# In Aristotelis topicorum libros octo commentaria ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΕΙΣ ΤΟ ΠΕΜΙΠΤΟΝ ΤΗΣ ΤΟΠΙΚΗΣ. 185 ΑΠΙΣΤΟΤΕΛΟΥΣ ΙΠΑΓΜΑΤΕΙΑΣ.1

Alexander of Aphrodisias, In Aristotelis topicorum libros octo commentaria, ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΕΙΣ ΤΟ ΠΕΜΙΠΤΟΝ ΤΗΣ ΤΟΠΙΚΗΣ. 185 ΑΠΙΣΤΟΤΕΛΟΥΣ ΙΠΑΓΜΑΤΕΙΑΣ. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-aristotelis-topicorum-libros-octo-commentaria/%CE%91%CE%9B%CE%95%CE%9E%CE%91%CE%9D%CE%94%CE%A1%CE%9F%CE%A5%20%CE%91%CE%A6%CE%A1%CE%9F%CE%94%CE%99%CE%A3%CE%99%CE%95%CE%A9%CE%A3%20%CE%95%CE%99%CE%A3%20%CE%A4%CE%9F%20%CE%A0%CE%95%CE%9C%CE%99%CE%A0%CE%A4%CE%9F%CE%9D%20%CE%A4%CE%97%CE%A3%20%CE%A4%CE%9F%CE%A0%CE%99%CE%9A%CE%97%CE%A3.%20185%20%CE%91%CE%A0%CE%99%CE%A3%CE%A4%CE%9F%CE%A4%CE%95%CE%9B%CE%9F%CE%A5%CE%A3%20%CE%99%CE%A0%CE%91%CE%93%CE%9C%CE%91%CE%A4%CE%95%CE%99%CE%91%CE%A3.1

Παραδοὺς ἡμῖν ἐν τῷ πρὸ τούτου, τοῦτ’ ἔστι τῷ τετάρτῳ τῆς τῶν τοπικῶν πραγματείας, τοὺς τόπους, δι’ ὧν οἷόν τε πρὸς τὰ ἀπὸ τοῦ γένους προβλήματα ἐπιχειρεῖν κατασκευαστικῶς τε καὶ ἀνασκευαστικῶς, μεταβαίνει ἐντεῦθεν ἐπὶ τὰ ἀπὸ τοῦ ἰδίου προβλήματα, καὶ παραδίδωσι καὶ πῶς πρὸς ταῦτα ἐπιχειρεῖν δεῖ. καὶ προλαμβάνει ποσαχῶς τε τὸ ἴδιον, ὅτι τετραχῶς, καὶ τί ἕκαστον, καὶ τίς ἡ πρὸς ἄλληλα τούτων διαφορά. εἰκότως δὲ προετάγησαν οἱ μὲν πρὸς τὰ γενικὰ προβλήματα τόποι τῶν πρὸς τὰ ἰδικά, οἱ δὲ πρὸς τὰ ἰδικὰ τῶν πρὸς τὰ ὁρικά, διότι, δι’ ὧν τόπων δείκνυμεν ὅτι τόδε τοῦδε γένος ἐστί, διὰ τῶν αὐτῶν τούτων δείκνυμεν ὅτι τὸ παραληφθὲν γένος ἐν τῷ ὁρισμῷ γένος ἐστὶ τοῦ ὁριστοῦ, καὶ διὰ τῶν ἀνασκευαστικῶν πάλιν τῶν δεικνύντων μὴ εἶναι τὸ παραληφθὲν γένος ἀνασκευάζοντες δείκνυμεν ὅτι οὐδὲ τοῦ ὁριστοῦ ἐστι γένος. τοὺς δὲ τόπους τοὺς πρὸς τὰ γενικὰ προβλήματα προέταξε πρὸ τῶν ἰδικῶν, διότι τὰ γενικὰ προβλήματα οὐσιώδη εἰσί, τὰ δὲ ἰδικὰ ἐπουσιώδη, τιμιώτερα δὲ τὰ οὐσιώδη τῶν ἐπουσιωδῶν. πάλιν δὲ τοὺς τόπους τοὺς περὶ τῶν ἰδικῶν προβλημάτων προέταξε τῶν πρὸς τὰ ὁρικά, διότι οἱ περὶ τῶν ἰδικῶν προβλημάτων τόποι χρησιμεύουσιν ἡμῖν καὶ ἐν τοῖς ὁρικοῖς προβλήμασι· δι’ ὧν γὰρ τόπων δείκνυμεν ὅτι τόδε οὐκ ἔστιν ἴδιον τοῦδε, διὰ τῶν αὐτῶν δείκνυμεν ὅτι οὐδὲ ὁρισμός ἐστι τόδε τοῦδε. δείκνυμεν Ε; ὅτι οὐκ ἔστι τόδε τοῦδε ἴδιον. εἴ τις ἀποδώσει ἴδιον τοῦ πυρὸς τὸ ὅμοιον εἶναι τῇ ψυχῇ, μᾶλλον οἶδε τὸ ὑποκείμενον ἢ τὸ ἀποδοθὲν ἴδιον. ἢ εἰ ὁμωνύμους ἔχοι φωνάς, οἷον ἴδιον τῆς ψυχῆς τὸ κινεῖσθαι κίνησιν τὴν κατὰ λόγον· ὁμώνυμος γὰρ φωνὴ ἡ κίνησις. ἢ εἰ μὴ ἀντιστρέφοι τὸ ἀποδοθὲν ἴδιον πρὸς τὸ ὑποκείμενον, οἷον ἀπεδόθη τὸ δίπουν ἴδιον τοῦ ἀνθρώπου· ἀλλ’ οὐκ ἔστιν ἴδιον· εἰ γὰρ ἦν ἴδιον, ἀντέστρεφεν ἄν καὶ ἐλέγετο ὥσπερ ὁ ἄνθρωπος δίπουν, οὕτω καὶ τὸ δίπουν ἄνθρωπος. ὁμοίως οὖν καὶ ἐπὶ τῶν ὁρισμῶν. δέον τε γὰρ σαφέστερον εἶναι τὸν ὁρισμὸν τοῦ ὁριστοῦ· εἰ γὰρ ἀσαφέστερος εἴη, οὐκ ἔστιν ὁρισμός, ἢ εἰ μὴ ἀντιστρέφοι ὁ ὁρισμὸς πρὸς τὸ ὁριστόν, ἢ εἰ ὁμωνύμους φωνὰς περιέχοι ὁ ὁρισμός. Ἀποδίδοται δὲ τὸ ἴδιον ἢ καθ’ αὑτὸ καὶ ἀεὶ ἢ πρὸς ετερον καὶ ποτε. Ἰστέον ὅτι ἐπὶ πλέον τὸ ἀεὶ τοῦ καθ’ αὑτό· τὸ μὲν γὰρ καθ’ αὑτὸ ἴδιον καὶ ἀεί, οὐ μὴν τὸ ἀεὶ πάντως καὶ καθ’ αὑτό· τὸ μὲν γὰρ καθ’ αὑτὸ ἀπὸ πάντων χωρίζει τῷ μόνῳ αὐτῷ ὑπάρχειν, πολλὰ δὲ τῶν ἀεί τισιν ὑπαρχόντων οὐ μόνοις ὑπάρχει. ὁμοίως καὶ τὸ πρὸς ἄλλο ἴδιον τοῦ ποτὲ ἐπὶ πλέον· τὸ γὰρ πρὸς ἄλλο ἴδιον ἢ ἐν ἅπασι καὶ ἀεὶ ἢ ἐν τοῖς πλείστοις καὶ ὡς ἐπὶ τὸ πολύ. διὰ ταῦτα καὶ τοῦ ἀεὶ τὸ πρὸς ἄλλο ἐπὶ πλέον. τὸ δὲ καθ’ αὑτὸ ἴδιον τοῦ πρὸς ἄλλ·ο διαφέρει, ὅτι τὸ μὲν καθ’ αὑτὸ ἴδιον ἀπὸ πάντων χωρίζει, τὸ δὲ πρὸς ἄλλο οὐκ ἀπὸ πάντων. τὸ οὖν καθ’ αὑτὸ πάντων διαχωρίζει τῷ μόνῳ αὐτῷ ὑπάρχειν. τὸ δ’ ἀεὶ ὑπάρχον τινὶ ἴδιον λέγεται, οὐχ ὅτι καὶ μόνῳ, ἀλλ’ οὐδ’ ὅτι χωρίζει αὐτὸ ἀπὸ τοῦ τινός, ὡς τὸ πρὸς ἄλλο ἴδιον, ἀλλὰ δι’ αὐτὸ τοῦτο μόνον, διότι ἀεὶ ὑπάρχει. διὸ οὐδὲν κωλύει αὐτὸ πλειόνων εἶναι κατὰ τοῦτο τὸ σημαινόμενον του ιοιου ιοιον. Πρόσκειται τὸ φύσει, διότι ἐμφαίνεται τὸ ἥμερον καὶ τοῖς ἀλόγοις ζῴοις· ἀλλ’ οὐκ ἔστιν αὐτοῖς φύσει, ἀλλ’ ἐκ χειροηθείας καὶ τιθασεύσεως. καὶ τοῖς ὀρνέοις ὑπάρχει τὸ ἥμερον, ἀλλ’ οὐ πᾶσι· τοῖς δὲ ἀνθρώποις πᾶσι. διὸ καὶ λέγεται φύσει τούτοις ἐνυπάρχειν. [Καθ᾿ αὑτὸ ·μὲν ἴδιον, ὃ καὶ κυρίως ἴδιον λέγεται, ὡς ἐν ταῖς Πέντε φωναῖς ἀποδί|δοται, ὃ μόνῳ καὶ παντὶ καὶ ἀεὶ ὑπάρχει, ἢ ἀεὶ μὲν ὑπάρχει μὴ μόνῳ δέ, ὡς τῷ θεῷ τὸ ἀθάνατον· ἀεὶ μὲν γὰρ ὑπάρχει αὐτῷ τοῦτο, οὐ μόνῳ δέ, ἐπεὶ καὶ οἱ ἄγγελοι καὶ αἱ ψυχαὶ ἀθάνατοι. πρὸς ἕτερον δὲ ἴδιον, ὡς εἴ τις εἴποι ἴδιον ἀνθρώπου τὸ δίπουν· πρὸς τὸ τετράπουν γὰρ λέγεται δίπουν. ἀλλὰ καὶ τῆς ψυχῆς ἴδιον λεγόμενον τὸ προστακτικὸν πρὸς ἕτερον ἀποδίδοται, ἤγουν πρὸς τὸ σῶμα· ἄρχει μὲν γὰρ καὶ προστάσσει. ἡ ψυχὴ καὶ κινεῖ τὸ σῶμα, τὸ δὲ σῶμα ὑπηρετεῖ ταῖς κινήσεσι καὶ ὁρμαῖς τῆς ψυχῆς. τὸ δὲ περιπατεῖν ἐν τῷ γυμνασίῳ ἴδιον ῥηθήσεται τοῦ τινὸς ἀνθρώπου, ἀλλὰ ποιέ, ἤγουν καθ’ ὃν καιρὸν περιπατεῖ· οὐ γὰρ ἀεὶ περιπατεῖ. ἀλλὰ τὸ μὲν πρὸς ἕτερον ἴδιον ἀποδιδόμενον δύο προβλήματα ποιεῖ, εἰ τοῦδε μὲν καταφάσκεται, ὡς τοῦ ἀνθρώπου τὸ δίπουν, τοῦδε δέ, ἤγουν τοῦ ἵππου, ἀποφάσκεται. καὶ γὰρ εἰ ἐπιχειρήσει τις δεῖξαι ὅτι ὁ ἄνθρωπος οὐ δίπουν ἐστί, τοῦτο ἓν πρόβλημα ἔσται· καὶ πάλιν εἰ ἐπιχειρήσει δεῖξαι ὅτι ὁ ἵππος δίπουν ἐστί, τοῦτο ἕτερον πρόβλημα ἔσται. ἀναιρεῖται δὲ τὸ τοιοῦτον ἴδιον ἀμφοτέρως, ἤγουν εἴτε δείξει τις τὸν ἄνθρωπον τετράπουν εἴτε τὸν ἵππον δίπουν. χάριν δὲ παραδείγματος καὶ πρὸς ἔνδειξιν τοῦ δύο γίνεσθαι προβλήματα ἐκ τοῦ πρὸς ἕτερον ἰδίου τὸ τοιοῦτον παράδειγμα εἴληπται· ἀδύνατον γὰρ δειχθῆναι τὸν ἄνθρωπον τετράπουν ἢ τὸν ἵππον δίπουν. τέτταρα δὲ προβλήματα γίνονται ἀπὸ τοῦ τοιούτου ἰδίου, ἐὰν ἑκατέρου, τοῦ τε ἀνθρώπου καὶ τοῦ ἵππου, ἀποδώσεις τὰ ἴδια, τοῦ μὲν τὸ δίπουν τοῦ δὲ τὸ τετράπουν, οἷον ὅτι ὁ ἄνθρωπος δίπουν, ὁ δὲ ἵππος τετράπουν, καὶ ἐὰν ἑκάτερον ἑκατέρου ἀπαρνηθῇ, οἷον ὁ ἄνθρωπος οὐ δίπουν, ὁ ἵππος οὐ τετράπουν. εἴτε γὰρ εἴποι τις ‘ὁ ἄνθρωπος οὐ δίπουν ἐστίν᾿, εἴτε ‘ὁ ἄνθρωπος τετράπουν ἐστίν᾿, ἓν ἔσται πρόβλημα ἀναιροῦν τὸ τὸν ἄνθρωπον δίπουν εἶναι· ὁμοίως καὶ εἰ φήσειεν ‘ὁ ἵππος οὐ τετράπουν ἐστίν᾿ ἢ ‘δίπουν ἐστί᾿· διὰ γὰρ τούτου κἀκεῖνο ἀναιρεῖται, ὅτι ὁ ἵππος τετράπουν ἐστίν.] Ἔστι δὲ τὸ μὲν καθ’ αὑτὸ ἴδιον. [Ὁρίζεται τὸ καθ’ αὑτὸ ἴδιον, καὶ φησὶ καθ’ αὑτὸ καὶ κυρίως ἴδιον εἶναι ὃ ἀποδίδοται πρὸς ἅπαντα, ἤγουν ὃ ἐφαρμόζει πᾶσι τοῖς μερικοῖς ἀνθρώποις τοῖς ὑπὸ τὸν ἄνθρωπον ἀναγομένοις καὶ δύναται χωρίζειν τὸν ἄνθρωπον ἀπὸ πάντων τῶν ἄλλων ζῴων. τὸ δὲ πρὸς ἕτερον ἴδιόν ἐστιν ὃ οὐ δύναται χωρίζειν καὶ διορίζειν τὸ εἶδος ἀπὸ πάντων τῶν ἄλλων ἀλλὰ ἀπό τινων τακτῶν καὶ ὡρισμένων, ὡς τὸ δίπουν χωρίζει τὸν ἄνθρωπον ἀπὸ πάντων τῶν τετραπόδων, οὐ μέντοι γε καὶ τῶν ὀρνέων.] Καθάπερ ἀρετῆς πρὸς ἐπιστήμην. [Ἡ μὲν γὰρ ἀρετὴ ἐν πλείοσι θεωρεῖται, καὶ ἐν τοῖς φυσικοῖς καὶ τεχνητοῖς, καὶ οὐκ ἐπί τινων ὡρισμένων λέγεται· τοῦ γὰρ ἀνθρώπου ἀρετὴ τὸ κατὰ νοῦν ἐνεργεῖν, ἵππου δὲ τὸ εὖ τρέχειν, οἰκίας δὲ τὸ κωλύειν τοὺς ὄμβρους καὶ τοὺς καύσωνας, κλίνης δὲ τὸ πρὸς ἀνάπαυσιν ἐπιτήδειον· ἡ δὲ ἐπιστήμη ἐν τακτοῖς καὶ ὡρισμένοις θεωρεῖται, τοῖς λογικοῖς δηλονότι μόνοις, ἤγουν τοῖς ἀνθρώποις. τὴν δὲ ἀρετὴν κὶ ἐπιστήμην ἔλαβεν οὐχ ὡς ἴδια ἀλλὰ πρὸς ἀπόδειξιν τοῦ ποῖα θεωρεῖται ἐν ὡρισμένοις ποῖα δὲ οὔ.] Καθάπερ ἀρετῆς πρὸς ἐπιστήμην, ὅτι τὸ μὲν ἐν πλείοσι. Ὅτι ἡ μὲν ἀρετὴ ἐν πλείοσι δυνάμεσι τῆς ψυχῆς γίνεται καὶ γὰρ ἐν τῷ παθητικῷ καὶ τῷ λογιστικῷ), ἡ δὲ ἐπιστήμη ἐν μόνῳ τῷ λογιστικῷ. Ἔστι δὲ τὸ πρὸς ἄλλο ἴδιον ἀποδοῦναι. Τὸ πρὸς ἄλλο ἴδιον, φησίν, ἦέν πᾶσι θεωρεῖται καὶ ἀεί, ὡς τὸ δίπουν διαφορὰ ὂν ἐν πᾶσι τοῖς ἀνθρώποις θεωρεῖται καὶ ἀεί, ἢ ὡς ἐπὶ τὸ πολὺ καὶ ἐν τοῖς πλείστοις. οἷον τὸ ἄρχειν ἴδιον μέν ἐστι τοῦ λογικοῦ, ἀλλ’ οὐκ ἀεὶ ὑπάρχει αὐτῷ, ἀλλ’ ἐπὶ μὲν τῶν ἀγαθῶν ἀνθρώπων ἄρχει τὸ λογικὸν τοῦ θυμικοῦ καὶ τοῦ ἐπιθυμητικοῦ καὶ ἀναχαιτίζει αὐτὰ τῆς ἀλόγου ὁρμῆς, ταῦτα δὲ ὑπηρετοῦσιν αὐτῷ· ἐπὶ δὲ τῶν μοχθηρῶν καὶ φαύλων ψυχῶν τοὐναντίον γίνεται, ταῦτα μὲν ἄρχουσι τοῦ λογικοῦ, τὸ δ’ ὑπείκει αὐτοῖς.] Τῶν δὲ ἰδίων ἐστὶ λογικὰ μάλιστα. Λογικὰ προβλήματα λέγει τὰ ἐπιχορηγοῦντα πολλοὺς λόγους καὶ πολλὰ ἐπιχειρήματα καὶ ἰσχυρά· εἰσὶ δὲ ταῦτα τά τε καθ’ αὑτὰ καὶ ἀεὶ καὶ τὰ πρὸς ἕτερον. τὸ μὲν γὰρ πρὸς ἕτερον ἴδιον, φησί, τέσσαρα ποιεὶ προβλήματα· τὸ δὲ καθ’ αὑτὸ καὶ ἀεὶ πρὸς πολλὰ ἔστιν ἐπιχειρεῖν. καὶ γὰρ δεῖ λαμβάνειν τὸ νοῦ· καὶ ἐπιστήμης δεκτικόν, καὶ δεῖ τούτῳ τῷ ἰδίῳ I χωρίζειν τὸν ἄνθρωπον ἀφ’ ἑκάστου τῶν ὄντων, οἷον ἵππου, βοὸς καὶ τῶν ἄλλων τῶν ἀνομοειδῶν. οὕτω γὰρ χωρίζοντες τὸν ἄνθρωπον ἀπὸ τῶν ἀνομοειδῶν πάντων ποιοῦμεν πολλὰ ἐπιχειρήματα· οἷον τὸ νοῦ καὶ ἐπιστήμης δεκτικὸν ἴδιον καθ’ αὑτὸ τοῦ ἀνθρώπου· λοιπὸν οὕτε τῷ ἵππῳ ἐστὶν ἴδιον οὔτε τῷ βοὶ οὔτε ἄλλῳ τῶν τοιούτων, ἀλλὰ τὸ τετράπουν. τὰ πρὸς ἕτερον οὖν ἴδια δύο <ἢ> καὶ τέσσαρα προβλήματα, ὡς εἴρηκε, ποιοῦντα πολλὰ ἐπιχειρήματα πρὸς ἕκαστον ἑαυτῶν ἐφέλκεται. τὸ δὲ καθ’ αὑτὸ καὶ κυρίως ἴδιον καὶ τοῦτο λογικόν ἐστιν, ὅτι δυνατὸν καὶ ἐξ αὐτοῦ πρὸς πλείονα ἐπιχειρεῖν [ἤγουν πολλὰ ἐπιχειρήματα λαμβάνειν· ὁ γὰρ κατασκευάζων τὸ γελαστικὸν καθ’ αὑτὸ ἴδιον εἶναι τοῦ ἀνθρώπου δείκνυσιν αὐτὸ ἀντιστρέφον καὶ μόνῳ καὶ παντὶ καὶ ἀεὶ ὑπάρχον. τὸ δὲ ἀεὶ ἴδιον ὁ κατασκευάζων πρὸς πλείονας χρόνους, ἤγουν τὸν παρεληλυθότα, τὸν ἐνε.στῶτα καὶ τὸν μέλλοντα, παρατηρήσει καὶ σπουδάσει λαμβάνειν ἐξ αὐτῶν τὰ ἐπιχειρήματα, ὡς ὁ εἰπὼν τὸν θεὸν ζῷον ἀθάνατον εἶναι καὶ ἴδιον ὑπάρχειν αὐτὸ τῷ θεῷ δείξει καὶ κατὰ τὸν παρεληλυθότα χρόνον ἀθάνατον εἶναι καὶ κατὰ τὸν ἐνεστῶτα καὶ κατὰ τὸν μέλλοντα· εἰ γὰρ μὴ ἐφαρμόξει τοῦτο τῷ θεῷ κατά τινα τῶν τοιούτων χρόνων, ἀναιρεῖται, ὥσπερ καὶ τὸ καθ’ αὑτὸ ἴδιον δεῖ χωρίζειν τὸ εἶδος, οὗ ἐστιν ἴδιον, ἀφ᾿ ἑκάστου τῶν. ὄντων· εἰ δὲ μή, οὐκ ἔσται καθ’ αὑτὸ ἴδιον. δεῖ δὲ γινώσκειν ὅτι τὸ ἀεὶ ἴδιον πλέον ἐστὶ τοῦ καθ’ αὑτό. πᾶν μὲν γὰρ καθ’ αὑτὸ καὶ κυρίως ἴδιόν ἐστι καὶ ἀεί, ὡς τὸ ἐπιστήμης δεκτικόν· οὐ πᾶν δὲ τὸ ἀεὶ ἴδιόν ἐστι καὶ καθ’ αὑτό· τὸ γὰρ δίπουν ἀεὶ μὲν ὑπάρχει τῷ ἀνθρώπῳ, οὐ καθ’ αὑτὸ δὲ καὶ κυρίως διὰ τὸ εἶναι καὶ τοῖς ὀρνέοις. τὸ δὲ ποτὲ ἴδιον οὐ λέγεται λογικὸν πρόβλημα διὰ τὸ μὴ εἰς πολλοὺς λόγους ἐπιχειρεῖν· ἀπὸ μόνου γὰρ τοῦ χρόνου ἔχομεν ἐπιχειρεῖν πρὸς κατασκευὴν καὶ ἀνασκευὴν τούτου, καθ’ ὃν λέγομεν νῦν ὑπάρχειν αὐτό· οἷον τὸ ἐν γήρᾳ πολιοῦσθαι τὸν ἄνθρωπον κατασκευάσομεν, εἰ κατὰ τὸν καιρὸν τοῦ γήρως πάντας δείξομεν πολιουμένους.] Τὸ δ’ ἀεὶ πρὸς πολλοὺς χρόνους. Τὸ ἀεὶ ἴδιον πολλά, φησί, τὰ ἐπιχειρήματα χορηγεῖ τῷ τηροῦντι καὶ ἀποβλέποντι πρὸς ἅπαντας τοὺς χρόνους. δεῖ γὰρ ὁρᾶν εἰ τὸ καθῆσθαι μὴ ὑπάρχει νῦν τῷ Σωκράτει ἢ μὴ ὑπῆρξεν ἢ μὴ ὑπάρξει, ὥστε οὐκ ἔστι τὸ καθῆσθαι ἴδιον τοῦ Σωκράτους. Τὸ δὲ ποτὲ πρὸς τὸν νῦν λεγόμενον χρόνον ἐπισκοπουμεν. Ἐπὶ δὲ τοῦ ποτὲ ἰδίου οὐκ εἰσὶ λόγοι καὶ ἐπιχειρήματα πολλά, διότι ἐπὶ τοῦ νῦν μόνον χρόνου σκοποῦμεν. καὶ εἰ μὲν ἔστι τῷ Σωκράτει νῦν τὸ καθῆσθαι, ἔστι καὶ ἴδιον αὐτοῦ· εἰ δὲ οὐκ ἔστι νῦν, οὐδὲ ἴδιον αὐτοῦ εἴη ἄν. ἐπὶ γὰρ τοῦ παρεληλυθότος καὶ μέλλοντος τὸ ποτὲ οὐ σκοποῦμεν, ἀλλὰ πρὸς τὸ νῦν· πρὸς γὰρ τοῦτον τὸν χρόνον ἐν ᾧ ὑπάρχειν αὐτῷ λέγεται τὸ ποτὲ ἴδιον. οὐκ εὔπορος δὲ πρὸς τὸ οὕτως ἴδιον ἡ ἐπιχείρησις ἀπὸ ἑνός τινος γινομένη χρόνου. λογικὸν δέ, φησί, τοῦτ’ ἔστι πρόβλημα πρὸς ὃ λόγοι γίνονται καὶ συχνοὶ καὶ καλοί· τὰ γὰρ εὐεπιχείρητα καὶ πολλὰς ἀφορμὰς ἔχοντα λογικὰ καλεῖ. Τὸ μὲν οὖν πρὸς ἕτερον ἴδιον ῥηθὲν ἐκ τῶν περὶ τὸ συμβεβηκὸς τόπων ἐπισκεπτέον. Καὶ γὰρ ἢ τοῦ ἀεὶ καὶ παντὶ ὑπάρχοντός ἐστι τὸ πρὸς ἕτερον ἴδιον, καὶ παραδίδωσι τοὺς πρὸς τοῦτο τόπους, ἢ τῶν ὡς ἐπὶ τὸ πλεῖστον καὶ οὐκ ἀεί. καὶ ἄντικρυς τὰ οὕτως ὑπάρχοντά τισι τῶν συμβεβηκότων ἐστίν. εἶπε δὲ καὶ ἐν τῷ πρώτῳ ὅτι τὰ συμβεβηκότα πολλάκις ἴδια γίνονται πρὸς τι. [Δεῖ οὖν ἐν τούτοις ἐπισκέπτεσθαι καὶ λαμβάνειν τὰ ἐπιχειρήματα ἐξ ὧν εἴπομεν τόπων περὶ τοῦ συμβεβηκότος. ὡς γὰρ ὁ τὸ λευκὸν κατασκευάζων συμβεβηκέναι τῷ σώματι ἐκ τοῦ τινὶ μὲν ὑπάρχειν τινὶ δὲ μὴ ὑπάρχειν, οὕτω καὶ τὸ πρὸς ἕτερον ἴδιον μὴ ἀεὶ δὲ ὑπάρχον κατασκευάσει ἐκ τοῦ τισὶ μὲν ψυχαῖς ὑπάρχειν τισὶ δὲ μὴ ὑπάρχει·ν. ὥστε οἱ αὐτοὶ τόποι χρήσιμοί εἰσι καὶ πρὸς τὰ κατὰ συμβεβηκὸς προβλήματα καὶ πρὸς τὰ πρὸς ἕτερον καὶ ποτὲ ἴδια. ἐκ δὲ τῶν ῥηθησομένων τόπων θεωρητέον, φησί, κατασκευάζειν καὶ ἀνασκευάζειν τά τε καθ’ αὑτὰ ἴδια καὶ τὰ ἀεί.] Πρῶτον μὲν εἰ καλῶς. Πρῶτον τόπον ἐκτίθησιν ἀνασκευαστικὸν τὸν δεικνύοντα τὸ ἴδιον μὴ διὰ γνωριμωτέρων καὶ σαφεστέρων λόγων ἀποδεδομένον. τὸ γὰρ ἴδιον χάριν γνώσεως καὶ μαθήσεως τοῖς πράγμασιν ἀποδίδοται, ὥσπερ καὶ ὁ ὁρισμὸς πρὸς παράστασιν καὶ γνῶσιν τοῦ ὁριστοῦ. εἰ γοῦν ἀσαφὲς τὸ ἀποδεδομένον τινὸς ἴδιον, πῶς γνωρίσομεν τὸ εἶδος οὗ ἐστιν ἴδιον; οἷον εἴ τις ἀποδοίη τοῦ πυρὸς ἴδιον τὸ ὁμοιότατον εἶναι τῇ ψυχῇ, ἀσαφέστερον τοῦ πυρὸς ἴδιον ἀπέδωκε τὴν ὁμοιότητα τῆς ψυχῆς· | μᾶλλον γὰρ γνωρίζομεν τὴν φύσιν τοῦ πυρὸς ἢ τὴν ψυχήν.] Ἓν μέν, εἰ μὴ διὰ γνωριμωτέρων ἢ γνωριμωτέρων. Καὶ τοῦτο διχῶς· ἢ γὰρ ὅλως ἀγνωστότερόν ἐστι τὸ ἀποδιδόμενον ἴδιον τοῦοὗ οὗ ἔστιν ἴδιον· τὸ δέ, εἰ μὴ γνωριμώτερόν ἐστι τόδε τῷδε ὑπάρχον. δεῖ γὰρ οὐ μόνον εἰναι γνωριμώτερον τοῦ πράγματος, ἀλλὰ καὶ ὅτι τῷδε ὑπάρχει, γνωριμώτερον ὑπάρχειν· ὁ γὰρ μὴ εἰδὼς εἰ τῷδε ὑπάρχει, οὐδ’ εἰ τούτῳ ὑπάρχει μόνῳ γνωριεῖ. Ἀποδοτέον οὖν, φησί, τὸ ἴδιον διὰ γνωριμωτέρων· οὕτω γὰρ καλῶς ἂν μᾶλλον κατανοηθείη τὸ ὑποκείμενον. εἰ γὰρ ἀποδοθείη πυρὸς εἶναι ἴδιον τὸ ὁμοιότατον σφαιρικῇ ἀτόμῳ, οὐκ ἔσται καλῶς ἀποδεδομένον· μᾶλλον γὰρ δῆλον τί ἐστι πῦρ τοῦ τί ἐστιν ἡ σφαιρικὴ ἄτομος. Τὸ δέ, εἰ μὴ γνωριμώτερόν ἐστι. Δεύτερον τόπον καὶ τοῦτον ἀνασκευαστικὸν ἐκτίθησι λέγων εἰ μὴ γνωριμώτερόν ἐστι τόδε τῷδ᾿ ὑπάρχον, τουέστιν εἰ ἀμφισβητεῖται τὴν ὕπαρξιν ἔχειν τὸ ἀποδιδόμενον ἴδιον ἐν τῷδε τῷ ὑποκειμένῳ. οἷον εἴ θείη πυρὸς ἴδιον εἶναι τὸ ἐν ᾧ πρώτῳ πέφυκεν εἶναι ψυχήν· ἀμφισβητεῖται γὰρ εἰ ἐν τῷ ἐμφύτῳ θερμῷ ὑπάρχει ἡ ψυχή· ἄλλοι γὰρ ἐν τῷ πνεύματι ἀπέδωκαν εἶναι τὴν ψυχὴν καὶ ἄλλοι ἐν τῇ καρδίᾳ· ὥστε οὐκ ἔστι καλῶς ἔχον τὸ ἀποδοθὲν ἴδιον. δεῖ οὖν μὴ μόνον γνωριμώτερον εἶναι τὸ ἴδιον τοῦ ὑποκειμένου, ἀλλὰ καὶ ὅτι γνωριμώτερον καὶ μὴ ἀμφισβητούμενον ὑπάρχει ὑπάρχον τῷδε, τουτέστιν ὅτι ἔχει τὴν ὕπαρξιν ἐν τῷδε τῷ ὑποκειμένῳ. ὁ γὰρ μὴ εἰδὼς εἰ τὸ γελαστικὸν ὅλως ὑπάρχει τῷ ἀνθρώπῳ, οὐδ’ εἰ τῷδε] τῷ ἀνθρώπῳ μόνῳ καὶ παντὶ καὶ πρώτῳ] καὶ ἀεὶ ὑπάρχει εἴσεται· τὸ γὰρ κυρίως ἴδιον οὕτω πρόσεστι τῷ οὗ ἐστιν ἴδιον. τὸν οὖν μέλλοντα, φησί, κατασκευάζειν τὸ ἴδιον χρὴ σκοπεῖν εἰ γνωριμώἢ τερον καὶ σαφέστερον αὐτὸ ἀπεδόθη, καὶ εἰ καθ’ ἑκάτερον τῶν εἰρημένων τρόπων, τοῦτ’ ἔστι τοῦ μήτε ἁπλῶς ἄγνωστον τὸ ἀποδοθὲν ἴδιον εἶναι μήτε γνωστὸν μὲν μὴ γνωριμώτερον δὲ τοῦ ὑποκειμένου πράγματος οὗ ἴδιον ἀπεδόθη· εἰ γὰρ μὴ ἀμφισβητεῖται ὅτι τόδε τὸ ἴδιον ὑπάρχει τῷ ὑποκειμένῳ, καὶ εἰ διὰ σαφῶν καὶ γνωρίμων εἴτε ὀνομάτων εἴτε λόγων ἀπεδόθη, φανερὸν ὅτι καλῶς ἀποδέδοται. οἱ γὰρ κατασκευαστικοὶ τόποι τοῦ καλῶς ἀποδεδόσθαι τὸ ἴδιον οἱ μὲν αὐτὸ τοῦτο μόνον τὸ καλῶς ἀποδεδόσθαι τὸ ἴδιον κατασκευάζουσι τοῦτο γὰρ δηλοῖ τὸ κατὰ τοῦτο μόνον), οἱ δ’ ἁπλῶς δείξουσιν ὅτι καλῶς. ἁπλῶς δέ φησιν ἀντὶ τοῦ ᾿καθόλου καὶ κυρίως᾿, οὓς καὶ μέλλει μετὰ ταῦτα παραδώσειν. καὶ ἐνταῦθα δὲ διὰ τοῦ παραδείγματος, ὃ ἐκτίθησι, σαφὲς ποιεῖ τὸ λεγόμενον· ὁ γὰρ ἀποδούς, φησί, ζῴου ἴδιον τὸ αἴσθησιν ἔχειν καλῶς ἀπέδωκε καὶ καθ᾿ ἑκάτερον τῶν εἰρημένων τρόπων, τουτέστιν ὅτι καὶ διὰ γνωριμωτέρων καὶ σαφεστέρων, καὶ ὅτι οὐκ ἀμφισβητεῖται τὸ ὑπάρχειν τῷ ζῴῳ τὸ αἰσθητικὸν εἶναι. Ὥστε ὁποτέρου τούτων συμβάντος ἀσαφὲς γίνεται τὸ ἴδιον. [Τουτέστιν εἴτε ἀσαφές ἐστι τὸ ἴδιον, εἴτε οὐ πρόδηλόν ἐστιν ὅτι ὑπάρχει τῷ εἴδει οὗ ἴδιον ἀποδίδοται, ἀσαφῶς καὶ μὴ καλῶς ἀποδοθὲν τὸ ἴδιον ἀπελέγχεται. οἷον ὁ θεὶς ἴδιον τοῦ πυρὸς τὸ ἐν ᾧ πρώτῳ ψυχὴ πέφυκεν εἶναι οὐ καλῶς ἀποδέδωκε τὸ ἴδιον κατ’ ἄμφω τοὺς τρόπους, ὅτι τε ἀσαφές ἐστιν ἀγνωστοτέρα γὰρ ἡ ψυχὴ τοῦ πυρός ἐστι), καὶ ὅτι οὐ πρόδηλός ἐστιν ἡ ὕπαρξις αὐτῆς· ἄδηλον γὰρ εἰ πρώτῳ πυρὶ ἐνυπάρχει ἡ ψυχὴ. σαφηνιστέον δὲ τὸν περὶ τούτου λόγον. πῦρ μὲν λέγουσιν οἱ τοῦτο τιθέμενοι τὸ ἔμφυτον θερμόν, οὗ φασιν ὄχημα εἶναι τὴν ψυχήν· ἐν τούτῳ γὰρ φαίνεται καὶ ἔνεστιν αὕτη, καὶ χωρὶς αὐτοῦ οὐ δύναταί τι ἐνεργῆσαι· νεκροποιὸν γὰρ τὸ ψυχρὸν καὶ ἀκινησίαν ἐμποιοῦν. ἡ γὰρ κι- νητικὴ καὶ ἡ θρεπτικὴ ψυχὴ καὶ αἱ ἄλλαι δυνάμεις αὐτῆς διὰ τοῦ ἐμφύτου 189 θερμοῦ ὡς δι’ ὀργάνου τινὸς τὰς πέψεις καὶ θρέψεις τοῦ ζῴου καὶ τὰς κινήσεις καὶ τὰς αὐξήσεις καὶ τὰς ἄλλας ἐνεργείας ἀποτελοῦσιν.] Κατασκευάζοντα δὲ εἰ διὰ γνωριμωτέρων κεῖται τὸ ἴδιον. Ὅτι δεῖ τὸν κατασκευάζοντα διὰ γνωριμωτέρων καθ’ ἑκάτερον τῶν τρόπων τὴν ἀπόδοσιν τοῦ ἰδίου ποιεῖσθαι τῷ αὐτοῦ τοὺ πράγματος γνωριμώτερον εἶναι τὸ ιδιον καὶ τὴν ὕπαρξιν αὐτοῦ· εἰ γὰρ τι τούτων ενδεῖ, ἀσαφὴς ἡ ἀπόδοσις. προσθεὶς δὲ τὸ ἔσται γὰρ κατὰ τοῦτο καλῶς κείμενον, τῆς προσθήκης ταύτης αἰτίαν ἀπέδωκεν εἰπὼν τῶν γὰρ κατασκευαστικῶν τόπων τοῦ καλῶς οἱ μὲν τὸ καλῶς ἁπλῶς κατασκευάζουσιν, ὧν ὕστερον μνημονεύσει, οἱ δὲ κατὰ τοῦτο· ὁ γὰρ δείξας ἔχειν τι τόδε κατὰ τοῦτο καλῶς ἔχειν τὸ προκείμενον ἔδειξε, κἂν μὴ πάντῃ καλῶς ἔχῃ. Ἔσται γὰρ κατὰ τοῦτο. [Εἰκότως πρόσκειται τὸ κατὰ τοῦτο, ἤγουν ὅτι κατὰ τούτους μὲν τοὺς τρόπους, καθό τε σαφὲς ὑπάρχει τὸ ἴδιον καὶ πρόδηλός ἐστιν ἡ τούτου ὕπαρξις, καλῶς ἀποδέδοται· κατὰ δὲ τοὺς ἄλλους τρόπους ἴσως, τουτέστιν εἰ μὴ ἀντιστρέφει, εἰ μὴ μόνῳ καὶ παντὶ καὶ ἀεὶ ὑπάρχει, οὐχ εὑρεθήσεται καλῶς ἀποδοθέν. τῶν γὰρ κατασκευαστικῶν τόπων τοῦ καλῶς ἀποδεδόσθαι τὸ ἴδιον οἱ μὲν κατὰ τοῦτο μόνον κατασκευάζουσιν αὐτὸ καλῶς ἀποδοθέν, ἤγουν κατά τε τὸ σαφὲς καὶ γνώριμον εἶναι τὸ ἴδιον καὶ κατὰ τὸ πρόδηλον εἶναι τὴν αὐτοῦ ὕπαρξιν, κατὰ δὲ τοὺς ἄλλους τρόπους, ἤγουν τό τε ἀντιστρέφειν καὶ τὸ μόνῳ καὶ παντὶ καὶ ἀεὶ ὑπάρχειν, ἴσως οὐ δεικνύουσι καλῶς ἀποδοθέν, οἱ δὲ ἁπλῶς δείξουσιν, ἤγουν κατὰ πάντα τρόπον καθ’ ὃν συνίσταται τὸ ἴδιον καλῶς ἀποδοθέν.] Ἔπειτ᾿ ἀνασκευάζοντα μέν. Εἴ τῶν ὀνομάτων, φησί, τῶν ἐν τῲ ἰδίω πλεοναχῶς λέγεται ἡ καὶ ὅλος ὁ λόγος πλείω σημαίνει, ἀσαφὲς τοῦτο ἔλεγχον παρέχει. Εἰκότως δὲ προσέθηκε τὸ ἢ καὶ ὅλως ὁ λόγος· οὐ μόνον γὰρ ἐπὶ τῶν ὁμωνύμων φωνῶν εὑρίσκεται τὸ πλεοναχῶς λέγεσθαι ἀλλὰ καὶ ἐπὶ τοῦ λόγου, ὃ καλεῖται ἀμφιβολία, ὡς ἐν τῷ “γένοιτο, Ζεῦ, τὸν σῦν καταβαλεῖν ἐμέ”· δύναται γὰρ καὶ διὰ λόγου ἀποδίδοσθαι τὸ ἴδιον, ὡς τὸ νοῦ καὶ ἐπιστήμης δεκτ·ικόν. δεῖ οὖν, φησίν, ὁρᾶν εἰ δι’ ὁμωνύμου φωνῆς ἀποδέδοται τὸ ἴδιον ἢ διὰ λόγου ἀμφιβολίαν ποιοῦντος, καὶ οὕτως ἀνασκευάζειν καὶ ἀποδεικνύναι μὴ καλῶς ἀποδεδομένον τὸ ἴδιον. Ἔτι δὲ πρὸς τούτοις. ἔτι, φησί, πρὸς τούτοις ἔλεγχόν τινα <ἤ τινας> ἀφορμὰς ἐλέγχου παρέχει ἡ τοιαύτη ἀπόδοσις. ἐπεὶ γὰρ οὐ κατὰ πάντα τὰ σημαινόμενα ὑπὸ τοῦ πολλαχῶς λεγομένου τὸ ἴδιον δηλοῦται, ἔστι μεταφέροντα τὸ ὄνομα ἢ τὸν λόγον ἐπὶ τῶν ἄλλο τι σημαινόντων ἀνασκευάζειν τὸ ἀποδοθὲν ὡς οὐκ ἴδιον. [Ἔλεγχος δέ ἐστι τὸ τὸν προσδιαλεγόμενον εἰς ἀντίφασιν περιάγειν τὸν ἀποκρινόμενον. ἐν γὰρ τῇ τοῦ ἰδίου δι’ ὁμωνύμων λέξεων ἀποδόσει, οἷόν ἐστι τὸ αἴσθησιν ἔχειν, ἴσως ὁ μὲν ἀποκρινόμενος ἐξελάβετο αὐτὸ ἐπὶ τοῦ δυνάμει, ὡς διὰ τοῦτο καὶ τὸν κοιμώμενον λέγειν αἴσθησιν ἔχειν, ὁ δὲ ἐρωτῶν καὶ ποιῶν τὸν συλλογισμὸν οὐκ ἐπὶ τοῦ δυνάμει ἐκλήψεται τοῦτο ἀλλ᾿ ἐπὶ τοῦ ἐνεργείᾳ τοὺ διαφωνοῦντος καὶ διαφέροντος πρὸς τὸ δυνάμει, καὶ συλλογιεῖται ὅτι ὁ κοιμώμενος οὐκ ἐνεργεῖ κατὰ τὴν αἴσθησιν· ὁ δὲ μὴ κατὰ ταύτην ἐνεργῶν οὐχ ὁρᾷ· ὁ κοιμώμενος ἄρ οὐχ ὁρᾷ· πῶς οὖν σὺ φῄς τὸν κοιμώμενον αἰσθάνεσθαι; εἰ γάρ ᾐσθάνετο, καὶ ἑώρα.] Κατασκευάζοντα δὲ εἰ μὴ πλείω σημαίνει. Πόλλα γὰρ καθ’ αὑτὰ μὲν λεγόμενα οὐκ ἔστι τῶν πολλὰ σημαινόντων, συντεθέντα δὲ ἀλλήλοις πλείω σημαίνει· καὶ πάλιν ἔστιν ἃ καθ’ αὑτὰ μὲν λεγόμενα πλείω σημαίνει, συντεθέντα δὲ οὐκέτι, ὡς ἐδείχθη ἐν τῷ Περὶ τοῦ πολλαχῶς Θεοφράστου. ἐν γὰρ τῷ ἐπίστασθαι γράμματα τὸ συναμφότερον ἀμφίβολον μηδετέρου τῶν ὀνομάτων ὁμωνύμου ὄντος καθ’ αὑτό· τὸ αὐτὸ καὶ τὸ τὸν Δίωνα τὸν Πλάτωνα τύπτειν· τὰ μὲν γὰρ ὀνόματα ἀπλᾶ, ὁ δὲ ἐξ αὐτῶν συγκείμενος λόγος ἀμφίβολος· πάλιν ἐν τῷ ‘ἀετὸς πέτεται, κύων ὑλακτεῖ τὰ μὲν ὀνόματα ὁμώνυμα, οἱ δὲ λόγοι ἁπλοῖ. τὸ δὲ κατὰ τοῦτο προστίθησιν, ὡς εἴρηται, ὅτι καὶ ἐνδέχεται ὡς ἴδιόν <τί> τινος ἀποδεδόσθαι οὐκ ὂν ἴδιον χωρὶς ὁμωνυμίας ἡ ἀμφιβολίας καὶ κατὰ ἄλλην τινὰ ἁμαρτίαν ἁμαρτάνειν τὸν ἀποδιδόντα τὸ ἴδιον· ὥστε οὐ πάντως ἴδιον ὃ μὴ τούτων τι ἔχει, ἀλλ’ ὅσον γε κατὰ τοῦτο ὑγιὴς ἡ ἀπόδοσις. Κατασκευάζοντα οὖν, φησί, δεῖ σκοπεῖν εἰ τὸ ἀποδοθὲν ἴδιον οὔτε δι’ ὁμωνύμου ἀπεδόθη φωνῆς οὔτε διὰ λόγου πλεοναχῶς λεγομένου, ὥσπερ εἴ τις θείη τοὐ πυρὸς ἴδιον εἷναι τὸ σῶμα εὐκινητότατον εἰς τὸν ἄνω τόπον· οὔτε γὰρ τὸ σῶμα αὐτὸ καθ’ ἑαυτὸ οὔτε τὸ εὐκινητότατον εἰς τὸν ἄνω τόπον πλείω σημαίνει, ἀλλ’ οὐδὲ τὸ σύνολον, τουτέστι τὸ ἐκ τούτων συντιθέμενον, ἤγουν αὐτὸς ὁ λόγος δι’ οὗ ἀπεδόθη τὸ ἴδιον. Εἰ πλεοναχῶς λέγεται. Πάλιν ἀνασκευάζοντα μέν, φησί, δεῖ σκοπεῖν εἰ πλεοναχῶς λέγεται τὸ ὑποκείμενον, οὗ τὸ ἴδιον ἀποδέδοται, καὶ οὐ διώρισται ποίου τῶν σημαινομένων <ὑπὸ τοῦ> ὑποκειμένου ἀποδέδοται τὸ ἴδιον· οὕτω γὰρ ἀποδοθὲν οὐ καλῶς ἀποδέδοται. [δι᾿ ἃς δὲ αἰτίας οὐκ ἂν εἴη καλῶς ἀποδεδομένον τὸ ἴδιον, καὶ αὐτὸς μέν, ὥς φησιν, εἴρηκε πρὸ ὀλίγου, ἡμεῖς δ’ ἱκανῶς ἐπεσημηνάμεθα· τὰ γὰρ αὐτὰ κἀν τούτῳ συμβαίνειν ἄτοπα ἀναγκαῖον ἃ καὶ ἐν τοῖς πρότερον συνέβαινε. λαμβάνει οὖν εἰς παράδειγμα τὸ ἐπίστασθαι τοῦτο ὡς ὑποκείμενον, ὃ σημαίνει πλείονα· τὸ μὲν γὰρ σημαίνει ὅτι ἔχει αὐτὸ ἐπιστήμην, τὸ δὲ τὸ ἐπιστήμην εἶναι αὐτοῦ, τουτέστι τὸ ἐπιστητὸν εἶναι αὐτὸ ἐνεργείᾳ. οὐ δεῖ οὖν τοῦ ἐπίστασθαι τοῦτο ὑποκειμένου πειρᾶσθαι τὸ ἴδιον αὐτοῦ ἀποδιδόναι, πρὶν ἂν διορισθῇ ποίου τῶν σημαινομένων ὑπ’ αὐτοῦ ζητεῖται ἀποδοθῆναι τὸ ἴδιον. εἰ δὲ οὐ σημαίνει τὸ ὑποκείμενον πολλὰ ἀλλ’ ἕν, οἷον ὁ ἄνθρωπος, τότε δεῖ αὐτοῦ ἴδιον ἀποδοῦναι.] Δι’ ἃς δὲ αἰτίας, οὐκ ἄδηλόν ἐστιν ἐκ τῶν πρότερον 189 εἰρημένων. Καὶ γὰρ ἀσαφὲς τὸ λεγόμενον τῷ μὴ γνώριμον εἶναι τίνος τῶν σητὸ 46 μαινομένων ὑπὸ τοῦ ὁμωνύμου τὸ ἴδιον ἀποδίδωσι, καὶ ἑ ἀφορμὴν ἀνασκευῆς, ἂν ἄλλο τι τῶν σημαινομένων ὑπὸ τοῦ ὀνόματος, οὗ μή ἐστι τὸ ἀποδοθὲν ἴδιον, προχειρισά|μενος ἐπ’ αὐτοῦ ποιῆται τὸν ἔλεγχον. Οἷον ἐπεὶ τὸ ἐπίστασθαι τοῦτο πολλὰ σημαίνει. Τὸ ἐπίστασθαι τοῦτο δύο σημαίνει, ἢ τὸ ἐπιστήμην αὐτὸ ἔχειν ἢ τὸ ἐπιστήμην αὐτοῦ εἶναι, καὶ ἑκάτερον διχῶς, ἢ καθ᾿ ἕξιν ἢ κατὰ προχείρισιν. Ἔπειτα ἀνασκευάζοντα μὲν εἰ πλεονάκις εἴρηκε τὸ αὐτὸ ἐν τῶ ἰδίω. Κατὰ δύο τρόπους φησὶ συμπίπτειν τὸ πλεονάκις ἀποδίδοσθαι τὸ αὐτὸ ἴδιον· καθ’ ἕνα μέν, εἴ τις τὸ αὐτὸ ὄνομα δὶς ἢ τρὶς λάβοι ἐν τῇ ἀποδόσει τοῦ ἰδίου τὸ αὐτὸ ὄνομα πλεονάκις], οἷον εἰ πυρὸς ἴδιον ἀποδοίη τις λέγων σῶμα τὸ λεπτότατον τῶν σωμάτων· ἔλαβε γὰρ δὶς τὸ σῶμα· καθ’ ἕτερον δέ, ὅταν ἀντὶ ὀνομάτων λόγον ἀποδῷ, ὡς εἴ τις φήσειε γῆς ἴδιον εἶναι τὸ οὐσία ἡ μάλιστα κατὰ φύσιν φερομένη τῶν σωμάτων εἰς τὸν κάτω τόπον· εἴ τις γὰρ ἐνταῦθα μεταλάβοι τὸ ὄνομα τῶν σωμάτων εἰς τὸν λόγον αὐτῶν, ὅς ἐστι τὸ οὐσιῶν τοιωνδί, τουτέστι τριχῇ διαστατῶν μετὰ ἀντιτυπίας τὰ γὰρ τέσσαρα στοιχεῖα τριχῇ διαστατά εἰσι), τὸ ‘οὐσία᾿ πλεονάκις ἔλαβε. τεσσάρων δὲ ὄντων τῶν στοιχείων φανερον ὅτι ἡ γη τὸν κατώτατον ἐπέχει τόπον. Εἰ τοιοῦτόν τι ἀποδέδωκεν. Εἰ κέχρηταί τις ἐν τῷ ἰδίῳ ὀνόματι κοινῷ καὶ πᾶσιν ἐφαρμόζοντι, οὐ καλῶς, φησίν, ἀποδέδωκε· τὸ γὰρ ἴδιον ἐκείνῳ μόνῳ τῷ ὑποκειμένῳ δεῖ προσεῖναι, οὗ ἐστιν ἴδιον, καὶ διαχωρίζειν αὐτὸ ἀπὸ πάντων τῶν ἀνομοειδῶν, ὡς καὶ τὰ ἐν τοῖς ὅροις λαμβανόμενα. οἷον ἐὰν εἴπω ὅτι ὁ ἄνθρωπος ζῷόν ἐστι, χωρίζω μὲν αὐτὸν ἀπὸ τῶν ἑτερογενῶν τῶν ἀναγομένων ἢ εἰς τὸ ποσὸν ἢ εἰς τὸ ποιὸν ἢ εἰς ἄλλην τινὰ τῶν κατηγοριῶν πλὴν τῆς οὐσίας, οὐ μὴν χωρίζω αὐτὸν καὶ ἀπὸ τῶν ὁμογενῶν, οἷον βοός, ἵππου ἤ τινος τῶν λοιπῶν. πάλιν ἐὰν εἴπω· ζῴου ἴδιον τὸ ἔμψυχον, κοινὸν ἀπέδωκα ἴδιον ἐμφαινόμενον καὶ τοῖς φυτοῖς. ἢ ὁ εἰπὼν ἐπιστήμης ἴδιον εἶναι ὑπόληψιν ἀμετάπειστον ὑπὸ λόγου, ἓν ὄν· οὗτος γὰρ χρῆται τῷ ἑνί, ὅπερ ἐν πᾶσιν ὑπάρχει τοῖς οὖσιν· ἢ γὰρ τῷ γένει λέγονται ἕν, ὡς βοῦς, ἵππος, ἄνθρωπος, ἢ τῷ εἴδει ἕν, ὡς Σωκράτης καὶ Πλάτων, ἢ τῷ ἀριθμῷ, ὡς μονὰς ἢ τόδε τι ἄτομον, ἡ ἓν κατὰ συνέχειαν, ὡς ἅπας ὁ κόσμος. ὥστε οὐ καλῶς ἀποδέδοται κατὰ τοῦτο τὸ ἴδιον. τὸ γὰρ ἴδιον χάριν γνώσεως τοῦ πράγματος λαμβάνεται, οὗ λέγεται ἴδιον εἶναι, καὶ δεῖ χωρίζειν τὸ εἶδος, οὗ ἐστιν ἴδιον, τῶν ἄλλων εἰδῶν, ὥσπερ καὶ ὁ ὁρισμός· τὸ δὲ ἓν καὶ ὂν ὡς πᾶσι παρακολουθοῦντα τοῖς οὖσιν οὐ χωρίζουσι τὸ εἶδος ἀπό τινων, εἴ γε λάβοι τι τούτων ἐν τῷ ἀποδεδομένῳ ἰδίῳ.] Οὐδενὶ κέχρηται κοινῷ. Eἴη ἄν κατὰ τοῦτο καλῶς ἀποδεδομένον τὸ ἴδιον, καθ’ ὅσον οὐ πρόσκειταί τι πᾶσιν ὑπάρχον· ἐπεὶ τό γε ἀποδεδομένον οὐκ ἴδιον ζῴου ἀλλ’ ἐμψύχου, ζῴου δὲ τὸ αἰσθητικόν, εἰ μὴ ἄρα ζῴου ἴδιον ὡς ἀεὶ ὑπάρχον. Ἔπειτα ἀνασκευάζοντα μὲν εἰ πλείω ἴδια ἀποδίδωσι τοῦ αὐτοῦ ὡς ἕν. Εἰ πλείω τις, φησίν, ἀπέδωκεν ἴδια τοῦ αὐτοῦ μὴ προσδιορίσας ὅτι πλείω | ἀπέδωκεν, ἁμαρτάνει· διὸ καὶ ἀναιρεθήσεται. ὥσπερ γὰρ ἐν τοῖς ὅροις οὐ δεῖ πλείω λαμβάνειν παρὰ τὸν λόγον τὸν δηλοῦντα τὴν οὐσίαν, ὡς τὸ ‘ἄνθρωπός ἐστι ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικὸν πλατυώνυχον ὀρθοπεριπατητικόν’ περιττῶς γὰρ ἔχει κείμενα τό τε πλατυώνυχον καὶ τὸ ὀρθοπεριπατητικόν), οὕτως οὐδ’ ἐν τοῖς ἰδίοις δεῖ πολλὰ ἴδια ἀποδίδοσθαι παρὰ τὸ ἓν ὄνομα τὸ σημαῖνον τὸ ἴδιον ἢ τὸν λό·ον τὸν ποιοῦντα τὸ ἴδιον. Ἀχρεῖον γὰρ γίνεται τὸ τοιοῦτον. Ὁτι ὁ τὰ πλείω ἴδια ὡς ἓν ἀποδιδοὺς δῆλον ὡς ἕκαστον αὐτῶν οὐχ ἡγεῖται αὔταρκες εἶναι πρὸς ἰδίου ἀπόδοσιν. οἷον εἴ τις εἴποι πυρὸς ἴδιον εἶναι τὸ λεπτότατον καὶ κουφότατον· ἓν γὰρ τῶν δύο, ἢ τὸ λεπτότατον ἢ τὸ κουφότατον, περιττὸν καὶ ἀχρεῖόν ἐστιν. ἢ πάλιν ὁ εἰπὼν ‘ὕδωρ ἐστὶ σῶμα ὑγρὸν ἐν ἀλλοτρίῳ εὐόριστον᾿ ἓν μὲν ἴδιον ἀπέδωκε τῷ ὕδατι τὸ ‘σῶμα ὑγρόν᾿, ἕτερον δὲ τὸ ‘ἐν ἐν ἀλλοτρίῳ εὐόριστον᾿· τὸ γὰρ ὕδωρ ἐν μὲν τῷ οἰκείῳ τόπῳ ἀόριστόν ἐστι καὶ διακέχυται, ἐν ἀλλοτρίῳ δὲ τόπῳ περιορίζεται, οἷον ἐν κυάθῳ ἢ ἄλλῳ τινί. ὁ γὰρ ἀποδοὺς πολλὰ ἔοικεν ἀγνοεῖν ὅτι πολλὰ ἀποδέδωκεν. ἐὰν δὲ ἀποδῷ ἴδιον εἶναι ὑγροῦ τὸ εἰς ἅπαν ἄγεσθαι σχῆμα, καλῶς ἐποιήσατο τὴν τοῦ ἰδίου ἀπόδοσιν· εἰ γὰρ ἐν στρογγύλῳ τινὶ ἐμβληθείη, στρογγυλῶδες καὶ αὐτὸ γίνεται· ὁμοίως καὶ εἰ εἰς ἄλλο τι σχῆμα ὁποιονοῦν. Εἰ αὐτῷ προσκέχρηται. Πάλιν ἀνασκευάζοντα μὲν δεῖ, φησί, σκοπεῖν εἰ αὐτῷ προσκέχρηται τῷ ὑποκειμένῳ οὗ ἐστι τὸ ἀποδιδόμενον ἴδιον. οἷον ἀνθρώπου μὲν ἴδιον τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν· ἐὰν δὲ ἀποδῷ τις ἀνθρώπου ἴδιον τὸ ‘ζῷον λογικόν᾿, αὐτὸ τὸ ὑποκείμενον ἔλαβεν ἐν τῷ ἰδίῳ, καὶ ἔστιν αὐτὸ ἄγνωστον καὶ ζητούμενον ὁμοίως τῷ ὑποκειμένῳ· τὸ δὲ ἴδιον οὐκ ὀφείλει ἄγνωστον εἶναι· χάριν γὰρ γνώσεως τοῦ ὑποκειμένου εἴληπται. Ἢ τῶν αὐτοῦ τινι. Τοῦτο] οὐχ οὐχ ἀπλῶς εἶπε· καὶ γὰρ ὁ καλῶς τὸ ἴδιον ἀποδιδοὺς προσχρῆταί τινι τῶν αὐτοῦ· τὸ γὰρ ἴδιόν τινος ἐκείνου τί ἐστιν. ἀλλ’ ἔστι τὸ τῶν αὐτοῦ λεγόμενον, ὅταν τῶν τοιούτων τινὶ ἐν τῇ ἀποδόσει τοῦ ἰδίου προσχρῆται, ὃ δι’ αὐτοῦ ἐκείνου. οὗ τὸ ἴδιον ἀποδίδωσι, γνωρίζεται, ὡς διὰ τῶν παραδειγμάτων δηλοῖ. ὁ γὰρ ἀποδιδοὺς ζῴου ἴδιον οὐσίαν, ἧς εἶδός ἐστιν ἄνθρωπος, ἐν τῇ ἀποδόσει τοῦ ἰδίου προσχρῆται τῷ ἀνθρώπῳ, ὃ τοῦ ζῴου τί ἐστι καὶ δι’ ἐκείνου γνωρίζεται· λέγομεν γὰρ τὸν ἄνθρωπον ζῷον τοιόνδε, πρὸς τὴν δήλωσιν αὐτοῦ τῷ ζῷον εἶναι προσχρώμενοι. Εἰ δὲ μήτε αὐτῷ τῷ ὑποκειμένῳ κέχρηται ἐν τῷ ἰδίῳ μήτε μηδενὶ τῶν αὐτοῦ τοὐ ὑποκειμένου· μερῶν, καλῶς ἄν ἀποδοίη τὸ ἴδιον· οἷον εἴ τις ἀποδοίη τοῦ ζῴου ἴδιον τὸ ἐκ ψυχῆς καὶ σώματος συγκεῖσθαι, καλῶς ἄν ἀποδοίη. ἀλλ’ ἐστιν ἔνστασις τούτου· ἡ ψυχὴ γὰρ καὶ τὸ σῶμα ἑκάτερόν τι τοῦ ζῴου ἐστίν, ὥστε οὐκ ἂν εἴη καλῶς ἀποδεδομένον τὸ ἴδιον. λύεται δὲ ἡ ἔνστασις οὕτως, ὅτι εἰ καὶ εἰσὶ μέρη τοῦ ζῴου τὸ σῶμα καὶ ἡ ψυχή, ἀλλ’ οὐκ εἰσὶν ὑστερογενῆ τοῦ ζῴου ἀλλ’ ἅμα· οὐδὲ γὰρ δυνατόν ἐστι νοῆσαι ζῷον μὴ εὐθὺς συνεπινοοῦντας καὶ ψυχὴν καὶ σῶμα. Tὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ τῶν ἄλλων σκεπτέον ἐστί. Τὰ μὲν γὰρ μὴ ποιοῦντα τὸ ἴδιον γνώριμον εἰς ἀνασκευὴν ληπτέον αὐτοῦ, τὰ δ’ αὖ ποιοῦντα εἰς κατασκευήν. εἰ μὲν γὰρ τὰ λαμβανόμενα ἐν τῷ ἰδίῳ ποιοῦσι τὸ ἴδιον γνωριμώτερον τοῦ πράγματος οὗ ἐστιν ἴδιον, καλῶς ἀποδέδοται τὸ ἴδιον, εἰ δὲ μὴ ποιοῦσι τὸ ἴδιον γνωριμώτερον, οὐ καλῶς ἀποδέδοται.] Ἀνασκευάζοντα μὲν εἴ τινι προσκέχρηται ἢ ἀντικειμένῳ ἢ ὅλως ἅμα τῇ φύσει. Κειμένου ὅτι ἡ τοῦ ἰδίου ἀπόδοσις γνώριμον τὸ πρᾶγμα ποιεῖ, λέγει [δὲ] ὅτι μὴ καλῶς ἀποδίδοται, ὅταν διὰ τῶν ὁμοίως ἀγνώστων ἢ διὰ τῶν ἀσαφεστέρων ἀποδιδῶται. ἔστι δὲ ὁμοίως μὲν ἀσαφῆ τὰ ἅμα τῇ φύσει ὄνια τοῖς ἀποδιδομένοις, ὥσπερ δὲ γνωρίσματα τὰ ὕστερον τῇ φύσει ὄντα. ἔστι δὲ τῶν ἅμα τῇ φύσει τῶν ἀντικειμένων τὰ πρός τι καὶ τὰ ἐναντία. ἐν γὰρ τῇ ἀντιφατικῇ ἀντιθέσει καὶ τῇ καθ’ ἕξιν καὶ στέρησίν ἐστι τὸ μὲν πρῶτον τὸ δὲ δεύτερον· ἡ μὲν γὰρ κατάφασις τῆς ἀποφάσεως, ἡ δὲ ἕξις τῆς στερήσεως. ἐπιζητήσειε δ’ ἄν τις ἐπὶ τῶν πρός τι, εἰ μὴ διὰ τῶν ἀντικειμένων ἐπὶ τούτων ἥ τε τοῦ ὁρισμοῦ ἀπόδοσις καὶ ἡ τοῦ ἰδίου γίνεται· τούτοις γὰρ τὸ εἶναι ταὐτόν ἐστι τῷ πρός τί πως ἔχειν. ἢ ὡς ἐνδόξως λεγομένοις δεῖ προσέχειν τοῖς ἐνταῦθα. καλῶς δὲ πρόσκειται τὸ ἢ ὅλως ἅμα τῇ φύσει, ἐπειδὴ καὶ τὰ ἐκ τοῦ αὐτοῦ γένους ἀντιδιῃρημένα ἅμα τῇ φύσει. Κατασκευάζοντα δὲ εἰ μηδενὶ προσκέχρηται μήτ’ ἀντικειμενῳ. Πόθεν οὖν ληπτέον τὰ ἴδια, εἰ μήτε ἐκ τῶν ἅμα μήτε ἐκ τῶν ὑστέρων μήτε ἐκ τῶν προτέρων, ἵνα μὴ γένηται ὅρος; ἢ ἐκ τῶν ὑστέρων οὐ τῇ γνώσει ἀλλὰ τῷ πράγματι. Ἔπειτα ἀνασκευάζοντα μὲν εἰ τὸ μὴ ἀεὶ παρεπόμενον. Ἐν τῇ διαιρέσει τοῦ ἰδίου ἀπέκρινε μὲν τὸ πρὸς ἄλλο λεγόμενον ἴδιον καὶ τὸ ποτέ· ἐτήρησε δὲ ὡς κυρίως ἴδια λεγόμενα τό ·τε καθ’ αὑτὸ καὶ τὸ ἀεί, περὶ ὧν καὶ τοὺς τόπους παραδίδωσι τοῦ καλῶς ἢ μὴ ἀποδίδοσθαι. τοιοῦτος δὲ καὶ ὃν νῦν τίθησιν, εἰ τὸ ἀποδεδομένον ἴδιον μὴ ἀεὶ παρακολουθεῖ τῷ πράγματι οὗ ἀποδέδοται, ἀλλὰ ποτὲ μὲν ὑπάρχει ποτὲ δὲ οὔ· τὸ γὰρ τοιοῦτον συμβεβηκὸς καὶ οὐκ ἴδιον. ἀντὶ δὲ τοῦ εἰπεῖν ‘ὃ γίνεταί ποτε μὴ ὑπάρχον᾿ εἶπεν ὃ γίνεταί ποτε μὴ ἴδιον. τὸ γὰρ τοιοῦτον οὐδ’, ὅτε ὑπάρχει, ἴδιόν ἐστι διὰ τὸ μὴ ἀντιστρέφειν πρὸς τὸ οὗ λαμβάνεται ἴδιον· οὔτε γὰρ ᾧ ὑπάρχον καταλαμβάνεται τὸ οὕτως ἀποδοθὲν ἴδιον, κατὰ τούτου καὶ τὸ ὄνομα ἐξ ἀνάγκης ἀληθεύεται πράγματος οὗ ἀπεδόθη ὡς ἴδιον, διὰ τὸ καὶ ἄλλοις ὑπάρχειν, οὔτε ᾧ μὴ καταλαμβάνεται ὑπάρχον, κατὰ τούτου ἐξ ἀνάγκης οὐ ῥηθήσεται τὸ ὄνομα τοῦ πράγματος· ἐνδέχεται γάρ, ᾧ μὴ ὑπάρχει αὐτό, εἶναι. ἐπὶ δὲ τῶν ἰδίων, ἐφ’ ὧν τὸ ἴδιόν τινος ἀληθές, καὶ τοὔνομα πάντως, καὶ οἷς μὴ ὄντως ὑπάρχει τὸ ἴδιον, οὐδὲ τὸ ὄνομα τοῦ πράγματος οὗ ἐστιν ἴδιον, καὶ εὐλόγως, εἴπερ τὸ ἴδιον μόνῳ ἐκείνῳ ὑπάρχει οὗ ἐστιν ἴδιον. Προστίθησι τοῖς εἰρημένοις, ὅτι εἰ τοιοῦτόν ἐστι τὸ ἀποδοθὲν ἴδιον ὡς ποτὲ μὲν ὑπάρχειν ποτὲ δὲ μὴ τῷ πράγματι, οὐδ’ ὅτε ἀποδίδοταί τι- νος, ἔσται φανερὸν εἰ τότε ὑπάρχει αὐτῷ, εἴ γε τοιοῦτόν ἐστιν ὡς ποτὲ μὲν ἀπολείπειν καὶ χωρίζεσθαι αὐτοῦ ποτὲ δὲ ὑπάρχειν αὐτῷ. ὥστε οὐ σαφὲς οὐδὲ φανερὸν #x003E]; ὑπάρχει, εἰ ἐνδέχεται αὐτὸ καὶ μὴ ὑπάρχειν ποτέ· τὸ δὲ μὴ ὑπάρχον τινί, ὅτε μὴ ὑπάρχει, τότε λέγεσθαι αὐτοῦ ἴδιον ἀτοπώτατον. τὸ δὲ ποτὲ ἴδιον αὐτὸς μετὰ προσθήκης λέγει τοῦ ποτέ, ἁπλῶς δὲ οὔ, ὅτι μηδὲ κυρίως ἴδιον. οὗτος δὲ ὁ τόπος καὶ οἱ ἑξῆς οὐ μόνον τοῦ καλῶς ἢ μὴ λαμβάνεσθαί εἰσι δεικτικοί, ἀλλὰ καὶ τοῦ εἰ ἴδιόν ἐστιν ·ἢ οὔ. Ἔτι δὲ πρὸς τούτοις. Ἔτι δέ, φησί, πρὸς τούτοις οὐδ’ ὅτε τυχὸν ἀπέδωκέ τις τῷ Σωδὲ] κράτει τὸ κινεῖσθαι ἴδιον, ἔσται φανερὸν ὅτι ὑπάρχει τῷ Σωκράτει τὸ περιπατεῖν· οὐ μόνον γὰρ οὐκ ἔστιν ἴδιον, ἀλλὰ καὶ ζητεῖται εἰ τῷ Σωκράτει ὅλως ὑπάρχει, εἴπερ τοιοῦτον ἀποδέδωκεν ἴδιον οἷον ἀπολείπειν, ἤγουν ὃ ἐνδέχεται καὶ μὴ ὑπάρχειν· ἄδηλον γὰρ εἰ ὁ Σωκράτης περιπατεῖ. οὐ τοίνυν ἔσται σαφὲς καὶ γνώριμον τὸ ἴδιον, ὅπερ γίνεται καὶ μὴ ἴδιόν ποτε τοῦ ζῴου· ἐνδέχεται γάρ ποτε καὶ ἵστασθαι. οὗτος δὲ ὁ τόπος ἐστὶν ἀπὸ τῆς ὑπάρξεως. Ἔπειτ᾿ ἀνασκευάζοντα μὲν εἰ τὸ νῦν ἴδιον. [Ἔπειτα, φησί, θεωρητέον ἀνασκευάζοντα εἰ τὸ ἀποδοθὲν ἴδιον οὐκ ἀεί ἐστιν ἴδιον ἀλλὰ νῦν· οἷον τὸ τὸν Σωκράτην καθῆσθαι μετά τινος ἀεί ἐστιν ἴδιον ἀλλὰ νῦν, ὅτε κάθηται. εἰ γοῦν ὁ τοῦτο ἀποδιδοὺς οὐ διωρίσατο καὶ δῆλον ἐποίησεν ὡς νῦν ἴδιον τοῦτο λέγει, οὐ καλῶς ἀπέδωκεν. εἰ γὰρ οὐ προσέθηκε τὸ νῦν ἀλλ’ ἀπολύτως εἶπε, φαίνεται δοξάζων τοῦτο ἀεὶ ἴδιον εἶναι τοῦ Σωκράτους· εἰώθαμεν γὰρ τὰ ἀεὶ ὑπάρχοντα ἀποδιδόναι ἴδια. εἰ δὲ παρὰ τὸ ἔθος οὐκ ἀποδέδωκε τὸ ἀεὶ ὑπάρχον ἴδιον ἀλλὰ τὸ νῦν, ἔδει αὐτὸν τέως προσδιορίσασθαι καὶ προσθεῖναι τὸ νῦν, ἵνα φανερὸν ποιήσῃ ποταπὸν ἴδιον ἀποδέδωκε. διὰ τοῦτο δέδωκεν οὗτος ἀφορμὴν τῷ προσδιαλεγομένῳ ἐπιτιμῆσαι καὶ μέμψασθαι αὐτόν. δεῖ γοῦν προσέχειν μὴ ἀφορμὰς διδόναι ἐπιτιμήσεως.] Ἔπειτα ἀνασκευάζοντα μὲν εἰ τοιοῦτον ἀποδέδωκε τὸ ἴδιον, ὃ φανερὸν μή ἐστιν ἄλλως ὑπάρχον ἢ αἰσθήσει. Τουτέστιν εἰ πρὸς τὴν αἴσθησιν ἀποδέδωκε τὸ ἴδιον καὶ οὐ πρὸς τὴν φύσιν τοῦ πράγματος· τοῦτο γὰρ οὐ τὸ πρᾶγμα ὅ τι ἐστὶν ἐξηγεῖται, ἀλλὰ πῶς ἔχει πρὸς τὴν αἴσθησιν. διὸ καὶ συμβέβηκε τὴν τοιαύτην ἀπόδοσιν εἰς τὸν προειρημένον τόπον ἐμπίπτειν· τὸ γὰρ ἀεὶ οὐ διασώζει· ὅταν γὰρ ἔξω γένηται τῆς αἰσθήσεως, χωρίζεται αὐτοῦ δῆλον ὅτι τὸ ἴδιον. οὐ γὰρ ἔσται καλῶςκείμενον τὸ ἴδιον. οὐ καλῶς φησιν ἀποδίδοσθαι καὶ ὅσα ἄλλα τοιαῦτα ἀποδιδόασιν, ἃ οὐχ οἷόν τε ἄλλως γνωρίσαι εἰ ὑπάρχει τῷ πράγματι ἢ δι’ αἰσθήσεως· αἴτιον δὲὅτι τὰ αἰσθητὰ ἔξω γινόμενα τῆς αἰσθήσεως ἄδηλά ἐστιν εἴτε ἔτι ὑπάρχει εἴτε μή. εἰ γὰρ εἴη μέν τι ἴὸιον, <δῆλον> ὅτι ἀεὶ ὑπάρχει τῷ πράγματι οὗ ἴδιον· τοῦτο δέ, αἰσθήσει μόνῃ γνωριζόμενον ὅτι ὑπάρχει τῷ πράγματι οὗ ἀπεδόθη ἴδιον εἶναι, ἄδηλον εἴτε ἀεὶ ὑπάρχει τῷ πράγματι εἴτε μή · ἄτοπον δὲ τοῦτο. γίνεται δὲ τοῦτο ἐπὶ τούτων ὧν μὴ ·ἀεὶ οἷόν τέ ἐστιν αἰσθάνεσθαι· τῇ γὰρ αἰσθήσει μόνῃ τοῦτο γνωρίζεται, ᾗ οὐκέτι μετὰ δύσιν ἀντιληπτόν ἐστιν, ἢ εἰ καὶ ἔστιν, ἀλλ’ οὐ ταύτῃ ᾗ καὶ πρότερον, ἀλλ’ ἄλλῃ τε καὶ ἄλλῃ. ἔσται δὲ ἀληθὲς τοῦτο ἐπὶ τῶν μὴ ἐξ ἀνάγκης ἀεὶ παρακολουθούντων, τουτέστιν ἐφ’ ὧν ἄδηλόν ἐστι καὶ ἀμφισβητούμενον εἰ καὶ ἐξ ἀνάγκης ἀεὶ παρακολουθεῖ τῷ πράγματι. εἰ γὰρ εἴη γνώριμον τῷ ἐξ ἀνάγκης αὐτὸ παρακολουθεῖν τῷ πράγματι, τὸ αἰσθητὸν [ἢ] τὸ ἀποδεδομένον οὐκ ἀνασκευασθήσεται. οἷον εἴ τις ἀποδοίη τοῦ ἡλίου ἴδιον τὸ ἡμεροφαὲς ἄστρον • τοῦτο γὰρ οὐκ ἐξ ἀνάγκης ἕπεται τῷ ἡλίῳ· ὥστε οὐκ ἔσται καλῶς ἀποδεδομένον τὸ ἴδιον κατὰ τοῦτο· ἄδηλον γὰρ ἔσται τὸ τοιοῦτον ἴδιον δύνοντος τοῦ ἡλίου καὶ ὑποκάτω τῆς γῆς φερομένου· οὐκέτι γὰρ ἡμεροφαὲς τότε ἐστὶ διὰ τὸ μὴ τὴν αἴ- σθησιν ἡμῶν ἀντιλαμβάνεσθαι τοῦ ἡλίου ὑπὸ γῆν φερομένου· ἔστ’ ἄν γὰρ ὑπὲρ κορυφῆς τῶν ἀνθρώπων φέρηται, ἀντιλαμβάνεται τούτου ἡ αἴσθησις. Κατασκευάζοντα δέ, φησίν, εἰ τοιοῦτον ἀποδέδωκε τὸ ἴδιον σκοπεῖν, ὃ μὴ τῇ αἰσθήσει φανερόν ἐστιν, ἤτοιὃ οὐκἔστιναἰσθητόν, ὡς τὸ νοῦ καὶ ἐπιστήμης <δεκτικὸν> τοῦ ἀνθρώπου ἡ τὸ γελαστικόν, ἢ ὃ αἰ- σθητὸνὃν ἐξἀνάγκης[δ’]ὑπάρχονδῆλόνἐστιν, ὅτιτοιοῦτονἀπεδόθη, οἷον εἰ καὶ ἀντιλαμβάνεται τούτου ἡ αἴσθησις, ἀλλ’ ἐξ ἀνάγκης ἕπεται τῷ ὑποκειμένῳ. οἷον ὁ θέμενος ἴδιον τῆς ἐπιφανείας ὃ πρῶτον κέχρωσται αἰσθητῷ τινι μὲν κέχρηται τῷ ἰδίῳ τῆς ἐπιφανείας, τουτέστι τῷ κεχρῶσθαι· τοιοῦτον δέ ἐστι τὸ ἴδιον ᾧ κέχρηται, ὅ τι φανερόν ἐστιν ἀεὶ ὑπάρχον τῇ ἐπιφανείᾳ,καὶ οὖ ἐξ ἀνάγκης ἡ αἴσθησις ἀντιλαμβάνεται. πρῶτον δὲ λέγεται κεχρῶσθαι ἡ ἐπιφάνεια, ἐπειδὴ τῆς ἐπιφανείας ἐν παντὶ σώματι οὔσης πρῶτον αὐτῆς ἀντιλαμβάνεται ἡ αἴσθησις καὶ διὰ τῆς ἐπιφανείας λέγεται ὁρᾶσθαι τὸ σῶμα. Εἰ τὸν ὅρον ὡς ἴδιον ἀποδέδωκε. Πάλιν εἰ ἀπεδόθη ὅρος ἀντὶ ἰδίου, ἀνασκευασθήσεται τὸ τοιοῦτον ἴδιον ὡς μὴ καλῶς ἀποδεδομένον· οὐ γὰρ δεῖ τὸ ἴδιον δηλοῦν τὸ τί ἦν εἶναι, ἤγουν τὴν οὐσίαν τοῦ πράγματος, ἀλλ’ εἶναι δεῖ ἐπουσιῶδες. οἷον εἰ ἀποδοθείη ἴδιον τῆς ἰδέας τὸ εἶναι αἰτίαν τῶν δημιουργημάτων καὶ τῶν ἐν κινήσει, καὶ τῆς ἐπιστήμης ἴδιον τὸ ἀγνοίας εἶναι ἀποβολήν ἡ γὰρ ἐπιστήμη γνῶσίς ἐστι), καὶ ἔτι ἀνθρώπου τὸ ζῷον πεζὸν δίπουν· ἐν τούτοις γὰρ πᾶσιν ἀνασκευασθήσεται τὸ ἀποδοθὲν ἴδιον ὅτι οὐ καλῶς ἀποδέδοται· οὐ γάρ εἰσι ταῦτα ἴδια ἀλλ’ ὅροι τὸ τί ἦν εἶναι καὶ τὴν οὐσίαν σημαίνοντες· οἱ γὰρ ὅροι οὐσιώδεις, τὰ δὲ ἴδια ὀφείλουσιν εἶναι ἐπουσιώδη. εἰ δὲ ἀπεδόθη ἴδιον ἀντικατηγορούμενον μὲν καὶ ἀντιστρέφον πρὸς τὸ ὑποκείμενον μὴ σημαῖνον δὲ οὐσίαν, καλῶς ἀποδέδοται. Ἔπειτα ἀνασκευάζοντα μὲν εἰ μὴ εἰς τὸ τί ἐστιν ὁ θείς. Εἰ ὁ θεὶς μὴ εἰς τὸ τί ἐστιν ἀποδέδωκε τὸ ἴδιον, τουτέστιν εἰ μὴ προσῆψε τὸ γένος τῷ ἰδίῳ, τοῦ μὴ καλῶς ἀποδεδόσθαι δεικτικόν φησιν εἶναι τὸ μὴ γένος πρῶτον εἰλῆφθαι τούτου οὗ τὸ ἴδιόν τις ἀποδίδωσι· τοῦτο γάρ ἐστι τὸ ἐν τῷ τί ἐστι κατηγορούμενον.. δεῖ γὰρ ὡς ἐπὶ τῶν ὅρων οὕτως καὶ ἐπὶ τῶν ἰδίων πρῶτον τὸ γένος λαμβάνοντα οὕτω προστιθέναι τούτῳ τὰ λοιπά, οἷς τῶν ἄλλων διαχωρίζεται· δεῖ γὰρ γνώριμον εἶναί τι τὴν φύσιν ὃ ἴδιον τοῦτο ἔχει. Ὁ γὰρ θεὶς ἴδιον ζῴου τὸ ψυχὴν ἔχειν οὐκ ἀνῆξε τὸ ζῷον εἰς τὸ γένος αὐτοῦ· οὕτως γὰρ ὤφειλεν εἰπεῖν οὐσίαν ἔμψυχον πεφυκυῖαν εἶναι. εἰ οὖν ὁ τὸ ἴδιον ἀποδιδοὺς πρῶτον θεὶς καὶ ἀναγαγὼν τὸ ὑποκείμενον εἰς τὸ τί ἐστιν, ἤγουν εἰς τὸ γένος αὐτοῦ, καὶ] μετὰ ταῦτα συνῆψε τῷ γένει τὸ ἴδιον ἢ τὰ ἴδια, καλῶς ἀποδέδωκεν, ὥσπερ ὁ ἀποδιδοὺς ἴδιον ἀνθρώπου τὸ ζῷον ἐπιστήμης δεκτικὸν εἶναι. εἰ δὲ μὴ οὕτω ποιήσει, φανερὸν | ὅτι οὐ καλῶς ἀπέδωκε τὸ ἴδιον. Πότερον δ’ ἴδιόν ἐστιν ὅλως. οἱ μὲν κατασκευάζοντες τόποι ὅτι καλῶς ἀπεδόθη τὸ ἴδιον ἤδη παρεδόθησαν, οἷον τὸ μὴ λαμβάνειν ὁμωνύμους φωνάς, τὸ ἀντιστρέφειν τὸ ἀποδιδόμενον διδόμενον ἴδιον πρὸς τὸ ὑποκείμενον, τὸ διὰ γνωριμωτέρων τοῦ ὑποκειμένου ἀποδίδοσθαι. ἅμα δὲ τούτοις καὶ οἱ ἀνασκευάζοντες τὰ μὴ οὕτως ἀποδιδόμενα ἴδια, ἤγουν εἰ· δι’ ὁμωνύμων φωνῶν ἐκφέρονται, εἰ μὴ ἀντιστρέφουσι πρὸς τὰ ὑποκείμενα, εἰ μὴ διὰ γνωριμωτέρων τοῦ ὑποκειμένου ἀποδίδονται, καὶ ὅσα ἄλλα οἱ προειρημένοι περιέχουσι τόποι. νῦν δὲ προτίθεται εἰπεῖν περὶ τοῦ ἀπλῶς καὶ κυρίως καλῶς· οὐ γὰρ πᾶν τὸ ἀπηλλοτριωμένον τούτων καὶ μὴ ἔχον ὁμωνύμους φωνὰς ἤ τι τῶν εἰρημένων καὶ ἴδιον ῥητέον ἐξ ἀνάγκης. Οἱ γὰρ ἀπλῶς κατασκευάζοντες τὸ ἴδιον ὅτι καλῶς κεῖται τόποι. Τοὺς ἁπλῶς δεικνύντας τόπους ὅτι καλῶς τὸ ἴδιον ἀποδέδοται τοὺς αὐτοὺς εἶναί φησι τοῖς κατασκευάζουσι τόποις ὅτι ἴδιόν ἐστι τὸ ἀποδεδο- μένον. τὸ γὰρ ἴδιόν τινος ἀποδίδοται, ὅταν ἁπλῶς καλῶς καὶ ἀναμαρτήτως ἀποδοθῇ, ὥσπερ τὸ εὖ ἀποδεικνύναι οὐδὲν πλέον ἐστὶ τοῦ ἀποδεικνύναι, ὁμοίως καὶ τὸ εὖ φρονεῖν τοῦ φρονεῖν· οὕτω καὶ τὸ καλῶς ἀποδεδομένον ἴδιον οὐδὲν πλέον ἔχει τοῦ ἰδίου. διὸ ἐπὶ τῶν τοιούτων ὁ τοῦ εὖ ἁμαρτάνων ἁμαρτάνει καὶ τοῦ πράγματος. ’Ev ἐκείνοις οὖν ῥηθήσονται. Ἀντὶ τοῦ ‘ἐν ἐκείνοις οὖν ὁμοίως ῤηθήσονται᾿. συναποδίδωσι γὰρ ἄμφω ἄμα. Πρῶτον μὲν οὖν ἀνασκευάζοντα ἐπιβλέπειν ἐφ᾿ ἕκαστον. Πρῶτον τόπον παραδίδωσιν ἀνασκευαστικὸν τοῦ τὸ ἀποδεδομένον τινὸς ἴδιον μὴ εἶναι ἴδιον αὐτοῦ τὸν ἀπὸ τῆς ἐπιβλέψεως τῶν πραγμάτων, ὧν τὸ ἴδιον ἀποδίδοται. εἴτε γὰρ τὸ ἀποδοθὲν ἴδιόν τινος μηδενὶ αὐτῷ ὑπάρχον φαίνεται, εἴτε ὑπάρχει μὲν παντί, μὴ μέντοι ᾑ ἐκεῖνό ἐκεῖνό ἐστι μηδὲ μόνῳ, εἴτε μὴ πᾶσιν ὑπάρχει τοῖς ὑπ’ αὐτό, οὐ τὸ ἴδιον ἀποδίδοται· ἂν γάρ τινι τῶν ὑπὸ τοῦτο, οὗ τὸ ἴδιον ἀποδίδοται, μὴ ὑπάρχῃ τὸ ἴδιον ἢ ὑπάρχον μὴ ὑπάρχῃ κατὰ τοῦτο, καθ’ ὅ ἐστιν ἐκεῖνο οὗ τὸ ἴδιον ἀποδίδοται, οὐκ ἔστιν ἴδιον. μόνου δὲ τοῦ τελευταίου τὸ παράδειγμα παρέθετο, ὅτι οὐκ ἔστιν ἴδιον τὸ μηδενὶ ὑπάρχον οὗ ἴδιον ἀποδέδοται ἢ τὸ παντὶ μὲν ὑπάρχον μὴ μόνῳ δὲ ἢ τὸ μὴ παντὶ ἀλλὰ τὸ παντὶ καὶ μόνῳ. Ἥ εἰ μὴ κατὰ τοῦτο ἀληθεύεται. Τουτέστιν εἰ μή, ᾗ τοῦτό ἐστι τὸ ὑποκείμενον, ὑπάρχει αὐτῷ τὸ ἀποδιδόμενον ἴδιον· τοῦτο δ’ ἂν ἴσον εἴη τῷ ‘εἰ μὴ μόνω αὐτῶ ὑππάρχει᾿. ἐνδέχεται γὰρ τὸ ἀποδοθὲν ἴδιόν τινος παντὶ μὲν ὑπάρχειν ἐκείνῳ οὗ ἀποδέδοται ἴδιον, μὴ μέντοι ᾗ ἐκεῖνό ἐστι μηδὲ μόνῳ. οἷον ἐάν τις ἀνθρώπου ἴδιον ἀποδῷ τὸ βαδιστικόν· παντὶ μὲν γὰρ τῷ ἀνθρώπῳ ἐστὶ τὸ βαδιστικόν, οὐ μέντοι καὶ μόνῳ· καὶ γὰρ καὶ τὰ ἄλλα τῶν ζῴων βαδιστικά ἐστι. Τὸ δέη εἰ μή ἐστιν ἴδιον ἑκάστου αὐτῶν κατ’ ἐκεῖνο οὗ τὸ ἴδιον ἀποδέδωκεν ἀντὶ τοῦ ἱεῖ μή ἐστι τὸ ἴδιον καθ’ αὑτό᾿. οἷον εἴ τις ἀποδοίη ἀνθρώπου ἴδιον τὸ ‘οὐσία ἔμψυχος αἰσθητική᾿. τοῦτο γὰρ τὸ ἴδιον ὁ ἄνθρωπος οὐ καθὸ ἄνθρωπος ἔχει, ἀλλὰ καθὸ ζῷον· τὸ δὲ ἴδιον καθ’ αὑτό, ἤγουν καθὸ ἐκεῖνό ἐστιν, ὀφείλει ἴδιον ἀποδεδόσθαι. τῷ μέντοι γεωμέτρῃ τὸ ἀνεξαπάτητον οὐχ ὑπάρχει, ὅτι ἀπατᾶται ὁ γεωμέτρης ὑπὸ τοῦ ψευδογραφοῦντος ποτὲ μὲν δεικνύοντος τὰς δύο πλευρὰς τοῦ τριγώνου μείζους ἦς μιᾶς ποτὲ δὲ τὴν μίαν μείζονα τῶν λοιπῶν. Κατασκευάζοντα δὲ εἰ κατὰ παντὸς ἀληθεύεται καὶ κατὰ τοῦτο ἀληθεύεται. Τουτέστι καθὸ τοῦτό ἐστιν ἀληθεύεται, ὃ ἴσον ἐστὶ τῷ μόνῳ ὑπάρχειν. Εἰ μὴ καθ’ οὗ τοὔνομα, καὶ ὁ λόγος ἀληθεύεται. Τὸ μὲν εἰ καθ' οὗ τοὔνομα, καὶ ὁ λόγος ἀληθεύεται λέγοιτ᾿ ἂν ἐπὶ τῶν μηδενὶ ἢ μὴ παντὶ ὑπαρχόντων, τὸ δὲ εἰ μὴ καθ’ οὗ ὁ λόγος, καὶ τοὔνομα ἐπὶ τῶν ἐπὶ πλέον λεγομένων. εἶπε δὲ οὗ τὸ ἴδιον ἀποδίδοται· λόγος γὰρ γίνεται, εἰ μετὰ τοῦ γένους εἴη τὸ ἴδιον ἀποδιδόμενον. Κατασκευάζοντα δὲ εἰ καθ’ οὗ ὁ λόγος, καὶ τοὔνομα κατηγορεῖται, καὶ καθ’ οὗ τοὔνομα, καὶ ὁ λόγος. Ὅτι εἰ μὴ καθ᾿ οὗ τὸ ἴδιον, καὶ τὸ οὗ ἴδιον ἀπεδόθη κατηγορεῖται, ἢ ἔμπαλιν, οὐκ ἔστιν ἴδιον αὐτοῦ ὃ ὡς ἴδιον ἀποδέδοται. ἔστι μὲν οὖν τὸ δεικνύμενον διά τε τοῦ πρὸ αὐτοῦ τόπου καὶ διὰ τούτου δυνάμει τὸ αὐτό, διότι καὶ καθόλου τὸ ὡς ἴδιον ἀποδοθὲν οὕτω μάλιστα ἐλέγχεται, οὐ μὴν καὶ κατὰ τὴν αὐτὴν ἐπιβολήν· τότε μὲν γὰρ ἐκ τῆς ἐπιβλέψεως τούτων, ὧν ἐλέγετο τὸ ἴδιον εἶναι, ὁ τόπος προῆλθεν, εἰ τὸ μὲν ἕτερον αὐτῶν ὑπάρχει τὸ δὲ ἕτερον οὔ. διὸ ἐπ’ ἐκείνου μὲν ᾧ τὸ ὄνομα ὑπῆρχε, τοι ἴδιον μὴ ὑπάρχον ἔδειξεν· ἐν γὰρ τούτοις μόνοις ἡ ζήτησις ἦν. ἔμπαλιν δὲ ἐπὶ τούτου· ᾧ γὰρ ὁ λόγος, τούτῳ τὸ ὄνομα ἐδείχθη μὴ ὑπάρχον· δεῖ δὲ καθ’ ὧν τὸ ἕτερον ὑπάρχει, καὶ τὸ λοιπόν. Κατασκευάζοντα οὖν καὶ δεικνύντα καλῶς ἀποδεδόσθαι τὸ ἴδιον καὶ κατ’ ἄμφω σκοπεῖν, ἤγουν καὶ εἰ καθ’ οὗ ὁ λόγος, καὶ τοὔνομα κατηγορεῖται, καὶ εἰ καθ’ οὗ τὸ ὄνομα, καὶ ὁ λόγος ἀληθεύεται. ἔστι δὲ σαφέστερον εἰπεῖν τὸ μὲν ἱεῖ μὴ καθ’ οὗ τοὔνομα κατηγορεῖται, καὶ ὁ λόγος ἀληθεύεται᾿ τοιοῦτον· οἷον εἴ τις ἀποδοίη ἀνθρώπου ἴδιον τὸ μουσικὸν εἶναι, ἀνασκευασθήσεται ὡς μὴ καλῶς ἀποδεδομένον· κατηγορεῖται μὲν γὰρ Σωκράτους τὸ ὄνομα ὁ 1 ἄνθρωπος, ὁ δὲ λόγος τοὐ ἰδίου, ἤτοι τὸ μουσικὸν εἶναι, οὐκ ἀληθεύεται· οὐ γὰρ ἦν ὁ Σωκράτης μουσικός. τὸ δὲ ‘εἰ μὴ καθ’ οὗ ὁ λόγος, καὶ τοὔνομα κατηγορεῖται᾿· οἷον εἴ τις ἀνθρώπου ἴδιον τὸ οὐσία ἔμψυχος αἰσθητική ἀποδοίη, ὁ μὲν λόγος, ἤγουν τὸ ‘οὐσία ἔμψυχος αἰσθητική, ἀληθεύεται κατὰ τοῦ βοὸς καὶ τοῦ ἵππου, ὁ δὲ ἄνθρωπος οὐδαμῶς. καὶ οὕτω μὲν ἀνασκευασθήσεται τὸ μὴ καλῶς ἀποδεδομένον ἴδιον. κατασκευασθήσεται δέ, εἰ καθ’ οὗ τοὔνομα κατηγορεῖται, καὶ ὁ λόγος ἀληθεύεται· οἷον εἴ τις ἀποδοίη ἀνθρώπου ἴδιον τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν· τοῦ γὰρ Σωκράτους καὶ ὁ ἄνθρωπος κατηγορεῖται καὶ ὁ λόγος ἀληθεύεται, ἤγουν τὸ νοῦ καὶ ἐπιστήμης δεκτικόν. καὶ ἐπεὶ ἐν τούτῳ ἀντιστρέφει τό τε ὄνομα πρὸς τὸν λόγον καὶ ὁ λόγος πρὸς τοὔνομα, διὰ τοῦτο καὶ τοῦτο προσέθηκεν, ἤγουν καὶ εἰ καθ’ οὗ ὁ λόγος, καὶ τοὔνομα κατηγορεῖται. Ἔπειτα ἀνασκευάζοντα μὲν εἰ τὸ ὑποκείμενον ἴδιον ἀποδέδωκεν. οὔδει, φησί, τὸ ὑποκείμενον ἴδιον ἀποδιδόναι τοῦ ἐν τῷ ὑποκειμένῳ· τὸ γὰρ ἴδιον ἐνυπάρχειν δεῖ καὶ οὐκ ἐνυπάρχεσθαι, ὅτι τὸ αὐτὸ πλειόνων ἔσται καὶ διαφερόντων τῷ εἴδει ἴδιον. εἰ γάρ τις εἴποι τὸ πῦρ ἴδιον τοῦ λεπτομερεστάτου σώματος, διά τί μῆ καὶ τοῦ κουφοτάτου καὶ τοῦ θερμοτάτου καὶ τοῦ καυστικωτάτου καὶ πάντων ἁπλῶς τῶν οὕτως ὑπαρχόντων αὐτῷ; καὶ οὕτως ἔσται πλειόνων καὶ διαφερόντων τῷ εἴδει τὸ αὐτὸ ἴδιον· δεῖ δὲ τῶν διαφερόντων τῷ εἴδει διάφορα καὶ τὰ ἴδια εἶναι. εἴ τις· οὖν ἴδιον θείη τούτων πάντων τὸ πῦρ, οὐ καλῶς ἀποδοίη ἄν τὸ ἴδιον. Εἰ δέ τις τοῦ ὑποκειμένου ἴδιον τὸ ἐν ὑποκειμένῳ θείη καὶ ἔστι τὸ τοιοῦτον ἴδιον μόνῳ τῷ αὐτῷ ὑποκειμένῳ ὑπάρχον, καλῶς ἄν ἀποδοίη τὸ ἴδιον. οἷον εἴ τις σῶμα τὸ βαρύτατον τῷ εἴδει ἀπέδωκε τοὐ ὑποκειμένου, ἤγουν τῆς γῆς, καλῶς ἀπέδωκε τὸ ἴδιον, ἐπεὶ καὶ κατὰ μόνης τῆς γῆς λέγεται τοῦτο καὶ ἀντιστρέφει. τοῦτο γὰρ δηλοῖ τὸ καὶ ὡς τὸ ἴδιον κατηγορεῖται, ἤτοι ὡς πέφυκε τὸ ἴδιον λέγεσθαι· πέφυκε δὲ λέγεσθαι κατὰ τὸ ἀντιστρέφειν. † εἰ οὖν λέγοντός τινος μὴ εἶναι τοῦτο ἴδιον γῆς, καλῶς ἂν κατασκευασθήσεται κατὰ τὴν τοῦ τόπου τούτου παράδοσιν. Γῆς ἴδιον σῶμα τὸ βαρύτατον τῷ εἴδει. Τῷ εἴδει προσέθηκεν ἀντὶ τοῦ ‘τῇ φύσει’· τῇ γὰρ οἰκείᾳ φύσει ἡ γῆ βαρυτάτη τῶν σωμάτων, εἰ καί τις εὑρίσκεταί ποτε διὰ πάθους κουφοτέρα γεγονυῖα. Ἔπειτα ἀνασκευάζοντα μὲν εἰ κατὰ μέθεξιν. οὐ δεῖ τὸ κατὰ μέθεξιν ὑπάρχον τοῦτο γὰρ εἰς τὸ τί ἦν εἶναι συμβάλλεται· εἴη δ’ ἄν τὸ τοιοῦτον διαφορά τις κατά τινος ἑνὸς εἴδους λεγομένη) ὡς ἴδιον ἀποδιδόναι , τουτέστιν οὐ χρὴ τὴν οὐσιώδη διαφορὰν τὴν ἀντιστρέφουσαν ἑνὶ εἴδει ἴδιον λέγειν. διαφέρει δὲ τὸ νῦν εἰρημένον τοῦ τὸν ὁριστικὸν λόγον ὡς ἴδιον ἀποδεδωκότος τῷ τὸν ὁρισμὸν ἐκ πλειόνων διαφορῶν συγκεῖσθαι. Εἰ οὖν τις ἀνθρώπου ἴδιον ἀποδέδωκε τὸ πεζὸν δίπουν, ἐπεὶ τὴν οὐσίαν τοῦ ἀνθρώπου τοῦτο δηλοῖ, οὐκ ἔστι τοῦ ἀνθρώπου τοῦτο ἴδιον. εἰ δὲ ἀποδέδωκεν ἴδιον τὸ μὴ κατὰ μέθεξιν καὶ μὴ οὐσιωδῶς ὑπάρχον τινί, καλῶς ἀποδέδωκε· τὸ τοιοῦτον γὰρ οὐ τὸ τί ἦν εἶναι καὶ τὴν οὐσίαν δηλοῖ, ἀλλὰ καὶ ἀντικατηγορεῖται καὶ ἀντιστρέφει πρὸς τὸ ὑποκείμενον, ὥσπερ εἴ τις εἴποι ἴδιον τοῦ ζῴου τὸ αἰσθάνεσθαι πεφυκός. εἰ οὖν κεῖται τοῦτο ἴδιον εἶναι τοῦ ζῴου , ἐπειδὴ οὐ κατὰ μέθεξιν ἐνυπάρχει, ἤγουν ἐπειδὴ οὐκ ἔστι διαφορὰ οὐσιώδης τοῦ ζῴου οὐδὲ τὴν οὐσίαν αὐτοῦ δηλοῖ καὶ γὰρ ἀντικατηγορεῖται πρὸς αὐτὸ καὶ ἀντιστρέφει, ἐπειδὴ καὶ εἴ τι ζῷον, αἰσθητικόν, καὶ εἴ τι αἰσθητικόν, ζῷον), ἔσται λοιπὸν καλῶς ἀποδεδομένον τὸ ἴδιον. Ἔπειτα ἀνασκευάζοντα μὲν εἰ μὴ ἐνδέχεται ἅμ. οὐκ ἴδιον τοῦ ἰδίου τὸ πρότερον ἢ ὕστερον εἶναι τοῦ ὑποκειμένου, ἀλλὰ τὸ ἅμα ἐξ ἀνάγκης ὑπάρχειν καὶ ἀεί· τὸ γὰρ ἴδιον οὔτε ὅρος ἐστὶν οὔτε διαφορά, ἅ εἰσι πρότερα τῇ φύσει τοῦ ὑποκειμένου, ἀλλ’ ἅμα τε ὑπάρχει τῷ οὗ ἐστιν διὸν καὶ ἀεί. εἰ οὖν τὸ ἀποδιδόμενον ἴδιόν τινος ·μὴ ἅμα εἴη αὐτῷ, ἀλλ’ ἢ πρότερον, πρὸ τοῦ εἶναι τὸ πρᾶγμα, ὑπάρχοι ἢ ὕστερον, ἤδη ὄντος ἐκείνου, εἰ καὶ τοὔνομα ἀληθεύεται κατ’ αὐτοῦ, οὐκ ἔστιν ἴδιον τὸ ἀποδοθέν. οἷον εἴ τις θείη τοῦ ἀνθρώπου ἴδιον τὸ βαδίζειν ἐν ἀγορᾷ· πρῶτον γάρ ἐστι τὸ εἶναι ἄνθρωπον, εἶτα τὸ βαδίζειν ἐν ἀγορᾷ. διὰ τοῦτο οὖν οὐκ ἔστιν ἴδιον τοῦ ἀνθρώπου τὸ διὰ τῆς ἀγορᾶς βαδόζειν, ὅτι οὐκ εὐθὺς τῷ εἶναι ἄνθρωπον κατ’ αὐτοῦ ἀληθεύεται καὶ τὸ διὰ τῆς ἀγορᾶς βαδίζειν. ἀλλ’ οὐδὲ τὸ ἐμψύχῳ εἶναι, ὅτι ἦν ἔμψυχος καὶ κατὰ γαστρὸς εντι ὤν, ὅτε μήπω ἦν ἄνθρωπος. | ἢ οὖν τὸ τοιοῦτον οὐδέποτε ἔσται ἴδιον τοῦ ἀνθρώπου ἐνδέχεται γὰρ καὶ ἄλλῳ τινὶ γενέσθαι, οἷον ἵππῳ ἢ βοί), ἢ εἰ γένοιτό ποτε ἴδιον, ἀλλ’ οὐκ ἀεὶ ἔσται ἴδιον. διὸ οὐ καλῶς ἀποδίδοται τοῦ ἀνθρώπου ἴδιον τὸ βαδίζειν ἐν ἀγορᾷ· τὸ γὰρ κυρίως ἴδιον καὶ μόνῳ ὀφείλει οὗ ἐστιν ἴδιον εἶναι καὶ ἀεί. ἐπεὶ δὲ καὶ ἡ διαφορὰ καὶ ὁ ὅρος μόνῳ τε ὑπάρχουσι καὶ ἀεὶ τῷ ὑποκειμένῳ, διὰ τοῦτο πρόσκειται τῷ εἰ ἅμα ἐξ ἀνάγκης ἀεὶ ὑπάρχει τὸ λεγόμενον ἴδιον τὸ μήτε ὅρος ὂν μήτε διαφορά· ταῦτα γὰρ οὐκ εἰσὶν ἴὸια, ὡς εἴρηται. οὕτω γοῦν ἀποδοθὲν τὸ ἴδιον, ὥστε μήτε πρότερον εἶναι τοῦ ὑποκειμένου μήτε ὕστερον ἀλλ’ ἅμα τούτῳ καὶ ἀεὶ καὶ μήτε διαφορὰν μήτε ὅρον εἶναι, καλῶς ἔσται ἀποδεδομένον· καὶ εἴ τις θείη μὴ εἶναι τὸ τοιοῦτον διὸν, κατασκευασθήσεται δι’ ὧν παραδίδωσιν ὁ τόπος. Ἔπειτα ἀνασκευάζοντα μὲν εἰ τῶν αὐτῶν, ᾗ ταὐτά ἐστι, μή ἐστι τὸ αὐτὸ ἴδιον. Τὸ ταὐτὸν λέγεται καὶ γένει καὶ εἴδει καὶ ἀριθμῷ καὶ ἀναλογίᾳ. ἄν τε δὴ ὡς γένους τινὸς ἴδιον ἀποδοθῇ, ἀνάγκη τὸ αὐτὸ πάντων τῶν αὐτῶν κατὰ τὸ γένος διὸν εἶναι, ἄν τε ὡς εἴδους, τῶν ὁμοειδῶν· ὁμοίως καὶ ἐπὶ τῶν τῷ ἀριθμῷ ταὐτῶν καὶ ἐπὶ τῶν κατ’ ἀναλογίαν. ἄν δή τι μὴ ᾖ τινος τῶν αὐτῶν ᾧ ἀπεδόθη τὸ] ἴδιον, οὐδ’ ἄν οὗ ἀπεδόθη ἴδιον. οἷον ταὐτόν ἐστι διωκτόν τε καὶ αἱρετόν· τῷ γὰρ ἀριθμῷ • εἰ δή τις ἀποδοίη διωκτοῦ ἴδιον τὸ φαίνεσθαί τισιν ἀγαθόν, ἄν δειχθῇ μὴ ὂν τοῦ αἱρετοῦ ἴδιον οὐ γὰρ τό τισι φαινόμενον ἀγαθὸν αἱρετὸν ἀλλὰ τὸ τῇ αὑτοῦ φύσει τοιοῦτον), οὐκ ἄν τοῦ διωκτοῦ ἴδιον εἴη. Κατασκευάζοντα δὲ εἰ τοῦ αὐτοῦ ᾗ ταὐτόν ἐστι, καθὼς ἄνωθεν διείλομεν, τὸ αὐτό ἐστιν ἴδιον. χρῆται δὲ παραδείγματι ἐπὶ τῶν ἀριθμῷ ταὐτῶν, ἤγουν ὀνόματι μόνῳ διαφερόντων τῷ δὲ σημαινομένῳ, ἤγουν τῷ ὑπο\κειμένῳ, τῶν αὐτῶν· ὁ γὰρ ἄνθρωπος καὶ ὁ βροτὸς ταὐτὸν τῷ ὑποκειμένῳ, ἤγουν τῷ ἀριθμῷ, κατὰ τὸ ὄνομα διαφέροντα. ὁμοίως δὲ καὶ ἐπὶ τῶν συμβεβηκότων, εἴ τινα εἶεν τῶν πολυωνύμων, ὃ ἴδιον ἔχει τὸ κατά τι τῶν ὀνομάτων ὀνομαζόμενον, τὸ αὐτὸ ὀφείλει ἔχειν καὶ τὸ καθ’ ἕτερον τῶν τοιούτων ὀνομάτων. τοῖς γὰρ αὐτοῖς καθό εἰσι ταὐτά, ἤγουν καθὸ ἄνωθεν διείλομεν, τὰ αὐτὰ ἴδια δεῖ ὑπάρχειν ἢ μὴ ὑπάρχειν • εἰ γὰρ τῷ ἑνὶ ὑπάρχει, καὶ τῷ ἑτέρῳ ὑπάρξει, εἰ δὲ μὴ τῷ ἑνί, οὐδὲ τῷ ἑτέρῳ. Ἔπειτα ἀνασκευάζοντα μὲν εἰ τῶν αὐτῶν τῷ εἴδει. Ὁ τόπος οὗτος καὶ ἀσαφῶς εἴρηται καὶ κατά τι ψευδής ἐστιν, ὡς ἐρεῖ καὶ αὐτός. τὸ μὲν οὖν τῷ εἴδει εἴρηκεν ἀντὶ τοῦ ἰτῶ γένει’. ὁ δὲ τόπος ἀνασκευαστικὸς ὢν τοιοῦτός ἐστι· τῶν τῷ γένει τῶν αὐτῶν, ταῦτα δέ ἐστι τὰ κατ’ εἶδος ἀλλήλων διαφέροντα, τούτων δὴ ἀνάγκη καὶ τὰ ἴδια τῷ γένει τὰ αὐτὰ εἶναι· εἰ γὰρ τοῦ ἀντιδιῃρημένου τὸ ἀντιδιῃρημένον ἴδιον, καὶ τοῦ ἀντιδιῃρημένου τὸ ἀντιδιῃρημένον, καὶ εἰ μή, οὔ. οἷον εἴ τις ἀποδοίη ἵππου ἴδιον εἶναι τὸ ἑστάναι ὑφ’ ἑαυτοῦ, ἀνασκευασθήσεται μὴ ἴδιον εἶναι. ἐπεὶ γὰρ ὁ ἄνθρωπος ταὐτόν ἐστι τῷ ἵππῳ κατὰ γένος, εἰ τοῦ ἵππου ἴδιον ἐστι τὸ ὑφ’ ἑαυτοῦ ἑστάναι, εἴη ἄν καὶ τοῦ ἀνθρώπου δίον τὸ ὑφ’ ἑαυτοῦ κινεῖσθαι· ταὐτὸν γὰρ τῷ γένει τὸ ἵστασθαι καὶ τὸ καινεῖσθαι· ἀλλ’ οὐκ ἔστι τοῦ ἀνθρώπου ἴδιον τὸ κινεῖσθαι· οὐδ’ ἄρα τοῦ ἵππου ἴδιον ἄν εἴη τὸ ἑστάναι. Ἥι ζῷόν ἐστιν ἑκάτερον αὐτῶν τῷ συμβεβηκέναι. Καθὸ τὸ συμβεβηκέναι ἑκάτερον αὐτῶν ἑκατέρῳ τῶν ὑποκειμένων ζῴων ἐστὶ συμβεβηκέναι. ἢ καὶ ἄλλως κατὰ τί ταῦτα τὰ αὐτὰ προσέθηκεν· τὸ γὰρ ἑκάτερον αὐτῶν ζῴῳ ὑπάρχειν καὶ ζῴῳ συμεπειτα βεβηκέναι· τοῦτο γὰρ εἴρηκε διὰ τοῦ ᾗ ζῷόν ἐστιν ἑκάτερον αὐτῶν τῷ συμβεβηκέναι. οὗτος ὁ τόπος ψευδής ἐστιν. Τὸν τόπον λέγει ψευδῆ εἶναι· ὅταν γὰρ· τὸ μὲν ἕτερον τῶν λεχθέντων ἰδίων τῶν ὁμογενῶν ἀλλήλοις ἑνὶ εἴδει ὑπάρχῃ τὸ δὲ ἕτερον πολλοῖς, ουτε πρὸς ἀνασκευὴν οὔτε πρὸς κατασκευὴν ὁ τόπος χρήσιμος. τὸ γοῦν πεζὸν δίπουν ὁμογενές ἐστι τῷ πεζῷ τετράποδι· ἀλλ’ εἰ τὸ πεζὸν δίπουν ἑνὶ εἴδει ὑπάρχει τῷ γὰρ ἀνθρώπῳ), τὸ δὲ πεζὸν τετράπουν πλείοσιν, οὔτε, ἐπεὶ μὴ ἴδιον τὸ πεζὸν τετράπουν ἵππου, διὰ τοῦτο οὐδ’ ἀνθρώπου ἴδιον τὸ πεζὸν δίπουν, οὔτ’, εἰ ἀνθρώπου ἴδιον τὸ πεζὸν δίπουν, διὰ τοῦτο καὶ ἴδιον ἔσται ἵππου τὸ πεζὸν τετράπουν. τότε οὖν ὁ τόπος ἐπὶ τῶν τοιούτων ἔσται χρήσιμος, ὅταν ὁμοίως ἀμφότερα τὰ ὁμογενῆ ἀλλήλοις ἑνὶ εἴδει ἑκάτερον ὑπάρχῃ ἢ μηδέτερον αὐτῶν ἑνὶ ὑπάρχῃ. δεῖ δὲ αὐτὰ καὶ ἀντίθεσίν τινα ἔχειν πρὸς ἄλληλα. Ἐπεὶ δὲ τὸ ταὐτὸν καὶ τὸ ἕτερον πολλαχῶς λέγεται. Tόπον τινὰ παραδίδωσι σοφιστικόν, ᾧ χρώμενοι οἱ σοφισταὶ πᾶν ἀποδιδόμενον ἴδιόν τινος ἀνασκευάζουσι καὶ δεικνύειν πειρῶνται ὅτι <μὴ> μόνῳ τούτῳ ὑπάρχει τῷ οὗ ἀπεδόθη ὡς ἴδιον. παραδίδωσι δὲ καὶ τοῦτον τὸν τόlπον ὥσπερ καὶ τὴν ἔνστασιν, ᾗ δεῖ χρήσασθαι πρὸς τοὺς σοφιστικῶς ἐπιχειροῦντας διδάξαι. ὁ δὲ τόπος τοιοῦτος, ὅθεν τὴν ἀφορμὴν τῆς ἐπιχειρήσεως λαμβάνουσιν· τὸ ταὐτὸν καὶ τὸ ἕτερον πλεοναχῶς λέγεται· καὶ γὰρ καὶ γένει καὶ εἴδει καὶ ἀριθμῷ καὶ ἀναλογίᾳ. καὶ τὸ μέν τι καὶ τῷ ὑποκειμένῳ καὶ τῷ λόγω ταὐτόν ἐστιν, ᾧ ὑπάγοιτ’ ἂν τὸ κατ’ ἀριθμὸν ταὐτόν, τὸ δέ τι κατὰ τὸ ὑποκείμενον μόνον ταὐτὸν λέγεται, ὡς ἐπὶ τῶν ἑτερωνύμων· τούτων γὰρ τὸ μὲν ὑποκείμενον ἕν τε καὶ ταὐτόν ἐστιν, ὁ μέντοι λόγος αὐτῶν οὐχ ὁ αὐτός, ὡς ἐπὶ ἀναβάσεως ἔχει καὶ καταβάσεως , ὅταν κατὰ ἑνός, τῆς κλίμακος, καὶ ἄμφω τὰ ὀνόματα λέγηται· τὸ γὰρ ὑποκείμενον ἕν ἐστιν, αὐτὴ ἡ κλῖμαξ. λέγεται ταὐτὸν καὶ τὸ ὑποκείμενον μετὰ τοῦ συμβεβηκότος αὐτῷ τῷ ὑποκειμένῳ, οἷον λευκὸς ἄνθρωπος ἀνθρώπῳ. τὰ δὲ οὕτως λεγόμενα ταὐτὰ οὐχ ἁπλῶς ἐστι ταὐτὰ ἀλλὰ τῷ ὑποκειμένῳ, τῷ δὲ λόγῳ ἕτερα· ἕτερος γὰρ λόγος ἀνθρώπου καὶ ἕτερος λευκοῦ ἀνθρώπου, καίτοι κατὰ τὸ ὑποκείμενον ἕν ἐστιν ἄμφω. ἐπεὶ τοίνυν τὸ ταὐτὸν καὶ τὸ ἕτερον πλεοναχῶς λέγεται, χαλεπώτερον δοκεῖ τὸ ἑνὸς μόνου ἴδιόν τι ἀποδοῦναι· πᾶν γὰρ τὸ ὡς ἴδιόν τινος ἀποδοθὲν δοκεῖ οὐ μόνου εἶναι ἴδιον οὗ ἀπεδόθη. Κατασκευάζοντα δὲ ῥητέον ὡς οὐκ ἔστιν ἀπλῶς. Δεῖ, φησίν, ἐνίστασθαι πρὸς τοὺς ἀνασκευάζειν βουλομένους οὕτω τὸ ἴδιον λέγοντας ὅτι μὴ ἁπλῶς ταὐτὰ μηδὲ ἀπλῶς ἕτερα τό τε ᾧ συμβέβηκε καὶ τὸ συμβεβηκὸς μετὰ τοῦ ῷ συμβέβηκεν, ἀλλὰ τῷ μὲν λόγῳ ἕτερα τῷ δὲ ὑποκειμένῳ ταὐτά, καθ’ ὃ καὶ τὸ ἴδιον ἀπεδόθη • ταὐτὸν γὰρ τὸ ὑποκείμενον ἔν τε ἀνθρώπῳ καὶ λευκῷ ἀνθρώπῳ, ὁ μέντοι λόγος αὐτῶν ἕτερος. ὁ οὖν ἐπ’ ἀμφοῖν, φησί, τὸ αὐτὸ ἴδιον ἀποδιδοὺς τὸ ἓν ὑποκείμενον εἰς δύο διαιρεῖ, ἄλλο μὲν ὑποκείμενον λέγων ἄλλο δὲ τὸ μετὰ τοῦ συμβεβηκότος. βηκότος. ὡσαύτως καὶ εἴ τις, φησίν, ἴδιον ἐπιστήμης ἀποδιδοίη τὸ ἀμετάπειστον ὑπὸ λόγου καὶ ἐπιστήμονος κατὰ τὴν ἐπιστήμην· ἔστι γάρ, φησίν, οὐχ ἕτερον τῷ ὑποκειμένῳ τὸ ἐπὶ τῶν ἕξεων λεγόμενον καὶ τὸ ἐπὶ τῶν κατὰ τὰς ἕξεις διακειμένων • ταῦτα γὰρ τῇ πτώσει διαφέρει καὶ οὐ τῷ ὑποκειμένω. [Σαφηνιστέον δ’ ἔτι μᾶλλον περὶ τούτων. ἐπεί, φησί, τὸ ταὐτὸν πλεοναχῶς λέγεται, ὡς ἄνωθεν διείλομεν, ἔργον, φησίν, ἔχουσιν οἱ σοφιστικῶς διαλεγόμενοι ἑνός τινος ἀποδιδόναι τὸ ἴδιον, χρώμενοι τῷ ταὐτὸν εἶναι τό τε συμβεβηκὸς καὶ τὸ ᾧ συμβέβηκε καὶ λέγοντες ‘ὃ ὑπάρχει τινὶ ᾧ συμβέβηκέ τι, καὶ τῷ συμβεβηκότι μετὰ τοῦ ὑποκειμένου ὑπάρξει’. καὶ σαφηνίζει τοῦτο διὰ τοῦ παραδείγματος. εἶτά φησιν ἀνασκευάζεσθαι τὰ τοισῦτα τῶν ἰδίων διὰ τῆς ἑτερότητος, λέγοντας ἄλλο μὲν εἶναι τὸ ὑποκείμενον αὐτὸ καθ’ αὑτό, δίχα δηλονότι τοῦ συμβεβηκότος, ἄλλο δὲ τὸ συναμφότερον οἷον εἰπόντος τινὸς ἴδιον εἶναι ἀνθρώπου οὐσίαν ἐπιδεκτικὴν χρώματος διακριτικοῦ ὄψεως τοῦτο γὰρ τὸ ἴδιον ὑπάρξει καὶ τῷ λευκῷ ἀνθρώπῳ) ὁ ἀνασκευάζων ἐρεῖ ἄλλο μὲν εἶναι τὸν ἄνθρωπον, ἄλλο δὲ τὸν λευκὸν ἄνθρωπον, καὶ ἄλλο μὲν τὴν ἕξιν, οἷον τὴν ἐπιστήμην, ἄλλο δὲ τὸ κατὰ τὴν ἕξιν, ἤγουν τὸν ἐπιστήμονα. τὸ δ’ ἐφεξῆς προσκείμενον τὸ γὰρ τῇ ἕξει ὑπάρχον καὶ τὰ λοιπὰ ἀξίωμά ἐστι τῶν χρωμένων ἐπὶ τῶν τοιούτων τῇ ταὐτότητι τοῦ τε ὑποκειμένου καθ’ αὑτὸ καὶ τοῦ ὑποκειμένου σὺν τῷ συμβεβηκότι. εἶτα τὸ ὑπόδειγμα τοῦ διὰ τῆς ἑτερότητος ἀποδεικνύντος τὸ οὕτως ἀποδιδόμενον ἴδιον κατασκευαστικόν ἐστι. κατασκευάζοντας γὰρ δεῖ λέγειν, ὡς οὐκ ἔστιν ἁπλῶς, ἤγουν καθόλου, ἕτερον ἄνθρωπος καὶ ἕτερον ἄνθρωπος λευκός, ἀλλὰ κατὰ τὸν ὁρισμὸν καὶ τὸ εἶναι. ᾗ μὲν γὰρ οὐσία, καὶ ἄμφω, ὅ τε ἄνθρωπος καὶ ὁ λευκὸς ἄνθρωπος, ταὐτόν εἰσι, κατὰ δὲ τὸν ὁρισμὸν διαφέρουσιν· ὁ μὲν γὰρ ζῷον λογικὸν θνητὸν νοῦ καὶ ἐπιστήμης δεκτικόν, ὁ δὲ λευκὸς ἄνθρωπος ταῦτά τε καὶ ἐπιδεκτικός χρώματος διακριτικοῦ ὄψεως. ἄλλως τε καὶ ὅτι οὐδὲ ὁ αὐτὸς ὁρισμός ἐστιν ἐπιστήμης καὶ ἐπιστήμονος, ἀλλ’ ἐπιστήμη μέν ἐστιν ἡ ἀμετάπειστος, ἐπιστήμων δὲ ὁ ἀμετάπειστος· διαφέρουσιν οὖν οἱ ὅροι κατὰ τὰς πτώσεις. πρὸς γὰρ τὸν σοφιστὴν τὸν κατὰ πάντα τρόπον ἐνιστάμενον δεῖ ἀντιτάσσεσθαι καὶ ἀπὸ τῶν πτώσεων καὶ ἀφ’ ἑτέρων ὧν ἂν δύνῃ.] Ἔπειτα ἀνασκευάζοντα μὲν εἰ τὸ φύσει ὑπάρχον. Φύσει ὑπάρχειν τισὶ ταύτα λέγει, ὧν τὰ ὑποκείμενα, οἷς οὕτω λέγεται ὑπάρχειν, ἐπιδεκτικὰ μέν ἐστιν αὐτῶν, οὐ μὴν ἀεὶ αὐτοῖς οὐδὲ ἐξ ἀνάγ|κης ἐνεργείᾳ πάρεστιν· οὕτως φύσει τῷ ἀνθρώπῳ ὑπάρχει ἡ ἐπιστήμη ὅτι γὰρ δεκτικός ἐστιν αὐτῆς, οὐχ ὅτι ἀεί ἐστιν ἐν αὐτῷ) καὶ τὸ γενειάσκειν καὶ τὸ πολιοῦσθαι. ἄν δή τις τὸ οὕτως ὑπάρχον τινὶ καὶ οὕτως ἴδιον αὐτοῦ ὂν ἀποδῷ τῇ λέξει ὡς ἀεὶ αὐτῷ ἐνεργεία παρόν, μὴ προσθεὶς τὸ φύσει ἢ ἄλλο τι ὃ πρὸς τὸ δέξασθαι αὐτὸ ἐπιτηδειότητα σημαίνει, οὐκ ἄν τὸ ἴδιον λέγοι. οἷον εἰ ἀπλῶς τις εἴποι τοῦ ἀνθρώπου ἴδιον εἶναι τὸ πεζὸν δίπουν· τὸ γὰρ δίπουν ὡς ἀχώριστον αὐτοῦ καὶ ἐξ ἀνάγκης αὐτῷ ὑπάρχον δοκεῖ λαμβάνειν ὁ οὕτως λέγων. ἀλλ’ οὐχ οὕτως ἐν τῇ φύσει ὑπάρχει, <εἰ> καὶ κατὰ φύσιν αὐτῷ· ἐπεὶ ἔσται τις ἄνθρωπος καὶ οὐ ἀλλ’ οὐ κατὰ φύσιν. ὁμοίως οὐδὲ τὸ ἐπίστασθαι ἴδιον ἀνθρώπου, ἀλλὰ τὸ ἐπιστήμης εἶναι δεκτικῷ. Ἔτι ὅσα λέγεται ὡς κατ’ ἄλλο τι πρῶτον. τόπον καὶ τοῦτον χρήσιμον πρὸς ἀνασκευὴν τοῦ ἰδίου παραδίδωσι. τῶν γὰρ ὑπαρχόντων τισὶ τὰ μὲν πρώτως ὑπάρχει, τὰ δὲ οὐ πρώτως ἀλλὰ̣ κατ’ ἄλλο. ἐν δὲ τοῖς οὕτως ἔχουσι χαλεπόν· φησιν ἀποδοῦναι τὸ ἴδιόν τινι αὐτῶν, διὰ τὸ τὸ ἐπὶ τοῦ πρώτως ἔχοντος αὐτὸ ἀποδοθὲν ἁρμόζειν καὶ ἐπὶ τοῦ μὴ πρώτως ἔχοντος αὐτό. καὶ τούτου οὕτως ἔχοντος συμβήσεται οὐ καθ’ οὗ ὁ λόγος καὶ τὸ ἴδιον ἀληθεύεται, κατὰ τούτου καὶ τοὔνομα τοῦ πράγματος ἀληθεύεσθαι. εἰ γὰρ εἴη τῆς ἐπιφανείας ἀποδιδόμενον ἴδιον τὸ κεχρῶσθαι, τὸ μὲν κεχρῶσθαι καὶ κατὰ σώματος κατηγορεῖται, οὐκέτι δὲ καὶ ἡ ἐπιφάνεια, ἧς ἴδιον ταὐτὸν ἀπεδόθη· οὐ γάρ ἐστι τὸ σῶμα ἐπιφάνεια. ἀλλὰ κἄν σώματος ἴδιον ἀποδοθῇ τὸ κεχρῶσθαί, καὶ κατὰ τῆς ἐπιφανείας κατηγορεῖται, οὐ μὴν καὶ τὸ σῶμα. δεῖται οὖν διορισμοῦ τινος τὸ οὕτως ἀποδιδόμενον τῶν τοιούτων ἴδιον, ὡς διὰ τῶν ἑξῆς δείκνυται, λόγον δὲ τὸ ἴδιον λέγει, ἐπεὶ εἶπε τὴν τοῦ ἰδίου ἀπόδοσιν μετὰ τοῦ γένους ποιεῖσθαι. Συμβαίνει δ’ ἐν ἐνίοις τῶν ἰδίων. Πολυτρόπως, φησίν, ἁμαρτάνουσί τινες ἐν τῇ τῶν ἰδίων ἀποδόσει, μὴ προσδιοριζόμενοι κατὰ τίνα τρόπον ἀποδιδόασι ταῦτα, ἐπειδὴ ἐπιχειροῦσιν ἀποδιδόναι τὸ ἴδιον ἢ τὸ φύσει ὑπάρχον, ὅπερ ἐστὶ κατὰ τὸ δεκτικὸν εἶναι αὐτοῦ τὸ ὑποκείμενον καὶ μὴ κατὰ τὸ ἐνεργείᾳ παρεῖναι, ἢ τὸ ἁπλῶς ὑπάρχον, ὅπερ ἐστὶ τὸ ἐπ’ ἔλαττον ἐνδεχόμενον, ἢ κατ’ ἄλλους τρόπους, ὅσους δὴ καὶ ἀριθμεῖται, ὧν ἕκαστον διὰ τοῦ οἰκείου παραδείγματος δῆλον ποιεῖ. μὴ γὰρ διορισάμενός τις ἢ προσθεὶς ἐφ’ ἑκάστου τῶν τοιούτων ἰδίων τὸν ἁρμόζοντα ἑκάστῳ τῶν τρόπων, οὓς κατὰ μέρος παρέθηκε, προσδιορισμὸν φανερὸν ὅτι ἁμαρτάνει καὶ οὐκ ἀποδίδωσι καλῶς ἐφ’ ἑκάστου τὸ ἴδιον. Καθάπερ πυρὸς τὸ λεπτομερέστατον. Πάλιν εἴ τις, φησίν, ἴδιον τοῦ πυρὸς θείη τὸ λεπτομερέστατον καὶ μὴ διαστείλας χωρίσειε τὸ ἴδιον τὸ ὑπάρχον τῷ εἴδει, προσθεὶς τὸ τῷ εἴδει, ἁμαρτάνει· καὶ γὰρ εἰ προστεθείη τὸ τῷ εἴδει, δῆλον ὅτι ἑνὶ ὑπάρξει τῶν εἰδῶν τῶν ὑπὸ τὸ πῦρ ὄντων. Μὴ προσθεὶς μὲν οὖν τὸ φύσει ἁμαρτάνει. Νῦν καθόλου δείκνυσιν, ὅτι εἰ κατὰ πλείους τρόπους ὑπάρχει τὰ ὑπάρχοντά τισιν, ἀναγκαῖον τὴν τῶν ἰδίων ἀπόδοσιν μετὰ τοῦ οἰκείου τῇ ὑπάρξει διορισμοῦ ποιεῖσθαι· οὐ γὰρ ὑγιὴς ἡ χωρὶς διορισμοῦ ἀπόσοις τῶν διορισμοῦ τινος δεομένων. διὸ καὶ ἕκαστον τῶν τοιούτων ἰδίων ἀνασκευασθήσεται διὰ τοῦ ὀφείλοντος κεῖσθαι προσδιορισμοῦ μὴ προστεθέντος δὲ ὑπὸ τοῦ προσδιαλεγομένου. Μὴ διαστείλας δὲ τὸ τῷ εἴδει. Οὕτως αὐτὸς εἶπεν ἐν Κατηγορίαις ἐπὶ τῆς οὐσίας, ὅτι ἴδιον τῆς οὐσίας τὸ “ἕν ἓν ἀριθμῷ ὂν δεκτικὸν εἶναι τῶν ἐναντίων”· οὐ γὰρ ὅτι πᾶσα οὐσία τοιαύτη, ἀλλ’ ὅτι ἐν αὐτῇ μόνῃ τὸ τοιοῦτον. ἀνάγεται δὲ τὸ τοιοῦτον ἴδιον εἰς τὴν τῆς ἀντιστροφῆς ἁμαρτίαν· οὐ γὰρ ἐφ’ ὧν τοὔνομα, καὶ ὁ λόγος κατηγορεῖται. γῆ μὲν γὰρ καὶ ἡ τυχοῦσα βῶλος, βαρυτάτη δὲ οὐκέτι· καὶ πῦρ μὲν ἄνθραξ καὶ φλὸξ καὶ φῶς, λεπτομερέστατον δὲ μόνον τὸ φῶς. Τὸ γὰρ καθ’ ὑπερβολήν. Ἀποδιδοὺς ἐνταῦθα τὴν αἰτίαν τοῦ ἁμαρτάνειν τὸν οὕτως ἀδιορίστως ἀποδιδόντα τὸ ἴδιον, τὸ καθ’ ὑπερβολήν φησιν οὐχ οἷόν τε ἐν πλείοσι θεωρεῖσθαι, καθάπερ τὸ κουφότατον τῷ πυρί. Οὐ γάρ ἐστιν ἓν εἶδος τοῦ πυρός. Ὅτι ἐπὶ τῶν τῷ εἴδει ἀποδεδομένων ἰδίων, εἰ μὲν τὰ ὑπὸ τοῦ ὀνόματος οὗ τὸ ἴδιον ἀποδέδοται σημαινόμενα ἑνὸς εἴη εἴδους, ὑγιὴς ἡ ἀπόδοσις, εἰ δὲ πλειόνων εἰδῶν, οὐκέτι ὑγιὴς ἡ προσθήκη ἐπὶ τῶν οὕτως ἐχόντων, ἡ ὅτι τῷ εἴδει ἴδιον τὸ ἀποδοθέν· καὶ οὕτως <γὰρ> ἐνδέχεται ἁμαρτάνειν, εἰ μὴ προσδιορίσαιτο καὶ κατὰ τί τοῦ πράγματος. ἐπ’ ἐνίων γὰρ οὐκ ἔχει οὕτως, ὡς ἐπὶ τοῦ πυρός, εἴ τις κουφότατον εἴποι τὸ πῦρ μὴ διαστείλας τὸ φῶς | ἐν τῷ μὴ προσθεῖναι τὸ τῷ μέρει· πυρὸς γὰρ μέρη ·ἄνθραξ καὶ φλὸξ καὶ φῶς, ὧν ἕκαστον πῦρ λέγεται, ἀλλὰ τὸ φῶς μόνον ἐστὶ τὸ κουφότατον. κοινότερον δὲ νῦν καὶ τὸ φῶς πῦρ λέγει κατὰ δόξαν τινῶν· ἐπεὶ αὐτῷ οὐ δοκεῖ πῦρ εἶναι τὸ φῶς, ὅτι μηδὲ σῶμα, πᾶν δὲ πῦρ σῶμα. ὁ δὴ λέγων πυρὸς τῷ εἴδει ἴδιον εἶναι τὸ λεπτομεγέστατον οὐχ ὑγιῶς ἀποδίδωσι διὰ τὸ πλείω εἴδη εἶναι τοῦ πυρὸς καὶ ἑνός τινος αὐτῶν ἴδιον εἶναι, τοῦ φωτός, πυρὸς λεγομένου ἀλλ’ οὐ του πυρὸς κοίνως. Διὰ τοῦτο οὐ δεῖ, εἰ τῷ εἴδει προστεθείη, ἕτερον εἶναι εἶδος τοῦ λεχθέντος, ὅτι τοῖς μὲν μᾶλλον. Ὅτι οὐ δεῖ ἐπὶ τῶν διαφερόντων τῷ εἴδει ἴδιον ἀποδίδοσθαι, ὅτι τοῖς μὲν μᾶλλον τοῖς δὲ ἧττον ὑπάρξει. τοῦτο δ’ οὐ δεῖ γίνεσθα ὅταν μὴ καὶ τὸ ὄνομα μᾶλλον κατηγορῆται καθ’ οὗ καὶ τὸ ἴδιον ἀληθεύεται μᾶλλον. καθ’ οὗ γὰρ τὸ βαρύτατον ἀληθεύεται μᾶλλον, κατὰ τούτου τὸ τῆς γῆς μᾶλλον ὄνομα κατηγορεῖται· ἡ γὰρ μᾶλλον γῆ βαρυτάτη· οὕτως γὰρ γῆς ἴδιον τὸ ἀποδιδόμενον γίνεται. εἰ δὲ μὴ καθ’ οὗ τὸ ἴδιον μᾶλλον, καὶ τοὔνομα μᾶλλον, οὐκ ἔστιν ἴὸιον. ὡς ἐπὶ τοῦ πυρός· οὐ γὰρ ᾧ τὸ λεπτομερέστατον ὑπάρχειν ἴδιον ἀπεδόθη, τούτῳ καὶ τὸ μᾶλλον πῦρ· διὸ οὐκ ἴδιον. τὸ μὲν γὰρ φῶς τὸ λεπτομερέστον, μᾶλλον δὲ πῦρ ἄνθραξ καὶ φλὸξ τοὐ φωτός. Ἔτι δὲ πρὸς τούτοις ταὐτὸν εἶναι συμβήσεται. Συμβήσεται δὲ πρὸς τούτοις, φησίν, ἐπὶ τῶν τοιούτων ἰδίων τὸ αὐτὸ πλειόνων ἴδιον, τοῦ τε ἀπλῶς καὶ κοινῶς λεγομένου, οἷον τοῦ πυρός, καὶ τοῦ μάλιστα τοιούτου ἐν τῷ κοινῷ, οἷον τοῦ φωτός· τοῦ μὲν γὰρ πυρὸς ἔσται ἴδιον, διότι ἀπεδόθη τούτου, τοῦ δὲ φωτός, ὅτι μάλιστα ὑπάρχει τούτῳ μὴ ὄντι μάλιστα πυρί. οὐ δεῖ δὲ ταὐτὸν ἴδιον εἶναι τοῦ τε γένους καὶ ἑνὸς εἴδους τῶν ὑπὸ τὸ γένος· ἔσται γὰρ τὸ αὐτὸ πλειόνων τε καὶ οιαφεροντων ιοιον. Ταῦτα διευκρινήσας περαίνει λέγων, ὅτι ἄλλου μέν τινος οὕτως ἀποδιδόντος τὸ ἴδιον ἐπιχειρητέον ἀπελέγχειν αὐτόν, αὐτῷ δέ, ἤγουν σοί, οὐ δοτέον ἐστὶ ταύτην τὴν ἔνστασιν, τουτέστιν εἰ δὲ σὺ τοιοῦτον ἀποδοίης ἴδιον, οὐ δεῖ ἐπιφέρειν ἑαυτῷ τὴν ἔνστασιν, ἤγουν αἰτίαν διδόναι τῷ προσδιαλεγομένῳ ἐνίστασθαί σοι, ἀλλὰ δεῖ σε εὐθὺς διορίζειν, ὃν τρόπον ἀποδίδως τὸ ἴδιον, καθ’ ἕνα τῶν ἐκτεθέντων. Ἔπειτα ἀνασκευάζοντα μὲν εἰ αὐτὸ αὑτοῦ ἴδιον ἔθηκε. Γίνεται δὲ τοῦτο, ἐάν τις τὸ ἴσον δυνάμενον ὄνομα ἀντιμεταλαβὼν ὡς ἴδιόν τινος ἀποδιδῷ· ὃ μάλιστα ἐπὶ τῶν πολυωνύμων οἷόν τε γίνεσθαι. ἐπεὶ γὰρ τὸ ἑκάστου ὄνομα τῆς οὐσίας αὐτοῦ ἐστι δηλωτικόν οὗ γὰρ ὁ ὁρισμὸς δηλωτικός, τούτου καὶ τοὔνομα), καὶ ὁ τοιοῦτον ἴδιον ἀποδιδοὺς τὸ τῆς οὐσίας αὐτοῦ δηλωτικὸν ὡς ἴδιον <ἂν> ἀποδοίη. κεῖται δὲ ὅτι τὸ εἶναι καὶ τὴν οὐσίαν τινὸς δηλοῦν οὐκ ἴδιον· οὐ γὰρ ἦν ἴδιον τὸ σημαῖνον τὸ τί ἦν εἶναι, καὶ ἐν τῇ τῶν προβλημάτων διαιρέσει ὁρικὰ εἶπεν εἶναι τὰ τοιαύτα. Οἷον ἐπεὶ ὁ θεὶς ζῴου ἴδιον τὸ οὐσία ἔμψυχος. <Ὁ θεὶς ζῴου ἴδιον τὸ οὐσία ἔμψυχος> (δεῖ δὲ προσκεὶσθαι καὶ τὸ ‘αἰσθητική’) ἀντικατηγορούμενον ἀπέδωκεν οὐκέτι ἴδιον <ὄν>· τοῦ ζῴου τὸ ‘αἰθητική’) ἔμψυχος αἰσθητική’ ἀντικατηγορεῖται· πᾶν γὰρ ζῷον οὐσία ἔμψυχος αἰσθητική, καὶ πᾶσα οὐσία ἔμψυχος αἰσθητικὴ ζῷον. Ἐπιζητήσειε δ’ ἄν τις ἐπὶ τῶν λεγομένων ἑτερωνύμων, εἰ μὴ οἷόν τε θατέρου ἕτερον ἴδιον ἀποδίδοσθαι, οἷον τὸ σημεῖον, τὸ ἀμερές, τὸ ἐλά- χιστον ἢ ἀδιάστατον· δοκεῖ γὰρ ἐπὶ τούτων καὶ τὰ σημαινόμενα διαφέρειν. οἷς δ’ ἄν προσῇ καὶ σαφεστέρως καὶ γνωριμωτέρως, μᾶλλον ἐναρμόττει. Ἔπειτα ἐπὶ τῶν ὁμοιομερῶν σκεπτέον ἐστίν, ἀνασκευάζοντα μὲν εἰ τὸ τοῦ ὅλου ἴδιον. [Ἐπεὶ ἡ διαίρεσις ἡ ἀπὸ τοῦ ὅλου εἰς μέρη ἢ εἰς ὁμοιομερῆ γίνεται ἢ εἰς ἀνομοιομερῆ, παραδίδωσι τόπους καὶ ἀπὸ τῶν ὁμοιομερῶν. καὶ ἀνασκευάζοντα μέν· εἰ ἀπεδόθη ἴδιον τοῦ ὅλου, τοῦτο δὲ οὐ προσαρμόζει καὶ τῷ μέρει, οὐ καλῶς ἦν ἀποδεδομένον τὸ ἴδιον· ἢ εἰ ὃ τοῦ μέρους ἴδιον ἀπεδόθη, καὶ τῳ ὅλῳ οὐ προσαρμόζει, οὐ καλῶς εἴη ἂν ἀποδεδομένον τὸ ἴδιον. τοῦτο δὲ γίνεται ἐπί τινων, τὸ ἀποδιδόναι μὲν ἴδιον ἐπὶ τὸ σύμπαν ἐνίοτε ἀποβλέψαν|τα, τὸ δὲ ἀποδοθὲν ἴδιον μὴ προσαρμόζειν τῷ μέρει· οἷον τῆς θαλάσσης ἴδιον τὸ πλεῖστον ἁλμυρὸν ὕδωρ. τοῦτο δὲ οὐ προσαρμόζει τῷ μέρει· οὐ γὰρ ἂν σχοίης ἀποδοῦναι τῆς θαλάσσης τινὸς τὸ πλεῖστον ἁλμυρὸν ὕδωρ, ἐπειδὴ ἡ τὶς θάλασσα μόριόν ἐστιν ἐλάχιστον τῆς ὅλης. πῶς ἄν οὖν εἴποιμεν ἐπ’ αὐτοῦ τὸ πλεῖστον; ὥστε οὐδ’ αὐτῆς τῆς θαλάσσης εἴη ἄν ἴδιον τὸ ἀποδοθέν, ἐπεὶ οὐ προσαρμόζει καὶ τῷ μέρει. ῥεῖ. πολλάκις δ’ ἄν ἀποδοίη τις ἴδιον τοῦ μέρους αὐτῷ μὲν τῷ μέρει ἐπισκεψάμενος ἴδιον ἀποδιδόναι μὴ προσαρμόζον δὲ καὶ τῷ ὅλῳ· οὐδὲ οὗτος ἀποδοίη ἄν τὸ ἴδιον καλῶς. εἰς τὸν αὐτὸν τόπον.] Δῆλον ὅτι τῶν ὁμοιομερῶν τὰ μόρια πάντα ἀλλήλοις τε καὶ τῷ ὅλῳ τῆς αὐτῆς ἐστιν οὐσίας· διὸ καὶ ὁ αὐτὸς ὅρος τῷ τε ὅλῳ καὶ ἑκάστῳ τῶν μορίων αὐτοῦ ἐφαρμόζει. ἐπεὶ τοίνυν τοιαῦτα τὰ ὁμοιομερῆ εἶναι δοκεῖ, δῆλον ὅτι καὶ τὸ ὁμοιομεροῦς τινος ἴδιον ἀποδεδομένον παντὶ ὑπάρπροσθετέον χεῖ τῷ ὁμοιομερεῖ, ὁμοίως ὅλῳ τε καὶ τοῖς μέρεσιν αὐτοῦ. ἄν δή τις τοιοῦτον ἴδιον τῶν ὁμοιομερῶν τινος ἀποδῷ, ὃ τῷ ὅλῳ μὲν ὑπάρχει τοῖς δὲ μέρεσιν αὐτοῦ μηκέτι, ἡ ἔμπαλιν, ἀνασκευάζομεν ὡς οὐκ ἔστιν ἴδιον τὸ ἀποδιδόμενον ἴδιον. δεῖ οὖν τὸ ἀποδιδόμενον ἴδιον ὁμοιομεροῦς τινος καὶ τῷ ὅλῳ καὶ τοῖς μέρεσιν αὐτοῦ ὑπάρχειν. οὕτω γῆς ἴδιον τὸ κάτω φέρεσθαι κατὰ φύσιν· καὶ γὰρ κατὰ πάσης γῆς καὶ κατὰ τινὸς ἀληθεύεται· ἔστι γὰρ καὶ τῆς τινὸς γῆς, καθόσον ἐστὶ γῆ, ἴδιον τὸ κάτω φέρεσθαι κατὰ φύσιν, οὐ καθὸ ὁμοιομερής, ὥσπερ οὐδὲ τῆς πάσης καθὸ πᾶσα. τὸ δὲ ἔστι δὲ αὐτῶν ἴδιον κατὰ τὸ σύμπαν δηλωτικόν ἐστι τοῦ τε ὡς ὅλου λαμβανομένου καὶ τῶν μορίων ἑκάστου. Ἔπειτα ἐκ τῶν ἀντικειμένων σκεπτέον ἐστίν. Ἐκ τῶν ἀντικειμένων παραδίδωσι καὶ πρὸς ἀνασκευὴν καὶ πρὸς κατασκευὴν τῶν ἰδίων τόπους, ὥσπερ ἐποίησε καὶ ἐπὶ τῶν πρὸς τὸ συμβεβηκὸς καὶ πρὸς τὸ γένος παραδοθέντων τόπων. καὶ ἐπεὶ τετραχῶς τὰ ἀντικείμενα, πρῶτον ἀπὸ τῶν ἐναντίων ἄρχεται. Τῷ βελτίστῳ δὲ τὸ χείριστον. Πάσης γὰρ ἀρετῆς τοῦτο· εἰ γὰρ ἀρετῆς λόγος ἕξις ἡ βελτίστη, εἴη ἄν τῆς κακίας ἴδιον τὸ χείριστον. οὐκέτι δὲ τῆς δικαιοσύνης τὸ βέλτιστον ἴδιον· οὐκ ἄν εἴη τῆς ἀδικίας ἴδιον τὸ χείριστον. καὶ γὰρ ἐπὶ ταύτης ὁ αὐτὸς λόγος· πάσα γὰρ κακία ἕξις ἐστὶν ἡ χειρίστη. οἷον ἐπεὶ λέγεται διπλάσιον μὲν πρὸς ἥμισυ. Ἀντικειται γὰρ τὸ μὲν διπλάσιον πρὸς τὸ ἥμισυ, τὰ δὲ δύο πρὸς τὸ ἐν, τὸ δὲ ἓν πρὸς δύο, καθόσον τὰ μὲν δύο πρὸς ἓν διπλασίου σημαίνει λόγον, τὸ δὲ ἓν πρὸς δύο ἡμίσεος. ταῦτα δὲ οὐ πρός τι κυρίως· οὐ γὰρ λέγεται τὰ δύο τοῦ ἑνὸς δύο ἢ τὸ ἓν τῶν δύο ἕν, οὐδὲ ἐν τῇ πρὸς ἄλληλα σχέσει τὸ εἶναι ἔχει. εἴη δ’ ἄν οἰκειότερον τῷ προκειμένῳ παράδειγμα, εἰ ληφθείη ἡμῖν μία μὲν ἀντίθεσις κατὰ τὸ πρός τι αἴσθησις, αἰσθητόν, ἑτέρα δὲ ἀντίληψις διὰ σώματος καὶ ἀντιληπτὸν διὰ σώματος· εἰ γὰρ αἰσθήσεως ἴδιον ἡ διὰ σώματος ἀντίληψις, εἴη ἄν καὶ τοῦ αἰσθητοῦ ἴδιον τὸ διὰ σώματος ἀντιληπτόν. οὐκ ἔστι δὲ τοῦ διπλασίου ἴδιον τὸ ὑπερέχον· οὐ γὰρ μόνον τοῦτο ὑπερέχον. Τρίτον ἀνασκευάζοντα μὲν εἰ τῆς ἕξεως τὸ καθ’ ἕξιν λεγόμενον. Ὅτι δύο οὐσῶν ἀντιθέσεων καθ’ ἕξιν καὶ στέρησιν, ἐὰν μὴ ἡ ἕξις τῆς ἕξεως ἰήιον ᾖ, οὐὁὲ ἡ στέρησις τῆς στερήσεως· ἐὰν δὲ ἡ ἕξις τῆς ἕξεως ἴδιον, καὶ ἡ στέρησις τῆς στερήσεως, καὶ ἔμπαλιν. Ἔπειτα ἐκ τὼν φάσεων καὶ τῶν ἀποφάσεων. Τουτεστιν εἰ τὸ καταφασκομενον αὐτοῦ ἰήιον εἴη, ἀδύνατον αὐιου τὸ ἀποφασκόμενον ἴδιον εἶναι, καὶ ἔμπαλιν. φάσιν δὲ τὴν κατάφασιν λέγει. ἐπιζητήσαι δ’ ἄν τις πῶς πρὸς κατασκευὴν οὐ χρήσιμος ὁ τόπος· ὁ γὰρ τὸ ἕτερον αὐτῶν δείξας μὴ ὑπάρχον τὸ ἕτερον ὑπάρχον ἔδειξεν· οὐδὲν γὰρ μεταξὺ τῆς ἀντιφάσεως. ἢ ὑπάρχον μὲν αὐτῷ δείκνυται, οὐ μὴν καὶ ὡς ἴδιον ὑπάρχον. ἢ δύναται μηδὲ τὴν ἀρχὴν ὑπάρχειν αὐτῷ τὸ ἀντικεί- μενον τῷ μὴ ιοιῳ, εἰ τὸ οειχθεν μὴ ιοιον ὑπάρχει μὲν αὐτῷ, μὴ ὡς ἰήιον δέ· οὐ γάρ, εἰ τοῦ ἀνθρώπου μή ἐστιν ἴδιον τὸ ἔμψυχον, ἤδη αὐτῷ καὶ οὐχ ὑπάρχει. οἰκειότερον δὲ ἐπὶ τοῦ ζῴου τὸ αἰσθητικὸν μεταλαμβάνειν ἀντὶ τοῦ ἐμψύχου· τὸ γὰρ ἔμψυχον ὑπάρχει μὲν αὐτῷ, οὐχ ὡς ἴδιον δέ. ἔστι δὲ ὁ μὲν πρῶτος τόπος ἐκ μάχης καὶ ἀνασκευαστικὸς μένον, ὁ δὲ δεύτερος οὔ. καὶ ἀμφοτέροις ἐν τοῖς ἑξῆς φησι μὴ δεῖν τὸ ἴδιον ἀποφα- τικὸν εἶναι ὡς καὶ τῷ μὴ ὄντι ὑπάρχον· “ἀπόφασις γὰρ φάσει ὑπάρχει 201 μέν, οὐχ ὡς ἴσιον δέ.’’ Δεύτερον δὲ ἐκ τῶν κατηγορουμένων ἢ μὴ κατηγορουμένων καὶ ἐξ ὧν κατηγορεῖται ἢ μὴ κατηγορεῖται. Μὴ κατηγορούμενα λέγει τὰ ἀποφατικῶς κατηγορούμενα, καὶ καθ’ ὧν μὴ κατηγορεῖται τὰ ἀποφατικῶς ὑποκείμενα. Λαμβάνει γὰρ δύο ὑποκείμενα, ἓν κατηγορικὸν καὶ ἕτερον στερητικόν, καὶ δύο ἴδια ὅμοια. φησὶν οὖν, ὅτι εἰ τῆς καταφάσεως, οἷον τοῦ ἀνθρώπου, οὐκ ἔστιν ἴδιον ἡ φάσις, ἤγουν τὸ ζῷον, οὐδὲ ἡ ἀπόφασις, ἤγουν τὸ μὴ ζῷον, ἔσται ἔσται τοῦ μὴ ἀνθρώπου. ὁμοίως δὲ καὶ τὸ ἐναντίον. εἰκότως δὲ εἶπε τὸν ἄνθρωπον φάσιν, ἐπεὶ μέρος ἐστὶ προτάσεως. Τρίτον δὲ ἐξ αὐτῶν τῶν ὑποκειμένων. Παραδοὺς πρῶτον τόπον ἀπὸ τῶν ἀντικειμένων κατὰ κατάφασιν καὶ ἀπόφασιν ἀνασκευαστικόν, ἐν ᾧ ἓν μὲν ἦν τὸ ὑποκείμενον, τούτου δὲ κατηγορούμενον τὸ αὐτὸ ποτὲ μὲν καταφατικῶς λαμβανόμενον ποτὲ δὲ ἀποφατικῶς, ὅ ἐστι κυρίως ἀντίφασις, δεύτερον δὲ ἐν ᾧ καὶ τὰ ὑποκείμενα δύο καὶ τὰ κατηγορούμενα δύο ἐλαμβάνετο, ἐν μὲν τῷ ἑτέρῳ αὐτῶν καταφα- τικῶς εἰλημμένα ἐν δὲ τῷ ἑτέρῳ ἀποφατικῶς, καὶ δείξας τοῦτον καὶ πρὸς ἀνασκευὴν καὶ πρὸς κατασκευὴν χρήσιμον, τρίτης μνημονεύει ἀντιθέσεως, ἐν ᾗ τὸ κατηγορούμενον ἓν λαμβάνει δύο δὲ τὰ ὑποκείμενα αὐτῷ τούτῳ, ἀνὰ μέρος αὐτῷ ποτὲ μὲν καταφατικῶς ὑποκείμενα ποτὲ δὲ <ἀποφατικῶς, ἐναντίως> ἀντιφατικῶς ἀντικείμενα ἢ ὡς εἶχεν ἐπὶ τοῦ πρώτου τόπου. τῶν δὲ εἰρημένων τριῶν τόπων μόνος ὁ πρῶτος τόπος ἀντίφασιν εἴληφε καὶ ἐπὶ ἀντιφάσεως τὴν δεῖξιν ποιεῖται. ‘Oρμἄται οὖν οὗτος ἀπ’ αὐτῶν τῶν ὑποκειμένων καὶ φησίν, εἰ ἀποδοθείη τῆς φάσεως ἴδιον, ἤγουν τοῦ καταφατικῶς λεγομένου ὑποκειμένου, οἷον τοῦ ζῴου τὸ ἔμψυχον, οὐκ ἄν εἴη τὸ αὐτὸ τῆς ἀποφάσεως, ἤγουν τοῦ ἀποφατικῶς λεγομένου ὑποκειμένου, ἴδιον, οἷον τοῦ μὴ ζῴου τὸ ἔμψυχον· εἴη γὰρ ἂν ἴδιον ἓν πολλῶν ὑποκειμένων καὶ ἀντιφατικῶς ἀντικειμένων. ὁμοίως καὶ τὸ ἀνάπαλιν· εἰ γὰρ τοῦ μὴ ζῴου ἴδιον τὸ ἀναίσθαητον, τοῦ ζώου τοῦτο οὐκ ἔσται ἴδιον. τὸν δὲ κατασκευάζοντα τόπον ἐν τοῖς τοιούτοις ψευδῆ εἶναί φησι. καὶ τίθησι καὶ τὴν αἰτίαν λέγων ὅτι οὔτε ἡ φάσις τῆς ἀποφάσεως ο.ὔτε ἡ ἀπόφασις τῆς φάσεως ἐστιν ἴδιον. τὴν μὲν γὰρ φάσιν ὡς θέσιν ἀδύνατον ὑπάρχειν ἴδιον τῆς ἀποφάσεως, ἥτις ἀναίρεσίς ἐστι καὶ ἀνυπαρξία· τὴν δὲ ἀπόφασιν τῇ καταφάσει ἐνδέχεται μὲν ὑπάρχειν, ἀλλ’ οὐχ ὡς ἴδιον. οἷον τὸ μὴ ὂν δοξαστόν ἐστιν οὐχ ὡς τὸ λευκὸν ἀνθρώπῳ, ἀλλ’ ὡς μὴ ὄν· δόξα γὰρ αὐτοῦ ἐστιν οὐχ ὅτι ἔστιν, ἀλλ’ ὅτι οὐκ ἔστιν. ἀλλ’ οὐκ ἔστιν ἰήιον τοῦ μὴ ὄντος τὸ δοξαστόν· ἔστι γὰρ καὶ τοῦ ὄντος. Ἔπειτα δὲ ἑκτῶν ἀντιδιῃρημένων. Ἀντιδιῃρημένα ἀλλήλοις λέγεται ὅσα ἐκ τοῦ αὐτοῦ γένους κατὰ τὴν αὐτὴν διαίρεσιν κεχώρισται ἀλλήλων. ἐὰν οὖν τις τῶν ἀντικδιῃρημένων ἀλλήλοις τι ἀποδῷ ἴδιον ἄλλου τινὸς τῶν καὶ αὐτῶν ἀντιδιῃρημένων ἀλλήλοις κατ’ ἄλλην διαίρεσιν ἐκ τοῦ αὐτοῦ γένους ἢ κατ’ ἄλλην ἐπιβολὴν ἐξ ἄλλου γένους, ἐπιβλεπτέον, φησίν, ἐν ἄλλῳ τῶν κατὰ τὴν αὐτὴν διαίρεσιν τῷ ἀποδιδομένῳ ἰδίῳ, εἰ ἄλλου τινός ἐστιν ἴδιον τῶν ἀντιδιῃρημένων τούτῳ οὗ ἐκεῖνο ἴδιον ἀπεδόθη· ἂν γὰρ μηδὲν τῶν ἐκείνῳ ἀντιδιῃρημένων, οὐδ’ ἄν τὸ ἀποδιδόμενον ἴδιον εἴη τοῦ οὗ ἀποδίδοται. ἐὰν δὲ τὸ ἕτερον τοῦ ἑτέρου ἴδιον ᾖ ἢ τἆλλα τῶν ἄλλων, εἰ πλείω εἴη τὰ ἀντιδιῃρημένα, εἴη ἂν διὰ τούτου δεικνύμενον ὅτι καὶ τὸ ζητούμενον ἴδιόν ἐστιν οὗ ἀπεδόθη. οἷον ἀντιδιῃρημένα ὡς ἴδια τό τε ζῷον αἰσθητὸν καὶ τὸ ζῷον νοητόν, καὶ ἀντιδιῃρημένα ὡς ὑποκείμενα τά τε θνητὰ ζῷα καὶ ὁ ἀθάνατος θεός· φησὶν οὖν, εἰ τὸ ζῷον αἰσθητὸν οὐκ [ἄν] εἴη ἴδιον τῶν θνητῶν ζῴων, οὐδὲ τὸ ζῷον νοητὸν εἴη ἂν ἴδιον τοῦ ἀθανάτου θεοῦ. ἐπὶ δὲ τοῦ κατασκευαστικοῦ τόπου κέχρηται παραδείγματι τοιούτῳ. λαβὼν ὡς ὅλου τῆς ψυχῆς ἀντιδιηρημένα μέρη ἀλλήλοις τό τε λογιστικὸν καὶ τὸ θυμικὸν καὶ τὸ ἐπιθυμητικόν, λαβὼν δὲ καὶ τῆς ἀρετῆς, ἥτις ἐν ψυχῇ γίνεται, τὰς ἀντιδιῃρημένας ἀλλήλαις ἀρετάς, φρόνησιν, ἀνδρείαν, σωφροσύνην, δείκνυσιν, ὅτι ἐπεὶ τῆς φρονήσεως ἴδιόν ἐστι τὸ καθ’ αὑτὸ πεφυκέναι τοῦ λογιστικοῦ ἀρετὴν εἶναι καὶ τῆς ἀνδρείας τοῦ θυμικοῦ, εἴη ἄν καὶ τῆς σωφροσύνης τὸ τοῦ ἐπιθυμητικοῦ καθ’ αὑτὸ. ἀρετὴν εἶναι. Ἔπειτ’ ἐκ τῶν πτώσεων, ἀνασκευάζοντα μέν. Πτώσεις ἰδίως αὐτῷ λέγειν ἔθος τὸ μὲν δικαίως τοῦ δίκαιος τὸ δὲ ἀνδρείως | τοῦ ἀνδρεῖος, νῦν δὲ πτώσεις ἑκάτερα ἑκατέρων λέγει. ἔθος δὲ αὐτῷ καὶ τὰ σύστοιχα πάντα πτώσεις λέγειν. σύστοιχα δὲ ἀλλήλοις τὸ δικαίως καὶ τὸ δίκαιον καὶ ἡ δικαιοσύνη· ταῦτα γὰρ ὅμοια ἀλλήλοις. ἐὰν οὖν ἡ πτῶσις τῆς πτώσεως μὴ ᾖ ἴδιον, οὐδ’ ἄν αὐτό, οὗ ἡ πτῶσις οὐκ ἦν ἴδιον, τοῦ λοιποῦ εἴη ἴδιον. εἰ δὲ ἡ πτῶσις τῆς πτώσεως ἐστιν ἴδιον, καὶ τὸ οὗ ἡ πτῶσις ἴδιον <ἦν, ἔσται ἴδιον> ἐκείνου οὗ τῆς πτώσεως πτῶσις ἴδιον. οὐ μόνον δέ, φησίν, ἐπὶ τοῦ εἰρημένου <τῷ> κατὰ πτώσεις δεῖ χρῆσθαι ἀλλὰ καὶ ἐπὶ τῶν ἀντικειμένων ττούτῳ, καθάπερ καὶ ἐπὶ τῶν πρότερον τόπων εἴρηται τῶν πρὸς τὸ συμβεβηκός. ἰστέον δὲ καὶ τοῦτο, ὅτι φανερῶς ἐπὶ τῶν παραδειγμάτων δείκνυσιν ὅτι τῷ τῆς πτώσεως ὀνόματι κοινότερον νυν ἐπὶ τῶν συστοίχων κέχρηται· οὐ γὰρ μόνον ἐπὶ τῶν πτώσεων ἀλλ’ ἁπλῶς ἐπὶ τῶν συστοίχων ὁ τόπος ἀνασκευἀστικὸς καὶ κατασκευαστικός ἐστιν. Ἔπειτα ἐκ τῶν ὁμοίως ἐχόντων. Εἴη δ’ ἄν ὁ τόπος οὗτος ἐφαρμόζων καὶ τοῖς κατὰ ἀναλογίαν· ὡς γὰρ ἐν θαλάττῃ γαλήνη, οὕτως καὶ ἐν ἀέρι νηνεμία. ἡ γὰρ ἀναλογία ὁμοιότης· ὥστε, εἰ μὴ θάτερον θατέρου ἴδιον, οὐδ’ ἄν θάτερον εἴη τοῦ λοιπῦ· ἢ εἰ τὸ ἕτερον τοῦ ἑτέρου ἴδιον, καὶ τὸ λοιπὸν τοῦ λοιποῦ. Ἔπειτα ἐκ τῶν ὡσαύτως ἐχόντων. Τίνα μέν ἐστι τὰ ὡσαύτως ἔχοντα καὶ τίς διαφορὰ τῶν ὁμοίως ἐχόντων, αὐτὸς μετ’ ὀλίγον λέγει· τὸ γὰρ ὡσαύτως ἔχον ἓν πρὸς πλείω συγκρίνεται, δὲ ὁμοίως ἔχοντα ἐδείχθη ὅτι δύο πρὸς δύο τὴν σύγκρισιν ἔλαβεν· εἰ γὰρ μὴ ἴδιον τὸ ὁμοίως πρός τι ἔχον ἐκείνου, οὐδὲ τὸ ὁμοίως ἐκείνῳ πρός τι ἔχον ἄλλο ἴδιον ἐκείνου ἐγίνετο. ἐπὶ δὲ τῶν ὡσαύτως ἐκόντων ἕν τι λαμβάνεται πρὸς δύο ὁμοίως ἔχον ἢ δύο πρὸς ἕν· ὧν δύο εἰ μὲν τὸ ἕτερον μὴ εἴη ἴδιον τοῦ πρὸς ἄμφω ὁμοίως ἔχοντος, οὐδ’ ἄν τὸ ἕτερον αὐτοῦ ἴδιον εἴη· ἐὰν δὲ ἓν πρὸς δύο διαφέροντα ἀλλήλων ὁμοίως δοκοῦν ἔχειν τοῦ ἑτέρου αὐτῶν ἡ ἴδιον, οὐκ ἔσται καὶ τοῦ λοιποῦ ἴδιον τῷ μὴ δύνασθαι τὸ αὐτὸ πλειόνων ἴδιον εἶναι, εἴ γέ ἐστιν ἴδιον ὃ μόνῳ τινὶ ὑπάρχει. εἰ γὰρ ἡ φρόνησις ὁμοίως ἔχειν δοκοῦσα πρός τε τὸ καλὸν καὶ τὸ αἰσχρὸν τῷ ἀμφοτέρων αὐτῶν ἐπιστήμην δοκεῖν εἶναι, εἰ μὴ τοῦ ἑτέρου αὐτῶν εἴη ἴδιον, καὶ τοῦ λοιποῦ οὐκ ἂν εἴη ἴδιον. αὐτὸς δὲ ἀνάπαλιν λαμβάνει, εἰ τῆς φρονήσεως ἴδιον τὸ ἐπιστήμην εἶναι καλοῦ, μηκέτι αὐτῆς ἴδιον ἔσεσθαι τὸ ἐπιστήμην εἶναι αἰσχροῦ· εἶτα ἐπενεγκὼν τὸ ἀδύνατον γὰρ εἶναι τὸ αὐτὸ πλειόνων ἴδιον ἤλεγξε τὸ ἁμάρτημα. ἐπιζητήσειε δ’ ἄν τις πῶς ἔτι δύναται τὸ αὐτὸ πρὸς ἄμφω ὁμοίως ἔχειν, εἰ ἔστι μόνου τοῦ ἑτέρου αὐτῶν ἴδιον. ἢ καὶ τοῦτο συναποδείκνυσι τὸ δοκοῦν ὁμοίως ἔχειν μὴ ἔχειν ὁμοίως. Κατασκευάζοντι δὲ οὐδὲν οὗτος ὁ τόπος χρήσιμος. Πρὸς κατασκευὴν οὐδέν φησι χρήσιμον εἶναι τὸν τόπον. τὴν δὲ αἰτίαν οὐ προστίθησιν ἀλλ’ ἢ μόνον τὸ γὰρ ὡσαύτως ἔχον ἓν πρὸς πλείω συγκρίνεται. καὶ ἔοικε διὰ τούτου δυνάμει λέγων· οὐ γὰρ τὸ εἶναι τοῦ ἑτέρου αὐτῶν ἴδιον τὸ πρὸς ἄμφω ὡσαύτως ἔχον κατασκευαστικόν ἐστι τοῦ καὶ τοῦ ἑτέρου αὐτῶν ἔσεσθαι ἴδιον, ἀλλ’ ἀνασ·κευαστικόν. οὐ γάρ ἄν δειχθῇ τοῦ ἑτέρου ἴδιον ὄν, κατασκευάζεται ὅτι καὶ τοῦ λοιποῦ· ποῦ· τοὐναντίον γὰρ ἀνασκευάζεται· ἓν γὰρ πρὸς δύο συγκρίνεται, καὶ τὸ ἴδιον πλειόνων εἶναι ἴδιον οὐ δύναται. Ἔπειτα ἀνασκευάζοντα μὲν εἰ τὸ κατὰ τὸ εἶναι λεγόμενον μή ἐστι τοῦ κατὰ τὸ εἶναι λεγομένου ἴδιον. Ἐπεὶ τὸ ἴδιόν τινος ἀναγκαῖον ὄντος εἶναι καὶ γινομένου γίνεσθαι καὶ φθειρομένου φθείρεσθαι, εἰ ἐπί τινος τούτων διαφωνεῖ, οὐδ’ ἐπὶ τῶν ἄλλων ἄν εἴη ἴδιον. εἰ δ’ ἐπί τινος ἴδιον τούτων τὸ ἀποδοθέν, ἔσται καὶ ἐπὶ τῶν λοιπῶν. Ἔπειτα ἐπιβλέπειν ἐπὶ τὴν ἰδέαν τοὺ κειμένου. Ὅτι ἐὰν τὸ ἀποδιδόμενον ἴδιόν τινος μὴ ὑπάρχῃ τῇ ἰδέᾳ τοῦ πράγματος οὗ τὸ ἴδιον ἀπεδόθη, ἢ ὑπάρχῃ μὲν αὐτῇ, μὴ καθὸ δὲ ἰδέα αὐτοῦ ἐστιν οὗ λέγεται, οὐκ ἔστιν ἴδιον τὸ ἀποδοθὲν ἴδιον. οἷον ἐπεὶ τῷ αὐτοανθρώπῳ, ὅ ἐστιν ἰδέα ἀνθρώπου, οὐχ ὑπάρχει τὸ ἠρεμεῖν, ὅτι ἰδέα ἀνθρώπου ἐστὶ καὶ ἄνθρωπος, ἀλλὰ καθὸ ἰδέα πάσαις γὰρ ταῖς ἰδέαις τοῦτο ὑπάρχει), οὐκ ἀνείη ἀνθρώπου ἴδιον τὸ ἠρεμεῖν. πάλιν δὲ ἐπεὶ ὑπάρχει τῷ αὐτοζῴῳ τὸ ἐκ ψυχῆς καὶ σώματος συγκεῖσθαι, ὑπάρχει δὲ τούτῳ καθὸ <ζῷον, οὐ καθὸ> ἰδέα, εἴη ἄν ἴδιον τὸ ἐκ ψυχῆς καὶ σώματος συγκεῖσθαι. κοινότερον δὲ ὡς ἐν τοῖς πλείστοις καὶ νῦν τῷ παραδείγματι κέχρηται τῷ αὐτοζῷον συγκεῖσθαι ἐκ ψυχῆς καὶ σώματος· ἕπεται μὲν γὰρ ἴσως τοῦτο, οὐ μὴν συγχωρεῖται ὑπὸ τῶν τὰς ἰδέας τιθέντων. Ἔπειτα ἐκ τοῦ μᾶλλον καὶ ἧττον. Ἐκ τοῦ μᾶλλον καὶ ἧττον καὶ τῶν τοιούτων ὑπερθέσεων, τοῦ μάλιστα καὶ ἥκιστα καὶ ἐλάχιστα, ὅτι ὡς ἔχει ἐπὶ τοῦ ἑνός, <οὕτως> καὶ τῶν λοιπῶν ἢ τῶν πλείστων, καὶ ὡς ἐπὶ τῶν ἁπλῶς, οὕτως καὶ ἐπὶ τῶν συγκριτικῶν. τέσσαρες δέ εἰσι τόποι οἱ ἀπὸ τοῦ μᾶλλον, ἓν περὶ ἑνός, δύο περὶ δύο, ἓν περὶ δύο, δύο περὶ ἑνός. καὶ ἔστιν ὁ μὲν πρῶτος κατασκευαστικὸς καὶ ἀνασκευαστικὸς ὁποτέρωθεν, ὁ δὲ δεύτερος καὶ ὁ τέταρτος ἀπὸ μὲν τοῦ μᾶλλον ἀνασκευαστικοί ἀπὸ δὲ τοῦ ἧττον κατασκευαστικοί, ὁ δὲ τρίτος μόνον ἀνασκευαστικός. ἐπιζητήσειε δ’ ἄν τις εἰ πάντως ἕπεσθαι δεῖ τοῖς συγκριτικοῖς τὰ ἁπλᾶ· δοκεῖ γὰρ ἐπί τινων μὴ ἕπεσθαι· μᾶλλον γὰρ καὶ ἧττον ἀὴρ βαρύς, οὐ μὴν καὶ ἁπλῶς βαρύς, καὶ γῆ μᾶλλον καὶ ἧττον κούφη <, οὐ οὐ μὴν καὶ ἀπλῶς κούφη>. ἢ ἐπὶ τούτων οὐχ ἕπεται σύγκρισιν τὸ ἁπλῶς, ὅτι μὴ κυρίως ἐπ’ αὐτῶν λαμβάνεται τὰ κατὰ σύγκρισιν λεγόμενα. τὸ βαρὺ καὶ τὸ κοῦφον, ἀλλ’ ὁμωνύμως· ὡς γὰρ ἐν τούτοις μᾶλλον, ἁπλῶς δ’ οὔ. τοῖς δὲ παραδείγμασι τούτοις] καὶ ἐπὶ τῶν τόπων τούτων κοινότερον κέχρηται· ἐπὶ γὰρ οὐσιῶν, αἳ οὐκ ἐπιδέχονται τὸ μᾶλλον καὶ τὸ ἧττον, πεποίηται τὸν λόγον. εἴη δ’ ἄν οἰκειότερον ἐπὶ ἡδονῆς καὶ ἀγαθοῦ τὸν λόγον πεποιῆσθαι· εἰ γὰρ ἡ μᾶλλον ἡδονὴ μή ἐστιν μᾶλλον ἀγαθόν, οὐδὲ αἱ ἄλλαι. ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων τῶν τε ἀνασκευαστικῶν καὶ τῶν κατασκευαστικῶν. Δεύτερον ἀνασκευάζοντα μὲν εἰ τὸ μᾶλλον τοῦ μᾶλλον. Ὁσον μὲν ἐπὶ τῇ ἐκθέσει τοῦ τόπου τὸ αὐτὸ οὗτος δόξει λέγειν τῷ φθάνοντι εἰρῆσθαι· οὐ μὴν οὕτως ἔχει, ὡς διὰ τῶν παραδειγμάτων ἔδειξε. τότε μὲν γὰρ ἡ σύγκρισις ἡ κατὰ τὸ μᾶλλον ἦν αὐτῶν πρὸς αὐτὰ συγκρινομένων κρινομένων τῶν λαμβανομένων ἰδίων τε καὶ ὧν ἴδια· ζητουμένου γὰρ τοῦ εἰ τὸ κεχρῶσθαι ἴὸιον σώματος, ἑκάτερον αὐτῶν κατὰ τὸ μᾶλλον λαμβάνοντες, εἰ μὴ τὸ ἕτερον τοῦ ἑτέρου ἴδιον ἦν, ἀνῃροῦμεν καὶ τὸ ἁπλῶς τοῦ ἁπλῶς ἴδιον εἶναι. νῦν δὲ οὐκ αὐτῶν τὴν ἐπίτασιν πρὸς αὐτὰ λαμβάνει κατὰ τὸ μᾶλλον, ἀλλὰ τῶν ὑπαρχόντων αὐτοῖς· εἰ γὰρ τὸ μᾶλλόν τινι ὑπάρχον μή ἐστιν ἴδιον ἐκείνου, οὐδ’ ὃ ἧττον ὑπάρχει. καὶ εἰσὶν οὗτοι οἱ τόποι οἱ αὐτοὶ τοῖς ἀπὸ τοῦ μᾶλλόν τε καὶ ἧττον κυρίως, ὧν οἱ μὲν ἀπὸ τοῦ μᾶλλόν εἰσιν ἀνασκευαστικοί, οἱ δὲ ἀπὸ τοῦ κατασκευαστικοί. πρῶτον δὲ δύο τινὰ πρὸς δύο σχέσιν ἔχοντα κατὰ τὸ μᾶλλον καὶ τὸ ἧττον διαφέρουσαν λαμβάνει. Τρίτον ἀνασκευάζοντα μὲν εἰ οὗ μᾶλλόν ἐστιν ἴδιον. Ὁ μὲν πρῶτος τόπος ἑνὸς πρὸς ἓν ἐποιεῖτο τὴν σύγκρισιν, ὁ δὲ δεύοὐ τερος δυοῖν πρὸς δύο· οὗτος δὲ ἑνὸς πρὸς δύο, καὶ ἔστιν ἀνασκευαστικὸς μόνον. εἴτε γὰρ οὗ μᾶλλόν ἐστιν ἴδιον, μή ἐστιν ἴδιον, εἴτε ἐστίν, οὐκ ἔσται ἴδιον οὗ <ἡττον> ἐστιν ἴδιον· ὁ γὰρ ἀπὸ τοῦ μᾶλλον ἀνασκευαστικός ἐστιν, οὐ κατασκευαστικός. καὶ ἔστιν ἀδύνατον τὸ αὐτὸ πλειόνων ἴδιον εἷναι· διὸ οὐδ’ ἀπὸ τοῦ ἧττόν ἐστι κατασκευαστικός. Τέταρτον ἀνασκευάζοντα μέν. Τέταρτον τόπον ἀπὸ τοῦ μᾶλλον καὶ ἧττον παραδίδωσι καὶ ἀνασκευαστικὸν καὶ κατασκευαστικὸν δύο τινῶν πρὸς ἓν ἐχόντων τὴν κατὰ τὸ μἄλλον σύγκρισιν. Ἔπειτα ἐκ τῶν ὁμοίως ὑπαρχόντων. Παραδοὺς τοὺς ἀπὸ τοῦ μᾶλλόν τε καὶ ἧττον τόπους μέτεισιν ἐπὶ τοὺς ἀπὸ τῶν ὁμοίως ὑπαρχόντων. οὐκ εἰσὶ δὲ οὗτοι οἱ αὐτοὶ οἷς ἤδη ἀπὸ τῶν ὁμοίως ἐχόντων παρέδωκεν· ἐκεῖνοι μὲν γὰρ ἦσαν ἀπὸ τῶν ὁμοίως ἐχόντων πρός. τινα ἄλλα κατ’ ἀναλογίαν λαμβανόμενοι, οὗτοι δὲ ἀπὸ τῶν ὁμοίως ὑπαρχόντων τισίν· ἐρεῖ δὲ καὶ αὐτὸς αὐτῶν τὴν διαφοράν. οἱ μὲν οὖν ἀπὸ τοῦ μᾶλλον καὶ ἧττον τέσσαρες ἦσαν, οἱ δὲ ἀπὸ τῶν ὁμοίως ὑπαρχόντων τρεῖς. οὓς ἐκθήσεται· ὧν καὶ ἐν τοῖς πρὸς τὰ ἀπὸ τοῦ συμβεβηκότος προβλήματα τόποις ἐμνημόνευσεν. εἶπε δὲ ὅτι ἡ μὲν κατὰ τὸ μᾶλλόν τε καὶ ἧττον σύγκρισις καὶ αὐτῶν πρὸς αὐτὰ γίνεται, οὐ μόνον πρὸς ἄλληλα, ἡ δ’ ὁμοιότης ἐν πλείοσι μόνον. πρῶτον μὲν οὖν λαμβάνει τόπον ἀπὸ τῶν ὁμοίων ἀνασκευαστικὸν καὶ κατασκευαστικόν, εἰ δύο τινὰ δύο τισὶν ὁμοίως ὑπάρχει, δεύτερον δὲ ὁμοίως πρὸς ἄμφω χρήσιμον, σιμὸν, εἰ δύο τινὰ ἑνί τινι ὁμοίως ὑπάρχει, τρίτον δὲ ἀνασκευαστικὸν μόνον, εἰ ἓν δύο τισὶν ὁμοίως ὑπάρχει. Δεύτερον δὲ ἀνασκευάζοντα μὲν εἰ τὸ ὁρμίως ὂν ἴδιον αὐτοῦ μή ἐστιν ἴδιον. Ἐν τούτῳ θεωρεῖ, εἰ δύο ἴδια ὁμοίως ἑνὶ ὑπάρχει ἢ μὴ ὑπάρχει. καὶ ἐπὶ μὲν τοῦ μὴ ὑπάρχειν τίθησι παράδειγμα σαφές, τὸ ὁρᾶν καὶ τὸ ἀκούειν τοὐ ἀνθρώπου, ἐπὶ δὲ τοῦ ὑπάρχειν ἀσαφές. ἔστι δ’ ὃ λέγει τοιοῦτον· | εἰ ὁμοίως ἐστὶ ψυχῆς ἴδιον τὸ μέρους ἐπιθυμητικὸν εἶναι πρώτου καὶ λογιστικὸν ὡσαύτως μέρους πρώτου, εἴη ἄν ἴδιον αὐτῆς τὸ λογιστικὸν μέρους πρώτου, ὥσπερ καὶ τὸ ἐπιθυμητικὸν μέπους πρώτου ἴδιον αὐτῆς. τὸ δὲ τῆς ψυχῆς πρώτου μέρους εἷναι καὶ τὸ ἐπιθυμητικὸν καὶ τὸ λογιστικὸν ἐν τοῖς παραδείγμασιν ἔλαβεν, ὅτι καὶ ἀνθρώπου ἴδιον ἔστιν ὅτε τις λέγει τὸν μὲν θυμικὸν εἶναι τὸν δὲ ἐπιθυμητικόν, ἀλλ’ οὐ πρώτου. Τρίτον δὲ ἀνασκευάζοντα μὲν εἰ οὗ ὁμοίως ἐστὶν ἴδιον. Εἰ ἓν δύο τισὶν ὁμοίως ὑπάρχει, οἷον ἐπεὶ ὁμοίως ἐστὶν ἴδιον τὸ καίειν φλογὸς καὶ ἄνθρακος * * * * * ὅτι μὴ οἷόν τε τὸ αὐτὸ πλειόνων ἴδιον εἶναι, ἀλλ’ ἐν ᾧ τοῦ ἑτέρου αὐτῶν δείκνυσιν ἴδιον ὄν, ἅμα ἄν δεικνύοιτο ὅτι μηδὲ ὁμοίως ἀμφοτέροις ὑπάρχει. Ἔπειτα ἀνασκευάζοντα μὲν δυνάμει τὸ ἴδιον ἄπο διδούς. Εἴ τις ἴδιόν τινος ἀποδιδοὺς πρὸς δύναμιν, τουτέστι κατὰ δύναμιν αὐτοῦ ἀποδιδούς κατὰ δύναμιν δέ ἐστι τὸ ἐπιστήμης φέρε εἰπεῖν δεκτικόν, τὸ γελαστικόν, καὶ ὅσα οὐ κατ’ ἐνέργειαν πάρεστι τῷ πράγματι, ἀλλὰ λέ- γεται αὐτοῦ ἴδια τῷ δύνασθαι ἐν αὐτῷ γίνεσθαι), εἰ δή τις ἴδιόν τινος ἀποδιδοὺς πρὸς δύναμιν ἀποδίδωσι τὴν δύναμιν ταύτην πρός τι, ὃ δύναται καὶ μὴ εἶναι ὄντος αὐτοῦ οὗ ἴδιον ἀπεδόθη, μὴ ἐνδεχομένης τῆς δύνάμεως ταύτης ὑπάρχειν τῷ μὴ ὄντι οὐχ ὑγιῶς ἔσται τὸ ἴδιον ἀποδεδωκώς. To γὰρ τοιοῦτον ἴδιον οἷον ἀναπνεῖσθαι ἀναπνευστόν εστι. <Ἐπεὶ ἀναπνευστόν ἐστι> τὸ οἷόν τε ἀναπνέεσθαι, καὶ ἐπεὶ πεφυκὸς ὑπό τινος ἀναπνέεται, πᾶν δὲ τὸ ἀναπνέον ζῷον, πρὸς ζῷον ἄν εἴη τὸ ἀναπνευστὸν λεγόμενον ἴδιον, ὃ ἀπεδόθη τοῦ ἀέρος. εἰ δὲ τὸ ἀναπνευστὸν πρὸς τὸ ἀναπνέον λέγεται, εἰ μὴ εἴη τὸ ἀναπνέον, οὐδ’ ἄν τὸ ἀναπνευστὸν ἔτι εἴη. εἰ οὖν μὴ ὄντος τοῦ ζῴου ἀέρα μὲν ἐνδέχεται εἶναι, τὸ δὲ ἀναπνευστὸν οὐκέτι μὴ ὄντος τοῦ ἀναπνέοντος αὐτό, οὐκ ἂν εἴη τοῦ ἀέρος ἴδιον τὸ ἀποδεδομένον, εἴγε δεῖ μὲν τὸ ἴδιον ἀχώριστον εἶναι καὶ ἀεὶ ὑπάρχειν τῷ οὗ ἐστιν ἴδιον. Κατασκευάζοντα δὲ εἰ τῇ δυνάμει ἀποδιδοὺς τὸ ἴδιον. Ὅταν μὴ ὄντος τούτου, πρὸς ὃ ἡ δύναμις ἀποδέδοται, μηδὲ ἡ δύναμις ἔτι σώζηται τοῦ πράγματος οὗ τὸ ἴδιον ἀποδέδοται, οὐ καλῶς τὸ ἀποδοθέν. ἄν δὲ καὶ μὴ ὄντος τοῦ πρὸς ὃ λέγεται ἡ δύναμις, ἔτι μένῃ τὸ πρᾶγμα ἐν τῇ δυνάμει, τότε καλῶς ἄν εἴη τὸ κατὰ δύναμιν ἴδιον ἀποδεδομένον. τοῦ μὲν γὰρ ἀναπνευστὸν εἶναι τὸν ἀέρα ἡ δύναμις ἐν ἄλλῳ ἐστί, τῷ ζῴῳ, ὃ ἔστι καὶ μὴ εἶναι· τοῦ δὲ τὸ ὂν οἷόν τε παθεῖν ἢ ποιῆσαι ἡ δύναμις ἐν αὐτῷ καὶ μὴ ὄντος τοῦ πάσχοντος ἢ ποιοῦντος· τὴν γὰρ ἐνέργειαν ἐμπεπόδισται μὴ ὄντων ἐκείνων, τὴν δὲ δύναμιν ἐν ἑαυτῷ φυλάσσει. τοῦ μὲν <οὖν> πρὸς ὂν κατὰ δύναμιν ἀποδιδομένου ἰδίου παρέθετο, οὐκέτι δὲ καὶ τοῦ πρὸς μὴ ὂν ἐνδεχομένου μέντοι καὶ μὴ ὄντι αὐτῷ ὑπάρχειν. εἴη δ’ ἂν τοῦτο, εἴ τις ὕλης λέγοι ἴδιον τὸ τῶν ἐναντίων δεκτικόν· κἂν γὰρ μὴ ἐνεργείᾳ ὕλη λαμβάνηται, ἀλλὰ δυνάμει ὑπάρχει αὐτῇ τὸ κατὰ δύναμιν ἀποδεδομένον ἴδιον. [Κατασκευάζοντα δέ. φησί, δεῖ σκοπεῖν, εἰ τὸ δυνάμει ἴδιον ἀπέδωκεν ἢ πρὸς ὂν ἢ πρὸς μὄν, ἤτοι τὴν ὕλην, ἐν δεχομένης τῆς δυνάμεως, ἤγουν τοῦ δυνάμει, καὶ τῷ μὴ ὄντι ὑπάρχειν, ὅπερ ἐστὶν ἡ ὕλη· ἡ γὰρ ὕλη μὴ ὂν διὰ τὸ εἶναι πάντα δυνάμει καὶ μηδέν τι εἶναι ἐνεργείᾳ. εἰ οὖν ἀποδοίη τις τῇ ὕλῃ ἴδιον τὸ δεκτικὴν εἶναι πάντων δυνάμει γὰρ δεκτική ἐστι πάντων, εἴπερ τινὸς τῶν ὄντων οὐκ ἔστιν). ἡ εἰ ἀποδοίη τοῦ ὄντος δίον τὸ δυνατὸν παθεῖν ἢ ποιῆσαι πὰν γὰρ τὸ ὂν δυνατὸν ἢ παθεῖν ἢ ποιῆσαι), καλῶς ἀποδέδωκε τὸ ἴδιον ἑκατέρου.] Ἔπειτα ἀνασκευάζοντα μὲν εἰ ὑπερβολῇ τέθεικε τὸ ἴδιον. Τουτέστιν ὑπερθετικῶς. εἰ γὰρ δεῖ τὸ ἴδιον μόνῳ τε ὑπάρχειν καὶ συναναιρεῖσθαι αὐτῷ ἀναιρουμένῳ, τὸ δὲ καθ’ ὑπερβολὴν λεγόμενον οὐ συναναιρεῖται ἀναιρουμένῳ τῷ τὴν ὑπερβολὴν ἔχοντι διὰ τὸ τούτου ἀναιρεθέντος ἄλλο γίνεσθαι ἐν τῇ ὑπερβολῇ τὸ μετ’ ἐκεῖνο ὄν, εἰ δὲ τοῦτο, οὐ καθ’ οὗ ὁ λόγος ἤτοι τὸ ἴδιον], καὶ τὸ ὄνομα, καὶ οὐκ ἔστι ἴδιον τὸ οὕτως ἀποδοθέν. Φθαρέντος γὰρ τοῦ πυρὸς ἔσται τι ἄλλο γινόμενον ἐν ὑπερβολῇ, τὸ μετ’ ἐκεῖνο· ἔστω δὴ τοῦτο καθ’ ὑπόθεσιν ὁ ἀήρ· εἰ δὲ τοῦτο, συμβαίνει ὅτι οὐ καθ’ οὗ ὁ λόγος, καὶ τοὔνομα· τὸ μὲν γὰρ κουφότατον λέγεται κατὰ τοῦ ἀέρος, τὸ δὲ πῦρ, οὗ πρὸ τῆς φθορᾶς ἦν ἴδιον τὸ κουφότατον, οὐ λέγεται κατὰ τοῦ ἀέρος. ὥστε συμβαίνει τι ἄτοπον ἐκ τοῦ ὑπερθετικῶς ἀποδίδοσθαι τὸ ἴδιον, τὸ μὴ καθ’ οὗ τὸν λόγον, λέγεσθαι καὶ τοὔνομα.

---

Alexander of Aphrodisias, In Aristotelis topicorum libros octo commentaria, ed. Maximilian Wallies. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg006.local001/.
