῶν μόνου τοιούτου ὄντος. ἢ καὶ ἐπὶ ἐπὶ τούτων ἔστιν εἰπεῖν ὅτι, εἰ μὲν τὸ προστικθέμενον μόνον τὴν αἰτίαν ἔχει, εἴη ἄν καὶ αὐτὸ τοιοῦτον, εἰ δὲ ἐκ τῆς πάντων μίξεως τε καὶ κράσεως ἡ τοιαύτη ποιότης ἀπογεννᾶται πάντων εἰς αὐτὴν συντελούντων, οὐδὲν ἄν λέγοιτο πρὸς τὸν τόπον. ὁ γὰρ τόπος, εἴ τι μὴ ὂν τοιοῦτον τῇ τινὸς προσθέσει τοιοῦτον γίνεται μὴ συνεργοῦντος εἰς τὴν τοιουτότητα τοῦ ὑποκειμένου τοῦτο γὰρ προσυπακούειν δεῖ), τὸ προστιθέμενον ἀξιοῖ καὶ πρότερον εἶναι τοιοῦτον, ἀλλ’ οὐκ εἴ τι ἐκ μίξεως τινων γίνεται τοιοῦτον, καὶ ἕκαστον τῶν μιγνυμένων τοιοῦτον εἶναι λέγει· ὁ γὰρ οἶνος ἐπιμιχθεὶς τῷ μέλιτι οἰνόμελι τὸ ὅλον ἐποίησεν οὐκ ὂν τοιοῦτον πρὸ τούτου. ὅτι δὲ μὴ τὸ τελευταῖον προστεθὲν αἴτιον τοῦ τοιοῦτον γεγο- νέναι τὸ ὅλον μόνον, δῆλον ἐκ τοῦ. κἄν τοῦτο ὑπαλλάξαντες ὑποθῶμεν, ἄλλο δέ τι τῶν τέως ὑποκειμένων ἀφελόντες ὕστερον προσθῶμεν, τὸ ὅλον ὅμοιον γίνεσθαι. Καὶ ὁ μὲν πρῶτος τῶν ἀπὸ τῆς προσθέσεως τόπων τοιοῦτος. ὁ δὲ δεύτερος οὖτος· εἴ τινι προστεθέν τι μᾶλλον ποιεῖ τοιοῦτον καὶ αὐτὸ ἔσιαι τοιοῦτον. δῆλον δὲ ὅτι καὶ οὗτος ὁ τόπος χρήσιμος ἐν οἷς ἐστι τὸ μᾶλλόν τε καὶ ἧττον· εἰ γὰρ τὸ προστεθὲν γλυκεῖ τινι γλυκύτερον αὐτὸ πεποίηκε, καὶ αὐτὸ | γλυκὺ ἄν εἴη, καὶ εἰ λευκότερον, καὶ τοῦτο λευκόν, καὶ εἰ αἱρετώτερον, καὶ αὐτὸ αἱρετόν, καὶ εἰ βαρύτερον, καὶ αὐτὸ βαρύ, ὡς λέγομεν ἐπὶ τῆς οὐγγίας. οὕτως δεικνύοιτ᾿ ἂν ἕκαστον τῶν λεγομένων ἀδιαφόρων τε καὶ προηγμένων ὑπὸ τῶν νεωτέρων αἱρετόν τε καὶ ἀγαθόν· ἕκαστον γὰρ αὐτῶν προστιθέμενον τῇ ἀρετῇ τὸ ὅλον αἱρετώτερον τῷ σπουδαίῳ ποιεῖ. αἱρετώτερος γὰρ βίος ὁ κατ’ ἀρετήν, εἰ μεθ’ ὑγείας εἴη, καὶ εἰ μετὰ εὐπορίας, καὶ εἰ μετὰ ἀγαθῆς δόξης· τὰ γὰρ αἱρετὰ καὶ φευκτὰ κρίνεται τῇ τοῦ σπουδαίου αἱρέσει τε καὶ φυγῇ. Εἰπὼν δὲ ‘εἰ τὸ προστεθέν τινι μᾶλλον αὐτὸ τοιοῦτον ποιεῖ᾿ προσέθηκεν ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων, ὅτι μὴ μόνον ἐπὶ τοὐ ποιοῦ τοῦτο ἀλλὰ καὶ ἐπὶ τοῦ ποσοῦ· εἰ γὰρ τὸ προστεθὲν μεῖζον αὐτὸ ποιεῖ, καὶ αὐτὸ ἐν μεγέθει, καὶ εἰ πλεῖον, καὶ αὐτὸ ἐν πλήθει. ἢ εἰπὼν εἰ πρὸς τὸ ὑπάρχον προστεθέν τι μᾶλλον ποιεῖ τοιοῦτον ὡς ἐπί τινος ἑνὸς καὶ ὡρισμένως, προσέθηκε τὸ ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων δεικνὺς ὅτι οὐκ ἐπὶ τούτου μόνον τοῦ μᾶλλον τοιούτου γινομένου πρόεισιν ὁ τόπος ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων τῶν οὕτως ἐχόντων. Eἰσὶ δὲ οἱ προειρημένοι τόποι πρὸς κατασκευὴν μόνον χρήσιμοι, οὐκέτι δὲ καὶ πρὸς ἀνασκευήν· οὐ γάρ, εἰ προστεθέν τί τινι μὴ ποιεῖ αὐτὸ λευκὸν ἢ γλυκὺ ἢ λευκότερον ἢ γλυκύτερον, διὰ τοῦτο οὐδ’ αὐτὸ ἔσται λευκὸν ἢ γλυκύ. ὀλίγον γὰρ μέλιτος ἀψινθίῳ μιχθὲν οὐ ποιεῖ μὲν αὐτὸ γλυκύ, οὐ μὴν διὰ τοῦτο οὐδ’ αὐτὸ ἄν εἴη γλυκύ· οὐδέ, ἐπεὶ πλοῦτος προστικθέμενος κακίᾳ μὴ ποιεῖ τὸ ὅλον αἱρετόν, διὰ τοῦτο οὐκ ἔστιν αἱρετός· ἀλλ’ οὐδέ, ἐπεὶ ὁ γλυκὺς οἶνος μιγνύμενος τῷ μέλιτι μὴ ποιεῖ αὑτὸ γλυκύτερον, διὰ τοῦτο οὐδ’ αὐτός ἐστι γλυκύς. τὸ δὲ χρήσιμος δὲ οὐκ ἐν ἅπασιν ὁ τόπος, ἀλλ᾿ ἐν οἷς τὴν τοῦ μᾶλλον ὑπεροχὴν συμβαίνει γίνεσθαι εἶπεν, ὅτι μὴ πάντα τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχεται. οὐσία γὰρ οὐσίας οὐκ ἔστι μᾶλλον καὶ ἧττον· διὸ οὐκ ἔστιν ὁ τόπος πρὸς τοῦτο χρήσιμος· οὐδὲν γὰρ προστεθὲν οὐσίᾳ μᾶλλον αὐτὴν οὐσίαν ποιήσει. ἔτι τὴν τοῦ μᾶλλον ὑπεροχὴν ἐπὶ τούτων συμβαίνει γίνεσθαι, πρὸ τοῦ προστιθεμένου ἅ ἐστιν ἤδη τοιαῦτα, γλυκέα τὰ γλυκύτερα ἐσόμενα θερμὰ τὰ θερμότερα ἐσόμενα. ἐπεὶ δὲ τὸ μᾶλλον ἡ ποιότης ἐπιδέχεται, πρὸς τὰ ὑπὸ τὴν ποιότητα ἄν εἴη χρήσιμος. ἀλλὰ καὶ τὸ ἀγαθὸν κακῷ προστιθέμενον οὐκ ἐξ ἀνάγκης ἀγαθὸν τὸ ὅλον ποιεῖ. οὕτως εἶπεν, ἐπεὶ δύναταί ποτε ἀγαθὸν μέγα κακῷ μικρῷ προστεθὲν τὸ ὅλον αἱρετὸν ποιεῖν, οἷον ἀρετὴ πενίᾳ προστεθεῖσα· αἱρετὴ γὰρ ἡ ἀρετή, κἄν ᾖ μετὰ πενίας ἀλλὰ καὶ θανάτῳ κακῷ ὄντι τὸ ἀπ’ ἀνδρείας καλὸν προστεθὲν τὸ ὅλον αἱρετὸν ποιεῖ· διὰ τοῦτο γάρ τις θάνατος εὐκλεής. οὐ μὴν πᾶν ἀγαθὸν κακῷ προστεθὲν τὸ ὅλον ἀγαθὸν ποιεῖ· πλοῦτος γοῦν νόσῳ προστεθεὶς οὐ ποιεῖ τὸ ὅλον αἱρετόν. εἴη δ’ ἄν προσκείμενον τοῦτο οἰκειότερον τῷ πρὸ τούτου τόπῳ, δι’ οὗ ἠξιοῦτο, ἐὰν ἕτερον πρὸς ἕτερον προστεθὲν ποιῇ ἀγαθὸν ἡ λευκὸν μὴ ὂν πρότερον ἀγαθὸν ἢ λευκόν, τὸ προστεθὲν γίνεσθαι ἀγαθὸν λευκόν. Πάλιν εἴ τι μᾶλλον καὶ ἧττον λέγεται, καὶ ἁπλῶς ὑπάρχει. οὗτος ὁ τόπος καὶ αὐτὸς ἐπὶ τῶν τὸ μᾶλλον καὶ ἧττον ἐπιδεχομένων καὶ τὴν κατὰ τοῦτο σύγκρισιν χρήσιμος. καὶ ἔστιν ὁμοίως τοῖς πρὸ αὐτοῦ κατασκευαστικὸς μόνον, οὐκέτι δὲ καὶ ἀνασκευαστικός· ὃ γὰρ μᾶλλόν τι ἢ ἦττόν τινός ἐστι, τοῦτο καὶ ἀπλῶς ἐστιν, οὐχ ὡς τῇ αὑτοῦ φύσει ὄντος τοιούτου, ἀλλ’ ὡς ὑπάρχοντος αὐτῷ τούτου καθ’ ὃ μᾶλλόν τινος ἢ ἧττόν ἐστιν. οἷον εἰ μᾶλλόν τινός ἐστιν ἡ ἧττον τόδε τι γλυκύ, καὶ ἁπλῶς ἐστι γλυκύ· εἰ γὰρ μὴ ἦν ὅλως γλυκύ, οὐδ’ ἄν μᾶλλόν τινος ἢ· ·ἧττον γλυκὺ ἐλέγετο. οὐδὲν γὰρ μὴ μετέχον τινὸς μᾶλλον αὐτό τινος ἢ ἧττον λέγεται ἔχειν· οἷον εἰ μὴ μετέχει λευκοῦ, οὐδὲ μᾶλλόν τινος ἢ ἧττόν ἐστι λευκόν, τῷ ἧττον κυρίως ἡμῶν χρωμένων. εἴ δὲ τὸ μὴ μετέχον τινὸς οὐδενὸς κατ’ αὐτὸ τοῦτο μᾶλλον ἢ ἧττόν ἐστιν, ὃ μᾶλλον καὶ ἧττόν ἐστί τινος, τοῦτο καὶ ἁπλῶς ἐκείνου μετέχει. ὅταν οὖν ζητῶμεν εἰ ὑπάρχει τί τινι τῶν τὸ μᾶλλον καὶ ἧττον ἐπιδεχομένων, χρὴ ζητεῖν εἴ τινος τὸ προκείμενον κατὰ τοῦτο , καθ’ ὃ ζητοῦμεν εἰ ὑπάρχει αὐτῷ μᾶλλον ἢ ἧττόν ἐστιν· ἄν γάρ τι τούτων δειχθῇ, δεδειγμένον ἄν εἴη ὅτι καὶ ἁπλῶς αὐτὸ ἐκείνῳ ὑπάρχει. οἷον [εἰ ζητοῖτο] εἰ μᾶλλον αἱρετὸν ὑπγείας ἀρετή, αἱρετὸν ἀρετή, καὶ εἰ ἧττον λευκὸν ἱμάτιον χιόνος, λευκὸν καὶ αὐτό. δοκεῖ ἔνστασιν ὁ τόπος ἔχειν· | γῆ γὰρ γῆς κουφοτέρα λέγεται, καὶ οὐκ ἔστιν ἁπλῶς αὐτῇ τὸ κοῦφον ὑπάρχον. ἢ οὐ κυρίως τὸ ‘καυφοτέρα’ ἐπὶ τῆς γῆς λέγεται, ἀλλ’ ἀντὶ τοῦ ‘ἧττον βαρεῖα᾿. ἀλλ’ οὐδὲ πενία ἁπλῶς αἱρετή, καίτοι αἱρετωτέρα λέγεται νόσου. ἢ οὐδ’ ἐπὶ τῶν τοιούτων τὸ αἱρετώτερον κυρίως, ἀλλ’ ἀντὶ τοῦ ἧττον φευκτοῦ. πρὸς μὲν οὗν κατασκευήν, ὡς εἶπεν, ὁ τόπος χρήσιμος, οὐκέτι δὲ καὶ πρὸς ἀνασκευήν· οὐ γὰρ ἀληθὲς τὸ εἴ τι μὴ ἐπιδέχεται τὸ μᾶλλον καὶ τὸ ἧττον, τοῦτο μηδὲ ἀπλῶς εἷναι, ἢ εἴ τι ἁπλῶς ἐστι, τοῦτο καὶ μᾶλλόν τινος καὶ ἧττον εἶναι. οὔτε γὰρ ἡ οὐσία τὸ μᾶλλον καὶ ἧττον ἐπιδέχεται οὔτε τῶν ποσῶν τι, ὡς ἐν Κατηγορίαις δέδεικται· διὸ οὐκ ἀναγκαῖον μὴ εἶναι ἄνθρωπόν τινα, ἐπεὶ μή ἐστι μήτε μᾶλλον μήτε ἧττον ἄνθρωπος. Τὸν αὐτὸν δὲ τρόπον σκεπτέον καὶ ἐπὶ τοῦ κατά τι καὶ ποτε καὶ που. Eἰπὼν τόπον τὸν ἀπὸ τοὺ μᾶλλον καὶ ἧττον κατασκευαστικόν (ὃ γάρ τι μᾶλλον καὶ ἦττόν ἐστί τινος, τοῦτο καὶ ἁπλῶς ἐστιν), ὡς ὁμοιότητά τινα· ἔχοντα τῷ προειρημένῳ τόπῳ παρατίθεται τόν τε ἀπὸ τοῦ κατά τι καὶ τὸν ἀπὸ· τοῦ ποτὲ καὶ τὸν ἀπὸ τοῦ πού· ὡς γάρ, ὃ μᾶλλόν τινι ὑπάρχει, καὶ ἁπλῶς ἐκείνῳ ὑπάρχει, οὕτως καὶ ὃ κατά τι ὑπάρχει τινὶ ἢ ποτὲ ἢ πού, δοκεῖ καὶ ἁπλῶς ὑπάρχειν ἐκείνῳ. κατά τι γὰρ βλέπον τὸ ζῷον καὶ ἁπλῶς βλέπει· ὁμοίως καὶ κατά τι ἀκοῦον καὶ κατά τι ὀσφραινόμενον ἢ γευόμενον. ἀλλὰ καὶ ἕκαστον τῶν γενητῶν σωμάτων ποτὲ. ὂν καὶ ἁπλῶς ἐστιν· ἀλλὰ καὶ εἴ πού ἐστιν Ἱπποκένταυρος ἢ Σκύλλα, καὶ ἁπλῶς ἂν εἴη· ἀλλὰ καὶ τὸ θέρους ὑγιαῖνον καὶ ἁπλῶς ὑγιαίνει, καὶ τὸ ἐν Ἑλλάδι ὑγιαῖνον καὶ ἁπλῶς ὑγιαίνει, καὶ τὸ σῶμά που ὂν καὶ ἁπλῶς ἐστιν. ἐπὶ μὲν οὗν τῶν τοιούτων παραδειγμάτων συνᾴδουσιν οἱ τόποι, οὐ ὡς ἰσχὺν ἔχουσι χρῆσθαι. ἡ δὲ πιθανότης αὐτῶν τῆς κατασκευῆς ἐστιν ᾗ ἐχρήσατο αὐτός· εἰ γὰρ τὸ ὅλως, τοῦτ’ ἔστιν ἁπλῶς ἀδύνατον ὑπάρχειν τινί, τοῦτο οὔτε κατά τι οὔτε ποτὲ οὔτε ποὺ οἷόν τε ὑπάρχειν αὐτῷ, εὔλογον δοκεῖ, ὃ κατά τι ἢ ποτὲ ἡ ποὺ ὑπάρχει· τινί, τοῦτο καὶ ἁπλῶς ὑπάρχειν. οὐ μὴν ἀληθὲς τοῦτο· οὐ γὰρ ἕπεται τῇ ἀντιστροφῇ τὸ ἁπλῶς ὑπάρχειν, ἀλλὰ τὸ δύνασθαι ὑπάρχειν, ὅ ἐστιν ἀληθές· ὃ γὰρ κατά τι ὑπάρχει τινί, δῆλον ὅτι καὶ δύναται ὑπάρχειν αὐτῷ ὁμοίως καὶ τὸ ποτὲ καὶ πού. ὥστε ἀληθὲς ἔσται τὸ κατά τι ὑπάρχον δύνασθαι καὶ ἁπλῶς ὑπάρχειν. ὅτι γὰρ μὴ ἀληθὲς τὸ ἁπλῶς ὑπάρχειν, δῆλον καὶ αὐτὸς ποιεῖ. ὅ τε γὰρ Αἰθίοψ πῄ λευκὸς ὤν κατὰ γὰρ τοὺς ὀδόντας) οὐκέτι καὶ ἀπλῶς ἐστι λευκός· ἁπλῶς γὰρ τοῦτο λέγεται, ὥς φησιν αὐτὸς διαβάλλων τὸν τόπον, ὃ χωρὶς προσθήκης λεγόμενον ἀληθές ἐστιν· ὃ δὲ δεῖται προσθήκης πρὸς τὸ ἀληθὲς εἶναι, τοῦτο οὐκ ἔστιν ἁπλῶς. διὰ τοῦτο ὁ Αἰθίοψ ἁπλῶς οὐκ ἔστι λευκός, ὅτι χωρὶς προσθήκης οὐκ ἔστιν ἀληθὲς τὸ <‘ό> Αἰθίοψ λευκός ἐστι᾿ · προστεθέντος δὲ τοῦ κατά ἀληθὲς γίνεται. ἀλλὰ καὶ κατά τι σπουδαῖοί τινές εἰσιν, οὓς οὐκ ἔστιν ἁπλῶς εἰπεῖν σπουδαίους· οἱ γὰρ φύσει ἐλευθέριοι ἡ κόσμιοι τὸ μὲν ὅλον φύσει κόσμιοι ἢ φύσει ἐλευθέριοι εἶεν ἄν, οὐ μὴν καὶ ἁπλῶς· ἐνδέχεται γὰρ αὐτοὺς πεφυκότας πρὸς ταῦτα καλῶς μοχθηροὺς εἶναι διὰ τὸ μοχθηρῶς τεθράφθαι· δεῖ μὲν γὰρ τὸν ἁπλῶς σπουδαῖον φρόνιμον εἶναι, οὐδεὶς δὲ γίνεται φρόνιμος φύσει, ὡς ἐν τοῖς Ἠθικοῖς δείκνυται. κατὰ δὲ τὴν λέξιν τῷ ἁπλῶς δὲ οὐκ εἰσὶ τὸ φύσει περισσῶς πρόσκειται· ἔστι γὰρ αὔταρκες τὸ ‘ἁπλῶς δὲ οὐκ εἰσὶ σπουδαῖοι᾿ ῥηθέν. πάλιν ἐπὶ τοὺ ποτὲ ποτὲ μὲν ἐνδέχεται τῶν φθαρτῶν τι μὴ φθαρῆναι, οὐ μὴν καὶ ἁπλῶς ἐνδέχεταί τι φθαρτὸν ὂν μὴ φθαρῆναι· καὶ ποτὲ μὲν μὴ ἀναπνεῖν τι ζῷον τῶν ἀναπνεθστικῶν ἐνδέχεται, οὐ μὴν καὶ ἁπλῶς μὴ ἀναπνεῖν. πάλιν ἐπὶ τοῦ ποὺ μὲν συμφέρει τοιαύτῃ διαίτῃ χρῆ. σθαι, οἷον ἐν τοῖς νοσώδεσι τόποις, οὐ μὴν καὶ ἁπλῶς· καὶ ποὺ μὲν ἕνα μόνον δυνατὸν εἶναι, οἷον ἐν θεάτρῳ ἕνα ἄνθρωπον μόνον δυνατὸν εἶναι, οὐ μὴν καὶ ἁπλῶς ἕνα ἄνθρωπον μόνον δυνατὸν εἷναι. διὰ τὰς τοιαύτας ἐνστάσεις περὶ τῶν τόπων τούτων οὕτως εἷπε· τὸν αὐτὸν δὲ τρόπον σκεπτέον καὶ ἐπὶ τοῦ κατά τι καὶ ποτὲ καὶ πού, ἐνδεικνὐμενος ὅτι σκέψεως χρείαν ἔχουσι οἱ τόποι εἶ τε δεῖ χρῆσθαι αὐτοῖς εἴτε μή. χρησάμενος δέ τισι παραδείγμασιν αὐτός, τῷ μὲν ὡς τοῦ ποὺ σημαντικῷ τῷ δὲ ὡς ἰοῦ ποτέ, ἐπηνωρθώσατο αὐτὰ ὡς οὐ τούτων ὄντα σημαντικά. τὸ γὰρ καλὸν εἶναι τὸν πατέρα θύειν ἔθηκε μὲν ὡς τοῦ ποὺ σημαντικόν ἐν γὰρ Τριβαλλοῖς), ἐπηνωρθώσατο δὲ αὐτὸ ὡς οὐ τὸ ποὺ σημαῖνον ἀλλὰ τὸ τισίν· ἔνθα γὰρ ἂν ὦι Τριβαλλοί, τοῦτο αὐτοῖς καλόν. ἔτι τὸ συμφέρειν φαρμακεύεσθαι τοῖς νοσοῦσιν ἔθηκε μὲν ὡς σημαντικὸν τοῦ ποτέ ὅτε γὰρ νοσοῦσιν), ἐπηνωρθώσατο δὲ αὐτὸ ὡς οὐ τοῦ ποτὲ σημαντικόν ἀλλὰ τοῦ πὼς διακειμένου· ἰῷ γὰρ οὕτως διακειμένῳ ἀεὶ ὑγιεινὰ ταῦτα, οὐ ποτέ. οὐδὲ τὸ τισὶ δὲ καλὸν καὶ ἁπλῶς καλόν, οὐδε τὸ τοῖς πὼς διακειμένοις τοῦτο καὶ πᾶσιν. Tὸ δὲ ἁπλῶς ἐστιν ὃ μηδενὸς προστεθέντος ἐρεῖς ὅτι καλον εστιν. Εἰπὼν τὰς ἐνστάσεις πρὸς τοὺς προειρημένους τόπους καὶ γὰρ κατά τι ὄντες τινὲς σπουδαῖοι οὐκ εἰσὶν ἀπλῶς τοιοῦτοι, καὶ ποτὲ μὴ φθειρόμενόν τι οὐκ ἔστιν ἁπλῶς καὶ ἄφθαρτον, καὶ “ποὺ μὲν συμφέρει τοιαύτῃ χρῆσθαι διαίτη, ὡς ἐν τοῖς νοσώδεσι τόποις, ἁπλῶς δὲ οὔ”) ὅτι μηδὲν τούτων ἁπλῶς ἐστιν ἢ λέγεται δεικνὺς τὸ ἁπλῶς τί ποτ’ ἐστὶν ἐδήλωσε, τὰς προειρημένας ἐνστάσεις ὅτι ὀρθῶς εὕρηνται βεβαιῶν. ὃ γὰρ χωρὶς προσθήκης τινὸς ἀληθῶς ἔστιν εἰπεῖν εἶναι, ἁπλῶς τοῦτό ἐστι τοιόνδε. παραδείγματι δὲ τοῦ λεγομένου αὐτὸς τῷ καλῶ καὶ τῷ κακὼ ἐχρήσατο. ὃ γὰρ χωρὶς προσθήκης καλόν, τοῦτο ἁπλῶς λαλόν, καὶ ὃ καθ’ αὑτὸ κινεῖται χωρὶς προσθήκης, τοῦτο ἁπλῶς κινεῖται. ὃ δὲ δεῖται προσθήκης πρὸς τὸ ἀληθῶς αὐτοῦ κατηγορηθῆναι τὸ κινεῖσθαι, τοῦτο οὐχ ἁπλῶς κινεῖται· ἐφ’ οὗ γὰρ ἀληθές ἐστι τὸ κατά συμβεβηκὸς κινεῖσθαι καὶ μὴ οἷόν τε χωρὶς προσθήκης ἀληθῶς αὐτοῦ τὸ κινεῖσθαι κατηγορῆσαι, τοῦτο οὐ κινεῖται ἁπλῶς. καὶ ἐπὶ τῶν προειρημένων δή, οἷς μὲν μετὰ προσθήκης λεγομένοις τοῦ τινὶ ἢ ποὺ ἢ ποτὲ δυνάμεθα καὶ τὸ ἀπλῶς τὴν προσθήκην ἀφελόντες ἐπενεγκεῖν, ἀληθῶς ταῦτα καὶ ἀπλῶς λέγοιτ’ ἄν· οἷον κατὰ τοὺς ὀφθαλμοὺς ὁρᾶν ἀληθές, ἀλλὰ καὶ τοῦ κατὰ τοὺς ὁφθαλμοὺς ὁρῶντος τὸ ὁρᾶν χωρὶς προσθήκης ἀληθῶς κατηγορεῖται· οὐκέτι δέ, εἰ τὸ φύσει ἐλευθέριον ἀληθῶς κατηγορεῖται, πάντως καὶ τὸ ἀπλῶς ἐλευθέριον χωρὶς προσθήκης. καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως.

---

Alexander of Aphrodisias, In Aristotelis topicorum libros octo commentaria, ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg006.local001/.
