# In Librum De Sensu Commentarium ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΕΙΣ TO ΠΕΡΙ ΑΙΣΘΗΣΕΩΣ KAI ΑΙΣΘΗΤΩΝ ΒΙΒΛΙΟΝ Β΄.1

Alexander of Aphrodisias, In Librum De Sensu Commentarium, ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΕΙΣ TO ΠΕΡΙ ΑΙΣΘΗΣΕΩΣ KAI ΑΙΣΘΗΤΩΝ ΒΙΒΛΙΟΝ Β΄. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/in-librum-de-sensu-commentarium/%CE%91%CE%9B%CE%95%CE%9E%CE%91%CE%9D%CE%94%CE%A1%CE%9F%CE%A5%20%CE%91%CE%A6%CE%A1%CE%9F%CE%94%CE%99%CE%A3%CE%99%CE%95%CE%A9%CE%A3%20%CE%95%CE%99%CE%A3%20TO%20%CE%A0%CE%95%CE%A1%CE%99%20%CE%91%CE%99%CE%A3%CE%98%CE%97%CE%A3%CE%95%CE%A9%CE%A3%20KAI%20%CE%91%CE%99%CE%A3%CE%98%CE%97%CE%A4%CE%A9%CE%9D%20%CE%92%CE%99%CE%92%CE%9B%CE%99%CE%9F%CE%9D%20%CE%92%CE%84.1

Τὸν αὐτὸν δὲ τρόπον δεῖ νοῆσαι καὶ περὶ τὰς ὀσμάς. ὅπερ γὰρ ποιεῖ ἐν τῷ ξηρῷ τὸ ὑγρόν, τοῦτο ποιεῖ ἐν ἄλλῳ γένει τὸ ἔγχυμον ὑγρὸν. Μεταβέβηκε μὲν ἀπὸ τῶν χυμῶν ἐπὶ τὸν περὶ τῶν ὀσφραντῶν λόγον. ὃ δὲ φθάσας εἶπε βραχέως, ὅτε περὶ τῶν χυμῶν τὸν λόγον ἐποιεῖτο, νῦν διασαφεῖ. ὃ μὲν γὰρ προεῖπεν ἔστι· ‘περὶ δὲ ὀσμῆς καὶ χυμοῦ λεκτέον· σχεδὸν γάρ ἐστι τὸ αὐτὸ πάθος, οὐκ ἐν τοῖς αὐτοῖς δέ ἐστιν ἑκάτερον αὐτῶν,” τοῦτο δὲ νῦν πῶς ἐν ἐκείνοις εἶπε δείκνυσι. τὸν αὐτὸν γάρ, | φησί, τρόπον δεῖ νοῆσαι γινομένην τὴν ὀσμήν, ὃν τρόπον ἐδείχθη γινόμένος καὶ ὁ χυμός. ὡς γάρ τὸν χυμὸν ἐποίει τὸ ξηρὸν τὸ ἐν τῇ γῇ μιγνύμενόν πως καὶ ἐναποπλυνόμενον τῷ ὕδατι ὑπὸ θερμότητος συνεργούμενον, οὕτω φησὶ τὸ ὑγρὸν τὸ ἤδη χυμὸν ἔχον, τοῦτο δ’ ἐστὶ τὸ ξηρῷ μεμιγμένον, ὃν τρόπον εἴρηκεν, ἐν ἀέρι καὶ ὕδατι ἀποπλυθέν πὼς ποιεῖν τὴν ὀσμήν. ’Ev ἄλλῳ δὲ γένει εἶπεν· οὔτε γὰρ καθὸ ὑγρά ἐστι ταῦτα, γίνεται ἐν αὐτοῖς ἡ ὀσμή, οὔτε καθὸ διαφανῆ ἢ χυμοῦ δεκτικά, ἀλλὰ καθὸ ἄλλης φύσεως κεκοινώνηκε τῆς δυναμένης δέχεσθαι τὰς ὀσμάς, ἣν ἀνάλογον ἄν τις δίοσμον ὀνομάζοι. καθὸ μὲν γὰρ διαφανῆ τὸ ὕδωρ καὶ ὁ ἀήρ, χρωμάτων εἰσὶ δεκτικά· κατὰ δὲ τὴν ὑγρότητα τὸ ὕδωρ τὴν σωματώδη, καθ’ ἥν ἐστιν ὑπὸ τοῦ ξηροῦ παθητικόν, τοὺς χυμοὺς δέχεται, τὰς δὲ ὀσμὰς κατ’ ἄλλην τινὰ κοινὴν | δύναμιν παρὰ ταύτας, ἣν ἄλλο γένος ὠνόμασεν· ἢ ἐν ἄλλῳ γένει εἶπε ‘τῷ ὀσφραντῷ’· οὐ γὰρ ταὐτὸν γένος γευστόν τε καὶ ὀσφραντόν. Εἰπὼν δὲ ἐν ἀέρι καὶ ὕδατι γίνεσθαι τὴν ὀσμὴν ὑπὸ τῆς ἐγχύμου ξηρότητος, ἐπεὶ κοινὸν αὐτοῖς καὶ τὸ διαφανές, ὅτι μή, καθὸ διαφανῆ ἐστι, κατὰ τοῦτο τἀς ὀσμὰς δέχεται δι’ ὧν ἐπιφέρει ἐδήλωσε. κοινὸν μὲν γάρ φησι κατ’ αὐτῶν τὸ διαφανὲς κατηγορεῖσθαι, οὐ μὴν δέχεσθαι τὰς ὀσμὰς καθὸ διαφανῆ ἐστιν, ἀλλὰ καθὸ πλυτικὰ καὶ ῥυπτικά ἐστιν ἐγχύμου ξηρότητος ἀποπλυνομένης πὼς ἐν αὐτοῖς, ὡς ἐγένετο ὁ χυμὸς τῆς γεώδους ξηρότητος ἐναποπλυνομένης ἐν τῷ ὕδατι. εἰπὼν δὲ πρότερον ἔγχυμον ὑγρότητα εἶναι τὴν ἐν τῷ ἀέρι καὶ τῷ ὕδατι τὰς ὀσμὰς ποιοῦσαν, νῦν τὸ αὐτὸ τοῦτο ἔγχυμον πάλιν ὠνόμασεν ξηρότητα, ὅτι ὁ χυμὸς ἐξ ἀμφοῖν, ἔκ τε ὑγρότητος ὑδατώδους καὶ ξηρότητος γεώδους, | ἐδείχθη. τὸ μὲν οὖν ξηρὸν οὐδέπω χυμὸν ἔχον ἐν αὑτῷ, μιγνύμενον καὶ ἐναποπλυνόμενον τῷ ὕδατι τοὺς χυμοὺς πεσσόμενον ὑπὸ θερμότητος ἐποίει· τὰς δὲ ὀσμὰς οὐκέτι τὸ ἄχυμον ξηρόν, ἀλλὰ τὸ μεμιγμένον ἤδη τῷ ὕδατι καὶ χυμὸν ἔχον ποιεῖ. ὅτι γὰρ ὑπὸ τῆς ἐγχύμου ὑγρότητος ἢ ξηρότητος οὐδὲν γὰρ διαφέρει ὅπως ἄν ῥηθείη) αἱ ὀσμαὶ γίνονται, δείξει μὲν καὶ αὐτός, δῆλον δὲ καὶ ἐκ τοῦ πάντα ὅσα ἐστὶν ὀσφραντὰ ταῦτα καὶ χυμὸν ἔχειν τινά. τῇ γοῦν ὀσφρήσει πολλάκις πρώτῃ γνωρίζομέν x003E; καὶ τῶν σηπομένων χυμῶν καὶ τῶν προσκαιομένων καὶ τῶν ὀξέων γινομένων καὶ τῶν εἰς ἄλλον τινὰ χυμὸν ἐξ ἄλλου διὰ τὴν ἕψησιν μεταβαλλόντων, μηδέπω φανερᾶς αὐτῶν τῆς μεταβολῆς τῇ γεύσει γινομένης, ὡς ἐκ τῶν χυμῶν τὴν γένεσιν τῆς ὀσμῆς ἐχούσης καὶ κατὰ τὴν ἐκείνων μεταβολὴν ἀλλοίας γινομένης καὶ αὐτῆς καὶ συμμεταβαλλούσης ἐκείνῃ. | Οὐ γὰρ μόνον ἐν ἀέρι ἀλλὰ καὶ ἐν ὕδατι τὸ τῆς ὀσφρήσεως ἐστιν. Προειπὼν ὅπερ γὰρ ποιεῖ τὸ ξηρὸν ἐν τῷ ὑγρῷ, τοῦτο ποιεῖ ἐν ἄλλῳ γένει τὸ ἔγχυμον ὑγρόν, ἐν ἀέρι καὶ ὕδατι ὁμοίως, νῦν ὅτι ἐν ἀμφοτέροις δείκνυσιν. ὅτι γὰρ μὴ μόνον ἐν ἀέρι τὰ ὀσφραντά, ὡς ἔδοξέ τισι x003E; τοῖς πλείστοις διὰ τῆς τοῦ ἀέρος ἀναπνοῆς τὴν ὄσφρησιν γίνεσθαι, ἀλλὰ καὶ ἐν ὕδατι, ἔδειξεν ἐπί τε τῶν ἰχθύων καὶ τῶν ὀστρακοδέρμων, ἃ ἐν τῷ ὕδατι ὄντα ὀσφρᾶται καὶ πολλάκις πόρρωθεν ἐπὶ τὴν τροφὴν ἔρχεται τῇ ὀσφρήσει ἑπόμενα, οὔτε ὄντος ἐν τῷ ὕδατι ἀέρος (οὐ γὰρ ἐν τῷ βάθει τοῦ ὕδατος μένει, ἀλλὰ ἐπιπολάζει. γάρ, κἂν ἐν βάθει γένηται, ὅ τε ἀὴρ καὶ τὸ πνεῦμα· δηλοῦσι δὲ καὶ οἱ ἀσκοὶ οἱ πεφυσημένοι τοῦτο, ἂν εἰς βάθος κατενεχθέντες † λυθεῖεν), ἀλλ’ οὐδὲ αὐτὰ ὅλως ἀναπνέοντα. ὅτι γὰρ ὅσα πνεύμονα τῶν ζῴων οὐκ ἔχει οὐκ ἀναπνεῖ, | δέδεικται αὐτῷ ἐν ἄλλοις. εἰ δέ τις μὴ μόνον λέγοι τὸ ὕδωρ ὑγρόν, ἀλλὰ καὶ τὸν ἀέρα (καὶ γὰρ αὐτὸς ὑγρός), εἴη φησίν, ὀσμὴ ἡ ἐν τῷ ὑγρῷ τοῦ ἐγχύμου ξηροῦ φύσις, τουτέστιν ὀσφραντὸν ἂν εἴη τὸ ἐγγινόμενον ὑπὸ τοῦ ἐγχύμου ξηροῦ πάθος, καθὸ τοιοῦτόν ἐστιν, ἐν τῷ ὑγρῷ. Εξῆς δὲ ὅτι μὴ ἀπλῶς ἀπὸ ξηρότητος, ὡς ἐγίνετο ὁ χυμός, ἀλλ’ ἀπὸ ἐγχύμου ξηρότητος ἡ ὀσμὴ γίνεται, δείκνυσι διὰ τοῦ τά ὀσμὴν ἔχοντα πάντα καὶ χυμὸν ἔχειν καὶ ὅσα ἄχυμά ἐστι ταῦτα καὶ ἄοσμα εἶναι. τὰ μὲν γὰρ ἁπλᾶ σώματα ἄοσμα, ὅτι καὶ ἄχυμα· οὔτε γὰρ γῆ καθ’ αὑτὴν οὔτε πῦρ καθ’ αὑτὸ χυμὸν ἔχει τινά, καίτοι ξηρὰ ὄντα, οὔτε ὕδωρ ἢ ἀὴρ ὑγρὰ πάλιν ὄντα αὐτὰ καθ’ αὑτὰ χυμόν τινα ἔχει. ὅσα γὰρ δοκεῖ χυμόν τινα ἔχειν αὐτῶν, οὐκ ἔστιν ἀπλᾶ, ἀλλ’ ἤδη μέμικται. ἥ τε γὰρ θάλασσα ὑγρὰ οὖσα χυμὸν ἁλμυρὸν ἔχει, ὅτι μέμικταί τινι ξηρότητι | (διὸ καὶ ὀσμὴν ἔχει), ἀλλὰ καὶ οἱ ἅλες δοκοῦντες εἶναι γῆς καὶ ὀσμὴν ἔχουσι καὶ χυμόν· οὐ γάρ εἰσιν ἄμικτον ἔχοντες ὑγρῷ τὴν ξηρότητα. καὶ μᾶλλόν φησι τοὺς ἅλας τοῦ νίτρου καὶ χυμὸν καὶ ὀσμὴν ἔχειν, ὅτι καὶ μᾶλλον οὗτοι τῷ ὑγρῷ εἰσι μεμιγμένοι· τὸ μὲν γὰρ νίτρον γῆς ἐστι μᾶλλον, οἱ δὲ ἅλες πλείω τὴν ὑγρότητα ἔχουσιν, ὡς δηλοῖ τὸ ὀ̓ς̓ικ̀ιuαỳόμενον ἔλαιον ἐξ αὐτῶν. ἤτοι δὲ τοῦ ἔχειν ὑγρότητα τοὺς ἅλας σημείῳ ἐχρήσατο τῷ ἐξικμαζομένῳ ἐλαίῳ, ἢ τοῦ χυμὸν αὐτοὺς ἔχειν· δοκεῖ γὰρ πικρὸν εἶναι τὸ ἐξικμαζό· μένον ἔλαιον ἐξ αὐτῶν. ἀλλὰ καὶ οἱ λίθοι ἄοσμοι, ὅτι καὶ ἄχυμοι. τὰ δὲ ξύλα ὁμοῦ ὀσμῆς τε φαίνεται κοινωνοῦντα καὶ χ υμοῦ, καὶ ὅσα αὐτῶν ὑγρότερα, ὁμοῦ τε ἀχυμότερα καὶ ἀοσμότερα. Ἀλλὰ καὶ ἐπὶ τῶν uια-ταλ)-ευομά-νων δείκνυσι συνοδεύουσαν τὴν ὀσμὴν τῷ χυμῷ· καὶ γὰρ ἐπ’ ἐκείνων τὰ μὲν ἄχυμα ἄοσμα εἶναι ὡς χρυσόν, ὀσμῆς δὲ μετέχειν τόν τε χαλκὸν ι καὶ τὸν σίδηρον, ὅτι καὶ χυμοῦ. ὅτι δὲ ὁ χρυσὸς ἔλαττον ὕδατος ἔχει, δῆλον καὶ ἐκ τοῦ μὴ σή πεσθαι αὐτόν· ὁ γὰρ ἰὸς σῆψίς ἐστιν, ἥτις γίνεται δι’ ἄπεπτον ὑγροῦ μεταβολήν. δυσώδης δὲ καὶ ὁ τοῦ χαλκοῦ καὶ ὁ τοῦ σιδήρου ἰὸς τῷ ὑγροῦ πλέον ἔχειν. ὁ δὲ χρυσὸς λειότερός τέ ἐστι καὶ ἐλαύνεται μᾶλλον [ἀλλὰ] τῷ καλῶς κεκράσθαι τε καὶ μεμῖχθαι· ὅτι δὲ ἄοσμος καὶ ἄχυμος ὁ χρυσὸς ἡ αἴσθησις μαρ- τυοͅεῖ· πρὸς ὃ νῦν αὐτῷ κέχρηται παραδείγματι. καὶ τὸ τὰς σκωρίας δὲ ἀοσμοτέρας γίνεσθαι τῶν μεταλλευομένων διὰ τὸ ἐκκαίεσθαι τὸ ἐν αὐταῖς ὑγρόν τε καὶ τὸν χυμόν σημεῖον τοῦ τὴν ὀσμὴν ἐν χυμῷ ὑγρῷ εἶναι. τὸν δὲ ἄργυρον καὶ τὸν κασσίτερον τῶν μὲν ἀοσμότερόν φησιν εἶναι, τῶν δὲ μᾶλλον ἔχειν ὀσμήν, χρυσοῦ μὲν μᾶλλον ὀσμὴν ἔχειν, χαλκοῦ δὲ καὶ σιδήρου ἀοσμότερον εἶναι διὰ τὸ εἶναι ὕδατος πλέον ἐν αὐτοῖς καὶ μὴ ὁμοίως κεκράσθαι τὸ ὑγρὸν τῷ ξηρῷ ἐν | τούτοις, ὡς ἐν τῷ σιδήρῳ τε καὶ χαλκῷ. πῶς οὖν, εἰ ἅμα ὅ τε χυμὸς καὶ ἡ ὀσμή ἐστιν, ἔτι εἴη ἂν ἡ ὀσμὴ ὑπὸ τοῦ ἐγχύμου ξηροῦ γινομένη; ἢ οὐ λέγει πρῶτον εἶναι τὸν χυμόν, ἔπειτα τοῦτον ἐν τοῖσδε γινόμενον ποιεῖν τὴν ὀσμήν, ἀλλὰ τὴν ἔγχυμον ξηρότητα, οὐχ ἁπλῶς τὴν ξηρότητα, αἰτίαν εἶναι τοῦ ἔν τε τῷ ἀέρι καὶ ἐν τῷ ὕδατι γινομένου πάθους, ὅ ἐστιν ὀσμή, ὡς ἂν] ἅμα μὲν εἶναι ἄμφω, αἴτιον δὲ τὴν ἔγχυμον ὑγρότητα τῆς ὀσμῆς γίνεσθαι, εἰ ποιητικὸν ὁ χυμός ἐστι τῆς ὀσμῆς. ὁ γὰρ ἀὴρ ἄχυμος ὢν ὀσμῆς γίνεται δεκτικός, ὥστε ποιητικὸν ἄν εἴη τῆς ἐν τούτῳ ὀσμῆς ἡ ἔγχυμος ξηρότης οὖσα ἐν ἄλλῳ. ὁμοίως καὶ τὸ ὕδωρ αὐτὸ καθ’ αὑτὸ ἄχυμον ὂν γίνεται ἀπὸ τῆς ἐγχύμου ξηρότητος *** οὐ γινόμενον ἅμα καὶ γευστόν. εἰ δὴ ἐν τούτοις ἡ ὀσμὴ οὖσιν ἀχύμοις, εἴη ἂν ὑπὸ τῆς ἐγχύμου ξ·ηρότητος ἡ ἐν τούτοις ὀσμὴ γινομένη ὡς ὑπὸ αἰτίου ποιητικοῦ. ὡς γὰρ τὸ χρῶμα | τὸ διαφανὲς διατίθησιν, οὕτω καὶ ὁ χυμὸς τὰ ὑγρὰ τὰ προειρημένα· καὶ ὡς ἡ ὄψις οὐκ ἂν χωρὶς διαφανοῦς γίνοιτο, οὕτως οὐδὲ ἡ ὄσφρησις χωρὶς τούτων. ὁ μὲν οὖν χυμὸς ἐν τοῖς ἔχουσιν αὐτόν ἐστιν, ἡ δὲ ὀσμὴ οὐκ ἐν τοῖς ἔχουσι τὸν χυμόν ἐστιν, ἀλλ’ ὑπὸ τῶν ἐχόντων ἐν τούτοις γίνεται· διὰ γὰρ τούτων πᾶσα ὄσφρησίς τε καὶ ὀσμή. Δοκεῖ δὲ ἐνίοις ἡ καπνώδης ἀναθυμίασις εἶναι ὀσμὴ οὖσα κοινὴ γῆς καὶ ἀέρος, καὶ πάντες ἐπιφέρονται ἐπὶ τοῦτο περὶ ὀσμῆς. Ἐνίους τῶν φυσικῶν φησιν ἐπὶ τῆς δόξης ταύτης γεγονέναι, ὅτι ἄρα ἐστὶν ἡ καπνώδης ἀναθυμίασις ὀσμὴ οὖσα ἐξ ἀέρος τε καὶ γῆς· ὧν εἶναι καὶ Ἡράκλειτον λέγοντα· ἱεῖ πάντα τὰ ὄντα ἦν καπνός, ῥῖνες ἂν διεγίνωσκον᾿ καὶ ἐγνώριζον αὐτά, δηλονότι τῷ αἰσθάνεσθαι αὐτῶν, ὡς τοῦ καπνοῦ ὄντος ἰδίου αἰσθητοῦ ταῖς ῥισίν. εἰπὼν δέ τινας τῶν φυσικῶν λέγειν ὀσμὴν εἶναι 25 τὴν καπνώδη ἀναθυμίασιν, πάντων φησὶ τῶν φυσικῶν τὴν ὀσμὴν τοὺς μὲν ἀτμίδα ὑπολαβεῖν εἶναι, τοὺς δὲ ἀναθυμίασιν, τοὺς δὲ ἀμφότερα. τί δέ ἐστιν ἑκάτερον αὐτῶν καὶ τίς αὐτοῖς ἡ | πρὸς ἄλληλα διαφορά, ἑξῆς λέγει. ἡ μὲν γὰρ ἀτμὶς ὑγρά τίς ἐστιν ἀναθυμίασις ἐκ γὰρ ἀέρος καὶ ὕδατος), ἧς ἡ μεταβολὴ εἰς ὕδωρ· ἣν δὲ λέγουσιν ἀναθυμίασιν, καπνώδης ἐστὶν ἀναθυμίασις, καὶ αὐτὴ ἔχουσά τι ἀέρος τε καὶ γῆς, ἐξ ἧς φησι γῆς τι εἶδος συνίστασθαι· ἐκ ταύτης γὰρ ἥ τε αἰθάλη καὶ ἡ ἀσβόλη γίνεται. εἰπὼν δὲ τί ἑκάτερόν ἐστιν, ἐπιφέρει· ἀλλ΄ οὐδέτερον τούτων ἔοικεν δηλονότι ὀσμὴ εἶναι, ὡς ᾤοντο ἐκεῖνοι, καὶ δείκνυσι διὰ τί οὐδέτερον αὐτῶν ὀσμὴ εἶναι δύναται· ἡ μὲν γὰρ ἀτμὶς ὕδατός ἐστιν, ὥστε οὐκ ἄν ἐν τῷ ἀέρι ὀσμὴ εἴη, εἰ ἡ ἀτμὶς ὀσμὴ εἴη (τὸ δὲ ὕδωρ ἄοσμόν ἐστι καθ’ αὑτό). ἡ δὲ καπνώδης ἀναθυμίασις οὐχ οἵα τε ἐν τῷ ὕδατι γίνεσθαι. ὀσμὴ δὲ γίνεται ἐν αὐτῷ· ὀσφρᾶται γὰρ ἐν αὐτῷ καὶ τὰ κατὰ τοῦ ὕδατος. Ἔτι ἀναθυμίασις ὁμοίως λέγεται ταῖς ἀπορροίαις. ΄Οτι μή ἐστιν ἀναθυμίασις | δείκνυσιν ἐκ τοῦ τὴν μὲν ἀναθυμίασιν ἀφ’ οὗ ἄν γίγνηται ἀπόρροιάν τινα εἶναι. ὡς οὖν οἱ ἀπορροίας εἶναι λέγοντες καὶ ταύτας αἰτιώμενοι ὡς αἰτίας τοῦ ὁρᾶν οὐ καλῶς ἔλεγον ἀνάγκη γὰρ ἦν σωματικῆς τοιαύτης ἀπορροίας ἀπὸ τῶν ὁρατῶν γινομένης 15 μηδὲ πρὸς ὀλίγον σῴζεσθαι τὰ ὁρώμενα, ἀλλὰ διαφορεῖσθαι), οὕτως εἰ καὶ ἀπὸ τῶν ὀσφραντῶν ἀναθυμίασίς τις καὶ ἀπόρροια γίνεται, ἔδει ταχέως αὐτὰ διαφορεῖσθαι καὶ μηδὲ πρὸς ὀλίγον αὐτὰ διαμένειν χρόνον. νῦν δὲ ὁρῶμεν, ὅτι βραχέα τινὰ ὄντα πλεῖστον ὅσον χρόνον μένει τὴν εὐωδίαν ἢ τὴν ὀσμὴν ὅλως φυλάσσοντα· ὡς γὰρ ἐφ’ ὧν φανερὰ ἡ ἀναθυμίασις ταχέως ἀναλίσκεται ταῦτα, ὡς τὰ θυμιώμενα, οὕτως ἔδει καὶ τὰ ἄλλα. οὐ γινομένου δὲ τούτου οὐδ’ ἂν τῇ ἀναθυμιάσει καὶ τῇ ἀπορροίᾳ τῇ ἀπ’ αὐτῶν ἡ ὀσμὴ γίνοιτο. ἔτι δὲ ἁφὴ ἄν γίνοιτο, ὡς προείρηται, ἡ τῶν αἰσθητῶν αἴσθησις· (0) ὅτι μὴ ὑγιὲς προείρηται. ὅμοιος οὖν ὁ τῶν | ἀναθυμιάσεων 196 λόγος ὢν τῷ τῶν ἀπορροιῶν ὁμοίως ἄν ἐκείνῳ ἄτοπος ὢν δεικνύοιτο. Ὅτι μὲν οὗν ἐνδέχεται ἀπολαύειν τὸ ὑγρὸν καὶ τὸ ἐν τῷ πνεύματι καὶ τὁ ἐν τῷ ὕδατι καὶ πάσχειν τι ὑπὸ τῆς ἐγχύμου ξηρότητος οὐκ ἄδηλον. Δείξας ὅτι μήτε ἀτμὶς μήτε καπνώδης ἀναθυμίασις ἡ ὀσμὴ διὰ τοῦ καὶ ἐν ὕδατι καὶ ἐν ἀέρι ὀσμὴν γίνεσθαι, ἐκείνων δὲ μηδέτερον ἐν ἀμφοτέροις οὔτε γὰρ ἡ ἀτμὶς ἐν τῷ ἀέρι οὔτε ἡ καπνώδης ἀναθυμίασις ἐν τῷ ὕδατι), ὑπομιμνῄσκει ἡμᾶς ὅτι ἐν ἀμφοτέροις ἐδείχθη ἡ ὀσμὴ γινομένη ὑπὸ τῆς ἐγχύμου ξηρότητος διὰ τοῦ ἐν τῷ ἀέρι εἶναι τὰ ὀσφραινόμενα καὶ ἐν ὕδατι· οὐ γὰρ ὁ ἀὴρ μόνος καὶ ἡ ἐν τούτῳ ὑγρότης, ἀλλὰ καὶ ἡ ἐν τῷ ὕδατι κοινωνεῖ τοῦ πάθους τούτου. εἰπὼν δὲ τὴν ἐν τῷ πνεύματι ὑγρότητα, λέγων τὴν ἐν τῷ ἀέρι, ***, ὑπομιμνῄσκει ἡμᾶς τῶν ἐν ἄλλοις εἰρημένων περὶ τοῦ ἀέρος ὅτι ὑγρὸς τὴν φύσιν καὶ αὐτός. εἴρηται δὲ περὶ τούτου καὶ ἐν ἄλλοις μέν, ἐν δὲ τοῖς Περὶ γενέσεως καὶ φθορᾶς προηγουμενως. Εἰπὼν δὲ τοῦτο ἐπιφέρει ὅτι, εἰ ὁμοίως ἐν τοῖς ὑγροῖς τὸ ξηρὸν ἐναποπλυνόμενόν πως ποιεῖ τὰς ὀσμὰς καὶ ἐν τῷ ὕδατι τοὺς χυμοὺς (ἐν μὲν γὰρ τῷ ὕδατι ἡ ποιὰ τοῦ ξηροῦ ἀπόπλυσίς τε καὶ διήθησις χυμὸς ἦν, ἐν δὲ τοῖς ὑγροῖς πάλιν, ἀέρι τε καὶ ὕδατι, ἡ τοῦ ἐγχύμου ξηροῦ πάλιν ἀπόπλυσίς τε καὶ διήθησις ὀσμή), εἰ δὴ τὸ ξηρὸν ἐν τῷ ὑγρῷ ποιητικὸν ἀμφοτέρων, τοῦ τε χυμοῦ καὶ τῆς ὀσμῆς, καὶ τῆς x003E; ἐστι τὸ ἐν τοῖς χυμοῖς ξηρὸν ποιητικόν, φανερὸν ὅτι ἀνάλογον δεῖ εἶναι τὰς ὀσμὰς τοῖς χυμοῖς. ἢ τὸ λεγόμενόν ἐστιν ὅτι, εἰ τὸ ἔγχυμον ξηρὸν ἐναποπλυνόμενον τῷ τε ὕδατι καὶ τῷ ἀέρι ὁμοίως ποιεῖ τὰς ὀσμάς, δῆλον ὡς ἀνάλογον ἔσονται καὶ αἱ ὀσμαὶ τοῖς χυμοῖς ὑφ’ ὧν γίνονται. κατὰ γὰρ τὰς τῶν χυμῶν δια|φορὰς ἔσονται καὶ ὀσμῶν διαφοραί, εἴγε ὑπὸ τούτων ἐκεῖναι γίνονται, ὡς ἕπεσθαι ἐκείνῳ ὃ φίλον ἐκείνῳ, εἰ οὕτως ἔχοι. ἔτι δ’ ὅτι καὶ οὕτως ἔχει δείκνυσι λέγων· ἀλλὰ μὴν τοῦτό γε ἐπ’ ἐνίων συμβέβηκε, καὶ πῶς λέγει. καὶ γὰρ δριμεῖαι καὶ γλυκεῖαι καὶ αὐστηραὶ καὶ στρυφναὶ καὶ λιπαραί εἰσιν ὀσμαί, ὥσπερ καὶ χυμοί, ἀναλογίαν ἑκάστης ὀσμῆς πρὸς ἕκαστον τῶν χυμῶν τούτων σῳζούσης. ἀλλὰ καὶ αἱ τῶν διασεσηπότων ὀσμαὶ τοῖς πικροῖς τῶν χυμῶν ἀνάλογοι ἂν εἶεν. καὶ δεικνὺς τὴν ἀναλογίαν αὐτῶν εἶπεν· ὡς οἱ χυμοὶ οἱ πικροὶ καὶ δυσκατάποτοι, οὕτω καὶ αἱ σαπραὶ ὀσμαὶ δυσανάπνευστοι. ἃ λαβὼν ὡς φανερῶς οὕτως ἔχοντα, δι’ αὐτῶν πιστοῦται τὰ προειρημένα, ὅτι x003E; ἐν τῷ ὅδατι ὁ χυμός ἐστι γινόμενος ὑπὸ τοῦ γεώδους ξηροῦ, τοῦτο ἐν τῷ ἀέρι καὶ ὕδατι ἡ ὁσμὴ γινομένη ὑπὸ τῆς ξηρότητος τῆς ἐγχύμου. καὶ ὅτι γε ἑκατέρου αὐτῶν αἰτία ἡ θερμότης (ποιητικὸν | γὰρ ἐδείχθη τῶν χυμῶν τοῦτο, ὑφ’ ὧν ἡ ὀσμὴ γίνεται), δείκνυσιν ἐκ τοῦ τὸ ψυχρὸν καὶ τὴν πῆξιν ἀμβλύνειν καὶ ἀφανίζειν ὁμοίως τούς τε χυμοὺς καὶ τὰς ὀσμάς. τὸ γὰρ θερμόν, ὃ ποιητικόν ἐστι τῶν χυμῶν, ἀφανίζουσί τε καὶ φθείρουσιν ἥ τε πῆξις καὶ τὸ ψυχρὸν † δύο ὄντα τὴν διὰ τούτου 10 γινομένην μῖξιν τε καὶ πέψιν ἐν αὐτοῖς. ἧς φθειρομένης εὐλόγως πρῶτον μὲν οἱ χυμοί, δευτέρως δὲ καὶ αἱ ὀσμαὶ αἱ ὑπὸ τούτων γινόμεναι ἐν τῷ ὑγρῷ φθείρονται. τὸ δ’ ἐπ’ ἐνίων προσέθηκεν, ὅτι ἔδειξέ τινας ὀσμὰς οὐ τῷ ἕπεσθαι τοῖς χυμοῖς τὸ ἡδὺ καὶ τὸ λυπηρὸν ἐχούσας, ἀλλὰ καθ’ ἀυτὰς. Εἴδη δὲ τοῦ ὀσφραντοῦ δύο ἐστίν· οὐ γὰρ ὥσπερ φασί τινες, οὐκ ἔστιν εἴδη τοῦ ὀσφραντοῦ. Ἦσάν τινες οἱ λέγοντες μὴ εἶναι εἴδη τοῦ ὀσφραντοῦ καθ’ αὑτά, ὥσπερ ἦν εἴδη τῶν ὁρατῶν ἀλλὰ καὶ ἀκουστῶν καὶ ἁπτῶν καὶ χυμῶν. οὐχ | οὕτως γὰρ ἔλεγον εἶναι καὶ τῶν ὀσφραντῶν εἴδη· καθ’ αὑτὰς γὰρ δοκούσας αὐτῶν διαφορὰς οὐ καθ’ αὑτὰς εἶναι, ἀλλ’ ἀπὸ τῶν χυμῶν μεταφέρεσθαι· γλυκεῖαν γὰρ ὀσμὴν καὶ αὐστηρὰν καὶ στρυφνὴν καὶ τὰς τοιαύτας ἐν αὐταῖς διαφορὰς κατὰ τὴν ἀπὸ τῶν γευστῶν διαφορὰν λέγεσθαι, ὡς καὶ αὐτὸς ἔδειξε γινόμενον ἐπ’ ἐνίων. δεικνὺς δὴ τοῦτο ψεῦδος ὄν φησι δύο εἴδη εἶναι καὶ δύο διαφορὰς τῶν ὀσφραντῶν· τὴν μὲν γὰρ τῶν ὀσφραντῶν διαφορὰν τοῖς χυμοῖς ἀκολουθεῖν ἣ τό τε ἡδὺ καὶ τὸ λυπηρὸν οὐ κατὰ τὴν αὑτῆς φύσιν ἔχει, ἀλλὰ κατὰ συμβεβηκός· ὁμοίως δὲ καὶ τὰ εἴδη τά κατ’ αὐτὴν λεγόμενα κατὰ τὴν ἀπὸ τῶν χυμῶν μεταφοράν, ὑφ’ ὧν γίνεται, ἔχει, καὶ οὐ καθ’ ἑαυτήν. ἔστι δὲ τὸ εἶδος τοῦτο τῶν ὀσφραντῶν, ὅσον τῷ τροφίμῳ τε καὶ θρεπτικῷ χυμῷ ἀκολουθεῖ, γινόμενον ὑπ’ ἐκείνου· κεῖται γὰρ ὅτι ἡ ὀσμὴ ὐπὸ | τοῦ ἐγχύμου ξηροῦ γίνεται. ὅση δὴ ὑπὸ τοῦ τροφίμου χυμοῦ γίνεται, αὕτη τὸ ἡδὺ καὶ τὸ λυπηρὸν ἔχει κατὰ συμβεβηκός· κατὰ γὰρ τὴν ἐπὶ τὴν τροφὴν ἀναφοράν, ὑφ’ ἧς γίνεται, καὶ αὐτὴ ἡδεῖα ἢ ἀηδὴς γίνεται. ἐπιθυμούντων μὲν γὰρ τῆς τροφῆς ἡδεῖαι αἱ ἀπ’ αὐτῶν ὀσμαί, αἱ αὐταὶ δ’ αὗται ἀηδεῖς κεκορεσμένων· καὶ οἷς μὲν ἡδεῖά τις τροφή, τούτοις καὶ ἡ ἀπ’ αὐτῆς ὀσμὴ ἡδεῖα, οἷς δὲ προσκορής τις τροφή, τούτοις ἀηδὴς καὶ ἡ ἀπ’ αὐτῆς ὀσμή. ὅσαι μὲν οὖν τοιαῦται τῶν ὀσμῶν, αὗται κατὰ συμβεβηκὸς ἔχουσι τὸ ἡδὺ καὶ τὸ λυπηρόν, ὡς εἰρήκαμέν τε καὶ λέγουσιν οἱ μὴ λέγοντες εἶναι καθ’ αὑτὰ εἴδη τοῦ ὀσφραντοῦ (οὐδὲ γὰρ ἂν ἦν, εἰ πάντα τὰ ὀσφραντὰ ἠκολούθει ταῖς τῶν 15 χυμῶν διαφοραῖς καὶ εἶχε τὸ ἡδὺ καὶ τὸ x003E; κατὰ συμβεβηκός, ἀλλ’ οὐ καθ’ † αὑτὰς τοιαῦται. ὥστε εἴη ἄν [αὐτῶν] εἴδη δύο διάφορα οὕτως ὀσφραντῶν). εἰσὶ δέ, φησίν, αἱ τοιαῦται ὀσμαὶ αἱ ὀσφρανταὶ ἐπὶ τοῖς τροφί|μοις χυμοῖς κοιναὶ πάντων x003E; ζῴων· πάντα γὰρ τρέφεται καὶ πάντα τῆς ἐπὶ τροφῇ ὀσμῆς αἴσθησιν ἔχει. Ἄλλο δέ φησιν εἶδος ὀσμῶν εἶναι, ἐν ᾧ οὐκέτι κατὰ συμβεβηκὸς οὐδὲ ἀπὸ τοῦ τροφίμου χυμοῦ τὸ ἡδύ, ἀλλὰ καθ’ αὑτό. τοῦτο δέ ἐστιν ὃ μὴ ἐπὶ ταῖς τροφαῖς μηδὲ ἀπὸ τοῦ τοιούτου χυμοῦ γίνεται μηδὲ παρακαλεῖ ἡμᾶς ἐπὶ τὰς τροφάς. τοιαῦται δ’ εἰσὶν αἱ ἀπὸ τῶν ἀνθῶν ὀσμαί, αἳ οὐδὲν συμβάλλονται πρὸς τὴν τῆς τροφῆς ἐπιθυμίαν, ἀλλ’ ὁμοίως καὶ πεπληρωμένοις αὐτῆς καὶ μή εἰσιν ἡδεῖαι. τοῦ δὲ x003E; μηδὲν τὰς τοιαύτας εἰς τροφὴν συμβάλλεσθαι τῶν ὀσμῶν, ἀλλὰ μᾶλλον ἀβρώτους τοὺς χυμοὺς ποιεῖν, ἐμνημόνευσε Στράτιδος τοῦ κωμικοῦ. ὃς σκώπτων Εὐριπίδην ἐπὶ τῇ τῶν ἐπῶν ἀκαιρίᾳ εἶπεν· ὅταν φακῆ ἕψηται, | μὴ ἐπιχεῖν μύρον, ὡς οὐδαμῶς τῶν μύρων εἰς τὸν τρόφιμον χυμόν τι συντελούντων, ἀλλὰ καὶ τοὐναντίον ἄτροφον αὐτὸν ποιούντων. ὅ τινάς φησιν ὑπὸ φιληδονίας καὶ τῆς περὶ τὰ μύρα σπουδῆς βιάζεσθαι καὶ τοῖς πόμασι παραμίγνυσθαι, μύρον † τὸν ἀπὸ τῶν † χυμῶν ἐκ συνηθείας πότιμον ποιοῦντας αὑτοῖς καὶ τὰς ἐκ δύο αἰσθήσεων ἡδονάς, τήν τε ἀπὸ τῆς γεύσεως μίαν καὶ τὴν μίαν ἀπὸ τῆς ὀσφρήσεως γινομένην, ἐκδέχεσθαι βιαζομένους αὑτούς. τοῦτο δὴ τὸ ὀσφραντὸν οὐκέτι κοινὸν τοῖς ζῴοις φησὶν ἅπασιν εἶναι, ὡς τὸ ἀπὸ τῶν τροφίμων χυμῶν, ἀλλ’ ἴδιον ἀνθρώπου. Ἐκείνων μὲν οὖν τῶν ὀσμῶν διὰ τὸ κατὰ συμβεβηκὸς ἔχειν τὸ ἡδὺ διῃρῆσθαί φησι τὰ εἴδη κατὰ τοὺς χυμούς, τῆς δὲ τοιαύτης ὀσμῆς οὐκέτι κατὰ τὴν ἐπὶ τοὺς χυμοὺς ἀναφορὰν τὰ εἴδη διῃρῆσθαι οὐ γὰρ κατὰ συμβεβηκὸς ἐν αὐταῖς τὸ ἡδύ | τε καὶ τὸ λυπηρόν), ἤτοι λέγων ἐκείνης μὲν τῆς ὀσμῆς εἴδη εἶναι, ὅτι καὶ τῶν χυμῶν τῶν ἐφ’ οἷς γίνονται, οἷς καὶ συνδιαιροῦνται, τῆς δὲ καθ’ αὑτὴν ἡδείας ὀσμῆς οὐκέτι εἴδη εἶναι, ὅτι μὴ ἔχουσιν οἷς συνδιαιροῦνται (προεῖπε γὰρ διοριστέον πῶς εἴδη τῶν ὀσμῶν καὶ πῶς οὐκ ἔστιν), ἢ μᾶλλον ὅτι ἐκείνης μὲν οὐκ ἔστιν εἴδη καθ’ αὑτά, ἀλλὰ κατὰ συμβεβηκός (καὶ γὰρ τὸ ἡδὺ ὅλως τὸ λυπηρόν, αἱ πρῶται καὶ μέγισται διαφοραί, κατὰ συμβεβηκός εἰσιν ἐν αὐτῇ, ἀλλ’ οὐ καθ’ αὑτά), ταύτης δὲ καθ’ αὑτὴν ἐχούσης τό τε ἡδὺ καὶ τὸ λυπηρὸν εἴη ἄν, καὶ ἡ καθ’ αὑτά, πρῶτα μὲν ταῦτα, τὸ ἡδύ τε καὶ τὸ λυπηρόν (κατὰ γὰρ τὴν ἰδίαν φύσιν αὐταῖς ταῦτα ὑπάρχει), ἔπειτα τὰ ἄλλα ἐστίν, αἵτινες ἐν τῷ ἡδεῖ τε καὶ λυπηρῷ διαφοραί· εἰσὶ δὲ πολλαί, εἰ καὶ μή εἰσιν ὠνομασμέναι καθ’ αὑτάς. κατὰ γὰρ τὰς τῶν ἀνθῶν διαφορὰς πολλαὶ τῶν ὀσμῶν διαφοραὶ καὶ τὰς ἀπὸ τῶν μύρων τῶν τε αὐτοφυῶν καὶ τῶν σκευαστῶν. εἴδη οὖν λέγει τοῦ ὀσφραντοῦ δύο εἶ|ναι, τό τε κατὰ τοὺς χυμοὺς τεταγμένον, ὃ καὶ τὸ ἡδὺ καὶ τὸ λυπηρὸν τῇ πρὸς τούτους ἀκολουθίᾳ ἔχει (διὸ καὶ κατὰ συμβεβηκός· οὐ γάρ, ὀσμαί, τὸ ἡδύ, ἀλλὰ καθὸ τοιούτων χυμῶν μηνυτικαί, ὃ μόνον τινὲς ἡγούμενοι εἶναι ἐν ταῖς ὀσμαῖς εἶδος τὸ τὴν ἀκολουθίαν ἔχον τὴν πρὸς τοὺς χυμοὺς οὐκ ἔλεγον εἶναι πλείονα εἴδη τοῦ ὀσφραντοῦ)· τὸ δέ τι εἶδός ἐστι τῶν ὀσφραντῶν τὸ ἐν ᾧ καθόλου τὸ ἡδὺ καὶ τὸ λυπηρόν [τῶν ἐστιν, οὐ κατὰ συμβεβηκὸς οὐδὲ κατὰ τὴν ἐπὶ τοὺς χυμοὺς ἀναφοράν. ὥστε δύο εἴδη ὀσμῆς, ἀλλ’ οὐχ, ὡς ᾤοντό τινες, ἓν μόνον. Εἰπὼν δὲ τὰς ἀπὸ τῶν τοιούτων ὀσμὰς ἀνθρώπου ἰδίας εἶναι, ἑξῆς καὶ τὴν αἰτίαν τούτου προστίθησι· τῷ γὰρ ψυχρὸν εἶναι τὸν ἐγκέφαλον, ὃν πλεῖστον κατὰ ἀναλογίαν παρὰ τὰ ἄλλα ζῷα ἔχειν τὸν ἄνθρωπον, καὶ διὰ τοῦτο | ψυχρότερα τὰ περὶ τὸν ἐγκέφαλον ἔχειν μέρη. καὶ γὰρ τὸ περὶ αὐτὸν αἷμα ἐν στενοῖς ὂν φλεβίοις λεπτὸν μὲν καὶ καθαρόν ἐστιν, ἵνα ὦμεν εὐαίσθητοι, εὔψυκτον δὲ διά τε λεπτότητα καὶ ὀλιγότητα· διὸ δεῖσθαι ἔξωθέν τινος ἐπικουρίας πρὸς τὴν τῶν μερῶν τούτων ψυχρότητα. διὰ τοῦτο γὰρ γίνεσθαι καὶ τὰ ῥεύματα ἀπὸ τῆς κεφαλῆς τοῖς ἀνθρώποις, τῆς ἀναφερομένης ἐπὶ ταῦτα τὰ μέρη ἀναθυμιάσεως ψυχομένης τε καὶ συνισταμένης καὶ ἐπιρρεούσης τοῖς ἐντός. τὴν δὴ φύσιν πρὸς τὴν τῆς ὑγείας βοήθησιν τὸ τοιοῦτον εἶδος τῆς ὀσμῆς ἐπιμηχανήσασθαι θερμότητος χάριν τῶν αὐτόθι μερῶν. οὐδὲν γὰρ ἄλλο ἔργον τῆς τοιαύτης ὀσμῆς ἢ τὸ θερμαίνειν τε καὶ διαχεῖν τοὺς περὶ τὸν ἐγκέφαλον ψυχροτέρους ὄντας τόπους καὶ εἰς τὸ σύμμετρον ἄγειν· αἱ γὰρ τοιαῦται ὀσμαὶ τῆ αὑτῶν φύσει εὐώδεις τε καὶ ἡδεῖαι· ξηραὶ γὰρ | καὶ διακεκριμέναι μαλακῷ καὶ ἡδεῖ τῷ θερμῷ, καὶ ὅσῳ ἂν μᾶλλον ὧσι κατειργασμέναι τῷ θερμῷ, τοσούτῳ εὐωδέστεραι. ὅλως μὲν γὰρ αὐτοῖς εὐωδία διὰ τὴν ὑπὸ τοῦ θερμοῦ πέψιν <τοῦ> ἐν αὐτοῖς ὑγροῦ. διὰ τοῦτο γοῦν τὰ ἐν τοῖς θερμοῖς τε καὶ ξηροῖς τόποις εὐωδέστερα, καὶ ἡ θερμή τε καὶ ξηρὰ γῆ, ὅταν πρῶτον ὕδωρ δέξηται, εὐώδης διὰ τὴν ἐνυπάρχουσαν αὐτῇ θερμότητα· λεπτοὶ γὰρ καὶ ξηροὶ οἱ ἀπ’ αὐτῆς χυμοὶ τότε. αἱ δὲ ἀηδεῖς καὶ μοχθηραὶ τῶν ὀσμῶν διὰ ψυχρότητα καὶ ἀπεψίαν γίνονται τοῦ ἐνυπάρχοντος ὑγροῦ τῶν ἀφ’ ὧν αἱ ὀσμαί. ὅτι δὲ ὑγιείας χάριν αἱ ἀπὸ τούτων ὀσμαὶ † δέχονται τοῖς ἀνθρώποις ὑπὸ τῆς φύσεως καὶ οὐδενὸς ἄλλου, ἔδειξε διὰ τοῦ τὰς μὲν ἐπὶ τοῖς χυμοῖς ἡδείας ὀσμάς, ἃς κατὰ συμβεβηκὸς εἶπε, πολλάκις νοσώδεις εἶναι πληροῦσι γὰρ τὰς κεφαλὰς αἱ ποτῶν τέ τινων καὶ βρωμάτων ὀσμαί)· ἡ δὲ ἀπὸ τῶν τοιούτων ἡδεῖα ὀσμὴ ἀεὶ σχεδὸν καὶ ὁπωσοῦν | ἔχουσιν ὑγιεινή τε καὶ ὠφέλιμος· καὶ γὰρ ἐν ταῖς λοιμώδεσιν ἡ ἀπὸ τούτων ὀσμὴ ὑγιεινοτέρους πεπίστευται φυλάσσειν. Εἰπὼν δὲ ἴδιον ἀνθρώπου τὸ τῶν ὀσμῶν τούτων ἀντιλαμβάνεσθαι, πῶς ἴδιον ἐδήλωσεν· οὐ γὰρ ὅτι μόνον, ἀλλ’ ὅτι μάλιστα, ἐπεὶ καὶ τῶν ἐναίμων τινά φησι τῆς τοιαύτης ὀσμῆς αἴσθησιν ἔχειν, ὡς τὰ τετράποδα καὶ ὅσα ἀναπνεῖ (ταῦτα γὰρ λέγοι ἄν μετέχειν μᾶλλον τῆς τοῦ ἀέρος ἀναφερομένων γὰρ τῶν ὀσμῶν· διὰ τῆς ἀναπνοῆς πρὸς τὸν ἐγκέ- φαλον, διὰ τὴν ἀπ’ αὐτῶν θερμότητα καὶ κουφότητα ὑγιεινότερον διατίθεται ταῦτα τὰ μέρη. ἡ γὰρ εὐώδης ὀσμή, καθάπερ εἰρήκαμεν, θερμὴ τὴν φύσιν· καὶ γὰρ ἡ γένεσις αὐτῶν τοιαύτη. ὥσπερ δὲ ἐπ’ ἄλλων τινῶν ἡ φύσις τῷ αὐτῷ πρὸς πλείω χρῆται τῇ γοῦν γλώττῃ καὶ ἐπὶ τῇ τῶν χυμῶν διακρίσει καὶ ἐπὶ τῇ τῆς φωνῆς τε καὶ τοῦ λόγου προφορᾷ ἐπὶ τῶν ἄνθρωπον | φανερῶς φαίνεται χρωμένη), οὕτω φησὶ καὶ τῇ ἀναπνοῇ ὅτι τῶν ἀναπνεόντων] πρὸς δύο αὐτὴν χρῆσθαι, ὡς μὲν ἔργῳ καὶ προηγουμένως † τε καὶ εἰς σωτηρίαν μάλιστα τῶν ἀναπνεόντων συντελοῦντι πρὸς τὴν ἔμψυξιν τὴν ἐν τῶ θώρακι, ἣ γίνεται ὑπὸ τοῦ ἀναπνεομένου ἀέρος, ὡς παρέργῳ δὲ καὶ δευτέρως ἐπὶ τὴν ὀσμήν· ἀναπνεόντων γὰρ ὥσπερ ἐν παρόδῳ τὸ πνεῦμα κινοῦν καὶ ἀνοῖγον τὰ δι’ ὧν ἡ ὀσμὴ γίνεται αἴτιον τῆς ὀσφρήσεως γίνεται. Μάλιστα δὲ ἴδιον τῶν ἀνθρώπων φησὶ τὸ τοιοῦτον εἶδός τε καὶ γένος τῶν ὀσμῶν εἶναι, καὶ μάλιστα τὸν ἄνθρωπον χαίρειν ταῖς ἀπὸ τῶν τοιούτων ὃ ὀσμαῖς διὰ τὸ πλεῖστόν τε τὸν ἄνθρωπον ἐγκέφαλον ἔχειν κατ’ ἀνα- λογίαν τῶν ἄλλων ζῴων καὶ διὰ τοῦτο ψυχρότερα ἔχειν τὰ περὶ αὐτὸν μέρη καὶ μάλιστα δεόμενα τῆς θύραθεν ἐπικουρίας. τοῖς δ’ ἄλλοις φησὶ τῶν ζῴων ὅσα ἀναπνεῖ | μὲν τῷ πνεύμονα ἔχειν καὶ δεῖται τῆς διὰ τοῦ ἀέρος τοῦ ἀναπνεομένου ἐμψύξεως καὶ ἀναπνέοντα ὀσφρᾶται, οὐκ αἰσθά- νονται δὲ [τῶν δὲ] ἄλλων τινῶν ὀσμῶν ἢ τῶν ἀπὸ τῶν τροφίμων καὶ τούτοις, ἐπεὶ ὅλως ἀναπνεῖν αὐτοῖς, τὴν αἴσθησιν τῆς ὀσμῆς ἡ φύσις ἀπέδωκεν, ὄπ ὡς μὴ δύο αἰσθητήρια ποιῇ, ἓν μὲν δι’ οὗ ἡ ἀναπνοή, ἕτερον δὲ δι’ οὗ ἡ ὀσμή· αἰσθητήριον εἰπὼν καὶ τὸ ἀναπνευστικόν. ὡς γὰρ τοῖς ἀνθρώποις διὰ τῆς ἀναπνοῆς τὸ διττὸν εἶδος τῶν ὀσμῶν αἰσθητόν, οὕτως ἐκείνοις τὸ ἕτερον, τὸ ἀπὸ τοῦ τροφίμου χυμοῦ, οὗ καὶ μόνου εἴδους ἡ ὀσμὴ αἰσθάνεται. Τὰ δὲ μὴ ἀναπνέοντα τῶν ζῴων ὅτι μὲν ὀσφρᾶται, δῆλον (ἔρχεται γὰρ ἐπὶ τὴν τροφὴν πόρρω οὖσαν καὶ τὸ τῶν ἰχθύων γένος καὶ τὰ ἔντομα)· δι’ οὗ δέ, οὐ δῆλον. | Ἀπόχρη γάρ, ἐπείπερ καὶ ὣς ἀναπνέουσιν. ἐπεὶ καὶ τὰ τοῦ ἑτέρου τῶν ὀσμῶν εἴδους αἰσθανόμενα ἀναπνεῖ, ἤρκει αὐτοῖς ἡ ἀναπνοὴ καὶ πρὸς τὴν τῶν ὀσφραντῶν, ὧν ὀσφράται, ἀντίληψιν. τὸ δὲ εἰς τὸ καὶ ὅλως, ὥσπερ τοῖς ἀνθρώποις ἀμφοτέρων τῶν ὀσφραντῶν, τούτοις μόνον τῶν ἑτέρων ὑπάρχουσα ἡ αἴσθησις ἀπὸ κοινοῦ εἴρηται τοῦ ἀπόχρη. καὶ φέρεται ἔν τισιν ἀντιγράφοις ἡ γραφὴ χωρὶς τοῦ καὶ ὅλως, καὶ ἔστιν οὕτως ἔχουσα καταλληλοτέρα καὶ φανερώτερον ἔχουσα ἡ γραφή. Διὸ κἂν ἀπορήσειέ τις, τίνι αἰσθάνονται τῆς ὀσμῆς. Δείξας ὅτι καὶ τῶν μὴ ἀναπνεόντων ζῴων τινὰ τῆς ἐπὶ τῇ τροφῇ ὀσμῆς αἰσθάνεται (πόρρωθεν γὰρ ἐπ’ αὐτὴν ἔρχεται ὕποσμα ἀπορεῖ, μήποτε ἄρα ἄλλην τινὰ αἴσθησιν παρὰ τὴν ὄσφρησιν ἔχει. ἡ γὰρ ὄσφρησις ἀναπνέοντων γίνεται, οὐκ ἀναπνεῖ δὲ ταῦτα. δόξαι ἂν x003E; μηδ’ ἔχειν | τὴν ὄσφρησιν ταύτην, ἀλλά τιν’ ἄλλην παρὰ τὰς πέντε αἰσθήσεις, ᾗ αἰσθάνεται ἐκεῖνα τῶν ὀσφραντῶν. ὃ ἀπορήσας ἐπιφέρει ἀδύνατον λέγων εἶναι τὸ ἄλλην τινὰ αἴσθησιν ἔχειν αὐτὰ παρὰ τὰς πέντε, καὶ προστίθησι τὴν αἰτίαν τούτου· τοῦ γὰρ ὀσφραντοῦ ἡ αἴσθησις ὄσφρησίς ἐστι, καὶ οὐκ ἄλλη τις. ὥστε καὶ ταῦτα τούτων αἰσθάνεται † ὀσφρῆσαν αὐτῶν. αἰσθάνοιτο δ’ ἄν ἡ ὄσφρησις x003E; τὸν αὐτὸν τρόπον πᾶσιν, ἀλλὰ τοῖς μὲν ἀναπνέουσι διὰ τοῦ ἀναπνεομένου ἀέρος ἀφαιροῦντος τὸ τῷ ὀσφραντικῷ πόρῳ ἐπικείμενον ὥσπερ πὦμα καὶ ἢ ἀποκαλύπτοντος αὐτὰ ἢ ἐπεγείροντός καὶ ἀνευρύνοντος· διὸ μηδὲ δύνασθαι τὰ ἀναπνευστικὰ τῶν ζῴων ἄλλως ὀσμῶν ἀντιλαμβάνεσθαι, εἰ μὴ ἀναπνέοι. Οὐ γὰρ ὅπου φέρεται τὸ ἀναπνεόμενον πνεῦμα, ἐκεῖ καὶ αἱ ὀσμαί, ἀλλ’· ἐν τῇ παρόδῳ τὸ πνεῦμα τὸ ἀναπνεόμενον τὸ | μόριον τοῦτο ἐπιτήδειον πρὸς τὴν οἰκείαν ἐνέργειαν ποιεῖ. ὅτι γὰρ μὴ ἐκεῖ, ὅπου φέρεται τὸ ἀναπνεόμενον πνεῦμα, αἱ ὀσφρήσεις, δῆλον ἐκ τοῦ ἀναπνεῖν ἡμᾶς καὶ τῷ στόματι, φέρεσθαι δὲ καὶ τοῦτο τὸ ἀναπνεόμενον διὰ τοῦ στόματος ὅπου καὶ τὸ διὰ τῶν ῥινῶν, μηδένα δὲ τῷ στόματι ἀναπνέοντα ὀσφραίνεσθαι, ὡς τῆς διὰ τῶν ῥινῶν ἀναπνοῆς παρ’ ἐκείνους τοὺς πόρους τοὺς ὀσφραντικοὺς γινομένης. τὰ μὲν οὖν ἀναπνέοντα ἐπικεκαλυμμένον ἔχοντα τὸ μόριον τοῦτο δεῖται τοῦ ἀποκαλύψοντος αὐτό, ὃ ποιεῖ τὸ διὰ τῶν ῥινῶν ἀναπνεόμενον πνεῦμα ἐν τοῖς τῶν ζῴων ἀναπνευστικοῖς· τῶν δὲ μὴ ἀναπνεόντων ἀσκέπαστον ἂν εἴη τοῦτο καὶ ἀνεῳγμένον καὶ οὐ δεόμενον τοὐ ἀνοίξοντος αὐτὸ πνεύματος. οὐδὲν γὰρ ἄτοπον τοιαύτην διαφορὰν ἔχειν τὰ ζῷα τὰ ὀσφραινόμενα περὶ τὸ ὄργανον τῆς ὀσφρήσεως, ὁποίαν ἔχοντα † ὁρᾶται. καὶ γὰρ τούτων καὶ περὶ τὴν ὄψιν τὰ μὲν ἔχει βλέφαρα, ὧν μὴ | ἀποκαλυφθέντων οὐχ οἷόν τέ ἐσιιν ὁρᾶν, τὰ δὲ οὐκ ἔχει οὐδὲν ἐπικάλυμμα, ὥσπερ τὰ σκληρόφθαλμα· διὸ οὐδὲ δεῖταί τινος τοῦ ἀποκαλύψοντος αὐτᾶι ἀλλ’ ἄνευ ταύτης τῆς βοηθείας ὁρᾶται τὰ ὁρατὰ αὐτοῖς. Ὁμοίως δὲ καὶ τῶν ἄλλων ζῴων ὁτιοῦν οὐδὲν δυσχεραίνει τῶν καθ’ αὐτὰ δυσωδῶν. Διελόμενος τὰ ὀσφραντὰ εἰς εἴδη δύο καὶ τὰ μὲν τῷ τροφίμῳ χυμῷ ἀκολουθεῖν εἰπών, ἐν οἷς ἔδειξε κατὰ συμβεβηκὸς οὖσαν τήν τε ἡδεῖαν ὀσμὴν καὶ τὴν λυπηράν (τῇ γὰρ ἐπὶ τὴν τροφὴν ἀναφορᾷ), ὧν καὶ τὰ ὄσφρησιν ἔχοντα τῶν ζῴων αἰσθάνεται, τὰ δὲ καθ’ αὑτὰ δείξας τό τε ἡδὺ καὶ τὸ λυπηρὸν ἔχοντα, ὧν μόνον τὸν ἄνθρωπον ἀντιλαμβάνεσθαι διά τὸ καὶ δεῖσθαι μάλιστα τοῦτον τῆς ἀπὸ τῶν τοιούτων εὐωδίας θερμῆς οὕσης τὴν φύσιν καὶ ἐπικουρούσης τῇ περὶ τὸν ἐγκέφαλον ψυχρότητι πλείονι οὔσῃ ἐν τοῖς ἀνθρώποις διὰ τὸ καὶ | πλείονα καὶ ὑγρότερον τῶν ἄλλων ζῴων κατὰ ἀναλογίαν τοῦ μεγέθους τοῦ σώματος ἐγκέφαλον αὐτὸν ἔχειν, καὶ εἰπὼν τῶν καθ’ αὑτὰς ἡδειῶν ὀσμῶν, ὅσαι ἀπὸ τῶν ἀνθῶν, τὰ ἄλλα ζῷα μὴ αἰσθάνεσθαι, εἰ μὴ καὶ τρόφιμα αὐτοῖς εἴη, νῦν προστί- θησιν ὅτι οὐδὲ τῶν ἀντικειμένων ταῖς ἁπλῶς ἡδείαις ὀσμαῖς δυσωδῶν, ἐγκειμένων V αἵτινες καὶ αὐταὶ καθ’ αὑτὰς ἀηδεῖς ὡς ἐκεῖναι ἡδεῖαι, οὐδὲν τῶν ἄλλων ζῴων αἰσθάνεται. οὔτε γὰρ τῶν καθ’ αὑτὰ ἡδειῶν αἴσθησιν ἔχει οὔτε τῶν ἀηδῶν, εἰ μὴ εἴη, † τί φησι, τῶν καθ’ αὑτὰ ἀηδῶν τε καὶ δυσωδῶν τινα φθαρτικὰ αὐτῶν. ὡς γὰρ τῶν τροφίμων καὶ σωστικῶν καὶ κατὰ συμβεβηκὸς ἡδειῶν ὀσμῶν αἰσθάνεται, οὕτω καὶ x003E; φθαρτικῶν ἑαυτῶν, αἳ πάλιν αὐτοῖς κατὰ συμβεβηκός εἰσιν ἀηδεῖς, διότι φθείρουσιν αὐτά. | Ἑξῆς δὲ πῶς οἷόν τε φθείρεσθαι αὐτὰ ὑπὸ ὀσμῶν τινων λέγει. ὡς γὰρ οἱ ἄνθρωποι ὀσφραινόμενοι τῶν ἀνθράκων οὐχ ὑπὸ τῆς ὀσμῆς αὐτῆς, ἀλλ’ ὑπὸ τῆς x003E; αὐτῶν φερομένης ἀτμίδος διὰ τῆς ἀναπνοῆς καρηβαροῦσί τε καὶ φθείρονται, οὕτω κἀκεῖνα ὑπό τε τῆς τοῦ θείου ἀναθυμιάσεως καὶ τῆς ἐν αὐτῷ δυνάμεως καὶ ὑπὸ τῆς τῶν ἀσφαλτωδῶν φθείρεται· διὸ καὶ φεύγειν δοκεῖ τὴν ἀπ’ αὐτῶν ὀσμήν. οὕτω καὶ οἱ ὄφεις κερατίων θυμιωμένων (τοιαύτη καὶ ἡ βοτάνη ἣν πόλιον οὐ καθὸ δυσώδη ἐστὶ φεύγοντες τὴν ἀπ’ αὐτῶν ὀσμήν, ἀλλὰ καθόσον ἐστὶν αὐτῶν φθαρτικά. εἰκότως δὲ περὶ αὐτῶν ἐποιήσατο τὸν λόγον· ἐπειδὴ γὰρ δοκεῖ τινα τῶν ζῴων φεύγειν τινὰς δυσωδίας, αἵ εἰσιν οὐκ ἀπὸ τροφῆς ἀλλὰ καθ’ αὑτάς, ἦν δὲ ἀκόλουθον τῷ φεύγοντι τὰς καθ’ αὑτὰς ἀηδεῖς τὸ καὶ διώκειν τε καὶ αἰσθάνεσθαι τῶν καθ’ αὑτὰς ἡδειῶν, ἔδειξεν ὅτι ταύτας, οὐχ ᾗ ἀηδεῖς ἁπλῶς, ἀλλ’ ᾗ φθαρτικαὶ αὐτῶν, φεύγουσιν. ὥστε κἀκείνων [ἐστὶν] ἅστινας διώκοιεν, ὡς τροφίμους ἄν ἡδείας διὰ τὴν τροφὴν διώκοιεν. Σημεῖον δὲ παρέθετο τοῦ τὰς μὲν καθ’ αὑτὰς δυσώδεις ὀσμὰς μὴ φεύγειν αὐτὰ τὸ πολλὰς τῶν βοτανῶν δυσώδεις οὔσας τὰ μὲν μὴ φεύγειν, τὰ δὲ καὶ νέμεσθαι, τὸ ἐν ταῖς ὀσμαῖς ἡδὺ καὶ λυπηρὸν τῷ τροφίμῳ μόνον καὶ τῷ φθαρτικῷ παραμετροῦντα. ταῦτα γὰρ αὐτοῖς ἡδέα μόνα τῶν ὀσφραντῶν, ἃ πρὸς γεῦσιν ἢ πρὸς τὴν τροφὴν ὅλως συμβάλλεταί τι. Απορήσειε δ’ ἄν τις εὐλόγως ἐκ τῶν νῦν εἰρημένων ὁρμώμενος, πῶς ἔν τε τῷ δευτέρῳ Περὶ ψυχῆς περὶ ὀσφρήσεως λέγων χειρίστην εἶπε τὸν ἄνθρωπον ταύτην | ἔχειν τὴν αἴσθησιν, ἔν τε τῷ πρὸ ὀλίγου μέλλων περὶ τῶν χυμῶν λέγειν ἀποδιδοὺς αἰτίαν τοῦ ἐναργεστέρους ἡμῖν τοὺς χυμοὺς εἶναι τῶν ὀσφραντῶν εἶπε· ‘‘τούτου δὲ αἴτιον ὅτι χειρίστην ἔχομεν τῶν ζῴων τὴν ὄσφρησιν καὶ τῶν ἐν ἡμῖν αὐτοῖς αἰσθήσεων.” πῶς γὰρ χειρίστην τῶν ἄλλων ζῴων, εἰ ἡμεῖς μὲν τῶν ἡδέων τῶν ἐν τοῖς ὀσφραντοῖς ἀπάντων αἰσθανόμεθα, τὰ δ’ ἄλλα μόνων τῶν ἑπομένων τῷ τροφίμῳ χυμῷ; ὅτι τούτων ὧν καὶ τὰ ἄλλα ζῷα ὀσφραίνεται ὀσμῶν, ἃς εἶπε κατὰ συμβεβηκὸς ἔχειν τὸ ἡδύ τε καὶ ἀηδές, χείριστα αἰσθανόμεθα. οὔτε γὰρ ἀπὸ διαστήματος ἴσου οὔτε ὁμοίως πληκτικῶς. ὡς εἰ καὶ τῶν ἄλλων ἐκεῖνα ᾐσθάνετο, καὶ ἐν ἐκείνοις ἄν ἐπλεονέκτει τὸν ἄνθρωπον· οὐκ αἰσθάνεται δὲ τὰ ἄλλα ἐκείνων, ὅτι μηδὲ δεῖται αὐτῶν. Ἔοικε δὲ ἡ αἴσθησις ἡ τοῦ ὀσφραίνεσθαι περιττῶν οὐσῶν τῶν αἰσθήσεων. Διὰ τούτων δείκνυσιν ὅτι ἡ ὄσφρησις μεταξύ πώς ἐστι τῶν τε ἁπτικῶν αἰσθήσεων, αἵ εἰσιν ἁφή τε καὶ γεῦσις, καὶ τῶν διά τινος ἄλλου μεταξὺ γινομένων, οἷαί εἰσιν ἥ τε ὄψις καὶ ἡ ἀκοή. πάνυ δὲ γλαφυρῶς ἐπεχείρησε πρὸς τὸ μέσην αὐτὴν εἶναι· ἐπειδὴ γὰρ πᾶς ἀριθμὸς περισσὸς μέσον τι ἔχει, περιττὸς δὲ καὶ ὁ τῶν αἰσθήσεων ἀριθμός, διὰ τοῦτο εὔλογον καὶ ἐν ταῖς αἰσθήσεσιν οὔσαις περισσαῖς εἶναί τινα μέσην αἴσθησιν, καὶ ἔστιν αὐτῶν ὄσφρησις. πῶς δέ ἐστι μεταξὺ ἀμφοτέρων πὼς μετέχουσα λέγει· καθόσον μὲν γὰρ τὸ ὀσφραντὸν τῶν γευστικῶν χυμῶν ἐστι πάθος τι, οἵ εἰσι γευστοὶ καὶ διὰ τοῦτο ἁπτοί, κατὰ τοσοῦτον κοινωνοίη ἂν ταῖς δι’ ἁφῆς αἰσθήσεσιν, <ὅτι δι’ x003E; αἰσθανόμεθά πὼς καὶ αὐτῶν γευστῶν. ἐν γὰρ τῷ ἁπτῷ γένει τὰ θρεπτικά· | καὶ γὰρ ἡ γεῦσις ἐδείχθη ἐν τοῖς Περὶ ψυχῆς ἁφή τις οὖσα. μετέχει δὲ πάλιν καὶ κοινωνεῖ ταῖς διὰ μέσων τινῶν γινομέναις αἰσθήσεσιν, ὧν ἐστιν ἥ τε ὄψις καὶ ἡ ἀκοή, τῷ καὶ ταύτην δι’ ἀέρος καὶ ὕδατος γίνεσθαι, δι’ ὧν καὶ ἐκείνων ἡ ἀντί- ληψις. εἰπὼν δὲ τῷ ἀκουστῷ, ἀντὶ τοῦ προσθεῖναι καὶ τῷ ὁρατῷ εἶπε τῷ διαφανεῖ· διὰ γὰρ τοῦ διαφανοῦς τοῦ κατ’ ἐνέργειαν ἡ ὄψις. εἰπὼν δὲ ταῦτα, προστίθησιν ὅτι ἄρα καὶ εὐλόγως ἐκ τοιούτων καὶ οὕτω γίνεσθαι τὰς ὀσμὰς εἰρήκαμεν· ἀμφότερα γὰρ ἐν τῷ λόγῳ περι- έχεται, τά τε ἁπτὰ καὶ τὰ μεταξύ, δι’ ὧν αἱ ἄλλαι αἰσθήσεις. κεῖται κεῖται γὰρ ἡμῖν ἡ ὀσμὴ γίνεσθαι ὑπὸ τῆς ἐγχύμου ξηρότητος τοῦτο γὰρ προσυπακούειν δεῖ τῇ ξηρότητι) ἐν τῷ ὑγρῷ, οἷον βαφή τις καὶ πλύσις οὖσα. Εἶπε δὲ εὐλόγως τὸ ‘παρεικάσθαι’ διὰ τὴν βαφήν τε καὶ πλύσιν· οὐ γὰρ ἄντικρυς τοῦτο ἔστιν, | ἀλλὰ μετενήνεκται ἀπὸ τῶν διὰ τῆς πλύσεως βαπτόντων τὸ ὑγρὸν ἐν τῷ † πλύνοντι· οὐ γὰρ δὴ ἐν ἀέρι γίνεται πλύσις ἡ κυρίως λεγομένη. χυτὸν δὲ καὶ ὑγρὸν ἐκ παραλλήλου ἂν λέγοιτο· καὶ γὰρ τὸ ὕδωρ καὶ ὁ ἀὴρ ὑγρά τε καὶ χυτά. ἢ εἴη ἂν ὑγρὸν μὲν τὸ ὕδωρ, χυτὸν δὲ τὸν ἀέρα λέγων, ἐπειδὴ ἐξ ἀναθυμιάσεως ὁ ἀήρ, ἥτις χεομένων τῶν ἐξ ὧν ἡ μεταβολὴ εἰς τοῦτον γίνεται. χεῖται γὰρ ἐπὶ πλέον τὸ ὕδωρ εἰς ἀέρα μεταβάλλον τῷ ἀραιότερον εἷναι καὶ λεπτότερον τὸν ἀέρα. διὸ καὶ ἐπὶ μείζονος ὄγκου· μείζων γὰρ τὸν ὄγκον ὁ ἐκ τοῦ ἴσου ὕδατος ἀήρ. καθόσον μὲν οὖν ὑπὸ ξηρότητος ἡ γένεσις, αὕτη δὲ ἁπτή, κατὰ τοσοῦτον ἂν ἁπτόν τι ἔχοι· καθόσον δὲ ἐν ὑγροῖς γίνεται, δι’ ὧν ἥ τε ὄψις καὶ ἡ ἀκοή, κατὰ τοῦτο δὲ εἴη ἄν ταὐτὸν ἔχουσα τοῖς διὰ μέσου τινὸς ἐκτὸς ὄντος γινομένοις αἰσθητοῖς. | Πῶς μὲν οὖν εἴδη δεῖ λέγειν καὶ πῶς οὐ δεῖ τοῦ ὀσφραντοῦ, ἐπὶ τοσοῦτον εἰρήσθω. Τουτὶ ὃ προέθετο. καὶ ἔστι τὸ εἰρημένον ἤτοι ὅτι εἴδη ταῦτα τῶν ὀσφραντῶν ἔχοι ἄν, ἅ ἐστιν ἀπὸ τῶν τροφίμων χυμῶν (ὅσα γὰρ εἴδη τῶν χυμῶν ἐκείνων, τοσαῦτα καὶ τῶν ὀσφραντῶν τῶν ἀπ’ αὐτῶν, οὐχ ἀπλῶς δέ, ἀλλὰ κατὰ συμβεβηκός· κατὰ γὰρ τὴν ἐπὶ τοὺς χυμοὺς ἀναφορὰν διαφέρειν λέγομεν καὶ τὰς ὀσμάς), τὰ δ’ ἀπλῶς ὀσφραντὰ καὶ καθ’ αὑτὰ ἡδέα ἢ λυπηρὰ οὐκέτι ἐκεῖνα εἰς εἴδη διαιρεῖται· ἢ μᾶλλον ὅτι ἐν ἐκείνοις οὐκ ἔστι τοῖς ὀσφραντοῖς εἴδη καθ’ αὐτᾶι ὅτι μηδὲ τὸ ἡδὺ καὶ τὸ λυπηρὸν τὴν ἀρχήν ἐστιν ἐν αὐτοῖς καθ’ αὑτά (τοῦτο γὰρ καὶ ἔλεγόν τινες), ἐν δὲ καθ’ αὑτὰ τό τε ἡδὺ καὶ τὸ λυπηρόν, ὧν εἶπε μόνον τὸν ἄνθρωπον αἰσθάνεσθαι, ἐν τούτοις ἂν εἴη καθ’ αὑτὰ καὶ εἴδη ὀσφραντῶν. τὸ γοῦν | ἡδὺ ναὶ λυπηρὸν ἐν τούτοις κατὰ τὴν τῶν ὀσφραντῶν φύσιν διακέκριται καὶ τῷ εἴδει ἀλλήλων διαφέρει. ἐφ’ ὧν μὲν γὰρ τὸ αὐτὸ τὸ νῦν μὲν ἡδὺ αὖθις καὶ λυπηρόν, οὐ κατ’ εἶδος ταῦτα ἀλλήλων διαφέρει ἀδύνατον γὰρ αὐτό τι αὑτοῦ τῷ εἴδει διαφέρειν)· ἐφ’ ὧν δὲ διῄρηται ταῦτα τῇ οἰκείᾳ φύσει, ταῦτα ἀνάγκη κατ’ εἶδος ἀλλήλων διαφέρειν. ὥστε εἰ μέν τις λαμβάνοι τὰς κοινὰς ὀσμὰς τοῖς ζῴοις (αὗται δέ εἰσιν αἱ ἀπὸ τροφίμων χυμῶν γινόμεναι), οὐκ ἂν εἴδη τῶν ὀσμῶν εἴ <η· εἰ x003E; ἀνθρώποις ὡς ἰδίας ὑπαρχούσας, γίνοιτο † ἀνάγκη τῶν ὀσμῶν. Ὃ δὲ λέγουσί τινες τῶν Πυθαγορείων, οὐκ ἔστιν εὔλογον. Τὴν μὲν δόξαν τὴν ὅτι τὰ ὀσφραντά τινα, καθὸ ὀσφραντά ἐστι, τρέφει, λέγει τῶν Πυθαγορείων εἶναι. ἤδη μέντοι καὶ ἰατροί τινες ἐγένοντο τῆς δόξης ταύτης. ὅτι δὲ μὴ | εὔλογον τὴν ὀσμὴν τρέφειν δείκνυσι διὰ τοῦ δεῖν μὲν τὴν τροφὴν σύνθετον εἶναι τοιαῦτα γὰρ καὶ τὰ κυρίως τρεφόμενα)· οὔτε γὰρ ἁπλοῦν τι σῶμα τρέφει οὔτε ἀπλῶς, ὡς εἶπε καὶ ἐν τοῖς Περὶ ψυχῆς· οὐδὲ γὰρ τὰ φυτὰ ὕδατι τρέφεται μόνῳ. καὶ τοῦ μὴ εἶναι τὴν τροφὴν ἁπλοῦν σημεῖον παρέθετο τὰ περιττώματα ὄντα καὶ ξηρὰ καὶ ὑγρά. ἐπὶ μὲν οὖν τῶν ζώων δηλονότι τὰ περιττώματα ταῦτα ἐντὸς γινόμενα οὕτως ἐκκρίνεται, ἐπὶ δὲ τῶν φυτῶν ἔξω φησὶ γίνεσθαι τὰ περιττώματα. εἴη δ’ ἂν τὸ ἐπ’ ἐκείνων περίττωμα ἤτοι τὸ δάκρυον τὸ ἀπορρέον ἀπ’ αὐτῶν ἢ καὶ ἡ πρὸς ταῖς ῥίζαις εὑρισκομένη τεφρώδης καὶ γεώδης σύστασις· καὶ ἡ τῶν φύλλων ἔξω γινομένη μεταβολὴ εἰς γεώδη σύστασιν περιττωματική· ἀλλὰ καὶ ὁ φλοιὸς ἐν αὐτοῖς τοιοῦτον. καὶ ἡ πέψις δὲ τῶν καρπῶν ἐκτὸς αὐτῶν γίνεται, καὶ οὐχ ὥσπερ τοῖς ζῴοις ἐντός· εἶεν δ’ | ἂν καὶ πεσσομένων τῶν καρπῶν αἱ ἀποκρίσεις αἱ γινόμεναι ἐκτὸς αὐτῶν γινόμεναι. εἰ δὴ οὐχ ἁπλοῦν μὲν σῶμα ἡ τροφή, τὸ δὲ ὕδωρ ἁπλοῦν καὶ ὁ ἀήρ, δι’ ὧν ἡ ὄσφρησις γίνεται, οὐκ ἂν εἴη τοῖς ὀσφραντοῖς τρεφόμενά τινα· ἁπλοῦν γὰρ ἀέρα οἷον ἀναπνέοντες καὶ ὀσφραινόμενοι δέχονται. τούτοις δὲ προστίθησιν ὅτι μηδὲ τὸ ὕδωρ ἁπλοῦν δὲ τὸ ὕδωρ μόνον ἄμικτον ὂν ἄλλοις τισί) τροφὴ γίνεται τῷ δὲ] δεῖν μὲν τὴν τροφὴν σύστασίν τινα ἐν τῇ θρέψει τε καὶ κατεργασίᾳ λαμβάνειν, μὴ δύνασθαι δὲ αὐτὸ καθ’ αὑτὸ τὸ ὕδωρ συνίστασθαι· δεῖ γὰρ παχύτητά τινα ἔχειν σωματώδη τὸ συστησόμενον καὶ διὰ πέψεως μεταβληθησόμενον. διὸ καὶ κόπρον παραμιγνύουσιν οἱ γεωργοὶ καὶ ἀναταράσσουσι ταύτῃ ὑδρεύοντες τὰ φυτά· οὐδὲ γὰρ ἄλλως πρέμνον ἂν ἢ ῥίζα ἢ φλοιὸς ἢ | καρπὸς γένοιτο. εἰ δὲ μηδὲ τὸ ὕδωρ μόνον τρέφειν οἷόν τε, ἧττον ἔτι ὁ ἀὴρ τρέφοι ἄν· λεπτότερος γὰρ οὗτος καὶ ἧττον σωμάτων σύστασιν δεχόμενος. τὰ δὲ πλεῖστα τῶν ὀσφραινομένων διὰ τούτου ὀσφρᾶται. εἴη δ’ ἄν ἡ ἐπιχείρησις κατὰ τὸ μᾶλλόν τε καὶ τὸ ἧττον. Πρὸς δὲ τούτοις ὅτι πᾶσίν ἐστι τοῖς ζῴοις τόπος δεκτικὸς τῆς τροφῆς. Καὶ διὰ ταύτης τῆς ἐπιχειρήσεως δείκνυσιν ὅτι μὴ τῇ ὀσμῇ τρέφεταί τινα ζῷα. πάσι γὰρ τοῖς ζῴοις ἐστί τις τόπος ἀποκεκριμένος ἐν τῷ σώματι, εἰς ὃν δέχεται τὴν τροφήν. οὗτος δέ ἐστιν ἡ κοιλία· αὕτη γὰρ ὑποδέχεται τὴν πρώτην τροφήν, ἐξ ἧς καὶ κατὰ μεταβολὴν πᾶν τὸ σῶμα τὴν χορηγίαν ἔχει, πρώτης τῆς καρδίας πεττούσης τὸ αἷμα καθαρῶς καὶ χορηγούσης αὐτὸ τοῖς ἄλλοις μέρεσιν. εἰ δὴ ἡ μὲν κοιλία δεκτικὴ τῆς τροφῆς (ἀπὸ ταύτης γὰρ ἡ χορηγία καὶ ἡ μεταβολή τε καὶ | ἀνάδοσις τῆς τροφῆς τοῖς τρεφομένοις), τὸ δὲ πνεῦμα καὶ ἡ ὀσμὴ οὐκ εἰς τὴν κοιλίαν ἔρχεται, οὐκ ἂν εἴη τῶν τρεφόντων τοῦτο· ὅτι δὲ μὴ εἰς τὴν κοιλίαν ἡ ὀσμὴ μηδὲ ἔνθα ἡ τροφή, ἔδειξεν ἀπό τε τοῦ τὸ τῆς ὀσφρήσεως αἰσθητήριον περὶ τὴν κεφαλὴν εἶναι καὶ γίνεσθαι τὴν ὄσφρησιν μετὰ πνεύματος καὶ τοιαύτης ἀναθυμιάσεως· τὸ δὲ πνεῦμα τὸ ἀναπνεόμενον οὐκ εἰς κοιλίαν οὐδὲ ἔνθα ἡ τροφὴ φέρεται, ἀλλ’ εἰς τὸν πνεύμονα. ὥστε εἴτε εἰς τὴν κεφαλήν, ἔνθα τὸ αἰσθητήριον τῆς ὀσφρήσεως, φέροιτο, εἴτε εἰς πνεύμονα, ἔνθα τὸ ἀναπνεόμενον πνεῦμα, οὐκ ἄν εἴη τῶν τρεφόντων. εἰ δέ τινα τῶν ζῴων ἐκλυόμενά ποτε ὑπό τινων ὀσμῶν ἐπανίσταται, οὐκ ἄν εἴη σημεῖον τοῦτο τοῦ τρέφεσθαι. οὐ γὰρ μόνον ἡ τροφὴ ἐπανίστησιν ἀλλ’ οὐδὲ ἡ ὀσμὴ μόνη, ἀλλὰ καὶ τοῦ ψυχροῦ ὕδατος πρόσκλυσις τονώσασα, καὶ ἂν πληγῇ τις· ἃ οὐδεὶς x003E; εἴποι τρέφειν. | Ἀλλ’ ὅτι μὲν τὸ ὀσφραντόν, καθὸ ὀσφραντόν ἐστιν, οὐ τρέφει, δῆλον εἶναί φησι. προσέθηκε δὲ τὸ ᾗ ὀσφραντόν, ἐπεὶ κατὰ συμβεβηκὸς δύναται καὶ τὸ ὀσφραντὸν τρέφειν· τῇ γὰρ τροφῇ συμβέβηκεν ὀσφραντῇ εἶναι, ὡς προείρηται. ὅτι μέντοι τὰ ὀσφραντὰ τὰ ἁπλῶς καὶ τῇ ἑαυτῶν φύσει τοιαῦτα εἰς ὑγίειαν συμβάλλεται τοῖς ἀνθρώποις, καὶ διὰ τῆς αἰσθήσεως φησιν εἶναι γνώριμον· ὑγιεινότερον γὰρ διάγουσιν οἱ ἐν ταῖς τοιαύταις ὀσμαῖς ἀναστροφὰς ποιούμενοι καὶ ἧττον ἁλίσκονται πάθεσί τισιν, ὡς γνώριμον γίνεται μάλιστα ἐν τοῖς λοιμώδεσι καταστήμασιν. ἀλλὰ καὶ ἐκ τῶν εἰρημένων δῆλον τοῦτο· ἥ τε γὰρ τῶν τοιούτων εὐωδία διὰ θερμότητα εὔκρατος, δι’ ἣν καὶ ὑφ’ ἧς ἡ πέψις ἡ ἐν αὐτοῖς, καὶ ὁ περὶ τὴν κεφαλὴν τόπος, μάλιστα τοῖς ἀνθρώποις ψυχρὸς ὢν διὰ τὴν τοῦ ἐγκε- φάλου ὑγρότητα καὶ δεόμενος τοιαύτης ἐπικουρίας. καὶ ἔστι, φησίν, ἀνάλογον ὡς ὁ χυμὸς πρὸς τὸ θρεπτικὸν καὶ τὰ τρεφόμενα ἀναπληρῶν αὐτῶν τὴν κατὰ | τοῦτο ἔνδειαν τῇ προσκρίσει, οὕτω τὸ ὀσφραντὸν πρὸς ὑγίειαν· πάλιν γὰρ αὖ τοῦτο εἰς τὴν ὑγίειαν συντελοῦν ἀναπληροῖ τῇ οἰκείᾳ θερμότητι τὴν περὶ τὴν κεφαλὴν πλεονάζουσαν ψυχρότητα. Ἀπορήσειε δ’ ἄν τις, εἰ πᾶν σῶμα εἰς ἄπειρον διαιρεῖται, ἆρα καὶ τὰ παθήματα τὰ αἰσθητά; Εἰπὼν περί τε τῶν αἰσθητηρίων καὶ περὶ τῶν ἑκάστῃ αἰσθήσει ὑποκειμένων αἰσθητῶν, τίνα ποτὲ ὄντα ἐστὶν αἰσθητά περὶ γὰρ τοῦ ἁπτοῦ αἰσθητοῦ, ὅτι γὰρ † σύγκριμα τούτου ὄψεσι τοῦτο, ἐν τοῖς Περὶ ψυχῆς εἴρηται· διὸ νῦν τὸν περὶ αὐτοῦ παρείασε λόγον), ἀπορεῖ τινα ἀπορίαν ἠρτη- μένην τῶν αἰσθητῶν. ζητεῖ γὰρ εἰ, ὥσπερ τὰ σώματα ἐπ’ ἄπειρον τέμνεται, οὕτω καὶ τὰ ἐν αὐτοῖς πάθη x003E; αἰσθητά. ἔστι δὲ τὰ αἰσθητὰ πάθη τῶν σωμάτων χρώματα, χυμοί, ὀσμαί, ψόφοι, βάρη κουφότητες, θερμό- τῆτες ψυχρότητες, ὑγρότητες ξηρότητες, μαλακότητες σκληρότητες, καὶ ὅσαι ἄλλαι ἁπταὶ ἐναντιώσεις. πάντα γὰρ ταῦτα αἰσθητὰ ὄντα πάθη τῶν σωμάτων ἐστίν· ἐκείνοις γὰρ συμβέβηκεν. ἀπορεῖ δή, πότερον καὶ ταῦτα συνδιαιρεῖται τοῖς σώμασι καὶ ἐπ’ ἄπειρόν ἐστι διαιρετὰ ἢ ἵσταται ἡ τούτων τομὴ καὶ τέμνεται τὰ σώματα εἴς τινα, ἃ οὐκέτ’ ἔχει πάθη ταῦτα, ἃ αἰσθητά ἐστί τε καὶ λέγεται. ἀπορεῖ δὲ περὶ τούτου, διότι δοκεῖ ἑκατέρου ὑποτεθέντος ἄτοπόν τι ἕπεσθαι. εἰ μὲν γὰρ συνδιαιρεῖται τοῖς σώμασι τὰ πάθη, τῷ ἕκαστον τῶν παθῶν τούτων κινητικὸν εἶναι τῆς αἰσθήσεως (ἕκαστον δὲ αὐτῶν ἅμα τέ ἐστι τοῦτο ὅ ἐστιν, οἷον λευκὸν ἢ μέλαν θερμὸν ἢ ψυχρὸν ἢ γλυκὺ ἢ πικρὸν ἤ τι τῶν ἄλλων, καὶ αἰσθητόν ἐστιν· τὸ δὲ αἰσθητόν ἐστι τῷ δύνασθαι κινεῖν τὴν αἴσθησιν, τουτέστι τῷ δύνασθαι | ἐνεργείᾳ αἴσθησιν αὐτοῦ γίνεσθαι. οὐ γὰρ πᾶν αἰσθητὸν ἐνεργείᾳ ἐστὶν αἰσθητόν, οὐδ’ εὐθὺ τῷ αἰσθητὸν εἶναι καὶ αἴσθησίς ἐστι κατ’ ἐνέργειαν αὐτοῦ· ἅμα μέντοι αἰσθητόν ἐστι καὶ δύναμιν ἔχει τοῦ κινεῖν αἴσθησιν· εἰ γὰρ μὴ τοῦτο, οὐδ’ αἰσθητόν), εἰ δὴ ἐπ’ ἄπειρον συνδιαιρεῖται τοῖς σώμασι τὰ πάθη, καὶ ἡ δύναμις, καθ’ ἣν κινητικὰ τῶν αἰσθήσεων ἐστιν, ἐπ’ ἄπειρον καὶ ἡ κατ’ ἐνέργειαν αἴσθησις αὐτῶν διαιρεθήσεται· πάντα γὰρ ἔσται μέγεθος, τουτέστι σῶμα αἰσθητόν· ἀλλ’ εἰ πᾶν σῶμα αἰσθητόν, πᾶν μέγεθος ὁρατόν ἐστι καὶ αἰσθητόν. καὶ ὁτιοῦν μόριον τοῦ σώματος ὁρατόν· πᾶν δὲ τὸ ὁρώμενον μετὰ μεγέθους ὁρᾶται· πᾶν μέγεθος ἄρα ὁρατὸν ἔσται καὶ αἰσθητόν. οὐ γὰρ οἷόν τε λευκὸν μέν τι ὁρᾶν.. οὐ ποσὸν δέ· ὥστε ἐν ὁπηλικῳοῦν μεγέθει χρῶμά ἐστι καὶ ὁρατόν. καὶ τὸ μέγεθος ἂν εἴη αὐτὸ ὁρατόν τε καὶ αἰσθητόν· οὕτω τε οὐδὲν ἂν εἴη σῶμα διὰ μικρότητα ἀναίσθητον. | ἀλλὰ μὴν δοκεῖ ἔνια μεγέθη καὶ μόρια τοὐ σώματος ἐκφεύγειν τὴν αἴσθησιν. εἰ δὲ τοῦτο, οὐδ’ ἂν πᾶν μόριον τοῦ σώματος ἐν αἰσθητῷ πάθει εἴη· εἵπετο γὰρ τῷ ἔχειν πάθος αὐτὸ τὸ καὶ αἰσθητὸν αὐτοῦ τὸ μέγεθος εἶναι. Ἀγαγὼν δὲ τὴν πρώτην ὑπόθεσιν τὴν εἰ συνδιαιρεῖται τὰ πάθη τοῖς σώμασιν ἐπ’ ἄπειρον ἐπὶ τὸ ἄτοπον τοῦτο τὸ παντὸς μορίου σώματος ἐπ’ ἄπειρον τεμνομένου πᾶν μέγεθος αἰσθητόν τε καὶ ὁρατὸν ἔσεσθαι, μέτεισιν ἐπὶ τὴν ἀντικειμένην ταύτῃ ὑπόθεσιν, τὴν λαμβάνουσαν μὴ συνδιαιρεῖσθαι τὰ πάθη τοῖς σώμασιν ἐπ’ ἄπειρον, καί φησιν· εἰ γὰρ μὴ οὕτως, ἐνδέχοιτ᾿ ἄν τι σῶμα μηδὲν ἔχον χρῶμα μηδὲ βάρος μηδ’ ἄλλο τι τοιοῦτον πάθος. ἔστι γὰρ ὃ λέγει· εἰ γὰρ μὴ συνδιαιροῖτο τὰ πάθη επ ἄπειρον καὶ αὐτὰ τοῖς σώμασιν, εἴη ἄν τινα μόρια τοῦ σώ μάτος τοῦ τεμνο- μένου σώματα καὶ αὐτὰ ὄντα μηδὲν ἔχοντα | μήτε χρῶμα μήτε βάρος μήτε ἄλλο τι πάθος αἰσθητόν· ἀλλ’ εἰ τοῦτο, ἔσται καὶ τὸ ἄλλο ὅλον μέγεθος συγκείμενον ἐξ οὐκ αἰσθητῶν οὐδ’ ἐχόντων πάθος. Γαῦτ᾿ εἰπὼν ἐπιφέρει· ἀλλ᾿ ἀναγκαῖον· οὐ γὰρ δὴ ἔκ γε τῶν μαθηματικῶν. τὸ γὰρ φυσικὸν καὶ αἰσθητὸν σῶμα ἀναγκαῖον καὶ διαιρεῖσθαι εἰς μέρη φυσικά. πᾶν δὲ φυσικὸν σῶμα σὺν πάθεσι καὶ σύγκειται ἐκ τοιούτων. εἰ γὰρ μὴ ἐκ τοιούτων εἴη συγκείμενον καὶ εἰς τοιαῦτα διαιρούμενον, εἴη ἂν ἐκ μαθηματικῶν σωμάτων τὰ φυσικὰ συγκείμενα· ἀπαθῆ γὰρ τὰ μαθηματικά. ἀλλὰ μὴν ἀδύνατον ἐκ τοιούτων λέγειν συγκεῖσθαι σώματα φυσικά τε καὶ αἰσθητά, τῷ ταῦτα, λέγω δὲ τὰ μαθηματικὰ σώματα, μηδ’ ἐν ὑποστάσει εἶναι καθ’ αὑτά, ἀλλὰ τῇ ἐπινοίᾳ χωριζόμενα τῶν παθῶν λαμβάνεσθαι. | Ἔτι τίνι κρινοῦμεν ταῦτα ἢ γνωσόμεθα; ἢ τῷ νῷ; 234 ἀλλ᾿ οὐ νοητά. Ταῦτά φησι τὰ ἀπαθῆ τε καὶ ἀναίσθητα σώματα. εἰ δ’ εἴη τινὰ τοιαῦτα εἰς ἃ διαιρεῖται τὰ αἰσθητὰ σώματα, τίνι κρινοῦμέν τε καὶ γνωσόμεθα; πάντα μὲν γὰρ ἃ γινώσκομεν, ἢ νοητὰ ὄντα ἢ αἰσθητά, γινώσκομεν ἢ διὰ τοῦ νοεῖν αὐτὰ ἢ διὰ τοῦ αἰσθάνεσθαι αὐτῶν· δύο γὰρ ταῦτα κριτήρια ἡ φύσις ἡμῖν δέδωκεν ἐπὶ τὴν τῶν ὄντων γνῶσιν τῷ καὶ τὰ ὄντα ταύταις ταῖς διαφοραῖς διαιρεῖσθαι. ἀλλὰ μὴν τὰ μέρη τῶν σωμάτων ταῦτα τὰ ἀναίσθητά τε καὶ ἀπαθῆ οὐδετέρῳ τούτων ὑποπεσεῖται. οὔτε γὰρ τῷ νῷ· οὐ γὰρ νοητὰ καθ’ αὑτά. οὐδὲν γὰρ ὁ νοῦς τῶν ὑποκειμένων καθ’ αὑτὸ ἐκτὸς ὄντων χωρὶς αἰσθήσεως νοεῖ· ἔστι γάρ τιν’ ἃ ἐκτὸς ὄντα καθ’ αὑτὰ καὶ ἐκτὸς ὄντων χωρὶς αἰσθήσεως νοῒ] ὑφεστηκέναι οὐ πέφυκεν, ἄτομοι οὐσίαι ὄντα (τὰ γὰρ εἴδη τὰ τούτων καὶ τὰ κοινὰ ἐκτὸς | ὑφέστηκεν οὐδὲ καθ’ αὑτά· ἐν γὰρ τῷ νοεῖσθαι τὸ εἶναι τοῖς κοινοῖς, ὥστε καὶ ὑπόστασις αὐτῶν ὡς τοιούτων ἐν τῷ νῷ καὶ οὐκ ἐκτός). εἰ δὲ μηδὲν τῶν οὕτως ὄντων χωρὶς αἰσθήσεως ὁ νοῦς νοεῖ, ταῦτα δὲ οὐκ αἰσθητά, οὔτ’ ἂν ὁ νοῦς αὐτὰ οὔτε ἡ αἴσθησις κρίνοι. νοεῖ δὲ ὁ νοῦς τὰ αἰσθητὰ μετ’ αἰσθήσεως, τῷ δύνασθαι αἰσθήσεως αὐτῶν γε. νομένης τὸν νοῦν αὐτῶν θεωρεῖν τήν τε πρὸς ἄλληλα διαφορὰν καὶ τὸ τί ἦν εἶναι ἑκάστου αὐτῶν καὶ πῶς ἔχει τὰ τοιαῦτα πρὸς τὸ καθόλου, καὶ τῷ διαλαμβάνειν ἁπάντων τῷ λόγῳ τό τε συμβεβηκὸς αὐτοῖς καὶ τὸ εἶδος τὸ ὑποκείμενον. Ἀλλ᾿ εἰ ταῦτα οὕτως ἔχει, ἔοικε μαρτυρεῖν τοῖς τὰ ἄτομα ποιοῦσι. Καὶ τοῦτο ἄτοπον προσφέρει τῇ δόξῃ τῇ εἰς ἀπαθῆ διαιρούσῃ τὰ αἰσθητὰ σώματα, τὸ ἔσεσθαι σύμφωνον τὸ λεγόμενον τοῖς τὰ ἄτομα μεγέθη ὑπο- τιθεμένοις. ᾧ γὰρ | ἐκεῖνοι χρῶνται λόγῳ, ἀνάγκη καὶ τοὺς ταῦτα λέγοντας χρῆσθαι καὶ λύειν τὰ ἀπορούμενα πρὸς αὐτούς. λέγουσι δὲ οἱ τὰς ἀτόμους ὑποτιθέμενοι ἀπαθῆ τὰ ἄτομα σώματα ὄντα ἐν τῇ ποιᾷ πρὸς ἄλληλα συνθέσει τε καὶ σχέσει τὰ πάθη καὶ τὰς τοιαύτας ποιότητας ἀπο- γεννᾶν. τὸ αὐτὸ δὴ ἐξαναγκασθήσονται καὶ οὗτοι λέγειν· καὶ γὰρ τούτοις ἐν τῇ ποιᾷ συνθέσει τῶν ἀπαθῶν μερῶν τὰ πάθη τὰ ἐν τοῖς σώμασιν ὄντα γεννηθήσεται. Ἅ εἰπὼν ἐπιφέρει ἀλλ’ ἀδύνατα † ὧν ἐστι τὰ ἄλλα δυνατὰ τὰ ὑπ’ ἐκείνων λεγόμενα. ὃ καἲ αὐτοὶ εἴποιεν ἄν λύειν τὰ ἀπορούμενα θέλοντες· ἀδύνατα γὰρ ἐροῦσι καὶ αὐτοὶ ταὐτά γε ἐκείνοις λέγοντες. φησὶ δὲ εἰρῆσθαι περὶ τῶν τὰ ἄτομα ὑποτιθεμένων σώματα ὅτι ἀδύνατα λέγουσιν ἐν τοῖς Περὶ κινήσεως λόγοις, Περὶ κινήσεως λέγων τὰ τελευταῖα τῆς Φυσικῆς ἀκροάσεως, ἐν οἷς ὅτι μὴ οἷόν τε ἄτομον εἶναί τι μέγεθος δέδειχε. p. 445b20 Περὶ δὲ τῆς λύσεως αὐτῶν ἅμα δῆλον ἔσται [τε] καὶ διὰ τί πεπέρανται τὰ εἴδη. Περὶ τῆς λύσεως τῶν ἠπορημένων, ἃ ἦν, εἰ τὰ πάθη συνδιαιρεῖται τοῖς σώμασιν ἐπ’ ἄπειρον διαιρουμένοις, ἄτοπον ἔσεσθαι τὸ πάν σῶμα καὶ μέγεθος αἰσθητὸν γίνεσθαι, καὶ μὴ συνδιαιρουμένων τὸ ἐξ ἀπείρων καὶ ἀπαθῶν συγκεῖσθαι τὰ σώματα, ἅμα, φησί, λύσομέν τε τὰ ἠπορημένα καὶ διὰ τῆς λύσεως τούτων δῆλον ποιήσομεν καὶ τὸ διότι πεπέρανται τὰ εἴδη τῶν καθ’ ἑκάστην αἴσθησιν αἰσθητῶν, οἷον χρωμάτων, χυμῶν, ψόφων φθόγγων, ὀσμῶν καὶ τῶν ἁπτῶν ἁπάντων. τοῦτο γὰρ πρότερον μὲν προέλαβε καὶ αὐτὸ ὡς ὀφεῖλον ζητηθῆναι, νῦν δὲ συνάπτει τῶν ἠπορη- μένων τὴν λύσιν καὶ τὴν τούτου δεῖξιν ὡς οἰκείαν. εἰ γὰρ ἐπ’ ἄπειρον ἡ τομὴ τῶν παθῶν, πότερον καθ’ αὑτὰ οὕτως ὡς τὰ εἴδη αὐτῶν ἄπειρά τέ ἐστι καὶ καθ’ αὑτὰ διαιρετὰ τὰ πάθη ἐπ’ ἄπειρον, ἢ οὐ καθ’ αὑτὰ οὐδὲ τῷ εἴδει ἡ ἐπ’ ἄπειρον αὐτῶν τομὴ καὶ ὅλως ἡ εἰς μεγέθη, ἀλλὰ κατὰ συμβεβηκός, τῷ γὰρ ἐν οἷς ἐστι διαιρουμένοις συνδιαιρεῖσθαι καὶ αὐτά; καὶ πρῶτον μὲν δι’ ἣν αἰτίαν ἀνάγκη ὡρίσθαι τὰ εἴδη τῶν αἰσθητῶν λέγει· ἔπειτα τοῦτο συνάψει τῇ τῆς προκειμένης ἀπορίας λύσει καὶ δείξει πῶς χρήσιμον τὸ ἕτερον εἰς τὸ ἕτερον. ἡ δὲ δεῖξις αὕτη· ὧν ἐστιν ἔσχατά τινα, τουτέστιν ἐν οἷς τὰ πέρατα ὥρισται, ἀνάγκη τούτοις καὶ τὰ μεταξὺ τῶν τε ἐσχάτων καὶ τῶν περάτων ὡρίσθαι. ἔσχατα δὲ ἐν παντὶ γένει τἀναντία· καὶ ὥρισται τὰ ἐναντία, εἴγε τὰ πλεῖστον διεστῶτα ἀλλήλων ἐναντία, τὸ δὲ πλεῖστον ὡρισμένον τι· ὥστε 1 ἐν οἷς ἐναντία, ἐν τούτοις τὰ ἔσχατα ὥρισται. ἐν δὲ τοῖς αἰσθητοῖς πᾶσιν ἐναντίωσίς ἐστι, καὶ τοῦτο δείκνυσι καθ’ ἕκαστον αἰσθητὸν προχειριζόμενος. τὰ ἄρα αἰσθητὰ ἅπαντα κατὰ τὸ εἶδος πεπέρανται. εἰ γὰρ ὧν τὰ ἔσχατα πεπέρανται, τούτων καὶ τὰ μεταξὺ πεπέρανται, | ἐν οἷς δέ ἐστιν ἐναντία, τούτων τὰ ἔσχατα πεπέρανται, ἐν οἷς ἄρα ἐστὶν ἐναντίωσις, ταῦτα πεπέρανται· ἐν δὲ τοῖς αἰσθητοῖς πᾶσίν ἐστιν ἐναντίωσις· τὰ αἰσθητὰ ἄρα πάντα πεπέρανται. τὸ δὲ ‘ὧν τὰ ἔσχατα πάντα πεπέρανται, τούτων ἀνάγκη καὶ τὰ μεταξὺ πεπεράνθαι’ νῦν μὲν ὡς γνώριμον λαμβάνει, ἔδειξε δὲ αὐτὸ ἐν τῷ πρώτῳ τῶν ὑστέρων Ἀναλυτικῶν. εἰ γὰρ μὴ εἴη γε αὐτὰ πεπερασμένα, ἀλλὰ ἐπ’ ἄπειρον, οὐδ’ ἂν τὰ ἔσχατα εἴη πεπερασμένα, μηδέποτε δυναμένων ἡμῶν ἐπὶ τὸ πέρας ἐλθεῖν τῷ τὰ μεταξὺ ἄπειρα εἶναι. ἔνεστι δὲ καὶ οὕτως ἐπιχειρήσαντας δεῖξαι ὅτι μὴ εἰς ἄπειρα εἴδη τέμνεται τὰ αἰσθητά· εἰ γὰρ ἀπείρων τῶν εἰδῶν ὄντων πᾶν εἶδος κατὰ ἀπείρων ἀτόμων κατηγορεῖται, ἀπειράκις ἄπειρα ἔσται τινά· εἰ δὲ κατὰ πεπερασμένων, πολλὰ ἄπειρα ἅμα ἔσται. τοῦτο δὲ ἀδύνατον· ἡ γὰρ παράθεσις τῶν ἑτέρων | τοῖς ἑτέροις περαίνοι ἂν αὐτά, καὶ ἔτι γίνοιτ’ ἄν ἄπειρον ἀπείρου πλέον καὶ ἔλαττον. Τὸ μὲν οὖν συνεχὲς εἰς ἄπειρα τέμνεται ἄνισα, εἰς δὲ ἴσα πεπερασμένα, τὸ δὲ μὴ καθ’ αὑτὸ συνεχὲς εἰς πεπερασμένα εἴδη. Διὰ τῶν νῦν εἰρημένων εἶπεν ἅμα τε λυθήσεσθαι τὴν ἀπορίαν καὶ δειχθήσεσθαι ὅτι τὰ εἴδη τῶν αἰσθητῶν πεπέρανται. λύσει μὲν γὰρ τὴν ἀπορίαν δείξας, πῶς τῇ ἐπ’ ἄπειρον διαιρέσει τῶν συνεχῶν συνδιαιρεῖσθαι δύναται τὰ πάθη, καὶ πῶς τῶν αἰσθητῶν τὰ μέρη πάντα αἰσθητά τε καὶ οὐκ αἰσθητά. τὰ δὲ εἴδη τῶν αἰσθητῶν οὐκ ἔσται ἄπειρα, εἰ καὶ συνδαιροῖτο ἐπ’ ἄπειρον, διὰ τὰ προειρημένα· ἐν οἷς γάρ ἐστιν ἐναντία, τούτων ἀνάγκη καὶ τὰ μεταξὺ εἴδη τῶν ἐναντίων ὡρίσθαι. οὐδὲ γὰρ καθ’ αὑτὰ διαιρεῖται οὕτως, ἀλλὰ κατὰ συμβεβηκός, συνδιαιρούμενα τούτοις ὧν ἐστι τὰ πάθη. ἄτοπον γὰρ ἦν τὸ εἴδη | τινὰ τῶν αἰσθητῶν μὴ λέγειν αἰσθητὰ εἶναι, ὃ συνέβαινεν ἐν τῇ ἐπ’ ἄπειρον τῶν σωμάτων διαιρέσει, τῷ γὰρ καὶ τὰ αἰσθητὰ συνδιαιρούμενα αὐτοῖς εἰς εἴδη διαφέροντα διαιρεῖσθαι. δείκνυσιν οὗν, τίνι διαφέρει ἡ τῶν συνεχῶν διαίρεσις τῆς τῶν μὴ συνεχῶν διαιρέσεως, ὁποῖά ἐστι καὶ τὰ πάθη τὰ ἐν τοῖς σώμασι. τὰ μὲν δὴ συνεχῆ τέμνεσθαί φησιν, εἰ μὲν εἰς ἴσα τέμνοιτο, εἰς πεπερασμένα, τὴν δὲ ἐπ’ ἄπειρον αὐτῶν γίνεσθαι διαίρεσιν κατὰ τὴν εἰς ἄνισα τομήν, ὡς ἔδειξε καὶ ἐν τῇ Φυσικῇ ἀκροάσει, καὶ εἶναι ἀμφοτέρας τὰς διαιρέσεις καθ’ αὑτὰ τῶν συνεχῶν τὰς εἰρημένας, τῶν δὲ μὴ συνεχῶν, ὁποῖά ἐστι τὰ αἰσθητὰ καὶ ὅλως τὰ πάθη, τὴν καθ’ αὑτὰ διαίρεσιν εἰς πεπερασμένα εἴδη γίνεσθαι· εἰς γάρ εἴδη, ἀλλ’ οὐκ εἰς μεγέθη, ἡ τῶν μὴ συνεχῶν διαίρεσις· τὰ δὲ εἴδη τούτων πεπέρανται, ὅτι καὶ ἐναντίωσίς ἐστιν ἐν αὐτοῖς. | Οτι μὲν οὖν πᾶν συνεχές, εἰ εἰς ἴσα διαιροῖτο, εἰς πεπερασμένα διαιρεθήσεται, δῆλον. πᾶν μὲν γὰρ συνεχὲς πεπερασμένον δέδεικται γὰρ ὅτι μηδέν ἐστιν ἐνεργεία ἄπειρον)· τὸ δὲ πεπερασμένον πᾶν καταμετρεῖται ὑπὸ παντὸς μορίου αὐτοῦ. καὶ γὰρ εἰ τὸ τελευταῖον καταμετροῦν αὐτὸ μὴ συναπαρτίζοιτο αὐτῷ, ἀλλ’ ὑπερβάλλοι αὐτό, οὐδὲν ἧττον κατεμέτρησεν αὐτό· εἰ δὲ κατεμέτρησε, δῆλον ὅτι πεπερασμένα ἄν εἴη ἐν αὐτῷ τὰ τηλικαῦτα, ἡλίκον ἐστὶ τὸ καταμετροῦν αὐτό. εἰς μὲν οὖν ἴσα πεπερασμένα πᾶν συνεχὲς τέμνεται διὰ τοῦτο· ἡ δὲ εἰς ἄπειρον διαίρεσις τῶν συνεχῶν γίνεται κατὰ τὰς ἀνίσους διαιρέσεις ἀεί. εἰ x003E; τοῦ ἀφαιρουμένου τοσοῦτον ἀφαιροῖτο ὁπόσον ἦν αὐτὸ ἀφ’ οὗ ἀφῃρέθη, εἴγε, καθ’ ὃν λόγον ἔφθασεν διῃρῆσθαι τὸ ὅλον, κατὰ τοῦτον καὶ τὸ μόριον αὐτοῦ διῄρηται καὶ τὸ τούτου πάλιν μόριον ὁμοίως, ἐπ’ | ἄπειρον ἡ διαίρεσις ἔσται. τοῦ μὲν οὖν συνεχοῦς ἡ διαίρεσις τοιαύτη· τοῦ δὲ μὴ καθ’ αὑτὸ συνεχοῦς, ὁποῖαί εἰσιν αἱ αἰσθηταὶ ποιότητες, αἱ διαιρέσεις εἰς πεπερασμένα εἴδη γίνονται, εἰ διαιροῖντο καθ’ αὑτάς, ὡς δέδεικται. Ην δὲ τὸ ἀπορούμενον, εἰ, ὥσπερ τὰ σώματα ἐπ’ ἄπειρον διαιρεῖται, οὕτω καὶ τὰ πάθη αὐτῶν. τοῦτο δὲ δεικνὺς λέγει ὅτι καθ’ αὑτὰ μὲν ἡ τῶν παθῶν διαίρεσις εἰς πεπερασμένα γίνεται εἴδη. τὰ γὰρ πάθη τῶν σωμάτων ταῦτα τἂ αἰσθητὰ εἴδη ἐστί, καὶ οὐ μεγέθη οὐδὲ συνεχῆ καθ’ αὑτά· διὸ καὶ ἡ διαίρεσις αὐτῶν εἰς πεπερασμένα γίνεται. τῷ δὲ πάθη εἶναι τῶν συνεχῶν καὶ ἐν τοῖς συνεχέσιν ὑπάρχειν καὶ ἐν τούτοις τὸ εἶναι ἔχειν, κατὰ συμβεβηκὸς ἂν ἐκείνοις συνδιαιροῖτο, καὶ δῆλον ὅτι, ὡς ἂν ἐκεῖνα | διαιροῖτο, καὶ ταῦτα αὐτοῖς συνδιαιρεθήσεται. ἐπεὶ τοίνυν δυνάμει ἐπ’ ἄπειρον διαιρετὸν τὸ συνεχές ἐστι, εἴη ἂν καὶ τὰ πάθη κατὰ συμβεβηκὸς ὁμοίως ἐκείνῳ διαιρετὰ ἐπ’ ἄπειρον δυνάμει. δεῖ οὖν, φησίν, ἐν τοῖς αἰσθητοῖς τοῖς ἐν συνεχείᾳ οὖσι λαμβάνειν ὅτι τὸ δυνάμει καὶ τὸ ἐνεργείᾳ ἕτερον ἄλλο γὰρ τὸ ἐνεργείᾳ αἰσθητῷ εἶναι καὶ ἄλλο τὸ δυνάμει), καὶ ὡς τὰ μέρη τοῦ συνεχοῦς ἐν τῷ ὅλῳ δυνάμει, καὶ τὰ τῶν μορίων πάθη ἅ ἐστιν αἰσθητὰ δυνάμει ἐστὶν αἰσθητά, ὄντων τῶν μορίων ἐν τῷ ὅλῳ. ὅλη μὲν οὖν ἡ κέγχρος αἰσθητὴ καθ’ αὑτήν καθ᾿ αὑτὴν γὰρ καὶ ἔστι), τὸ δὲ μυριοστὸν μέρος τῆς κέγχρου δυνάμει ἐστὶν αἰσθητὸν τῷ μὴ εἶναι καθ’ αὑτό, ἀλλ’ ἐν τῇ κέγχρῳ οὔσῃ συνεχεῖ. ἐπέρχεται μὲν γὰρ καὶ τοῦτο ἡ ὄψις, ὅταν τὴν κέγχρον βλέπῃ, οὐ μὴν καθ’ αὑτὸ αὐτὸ ὁρᾶ, ἀλλὰ ὡς ἐν τῷ ὅλῳ ὄν. ὁμοίως ἔχει καὶ περὶ τοῦ ἐν τῇ διέσει φθόγγου· τοῦ μὲν παντὸς μέλους συνεχοῦς ὄντος, οὗ μόριον ὁ ἐν τῇ διέσει φθόγγος, καθ’ αὑτὸ ἀκούει ἡ ἀκοή, δυνάμει δὲ τοῦ ἐν τῇ διέσει, ὅτι μόριον ἐκείνου. εἰπὼν δὲ συνεχοῦς ὄντος τοῦ μέλους ἔλους ἀκούει παντὸς ἡ ἀκοή, τὸ δὲ διάστημά φησι τοῦτο τὸ τῆς διέσεως, ὂν μόριον τοῦ μέλους καὶ μεταξὺ ὂν τῶν ἐσχάτων, τουτέστι τοῦ ὅλου διαστήματος τοῦ μέλους (τοῦτο γάρ ἐστι τὸ τοῦ μεταξὺ πρὸς τοὺς ἐσχάτους) λανθάνειν (τὸ γὰρ μεταξὺ ὂν τῶν ἐσχάτων φθόγγων μόριόν ἐστι τοῦ ἀκουομένου παντὸς μέλους) τῶ ἐν τῶ ὅλω εἶναι, αὐτὸ καθ’ αὑτὸ οὐκ αἰσθητὸν τότε ἐνεργείᾳ ὄν, ὅτι μηδὲ ἔστι καθ’ αὑτό. Εἰπὼν δὲ ἐπὶ τοῦ ὁρατοῦ καὶ ἐπὶ τοῦ ἀκουστοῦ τὰ μόρια τὰ ἐν τοῖς ὅλοις λανθάνειν τῷ μὴ εἶναι ἐνεργείᾳ αἰσθητὰ μηδὲ καθ’ αὑτά, ὅταν ᾖ ἐν τοῖς ὅλοις, ἀλλὰ δυνάμει, ὁμοίως φησὶν ἔχειν καὶ ἐπὶ τῶν ἄλλων αἰσθητῶν· τὰ γὰρ μικρὰ μόρια τὰ ἐν τοῖς αἰσθητοῖς δυνάμει εἶναι αἰσθητά, ἐνεργείᾳ δὲ μή, ὅτι μηδὲ τὴν ἀρχὴν κεχώρισται μηδὲ ἔστι καθ’ αὑτά. οὐδὲ γὰρ ἡ ποδιαία ἐνεργείᾳ ἐστὶν ἐν τῇ δίποδι συνεχεῖ οὔσῃ, ἀλλὰ δυνάμει· ἐνεργείᾳ δὲ τότε γίνεται ἡ ποδιαία, ὅταν χωρισθῇ καὶ καθ’ αὑτὴν ληφθῇ χωρι- σθεῖσα τῆς πρὸς τὴν ἑτέραν συνεχείας. Εἰπὼν δὲ τὰ μόρια τὰ ἐν τοῖς ὅλοις δυνάμει [τε] αἰσθητὰ εἶναι τῷ δυνάμει καὶ εἶναι ἐν τῇ συνεχείᾳ τῇ τῶν ὅλων, ἐφεξῆς ζητεῖ, εἰ χωρισθέντα τῆς συνεχείας πάντα δύναται καθ’ αὑτὰ αἰσθητὰ γίνεσθαι, ἤ, εἰ μὴ τοῦτο, πῶς ἐν τῷ ὅλῳ ὄντα δυνάμει λέγοιτ’ ἂν εἶναι, καί φησιν ἐνδέχεσθαι μέν, εἰς τὰ τηλικαῦτα τῆς διαιρέσεως γινομένης, μηδὲ μένειν ἔτι τὰ μόρια τὰ τηλικαῦτα ἐπὶ τῆς οἰκείας φύσεως, ὡς μὴ μένειν ἔτι ἀφαιρεθὲν τὸ μυριοστὸν τῆς κέγχρου μέρος ἔτι μέρος κέγχρου καὶ τὸ πάθος ὃ εἶχεν ὂν ἐν τῇ κέγχρῳ, ἀλλ’ ἀναλύεσθαι καὶ μεταβάλλεσθαι εἰς τὸν περιέχοντα ἀέρα, ὡς μεταβάλλον ἐκείνου πάλιν γίνεσθαι συνεχὲς μόριον. ὡς γὰρ ὁ κύαθος τοῦ οἴνου εἰς τὴν θάλασσαν ἐγχυθεὶς οὐ φυλάσσει τὴν αὑτοῦ φύσιν, ἀλλ’ εἰς τὴν τῆς θαλάσσης οὐσίαν μεταβάλλει, οὕτω καὶ τὰ τῶν αἰσθητῶν μόρια τηλικαῦτα εὔλογον χωριζόμενα, εἰς οὕτω μικρὰ διαιρουμένου τοῦ ὅλου, εἰς τὸ περιέχον ἀναλύεσθαι· ὥστ’ οὐδ’ οὕτως ἄν εἴη καθ’ αὑτά, ἀλλὰ μέρη τούτων εἰς ἃ ἀνελύθη. Oὒ μὴν ἀλλ’ εἰ καὶ μὴ φθείροιτο, ἀλλὰ μένοι, οὐδ’ οὕτως ἂν εἴη ἐνεργείᾳ αἰσθητόν, ἀλλὰ καὶ τότε δυνάμει· πάντα μὲν γὰρ τὰ ἐν τοῖς ὅλοις μέρη, ἔστ’ ἂν ἐν τοῖς ὅλοις ᾖ, δυνάμει ἐστὶν αἰσθητὰ καὶ οὐκ ἐνεργείᾳ· καὶ γὰρ τὰ μέρη τοῦ ὅλου οὕτως ἔχει τὸ εἶναι. οὕτω δὲ καὶ τῶν μορίων τὰ τηλικαῦτα, ὡς διὰ μικρότητα διαφεύγειν τὴν αἴσθησιν, καὶ χωρισθέντα τῶν ὅλων Φυλάσσει τὸ δυνάμει, ὅσον μὲν ἐπὶ τῆ αὑτῶν φύσει αἰσθητὰ ὄντα καὶ ἔχοντα τὸ πάθος (καὶ γὰρ ἐν τῷ ὅλῳ ὄντα αἰσθητὰ ἦν, † ἐπεὶ οὖν ἡ ὄψις, εἰ καὶ μὴ καθ’ αὑτά), διὰ δὲ σμικρότητα τὴν αἴσθησιν δια- φεύγοντα. τούτου δὲ αἴτιον, ὅτι ἡ ὑπεροχὴ τῆς αἰσθήσεως οὐ καθ’ αὑτὴν αἰσθητή, τουτέστιν οὐ πᾶν μόριον τοῦ αἰσθητοῦ αἰσθητόν ἐστι καθ’ αὑτό· ὑπεροχὴν γὰρ αἰσθήσεως εἴη ἂν λέγων ἀντὶ τοὐ κατ’ ἐνέργειαν. ὑπεροχὴ δὲ τοῦ αἰσθητοῦ εἴη ἂν μόριον, οὗ ἀφαιρεθέντος τὸ καταλειπόμενον ἔτι αἰσθητὸν ἐνεργείᾳ μένει. εἰ τοῦτο οὖν τὸ μόριον τὸ ἀπὸ τοῦ αἰσθητοῦ ἀφαιρούμενον οὐ πᾶν ἐστι, μονωθὲν καὶ χωρισθὲν τοῦ ὅλου, καθ’ αὑτὸ αἰσθητόν, ἀλλὰ δυνάμει, <δυνάμει> μὲν εἴη ἂν καὶ τότε αἰσθητόν, ἐνεργείᾳ δὲ οὔ. καὶ γὰρ καὶ ὅτε ἐν ὅλῳ ἦν τῷ ἐνεργείᾳ αἰσθητῷ, οὐ καθ’ αὑτὸ ἦν αἰσθητόν. ἀλλ’ οὐ διὰ τοῦτο οὐδὲν αἰσθητὸν ἦν. Ἢ τὸ λεγόμενον τοιοῦτόν ἐστιν· ὡς γὰρ ἡ ἀκριβεστέρα αἴσθησις ὑπερέχει τινὶ δυνάμει αἰσθητικῇ τῆς ἧττον ἀκριβοῦς οὐ γὰρ κατ’ ἄλλο τι ἡ ὑπεροχὴ τῆς ἀκριβεστέρας αἰσθήσεως ἢ κατὰ δύναμιν αἰσθητικήν), οὐ μὴν καθ’ αὑτὴν ἡ ὑπεροχὴ αὐτὴ γινομένη αἴσθησίς ἐστι (τὸ γὰρ αἰσθητὴ εἶπεν ἀντὶ τοῦ αἰσθητική· οὐ γὰρ εἴ τις τοσαύτην ἔχουσα δύναμιν, ὅση ἐστὶν ἡ αἰσθητικὴ ὑπεροχὴ ἐν τῇ ἀκριβεστέρᾳ αἰσθήσει, ἤδη καὶ αἰσθάθάλατταν νεσθαι ἄν δύναιτο· καίτοι αὔξει τὴν αἴσθησιν τῇ προσθήκῃ· δυνάμει γὰρ ἐν τῇ ἀκριβεστέρᾳ αἰσθήσει ἡ ὑπεροχὴ ἐνυπάρχει, καὶ ἔστιν αἴσθησις δυνάμει, ἀλλ’ οὐχ οὕτως ὥστε καὶ χωρισθεῖσα καθ’ αὑτὴν αἴσθησις εἷναι), οὕτως καὶ ἐν τοῖς αἰσθητοῖς ἔνια τῶν μορίων οὕτως ἐστίν, ἐν τῷ ὅλῳ ὄντα, δυνάμει αἰσθητά, ὡς ὄντα μὲν ἐν τῶ ὅλω συντελεῖν τι αὐτῶ πρὸς τὸ αἰσθητῷ εἶναι, χωρισθέντα μέντοι καὶ καθ’ ἑαυτὰ γινόμενα μὴ εἶναι αἰσθητὰ δι’ ὕπερ ὀχήν. <ὑπεροχὴν> γὰρ καὶ αἰσθήσεως λέγοι ἂν καὶ τὴν ἐν τῇ ἀκριβεστέρᾳ γινομένην πρὸς τὴν ἧττον ἀκριβῆ. ὁρᾷ μὲν γάρ τι πλέον ἡ ἀκριβεστέρα αἴσθησις, ἀλλ’ οὐχ οὕτως ὡς ὑπερβάλλουσα οὐχ ὁμοίως αὐτὸ οὐχ ὁρᾶν τῇ ἀκριβείᾳ, ἀλλ’ ἀκριβέστερον. λίαν δὲ ἀνυσίμως ἔδειξε τὸ προκείμενον τῇ τῆς αἰσθήσεως ὑπεροχῇ χρησάμενος καὶ τὴν ὁμοιότητα δείξας αὐτῶν. ὡς γὰρ ἡ ὑπεροχὴ τῆς ἀκριβεστέρας αἰσθήσεως συντελοῦσα εἰς τὴν αἴσθησιν τῷ ἔχοντι χωρισθεῖσα οὐκ ἔστιν αἴσθησις καθ’ αὑτήν, οὕτως οὐδὲ τὸ τηλικοῦτον μόριον τοῦ αἰσθητοῦ χωρισθὲν ἔσται καθ’ αὑτὸ αἰσθητόν, ἀλλ’ ὁμοίως μὲν αἰσθητόν, ὡς ἦν καὶ ὅτε ἦν ἐν τῷ ὅλῳ· δυνάμει γὰρ καὶ τότε· οὕτως γὰρ ἡ ὑπεροχὴ τῆς ἀκριβεστέρας αἰσθήσεως καθ’ αὑτὴν λαμβανομένη αἴσθησις δυνάμει τῷ προστεθείσης ἄλλης δυνάμεώς τινος αἴσθησις γίνεσθαι. οὐ μήν, ἐπεὶ μὴ καθ’ αὑτὸ αἰσθητόν ἐστι χωρισθέν, διὰ τοῦτο ἀναίσθητον καὶ ἀπαθὲς | ἔσται· ἀλλ’ ἔσται καθ’ 2 αὑτὸ ὂν δυνάμει αἰσθητόν· ἔχει μὲν γὰρ τὰ πάθη τὰ αἰσθητά, διὰ δὲ σμικρότητα ἐκπέπτωκε τοῦ καθ’ αὑτὸ κινεῖν τὴν αἴσθησιν δύνασθαι. ἐνεργείᾳ δὲ αἰσθητὸν ἔσται ἄλλοις ὁμοίοις προσγενόμενον. ὅταν γὰρ ἀθροισθῇ ταῦτα ἃ κατ’ ἰδίαν ὄντα καὶ κεχωρισμένα δυνάμει μόνον ἦν αἰσθητά, δι’ ἀσθένειαν μὴ δυνάμενα τὴν αἴσθησιν κινεῖν ἐνεργείᾳ, καὶ γένηται ἐξ αὐτῶν τηλικοῦτον ὡς δύνασθαι κινεῖν ταύτην, † δι’ ὧν ἡ κατ’ ἐνέργειαν αἴσθησις γίνεται. οὐ γὰρ ἐν ποιότητι μόνῃ, ἀλλὰ καὶ ἐν ποσότητι τῆς δυνάμεως ἡ ὑπὸ τοῦ αἰσθητοῦ τότε κίνησις γίνεται ἐνεργείᾳ αἰσθητή, οὐχ ὡς ἑκάτερον αὐτῶν κατ’ ἰδίαν ὂν αἰσθητόν, ἀλλ’ ὡς διὰ τὴν σύνθεσιν συντελοῦντα τῷ ὅλῳ τῷ [τε] ἐξ αὐτῶν εἰς τὸ δύνασθαι κινεῖν τὴν κατ’ ἐνέργειαν αἴσθησιν. οὕτω γὰρ καὶ ἐν τῷ ὅλῳ ὄντα δυνάμει αἰσθητά, οὐχ ὡς ἐνεργείᾳ δυνάμενά ποτε γίνεσθαι καθ’ αὑτά, ἀλλ’ ὡς μέρη. μέρη γὰρ ἦν τοῦ καθ’ αὑτὸ αἰσθητοῦ, καὶ εἴη ἂν τῆς δυνάμεως αὐτῶν τῆς πρὸς τὴν αἴσθησιν, ἣν ἔχει κεχωρισμένα ἐνεργείᾳ, † ἡ ὑστέρα δύναμις, καθ’ ἣν ἐν τῷ ὅλῳ ὄντα καὶ μέρη δυνάμει ἐλέγετο αἰσθητὰ εἶναι. τότε γὰρ αὐτῶν ἡ αἴσθησις ἀντιλαμβάνεταί πὼς καὶ ἐνεργεῖ περὶ αὐτά, εἰ καὶ μὴ ὡς καθ’ αὑτὰ ὄντα κεχωρισμένα. Δείξας δὲ ταῦτα ἐπιφέρει· ὅτι μὲν οὖν ἔνια μεγέθη καὶ πάθη λανθάνει καὶ διὰ τίνα αἰτίαν καὶ πῶς αἰσθητὰ καὶ πῶς οὕ, εἴρηται, τῷ μὲν μεγέθη ᾿καὶ πάθη᾿ προσθείς· προσθείς· οὐ γὰρ τῷ ἀπαθῆ εἶναι ἔνια μεγέθη λανθάνει τὴν αἴσθησιν [οὕτως γὰρ], ἀλλὰ καὶ τὰ πάθη, ὡς τὰ μεγέθη, λανθάνει τὸ δὲ καὶ διὰ ἰὰ τίνα αἰτίαν, ὅτι οὐ διὰ τὸ [μὴ] ἀπαθῆ τε καὶ χωρίς τινος αἰσθητῆς διαφορᾶς εἶναι λανθάνει τὴν αἴσθησιν (οὕτω γὰρ ται τὸ ἀπορηθὲν τὸ ἐξ ἀναισθήτων καὶ ἀπαθῶν τὰ πάθη τε καὶ τὰ αἰσθητὰ γίνεσθαι, ὡς ἐδόκει τοῖς ἀτόμους ἀρχὰς ὑποτιθεμένοις), ἀλλὰ τῷ ἔχειν μέν, ἐλάττω μέντοι εἶναι ἢ ὡς κινεῖν τὴν αἴσθησιν καθ’ αὑτὰ ὄντα δύνασθαι. διὰ τοῦτο γὰρ οὔτε πάντα αἰσθητά, εἰς ἄπειρον γινομένης τῆς διαιρέσεως, οὔτ’ ἔστι τινὰ μόρια τῶν αἰσθητῶν ἀναίσθητα καὶ ἀπαθῆ τῇ αὑτῶν φύσει. ὅταν μὲν οὖν ταῦτα τὰ καθ’ αὑτὰ διαλανθάνοντα τὴν αἴσθησιν ἐνυπάρχῃ τινὶ καὶ ἅμα τοσαῦτα ὡς ἤδη κινεῖν τὸ ἐξ αὐτῶν τὴν αἴσθησιν δύνασθαι καὶ μὴ μόνον ᾖ αἰσθητὰ τὰ ἐξ αὐτῶν δυνάμει, οὕτως ἔτι ἐν τῷ ὅλῳ ὄντα συντελεῖ τι τῷ ὅλῳ πρὸς τὴν ἐκείνου αἴσθησιν, ἀλλ’ οὐ δυνάμει οὕτως ἐν τῷ ὅλῳ αἰσθητὰ ὡς, ἄν χωρισθῇ, δύνασθαι καὶ καθ’ αὑτὰ αἰσθητὰ εἶναι Ὅταν δὲ τὰ μόρια τοῦ συνεχοῦς τε καὶ αἰσθητοῦ μεγέθους τηλικαῦτα ἡ, ὡς μὴ μόνον συντελεῖν τῷ ὅλῳ πρὸς τὸ εἶναι αἰσθητῷ τῷ καὶ αὐτὰ αὐτὰ εἶναι ὄντα ἐν αὐτῷ δυνάμει αἰσθητά, ἀλλὰ καὶ χωρισθέντα καθ’ αὑτὰ ἐνεργείᾳ αἰσθητὰ εἶναι, ἀναγκαῖον ταῦτα τὰ μεγέθη πεπερασμένα κατὰ ἀριθμὸν εἶναι ἐν τῷ μεγέθει· οὐ γὰρ οἷόν τε εἰς τηλικαῦτα ἄπειρα μεγέθη διαιρεῖσθαι <τὸ> διαιρεῖσθαι αἱ πεπερασμένον. αἱ γὰρ εἰς τοιαῦτα διαιρέσεις ὅμοιαι τῇ εἰς ἴσα· οὐ γὰρ ἔτι εἰς ἐλάττω ὁ οὕτω διαιρῶν διαιρεῖ. διττὸν γὰρ τὸ δυνάμει αἰσθητόν, τὸ μέν, ὅτι ἐν τῷ ὅλῳ ἐστὶ καὶ μηδέπω κεχώρισται, δυνάμενον καὶ χωρισθὲν ἐκείνου καθ’ αὑτὸ αἰσθητὸν εἶναι, τὸ δὲ ὅτι συντελεῖ τῶ ὅλω πρὸς τὸ εἶναι αἰσθητῷ, οὐκ ὂν καθ’ αὑτὸ ἐνεργεία αἰσθητὸν οὐδέποτε. τὰ δὴ οὕτως δυνάμει αἰσθητὰ ἐν τῷ ὅλῳ ὡς καὶ καθ’ αὑτὰ αἰσθητὰ δύνασθαι εἶναι πεπερασμένα γίνεται, ὡς ἐγίνετο καὶ ἡ εἰς ἴσα αὐτῶν διαίρεσις. οὐ γὰρ εἰς ἄπειρα αἰσθητὰ ἐνεργείᾳ οἷόν τε τὸ συνεχὲς διαιρεῖσθαι, ὥσπερ οὐδὲ | εἰς ἴσα. ὡς οὖν τὰ ἄπειρα μέρη ἐν τῷ συνεχεῖ δυνάμει μέν ἐστιν, ἐνεργείᾳ δὲ οὐδέποτε, οὕτως καὶ τὰ αἰσθητὰ τὰ κατὰ τὴν ἐπ’ ἄπειρον τομὴν διαιρούμενα δυνάμει μὲν ἔσται αἰσθητά, ἐνεργείᾳ δὲ αἰσθητὰ οὐδέποτε καθ’ αὑτὰ γίνεται. ὡς δὲ τὰ τηλικαῦτα μέρη τοῦ συνεχοῦς πεπερασμένα τῷ ἀριθμῷ, οὕτω καὶ τὰ ἐν αὐτοῖς ὄντα αἰσθητὰ πάθη, τῷ τὴν τούτων διαίρεσιν τὴν οὕτω γινομένην κατὰ συμβε- βηκὸς γίνεσθαι καὶ οὐ καθὸ ἦν αὐτῶν ἡ κατ’ εἴδη διαίρεσις, συνδιαιρούμενα τοῖς μεγέθεσιν, ὡς ἂν ἐκεῖνα ἔχοι τὸ ἄπειρόν τε καὶ πεπερασμένον, οὕτω καὶ αὐτὰ ἔχει, κατὰ συμβεβηκὸς μέντοι. ἔδειξεν οὖν ὅτι μήτε πᾶν μόριον τοῦ αἰσθητοῦ αἰσθητὸν ἐνεργείᾳ μήθ’ ὅτι ἐξ ἀναισθήτων καὶ ἐξ ἀπαθῶν τὰ αἰσθητὰ καὶ τὰ πάθη, καὶ ἐτήρησε τὸ πᾶν μόριον τοῦ αἰσθη- τοῦ αἰσθητὸν εἶναι τῇ αὑτοῦ φύσει. Οὐ μήν, εἰ ἔστι τι ἀναίσθητον μέγεθος καθ’ αὑτό, ἤδη ἔστι καὶ μέγιστόν τι ἀναίσθητον καὶ ἐλάχιστον αἰσθητόν. τῷ γὰρ ἐπ’ ἄπειρον εἷναι τοῦ μεγέθους τὴν διαίρεσιν, ὡς δέδεικται, καὶ τοῦ μεγέθους τὸ μέρος μέγεθος εἶναι, πᾶν μὲν τὸ ἀπὸ τοῦ ληφθέντος ὡς ἐλαχίστου αἰσθητοῦ ἀφαιρούμενον, <ὡς> εἶναι ἀνεπαίσθητον μέγιστον τὸ μετὰ τὴν ἀφαίρεσιν, διαιρετὸν ἔσται. διαιρουμένου δὲ αὐτοῦ καὶ προστιθεμένου καθ’ ἕκαστον τῶν μορίων αὐτοῦ τῷ <ἀνεπ> αισθήτῳ γενομένῳ μετὰ τὴν ἀφαίρεσιν τούτου, εἰ μένοι ἀνεπαίσθητον ἔτι προστιθεμένων τούτων, οὐκ ἦν μέγιστον ἀν·επαί- σθητον τὸ μετὰ τὴν ἀφαίρεσιν. εἰ δὲ αἰσθητὸν γίνοιτο καθ’ ἑκάστην προσθήκην, ἐλάχιστον αἰσθητὸν ἀφ’ οὗ ἀφαιρεθὲν τοῦτο τὸ τεμνόμενον καὶ προστιθέμενον ποιήσει τὸ ἀνεπαίσθητον· καὶ γὰρ † μέρους αὐτοῦ ἀφαιρεθέντος προστεθὲν αὐτῷ καὶ οὕτω | ποιεῖ αὐτὸ αἰσθητόν· ὥστ’ οὐκ ἦν ὅλον τὸ μετὰ τοῦ ἀφῃρημένου ἐλάχιστον αἰσθητόν. καὶ τοῦτο ἔνεστι δεικνύναι ἐπὶ πάσης ἀφαιρέσεως. ὥστ᾿ εἰ καὶ ἔστι τι ἀνεπαίσθητον, ἀλλ’ οὐ μέγιστον, ὥσπερ οὐδέ τι αἰσθητὸν ἐλάχιστον, εἰ καὶ ἔστι τι ἀνεπαί- σθητον· ἔτι δὲ εἰ πάν μέγεθος δυνάμει ἐστὶν αἰσθητόν (τὸ γὰρ ἀνεπαίσθητον οὐ τῇ ἑαυτοῦ φύσει τοιοῦτον, ἀλλὰ διὰ τὴν τῆς αἰσθήσεως ἀσθένειαν). οὐκ ἂν εἴη ἀνεπαίσθητόν τι μέγεθος τῇ αὑτοῦ φύσει· ὥστε οὐδὲ μέγιστον. εἰ δὲ μήτε ἐλάχιστόν τί ἐστιν αἰσθητὸν τῇ αὑτοῦ φύσει μήτε μέγιστον ἀνεπαίσθητον, οὐδ’ ἂν ἐλάχιστόν τι ὂν τῇ αὑτοῦ φύσει μέγεθος δεικνύοιτο, ὡς οἴεται ὁ Διόδωρος δεικνύναι. Ἀπορήσειε δ’ ἄν τις, εἰ ἆ ῥα ἀφικνοῦνται τὰ αἰσθητὰ ἢ αἱ κινήσεις αἱ ἀπὸ τῶν αἰσθητῶν. Ἡ ἀπορία νῦν ἐστιν, εἰ πάντα τὰ αἰσθητὰ πρὸ τοῦ τῇ αἰθή σεῖ προσβάλλειν βάλλειν πρῶτον ἐν τῷ ἡμίσει τοῦ διαστήματος τοῦ μεταξὺ τῆς τε αἰσθήσεως καὶ αὐτοῦ γίνεται. τοῦτο γὰρ ἐπὶ μέν τινων αἰσθητῶν γνώριμον, ὡς ἐπί τε τῶν φόφων καὶ ἐπὶ τῶν ὀσμῶν. οὔτε γὰρ εὐθὺ τῶ γενέσθαι τὸν ψόφον ἡ ἀκοή (ἀμέλει οἱ πόρρωθεν ὄντες τῶν πλησίον βραδύτερον ἀκούουσιν, ὡς ἐν χρόνῳ πλείονι φερομένου τοῦ αἰσθητοῦ πρὸς αὐτοὺς διὰ <τὸ διὰ> πλείονος διαστήματος φέρεσθαι), ἀλλὰ καὶ ἐπὶ τῶν ὀσμῶν ὅμοιον τὸ γινόμενον· οὐ γὰρ εὐθὺ τῷ τὸ εὐῶδες παρενεχθῆναι ἡ ὄσφρησις, οὐδὲ κατὰ ταὐτὸν οἵ τε ἐγγὺς αὐτοῦ καὶ οἱ πόρρω αἰσθάνονται. ἐπὶ μὲν οὖν τούτων γνώριμον· ζητεῖσθαι δὲ ἄξιον, εἰ καὶ ἐπὶ τῆς ὄψεως οὕτως, εἰ καὶ δεῖ ἐνεχθῆναί τι ἀπὸ τοῦ ὁρατοῦ καὶ τοῦτο ἐν χρόνῳ τῷ τὸ φερόμενον πᾶν διάστημα ἐν χρόνῳ κινεῖσθαι. Ἡ μὲν ἀπορία αὕτη. εἶπε δὲ τὸ ἆρα ἀφικνοῦνται ἢ τὰ αἰσθητὰ ἢ αἱ κινήσεις αἱ ἀπὸ τῶν αἰσθητῶν, ὅτι τοῖς μὲν ἐδόκουν ἀπόρροιαί τινες ἀπὸ τῶν αἰσθητῶν πρὸς τὰς αἰσθήσεις φέρεσθαι καὶ εἶναι τούτων τὴν αἴσθησιν (κατὰ δὴ τούτους αὐτὰ τὰ αἰσθητὰ ἀφικνεῖται πρὸς τὰς αἰσθήσεις), τοῖς δὲ ἀπὸ τῶν αἰσθητῶν οὐδὲν ἀπορρεῖν οὐδὲ φέρεσθαι δοκεῖ, κινεῖσθαι δέ πὼς τὸ μεταξὺ τοῦ τε αἰσθητοῦ καὶ τῆς αἰσθήσεως καὶ δια- τίθεσθαι ὑπ’ αὐτοῦ τῷ ταύτης εἶναι τῆς φύσεως, ὡς ἔδειξεν αὐτὸς γινόμενον τὸ αἰσθάνεσθαι. ἐπεὶ τοίνυν διάφορος μὲν ἡ περὶ τοῦ αἰσθάνεσθαι δόξα, οὐ πρόκειται δὲ αὐτῷ νῦν περὶ τοῦ πῶς τὸ αἰσθάνεσθαι γίνεται λέγειν, τὴν ἀπορίαν κοινὴν ποιεῖ· εἴτε γὰρ οὕτως εἴτε ἐκείνως γίνεται, ἀπορήσειεν ἄν τις, εἰ ἐν τῷ μεταξὺ πρῶτον ἢ τὸ αἰσθητὸν ἢ ἡ ἀπὸ τοῦ αἰσθητοῦ κίνησις ἔρχεται. εἶτα πρῶτον ὅτι εὔλογον οὕτως ἐπὶ πασῶν τῷ ἐπὶ τῆς ἀκοῆς οὕτως ἔχειν καὶ ἐπὶ τῆς ὀσφρήσεως συνίστησιν. ἐπὶ δὲ τῆς ὄψεως φησι ζητεῖσθαι τοῦτο, εἰ καὶ ἐπὶ ταύτης οὕτω γίνεται, ὥσπερ Ἐμπεδοκλεῖ δοκεῖ· λέγει γὰρ ἐκεῖνος τὸ ἀπὸ τοῦ ἡλίου φῶς πρῶτον ἐν τῷ μεταξὺ τοῦ ἡλίου καὶ τῆς γῆς γίνεσθαι, εἶθ’ οὕτως ἐν τῇ γῇ. τῆς δ’ αὐτῆς δόξης καὶ Δημόκριτός ἐστι καὶ πάντες καθ’ οὓς ἀπὸ τῶν ὁρατῶν ἀπορρέον τι φέρεται πρὸς τὴν ὄψιν. καί φησιν ὅτι εὔλογον εἶναι δόξει τὸ πρῶτον ἐν τῷ μεταξὺ γίνεσθαι τὸ ὁρατόν. ἡ γὰρ κίνησις γίνεται ἢ αὐτοῦ τοῦ ὁρωμένου ἢ ἄλλου τινὸς ὑπ’ αὐτοῦ· πᾶσα δὲ κίνησίς ποθέν ποι καὶ ἐν χρόνῳ· πᾶς δὲ χρόνος διαιρετός. ἐν <οὖν> τῷ τοῦ χρόνου τοῦ ἐν ᾧ ἠνέχθη τὸ ὁρώμενον ἢ τὸ ἀπ’ αὐτοῦ πάθος καὶ ἡ κίνησις ἡ ἐγγινομένη τῷ μεταξὺ πρὸς τὴν ὄψιν εἴη ἂν ἐν τῷ ἡμίσει ἢ ἔν τινι μεταξὺ τοῦ διαστήματος, ὃ ἐφέρετο καὶ δι’ οὗ ἐκινεῖτο. καὶ οὐδέπω πρὸς τῇ ὄψει· φερόμενον ἄρα πρὸς αὐτὴν οὐδέπω ἑωρᾶτο. ὥστε καὶ ἡ ἀκτὶς ἡ ἀπὸ τοῦ ἡλίου οὕτως, ὥς φησιν Ἐμπεδοκλῆς, ὁρᾶται, οὐκ εὐθὺ τῷ τὸν ἥλιον ἀνατεῖλαι οὐδὲ ἅμα ὑπὸ πάντων οἷς ἀνέτειλεν, ἀλλ’ ἐν χρόνῳ καὶ ἐν πλείονι τοῖς πορρωτέρω οὖσιν. ἔλαβε δὲ τὸ εὔλογον εἶναι οὕτω γίνεσθαι, εἰ διὰ κινήσεως γένοιτο, δεικνὺς ὅτι, εἰ μὴ οὕτως γίνοιτο τὸ ὁρᾶν, ἔτι οὐδὲ μετὰ κινήσεως ἔσται. Καὶ εἰ ἅπαν ἀκούει ἅμα καὶ ἀκήκοε καὶ καὶ ᾔσθηται. Εἰπὼν ὅτι δοκεῖ εὔλογον εἶναι τὸ πρῶτον ἐν τῷ μεταξὺ τὸ αἰσθητὸν γίνεσθαι φερόμενον πρὸς τὰς αἰσθήσεις πρὸ τοῦ ἡμάς αἰθάνεσθαι αὐτοῦ καὶ τοῦτο ὥσπερ ἐπὶ τῶν ἄλλων αἰσθήσεων, οὕτως δὲ καὶ ἐπὶ τῶν ὁρατῶν, προστίθησι τούτῳ τὸ ὅτι * * * οὐδὲν γὰρ διαφέρει τὸ μὴ γένεσιν τοῦ αἰσθάνεσθαι εἶναι πρὸς τὸ μὴ χρόνον τινὰ γίνεσθαι, ἐν ᾧ τὰ αἰσθητὰ ἐπὶ τὰς αἰσθήσεις φέρεται. τῶν γὰρ οὐκ ἀεὶ ὄντων τὰ μὲν ὅσα διὰ γενέσεως εἰς τὸ εἶναι πρόεισιν οὐχ ἅμα γίνεταί τε καὶ ἔστιν, ἀλλὰ προϋπάρχει τῆς οὐσίας ἡ γένεσις αὐτῶν. διὸ καὶ ἔστι μέν τι αὐτῶν, ὅτε γίνεται, ἔστ’ ἂν ᾗ γινόμενον. τά τε γὰρ κατὰ φύσιν γινόμενα οὕ τὼς γίνεται οἶον ἵππος οὐχ ἅμα γίνεταί τε καὶ ἔστιν, ἀλλ’ ἕως ἄν γένηται, οὐδέπω μέν ἐστιν ἵππος, ἔστι δέ τι αὐτοῦ), ἀλλὰ καὶ τὰ κατὰ τέχνην· οἰκία τε γὰρ οὕτως καὶ ἱμάτιον καὶ ὑπόδημα. τότε γὰρ ἔστι ταῦτα, ἃ λέγεται γίνεσθαι, ἔστ’ ἄν τοῦ γίνεσθαι παύσηται· ἔστ’ ἂν δὲ γίνηται, ἔστι μέν τι αὐτῶν, οὐ μὴν αὐτά γε. Ἔστι δέ τινα ἃ οὐ διὰ γενέσεως εἰς τὸ εἶναι πρόεισιν ἐκ τοὐ μὴ εἶναι, οὐδὲ ἔστιν αὐτῶν εἰπεῖν ὅτι μέρος μέν τι ἔστιν, οὐ μέντοι δὲ συμπεπλήρωται οὐδὲ ἔστιν ὅλα τῷ γίνεσθαι ἔτι καὶ δεῖσθαι χρόνου τινὸς πρὸς τὴν τελείωσιν· παντὸς γὰρ γένεσις ἐν χρόνῳ γίνεται. τοιοῦτόν ἐστιν ἡ ἁφή· οὐ γὰρ ἔστι γένεσις ἁφῆς· οὐ γὰρ ἐν ἄλλῳ μὲν χρόνῳ γίνεται ἡ ἁφή, ἐν ἄλλω δὲ ἔστιν, ἀλλ’ ἅμα ἤρξατό τε καὶ εὐθὺ ἔστιν ἁφή, καὶ οὐκ ἔστιν εἰπεῖν ὅτι ἔστι μέν τι τῆς ἁφῆς, οὐδέπω δὲ ἔστιν ἡ ἁφή ἀλλ’ ἔτι γίνεται. τῶν δὴ τοιούτων καὶ ἡ ἐνέργεια ἡ κατὰ τὰς αἰσθήσεις ἐστίν· οὐ γὰρ ἔστι γένεσις αὐτῶν, ἀλλ’ ἥ τε ἀκοὴ ἅμα τε ἀκούει καὶ ἀκήκοε, καὶ οὐκ ἔστιν εἰπεῖν ὅτι ἔστι μέν τι τῆς ἀκοῆς, γίνεται δὲ καὶ οὐδέπω ἔστιν ἀκοή· ἀλλ’ ὡς τῆς ἁφῆς πᾶν τὸ ληφθὲν μόριόν ἐστιν ἁφὴ καὶ οὐκ ἔστιν εἰπεῖν τοῦτο ἁφῆς μέν τι εἶναι, μηδέπω δὲ ἁφήν, ὁμοίως δὲ καὶ τῆς ἡδονῆς, οὕτω δὲ καὶ ἐπὶ τῆς ἀκοῆς ἔχει· ἅμα γὰρ ἀκούει καὶ ἀκήκοε· πᾶσα γὰρ ἐνέργεια αὐτῆς ἀκοὴ καὶ πᾶν μόριον· διὸ τὸ ἀκοῦον εὐθὺ τῷ ἀκούειν ἀκήκοεν. ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων τῶν κατὰ τὰς αἰσθήσεις ἐνεργειῶν· ἀθρόαι γὰρ αἱ ἐνέργειαι αὐτῶν καὶ ἀντιλήψεις καί οὐ δεόμεναι εἰς τελείωπροτίθησι 264 σιν χρόνου. πρὸς μὲν γὰρ τὸ τοσαῦτα ἀκοῦσαι ἢ τοσαῦτα ἰδεῖν ἢ τόσου. τῶν γεύσασθαι χρόνου δεῖ, πρὸς δὲ τὸ ἁπλῶς ἰδεῖν ἢ ἀκοῦσαι ἢ γεύσασθαι οὐκέτι. ἀλλ’ οὖν εἰ καὶ οὕτως ἔχουσιν αἱ αἰσθήσεις, οὐδὲν κωλύει τὰ αἰσθητὰ πρὸ τοῦ πρὸς ταῖς αἰσθήσεσιν εἶναι ἐν τῷ μεταξύ που εἷναι, ὡς μὴ ἅμα τῇ ἐκείνων κινήσει καὶ τὰς αἰσθήσεις κινεῖσθαι ὑπ’ αὐτῶν. ὡς γὰρ ἐπὶ τῆς ἁφῆς τὰ μέλλοντα ἅψεσθαι, ὅτε φέρεται πρὸς ἄλληλα, οὔπω ἅπτεται ἀλλήλων [εἰ] καὶ μὴ ἔστι τι τῆς ἁφῆς τότε, οὕτω καὶ ἐπὶ τῶν ἄλλων αἰσθήσεων ἔχειν οἷόν τε, καὶ ἐπ’ ἐνίων γε φανερὸν τοῦτο. οὐ γὰρ ὁ ψόφος εὐθὺ τῷ τενέσθαι που που ἤδη πρὸς τῇ ἀκοῇ ἐστιν, ἀλλὰ μετὰ τὸ γενέσθαι ἡ ἀκοὴ αὐτοῦ, ὅταν ἐνεχθῇ πρὸς αὐτήν, ἀντιλαμβάνεται. διὰ τοῦτο γοῦν οὐδὲ κατὰ ταὐτὸν ἀκούουσιν αὐτοῦ οἵ τε ἀπ’ ἐλάττονος ὄντες διαστήματος καὶ οἱ ἀπὸ πλείονος· ὕστερον γὰρ οἱ ἀπὸ πλείονος. σημεῖον δὲ παρατίθεται τοῦ μὴ ἅμα γίνεσθαί τε τὴν πληγὴν καὶ ἀκούεσθαι τὸ τοὺς τῶν λεγόντων πορρωτέρω ἀφεστῶτας ἀκούειν μὲν ψόφου τοῦ ἐκ τῆς φωνῆς, μὴ ἀκούειν δὲ τὸ ῥηθέν, διά τὸ ἐν τῷ μεταξὺ [τουτέστι] μετασχηματίζεσθαι [τὰ γράμματα τὰ ἐκ τῶν γραμμάτων καὶ τῶν ἐξ αὐτῶν συγκειμένων λόγων γινόμενα ἐν τῷ ἀέρι σχήματα ὑπὸ τῆς πληγῆς καὶ μὴ τοιούτους ἀφικνεῖσθαι τοὺς ψόφους πρὸς τὴν ἀκοήν, ὁποίους αὐτοὺς οἱ λέγοντες ἐσχημάτισαν. μάτισαν. εἴτε δὴ τῷ τὸ σχῆμα ὑπαλλάττεσθαι αὐτῶν ἐν τῇ φορᾶ εἴτε τῷ 20 ἐκλύεσθαι τὸν τόνον τῆς πληγῆς, ὡς Στράτων λέγει (οὐ γάρ φησιν ἐν τῷ σχηματίζεσθαί πὼς τὸν ἀέρα τοὺς διαφόρους ψόφους γίνεσθαι, ἀλλὰ τῇ τῆς πληγῆς ἀνισότητι), ἀλλ’ οὖν, ὁποτέρως ἂν γίνηται τὸ μὴ οὕτως ἀκούεσθαι, ὡς γίνετα ἡ φορά, [καὶ] τῷ ἐν τῷ μεταξὺ διαστήματι, δι’ οὗ φέρεται, [τῷ] διαδέχεσθαι τὴν πληγὴν ἄλλον ἐξ ἄλλου ἀέρα τοῦτο γίνεται. εἰπὼν δὲ ταῦτα περὶ τοῦ ψόφου, περὶ τῶν ἄλλων αἰσθητῶν ὡς ὁμοίως τοῖς ψόφοις γινομένων κατ’ ἐνέργειαν αἰσθητῶν οὐδὲν διαπορεῖ, περὶ δὲ τῆς ὄψεως καὶ τῶν ὁρωμένων ἀπορεῖ καί φησιν· ἄρα οὗν οὕτω καὶ τὸ χρῶμα καὶ τὸ φῶς; οὐ γὰρ δὴ τῷ πῶς ἔχειν τὸ μὲν ὁρᾷ, τὸ δὲ ὁρᾶται, ὥσπερ ἴσα ἐστίν· οὐδὲν γὰρ ἂν ἔδει που ἑκάτερον εἶναι. διὰ τούτου πιθανῶς τὸ μὴ κατὰ σχέσιν τῶν ὁρώντων πρὸς τὰ ὁρώμενα τὸ ὁρᾶν γίνεσθαι συνίστησιν. ἐπειδὴ γὰρ τὰ κατὰ σχέσιν τὴν πρὸς ἄλληλα τοῖα ἢ τοῖα γινόμενα οὔτε κινήσεως οὕτε χρόνου δεῖται, ὅτι μὴ οἷόν τε οὕτω λέγειν τὸ ὁρᾶν γίνεσθαι πιθανῶς ἐπεχείρησεν ἀπὸ τῶν πρός τι καὶ κατὰ σχέσιν τὴν πρὸς ἄλληλα ὄντων, ὁποῖα τὰ μὴ ποιᾶς θέσεως τῆς πρὸς ἄλληλα δεόμενα πρὸς τὸ τοιαῦτα εἶναι· οὐ γὰρ οὕτως ἢ ἐνταῦθα κείμενα ἴσα, ἄλλως δὲ ἢ ἀλλαχοῦ τεθέντα οὐκ ἴσα. οὐχ οὕτως ἐστὶ τὸ ὁρᾶν, ἀλλὰ δεῖται καὶ θέσεως ποιᾶς. πιθανῶς δέ, ὡς εἶπον, ἐπεχείρησεν· οὐ γὰρ πάντα τὰ κατὰ σχέσιν τὴν πρὸς ἄλληλα ἢ ὄντα ἢ γινόμενα ὁμοίως ἐστί· τὸ γὰρ δεξιὸν τὴν σχέσιν ἔχει ἐν ποιᾷ θέσει. δεικνὺς δὲ ὅτι μή ἐστι κατὰ σχέσιν τὸ ὁρᾶν, λέγει ὅτι τὰ μὲν ἴσα, ἔνθα ἂν ᾖ, τὴν αὐτὴν σχέσιν ἔχει πρὸς ἄλληλα· οὐ γὰρ ἐνταῦθα μὲν ὄντα τὰ ἴσα ἴσα ἐστίν, μετενε- χθέντα δὲ οὔκ ἐστιν, ἀλλὰ ἄν τε ἅμα ᾖ ἄν τε κεχωρισμένα, τὰ ἴσα ἴσα ἐστίν. ὁμοίως καὶ τὰ ὅμοια. ἀλλὰ καὶ τὰ ἄνισα τοιαῦτα. οὐχ οὕτω φησὶν ἔχειν καὶ τὴν κατὰ τὴν ὄψιν αἴσθησιν, ὡς μηδὲν αὐτῇ διαφέρειν τὴν θέσιν τῶν ὁρωμένων καὶ τὸ διάστημα πρὸς τὸ ὁρᾶν· οὐ γὰρ πάντα τὰ ὁρατὰ ὁρᾷ οὐδὲ τὰ ὅπου δὴ ὄντα ἢ ὁπωσοῦν. τοῦτο δὲ λέγει συνηγορῶν πιθανῷ ὄντι τῷ δοκεῖν καὶ τὰ ὁρατὰ φέρεσθαι ἐπὶ τὴν ὄψιν, ὥσπερ καὶ τὰ ἄλλα, * * * (οὐ γὰρ ὡς τὰ ἴσα πρὸς ἄλληλα ἔχει, οὕτω καὶ πάντα τὰ πρός τι· τὸ γὰρ δεξιόν, ὡς εἶπον, ποιᾶς θέσεως χρείαν ἔχει πρός τι ὄν, ὁμοίως καὶ τὸ ἔμπροσθεν καὶ τὸ ὄπισθεν καὶ τὸ ἄνωθεν καὶ τὸ κάτωθεν), ἀλλ’ ὡς οὐ τούτων τῶν πρός τι δυναμένης τῆς ὄψεως εἶναι, ἅ γε οὐδὲν δέεται θέσεως τε καὶ διαστήματος, ἐπεὶ ἐν σχέσει γε ποιᾷ αὐτῷ δοκεῖ καὶ τὸ ὁρᾶν εἶναι τοῦ τε ὁρῶντος καὶ τοῦ ὁρωμένου. ἢ δεῖται μὲν τὸ ὁρᾶν σχέσεως τινος, οὐ μὴν ἐν τῇ σχέσει τὸ ὁρᾶν (τὸ δὲ δεξιὸν ἐν τῆ σχέσει)· ἀλλὰ καὶ δύναμίν τινα εἶναι τὴν ἀντιληπτικὴν τῶν ὁρωμένων· ἄνευ γὰρ ταύτης οὐδὲν ὄφελος πρὸς τὸ ὁρᾶν τῆς σχέσεως. διὸ τὸ μὲν ἐν τῷ διαφαίνειν καὶ κατὰ σχέσιν, τὸ δὲ ὁρᾶν οὐκέτι κατὰ σχέσιν. εἰπὼν δὲ ταῦτα καὶ διαπορήσας λέγει· ἡ περὶ μὲν τὸν ψόφον καὶ τὴν ὀσμὴν τοῦτο συμβαίνειν εὔλογον. ὥσπερ γὰρ ὁ ἀὴρ καὶ τὸ ὕδωρ ὢρ συνεχῆ μέν, ἁ ἀλλ᾿ ὅμως μεμέρισται τούτων ἡ κίνησις. διὸ καὶ ἔστι μὲν ὡς τὸ αὐτὸ ἀκούει ὁ πρῶτος καὶ ὁ ὕστερος καὶ ὀσφραίνεται, ἔστι δὲ ὡς οὔ. βούλεται δὲ διὰ τούτων διαφοράν τινα δεῖξαι πρὸς τὰς ἄλλας αἰσθήσεις τῆς ὄψεως, καὶ ὅτι ἐπ’ ἐκείνων μὲν ἀληθὲς τὸ πρὸ τοῦ εἶναι πρὸς τῇ αἰσθήσει τὰ αἰσθητὰ φέρεσθαι πρὸς αὐτὴν καὶ χρόνον τινὰ ἐν μέσῳ τῆς φορᾶς αὐτῶν γίνεσθαι, ἐπὶ δὲ τῶν ὁρατῶν οὐχ οὕτω. λέγει δέ· ὅ τε ἀὴρ καὶ τὸ ὕδωρ, τὰ μεταξὺ τῆς τε ἀκοῆς καὶ τῆς ὀσφρήσεως, δι’ ὧν τό τε ἀκούειν καὶ τὸ ὀσφρ·αίνεσθαι γίνεται αὐτῶν πασχόντων καὶ κινουμένων ὑπὸ τῶν αἰσθητῶν, ὁμοίως ἀλλήλοις συνεχῆ ἐστι, τὸ μὲν ὕδωρ δηλονότι τῷ ὕδατι, ὁ δὲ ἀὴρ τῷ ἀέρι (σώματα γάρ, καὶ ὥσπερ ὁ ἀὴρ συνεχὴς ἑαυτῷ, οὕτω καὶ τὸ ὕδωρ ἑαυτῷ), αἱ μέντοι κινήσεις αἱ ἐν αὐτοῖς γινόμεναι μεμερισμένως καὶ κατὰ μέρος γίνονται, πρώτου τοῦ πρώτου με] μέ ρους διατιθεμένου ὑπὸ τῶν αἰσθητῶν, εἶθ’ οὕτως διαδόσεως τῆς κατὰ τὴν κίνησιν γινομένης, ἀεὶ ὑπὸ τοῦ πρώτου παθόντος μορίου πάσχοντος τοῦ μετ’ αὐτὸ καὶ οὕτω τοῦ πάθους καὶ τῆς κινήσεως μέχρι τῶν αἰσθητηρίων διαδιδομένης. μέν. καὶ δὴ ὁ μέν τις πρῶτον ἀκούει τοῦ αὐτοῦ ψόφου, ὁ δὲ ὕστερον, ὁ μὲν κατὰ τὸ πρῶτον κινούμενον μόριον ὢν ἢ τοῦ ἀέρος ἢ τοῦ ὕδατος πρῶτος, ὁ δὲ κατὰ τὸ ὕστερον ὕστερος. τοῦ δὲ ἀμφοτέρων, τοῦ τε ὕδατος καὶ τοῦ ἀέρος, δι’ ὧν γίνεται τό τε ὀσφραίνεσθαι καὶ τὸ ἀκούειν, τὸ πάθος καὶ τὰς κινήσεις τὰς ἀπὸ τῶν ἀκουστῶν καὶ ὀσφραντῶν διῃρῆσθαι καὶ κατὰ πλείω γίνεσθαι μόρια ἅμα σημεῖον παρατίθεται τὸ πλείους αἰσθάνεσθαι τῶν αὐτῶν, καὶ τοὺς μὲν πρώτους, τοὺς δὲ ὑστέρους. διὸ καὶ πῶς μὲν τοῦ αὐτοῦ ἀκούουσί τε καὶ ὀσφραίνονται, ἔστι δὲ ὡς οὐ τοῦ αὐτοῦ. Γράφεται καὶ οὕτως· ὥσπερ γὰρ ὁ ἀὴρ καὶ τὸ ὕδωρ συνεχῆ μέν, μεμέρισται δὲ ἀμφοτέρων ἡ κίνησις. καὶ οὕτω λέγοι ἄν τῷ * * * ὥσπερ γὰρ ὕδωρ καὶ ἀήρ, καὶ τὸ ὕδωρ δὲ παρατίθεται, ὅτι ὀσμὴ καὶ δι’ ὕδατος. τὸ μὲν οὖν † τὰ μόρια κατὰ κίνησιν γίνεσθαι τοῦ τε ἀέρος καὶ τοῦ ὕδατος ἐν ταῖς τῶν αἰσθητῶν διαδόσεσιν ὅμοιον (διὸ καὶ ἀμφότεραι αἱ αἰσθήσεις ἐν χρόνῳ τῶν αἰσθητῶν ἀντιλαμβάνονται)· διαφορὰ δὲ τῆς ἐπὶ τῶν ψόφων καὶ τῆς ἐπὶ τῶν ὀσφρητῶν κινήσεώς ἐστιν, ὅτι ἐπὶ μὲν τῶν ὀσφραντῶν τὸ πρῶτον κινηθὲν ὑπὸ τῆς ὀσμῆς μόριον φυλάσσον ἐν αὑτῷ τὸ πάθος δια- δίδωσι καὶ τῷ μεθ’ αὑτό (διὸ εἰ καὶ πρῶτοι οἱ πλησίον τῆς ὀσμῆς ὤσφραντο, ἀλλὰ καί, ὅτε οἱ πόρρω ἀντιλαμβάνονται τῆς ὀσμῆς, καὶ οἱ πλησίον ἔτι μένουσιν ὀσφραινόμενοι), ἐπὶ δὲ τοῦ ψόφου οὐχ οὕτως, ἀλλὰ μεταδίδοται ὑπὸ του πρώτου μέρους τῳ μετ’ αὐτὸ η κίνησις. οὐ μένουσα ἐν τῷ πρώτῳ κινηθέντι μέρει. διὸ ἄλλοτε ἄλλοι εἰσὶν οἱ ἀκούοντες. ἔοικε γὰρ τὸ μὲν φορᾷ μᾶλλον αὐτῶν, τὸ δὲ ἀλλοιώσει. Εἰπὼν δὲ τὸ ἔστι μὲν ὡς τὸ αὐτὸ ἀκούει ὁ πρῶτος καὶ ὁ ὕστερος καὶ ὀσφραίνεται, ἔστι δὲ ὡς οὔ, πρὸ τοῦ λέγειν πῶς ἐπὶ τῆς ὄψεως ἔχει καὶ ὅτι μὴ ὁμοίως ἐπὶ τούτων, λεγομένην τινὰ ἀπορίαν περὶ τῶν αἰσθήσεων ἱστορεῖ, ἧς δείξει λύσιν οὖσαν τὴν προειρημένην τὴν ἔστι μὲν ὡς τὸ αὐτὸ ἀκούει ὁ πρῶτος καὶ ὁ ὕστερος καὶ ὀσφραίνεται, ἔστι δ᾿ ὡς οὕ. τοῦ γὰρ ἀπορουμένου τούτῳ λύσει χρήσεται. ἡ δὲ ἀπορία τοιαύτη δοκεῖ· ἀδύνατόν φησιν x003E; ἄλλῳ τὸ αὐτὸ ἀκούειν ἢ ὁρᾶν ἢ ὀσφραίνεσθαι. εἰ γὰρ οἱ κεχωρισμένοι ἀλλήλων κατὰ ταὐτὸ εἶεν ἀντιλαμβανόμενοί τε καὶ αἰσθανόμενοι ἑνός τινος καὶ τοῦ αὐτοῦ κατ’ ἀριθμόν, εἴη ἂν ἐκεῖνο τὸ οὗ αἰσθάνονται αὐτὸ αὑτοῦ χωρίς, εἰ κατὰ τὸ αὐτὸ ἐν τοῖς διαφέρουσιν εἴη τόποις. ἧς ἀπορίας παρατίθεται τὴν λύσιν λέγων τοῦ μὲν πρώτου κινήσαντος τὸ μεταξύ, εἴτε ὕδωρ μεταξὺ εἴτε ἀὴρ εἴη, ἅπαντας τοῦ αὐτοῦ κατ’ ἀριθμὸν αἰσθάνεσθαι· εἰ γὰρ εἴη κώδων ἡ ἠχοῦσα, ταύτης πάντας ἀκούειν μιᾶς οὔσης, εἴτε λιβανωτὸς ὁ θυμιώμενος, τούτου πάντας ὀσφραίνεσθαι, εἴτε πῦρ εἴη τὸ θερμαῖνον ἢ ὁρώμενον, καὶ τούτου πάντας τοῦ αὐτοῦ αἰσθάνεσθαι τοὺς ὑπ’ αὐτοῦ θερμαινομένους διὰ τῆς ἁφῆς ἡ τοὺς ὁρῶντας αὐτό· δι’ οὗ δὲ ἡ ἐκείνων ἀντίληψις, οὐκέτι τοῦ τὸ πᾶσι ταὐτὸν κατ’ ἀριθμὸν εἶναι, ἀλλ’ ἑκάστῳ ἄλλο τὸ προσεχὲς καὶ ἴδιον μέρος τοῦ ἀέρος ἢ τοῦ ὕδατος, δι’ οὗ μεταξὺ ὄντος ἡ ἐκείνων ἀντίληψις· εἴδει γὰρ μόνον ταὐτὸ τοῦτο. τὸν γὰρ αὐτὸν κατ’ εἶδος ψόφον ἢ τὴν αὐτὴν ὀσμὴν ἢ τὸ θερμὸν κατ’ εἶδος παθόντα ταῦτα διαγγέλλει τε καὶ διαδίδωσι ταῖς αἰσθήσεσιν, ἄλλῃ κατ’ ἄλλο μόριον αὐτοῦ. οὕτως δὲ γινομένης τῆς τῶν αἰσθητῶν ἀντιλήψεως, οὐδὲν ἄτοπον ἅμα τοὺς αὐτοὺς τὸ αὐτὸ καὶ ὁρᾶν καὶ ὀσφραί- νεσθαι καὶ ἀκούειν τοῦ αὐτοῦ, καὶ ὑγιὲς τὸ προειρημένον τὸ ᾿ἔστι μὲν ὡς τοῦ αὐτοῦ αἰσθάνεσθαι, ἔστι δ’ ὡς οὔ.’ Διό, φησίν, οὔτε σώματα ταῦτα, λέγων τὰ αἰσθητά, τὸν ψόφον, τὴν ὀσμήν, τὸ χρῶμα, τὴν θερμότητα, ἀλλὰ πάθη καὶ κινήσεις, οὔτε χωρὶς σώματος· τούτου γὰρ καὶ ἐν τούτῳ πάθη. διὸ πάσχοντος τοῦ μεταξὺ σώματος καὶ διατιθεμένου πὼς ὑπὸ τῶν αἰσθητῶν αἱ κατὰ τὰς αἰσθήσεις ἀντιλήψεις. εἴτε γὰρ σώματα ἦν τὰ ὧν αἰσθανόμεθα, οὐχ οἷόν τε ἄν ἦν πλείους τοῦ αὐτοῦ καὶ ἑνὸς κατ’ ἀριθμὸν αἰσθάνεσθαι ἅμα (ἦν γὰρ αὐτὸ αὑτοῦ χωρὶς τὸ αἰσθητόν, εἰ σῶμά γε ὃν ἅμα ἐν πλείοσιν ἐγίνετο καὶ διαφέρουσιν), εἴτ’ ἄνευ σώματος, πάλιν οὐχ οἷόν τε αὐτῶν τὴν ἀντίληψιν γίνεσθαι. ἡ γὰρ κίνησις, δί’ ἧς ἡ ἀντίληψις, σώματος, ἀλλὰ καὶ ἡ διαίρεσις μεγέθους, καθ᾿ ἣν διαίρεσιν συνδιαιρουμένων τῶν παθῶν τῷ σώματι τῶν αὐτῶν πλείους αἰσθάνονται. τῷ γὰρ πάθη εἶναι καὶ κινήσεις τὰ αἰσθητὰ ἐν σώματι γινόμενα, τούτῳ πλείους ἅμα αὐτῶν αἰσθάνονται, ἅμα πασχόντων τῶν σωμάτων ὑπὸ τῶν ποιούντων τὰ πάθη κατὰ διαφέροντα μόρια. Περὶ δὲ τοῦ φωτὸς ἄλλος λόγος· τῷ εἷναι γάρ τι τὸ φῶς ἐστιν, ἀλλ’ οὐ κίνησίς τις. ὅλως. Εἰπὼν περὶ μὲν τὸν ψόφον καὶ τὴν ὀσμὴν εὐλόγως συμβαίνειν τὸ ταῦτα πρὸ τοῦ τὴν αἴσθησιν κινεῖν ἐν τῷ μεταξὺ γίνεσθαι τῷ κινήσεως καὶ φορᾶς καὶ διαδόσεως τινος τοῦ αἰσθητοῦ διὰ τοῦ μεταξὺ τοῦ συνεχοῦς σώματος γινομένης τὴν ἀντίληψιν αὐτῶν καὶ τὴν αἴσθησιν γίνεσθαι (διὸ καὶ ἐν χρόνῳ ἡ τούτων αἴσθησις), οὐχ ὁμοίως φησὶν οὕτω γίνεσθαι καὶ τὸ φῶς ἐν τῷ διαφανεῖ καὶ τῷ μεταξὺ σώματι τοῦ τε ἀφ’ οὗ τὸ φῶς καὶ τῆς ὄψεως. ὁ δ’ αὐτὸς λόγος καὶ περὶ χρώματος. τῷ γὰρ ἐνεῖναί τι τὸ φῶς ἐστιν, ἀλλ’ οὐ κίνησίς τις. Ἔστι δὲ ὃ λέγει ὅτι οὐχ ὡς ἐπὶ τοῦ ψόφου καὶ τῆς ὀσμῆς κινούμενον τὸ μεταξὺ σῶμα κατὰ διάδοσιν τοῦ πάθους, ἄλλοτε ἄλλου τοῦ πάσχοντος αὐτοῦ μέρους ὄντος, τῆς αἰσθήσεως αὐτῶν αἴτιον γίνεται, οὕτω δὲ καὶ ἐπὶ τοὐ φωτὸς καὶ τῶν ὁρατῶν. οὐ γὰρ διὰ κινήσεως ὁ ἀὴρ καὶ τὸ διαφανὲς φωτίζεται, ἀλλ’ ἀθρόον ἐκ δυνάμει διαφανοῦς ἐνεργείᾳ διαφανὲς γίνεται καὶ πεφωτισμένον, ἔχον ἐξ οὐκ ἔχοντος γινόμενον, οὐ διὰ τὸ λαμβάνειν τε καὶ κινεῖσθαι. σχέσει γὰρ καὶ παρουσίᾳ τῇ τοῦ φωτίζοντος πρὸς τὸ πεφυκὸς φωτίζεσθαι τὸ φῶς, ὡς ἐν τοῖς Περὶ ψυχῆς εἴρηται. τοῦτο γάρ ἐστι τὸ εἰρημένον ἐκεῖ τὸ ‘παρουσία πυρὸς ἡ τοῦ φωτίζειν πεφυκότος ἐν διαφανεῖ᾿, ἣν παρουσίαν διὰ τοῦ ἐνεῖναι ἐδήλωσεν. ὡς γὰρ τὸ δεξιόν τινος οὐ διὰ κινήσεως δεξιὸν γίνεται οὐδὲ διὰ γενέσεως, ἀλλὰ τῇ τοῦ πρὸς ὃ δεξιόν ἐστι ποιᾷ σχέσει πρὸς αὐτὸ ἀθρόως οὐκ ὃν πρότερον δεξιὸν γίνεται δεξιόν, οὕτω καὶ τὸ δυνάμει διαφανὲς ἐνεργείᾳ γίνεται τοιοῦτον ἀθρόως μεταβάλλον τῇ τοῦ φωτίζειν πεφυκότος αὐτὸ πρὸς αὐτὸ σχέσει ποιᾷ. πᾶν γὰρ ὅσον δύναται ὑπὸ τῆς τοιαύτης σχέσεως τοῦ φωτίζοντος ἐνεργείᾳ γενέσθαι διαφανὲς καὶ πεφωτισμένον ἀθρόως φωτίζεται, οὐκ ἀρξάμενον πρῶτον ἀπὸ τοῦ πλησίον τῷ φωτίζοντι καὶ κατὰ διάδοσιν καὶ κίνησιν ἐν χρόνῳ ἐπὶ τὰ πορρωτέρω μέρη διεξιόν, ὡς εἶχεν ἐπὶ τοῦ ψόφου καὶ τῆς ὀσμῆς. Ὅ δὲ πρῶτον ὡς δυνάμενον λέγεσθαι περὶ τοῦ ὁρᾶν εἶπε, νῦν αὐτὸς τοῦτο κατασκευάζει εἰς † δὲ τοῦτο διὰ βραχέων περὶ [τε] τὸ εἰρημένον παραμυθεῖσθαι δι’ ἄλλων τινῶν ὅτι μὴ ἀδύνατον. οὐδὲ γὰρ ἐπὶ κινήσεως, φησί, πάσης ὁμοίως ἔχει. οὐ γὰρ ὁμοίως ἥ τε ἀλλοίωσις ἔχει καὶ ἡ φορά. τουτέστιν ἡ κατὰ τόπον κίνησις, γίνεται, τοῦ φερομένου πρῶτον ἐν τῷ μεταξὺ γινομένου. φορᾷ δὲ ἔοικε καὶ ἡ ἐπὶ τοῦ ψόφου γινομένη κίνησις, ὁμοίως καὶ ἡ κατὰ τὴν ὄσφρησιν. διὸ εὐλόγως αἱ τούτων ἀντιλήψεις ἐν χρόνῳ· γεγονότος γὰρ τοῦ ψόφου οὐδέπω ἀντίληψις, καὶ τοῦ ὀσφραντοῦ ὄντος ὅθεν οἷόν τέ ἐστιν αὐτοῦ ὀσφραίνεσθαι, οὐδέπω αὐτοῦ ἡ ὄσφρησις ἔστιν, ἀλλὰ χρόνου δεῖται. διὸ οὐκέτι φησὶ τὴν κατὰ ἀ.λοίωσιν κίνησιν ὁμοίως γίνεσθαι ἐπὶ πάντων τῇ φορᾷ· ἐνδέχεται γὰρ ἀθρόον τι ἄρξασθαι τῆς ἀλλοιώσεως πᾶν, καὶ μὴ τὸ ἥμισυ αὐτοῦ μηδὲ τὸ μόριον πρῶτον ὡς γίνεσθαι μὲν καὶ ταύτην ἐν χρόνῳ. οὐδὲ γὰρ εἰ ἀθρόον ἤρξατο τῆς ἀλλοιώσεως τε καὶ τῆς πήξεως, ἤδη καὶ εὐθὺ τῷ ἄρξασθαι πέπηγε τὴν 279 πῆξιν ἣν πήγνυται, ἀλλὰ χρόνου δεῖται. Εἰπὼν δὲ μὴ κατὰ τὴν τῶν μερῶν διάδοσιν τὴν ἀλλοίωσιν γίνεσθαι πάντως εἶναι γάρ τι μέγεθος ἀθρόως ἀρχόμενον), προστίθησιν ὅτι καὶ ἐπὶ τούτων μέντοι, εἰ πολὺ εἴη τὸ ἀλλοιούμενον οἷον τὸ θερμαινόμενον ἢ πηγνύμενον, οὐ πᾶν ἅμα ἄρχεται, ἀλλὰ τὸ ἐχόμενον ὑπὸ τοῦ ἐχομένου μέρους πάσχει τε καὶ ἀλλοιοῦται, ἀλλ’ οὐ πᾶν ἀπὸ τοῦ πρώτου ἀλλοιοῦντος, μέρος μέντοι ἀθρόον ἀπ’ ἐκείνου ἤρξατο τῆς ἀλλοιώσεως᾿. ταύτην δὲ τὴν εἰκόνα παρέθετο, οὐκ ἀλλοίωσιν λέγων εἶναι τὸ φωτίζεσθαι (οὐ γὰρ οὕτως αὐτῷ δοκεῖ), ἀλλὰ βουλόμενος λαβεῖν ὅτι καὶ ἀθρόα τινὰ ὅλα δύναται μεταβάλλειν, καὶ οὐ πάντως, εἴ τι μεριστόν ἐστι, δεῖ αὐτὸ ἀπό τινος μορίου ἀρξάμενον μεταβάλλειν. εἰ οὖν ἐπὶ τῆς ἀλλοιώσεως κινήσεως οὔσης καὶ ἐν χρόνῳ γινομένης ὅμως οὐδὲν κωλύει ἀθρόον τι μέρος ἄρξασθαι τῆς μεταβολῆς, οὐδὲν παράδοξον τὸ καὶ τὸ φωτιζόμενον ἀθρόον λέγειν | πᾶν δέχεσθαι τὸ φῶς, μὴ διὰ κινήσεως τοῦ φωτίζεσθαι γινομένου. ὅτι γὰρ μὴ διὰ τοῦτο τὴν ἀλλοίωσιν παρέθετο, ὡς καὶ τοῦ φωτίζεσθαι ἀλλοιώσεως οὔσης, σημεῖον εἶπεν αὐτός· οὐ μὴν ἀλλ᾿, ἄν ᾖ πολὺ τὸ θερ μαινόμενον ἢ πηγνύμενον, τὸ ἐχόμενον ὑπὸ τοῦ ἐχομένου πάσχειν. φωτίζεσθαι δέ, ἄν πολὺ τὸ φωτιζόμενον ᾖ, οὐ τόδε πρῶτον ὑπὸ τοῦ φωτίζοντος, ἀλλ’ ὅσον ἄν ᾖ τὸ φωτίζεσθαι δυνάμενον ἐν τῇ τοιᾷδε σχέσει τοῦ φωτίζοντος τῇ πρὸς αὐτό, τοῦτο ἅμα πᾶν φωτίζεται ὑπ’ ἐκείνου, καὶ οὐκ ἔστι τι μόριον, ὃ νῦν μὲν οὐ πεφώτισται, μετ’ ὀλίγον δέ, μένοντος τοῦ φωτίζοντος τοῦ αὐτοῦ τε καὶ ἐν τῷ αὐτῷ. Ωι δὴ ἐχρήσατο ἐκ τοῦ παραδείγματος, ἔστι τὸ ἀθρόον τι μεταβάλλειν μέρος τοῦ ἀλλοιουμένου ὑπὸ τοῦ ἀλλοιοῦντος, † ἢ εἶπεν οὕτως· τὸ δὲ πρῶτον ὑπ’ αὐτοῦ τοῦ ἀλλοιοῦντος μεταβάλλει, καὶ ἀνάγκη ἅμα ἀλλοιοῦσθαι | καὶ ἀθρόον· τοῦτο γὰρ ἦν αὐτῷ πρὸς τὸ προκείμενον χρήσιμον, ἐπειδὴ καὶ ἡ ὄσφρησις ἀλλοιουμένου γίνεται τοῦ μεταξύ. ἴσως γὰρ οὐδὲ ἐκεῖνο ἀληθὲς τὸ πᾶν ἀθρόον τῆς ἀλλοιώσεως ἄρχεσθαι. μόριον μὲν γάρ τι τοῦ παντὸς ἀθρόον ἄρχεσθαι ὑγιές, τὸ δὲ πᾶν οὐκέτ’ ἄν δόξαι, εἴ γε δεῖ, ὡς εἴρηκεν ἐν τῇ Φυσικῇ ἀκροάσει, παντὸς τοῦ κινουμένου τὸ μέν τι μόριον εἶναι ἐν τῷ ἐξ οὗ, τὸ δὲ <ἐν τῷ> εἰς ὅ· διὰ γὰρ τούτου πᾶν τὸ κινούμενον ἐδείχθη διαιρετὸν ὄν. Ὅτι δὲ ἐν σχέσει τὸ φῶς, ἀλλ’ οὐκ ἐν ἀλλοιώσει, δῆλον ἀπὸ τοῦ τὰ μὲν ἀλλοιούμενα οὐκ εὐθὺ τῷ τὸ ἀλλοιοῦν ἀπελθεῖν πεπαῦσθαι τοῦ ἐγγενομένου πάθους ἐν αὐτοῖς ὑπ’ αὐτοῦ (οὐ γὰρ τοῦ θερμαίνοντος ἀπελθόντος εὐθὺς καὶ τὸ θερμαινόμενον ὑπ’ αὐτοῦ τῆς ἐγγενομένης ὑπ’ ἐκείνου θερμότητος αὐτῷ παύεται), τὰ δὲ κατὰ τὴν πρός τι σχέσιν ὄντα τοιαῦτα, ἀπελθόντος τοῦ πρὸς ὃ ἡ σχέσις, συμπαύεσθαι καὶ ταῦτα | τοῦ ἔτι εἶναι ἐν τῇ πρὸς ἐκεῖνο σχέσει· υἱοῦ γὰρ ἀποθανόντος πέπαυται καὶ ὁ πατὴρ πατὴρ ὤν, καὶ τοῦ ἀριστεροῦ ἀπελθόντος ὁ δεξιὸς οὐκέτι δεξιός ἐστιν. οὕτω δὲ ἔχει καὶ τὸ φῶς· συναπέρχεται γὰρ ἀθρόον τῷ φωτίζειν πεφυκότι. εἰπὼν δὲ διὰ βραχέων ταῦτα, λέγει· ἦν δ’ ἂν καὶ τὸ γεύεσθαι ὥσπερ ἡ ὀσμή, εἰ ἐν ὑγρῷ ῥῷ ἦμεν. ἔστι δὲ ὃ λέγει· ὡς ἐπὶ τῆς ὀσμῆς, πόρρω ὄντος τοῦ τὴν ὀσμὴν ἔχοντος, αἰσθανόμεθα αὐτοῦ τῷ τὸν μεταξὺ ἀέρα καὶ τὸ ὕδωρ πάσχειν ὑπ’ αὐτοῦ καὶ τὸ πάθος διαδιδόναι τῇ αἰσθήσει, οὕτω, φησί, καὶ ἐπὶ τῆς γεύσεως εἶχεν ἄν, εἰ ἦμεν ἐν ὑγρῷ, τουτέστιν ἐν ὕδατι, καὶ δι’ ἐκείνου τὴν ἀντίληψιν τῶν χυμῶν ἐποιούμεθα. δεχόμενον γὰρ ἄν τὸ ὕδωρ τὴν ἀπὸ τῶν χυμῶν ποιότητα διὰ τοῦ γεύεσθαι αἴσθησιν ἡμῖν παρεῖχε τῶν γευστῶν πρὸ τοῦ ἐντυχεῖν ἐκείνοις, ὥσπερ καὶ ἐπὶ τοῦ ὀσφραντοῦ ποιεῖ. νῦν δὲ τοῦτο οὐ γίνεται. ὁ x003E; ἀὴρ ὀσμῆς μέν ἐστι δεκτικός, ἐν ᾧ ἐσμεν, <λαὶ> * * * | χυμῶν πάσχειν, ἀλλ’ οὐ παντὸς ὑγροῦ, ἐπεὶ καὶ ὁ ἀὴρ ὑγρός. εὐλόγως δή, φησί, διὰ τὰ εἰρημένα ὧν ἐστιν αἰσθητῶν ἀντίληψις διά τινος μεταξύ, ταῦτα <τὰ> μεταξὺ οὐχ ἅ μὰ πάσχει, οὐδ’ ἅμα ἀεὶ δι’ αὐτῶν ἀντιλήψεις τε καὶ αἰσθήσεις γίνονται, ἀλλ’ ἐν χρόνῳ, πλὴν ἐπὶ τοῦ φωτὸς καὶ τῶν ὁρατῶν. διὰ τί δὲ εὐλόγως; ἢ ὅτι ἐκεῖνα μὲν τὰ αἰσθητὰ διὰ κινήσεως καὶ πάθους ἐγγίνεται, τοὐ μεταξὺ ἀλλοιουμένου καὶ πάσχοντος αὐτοῦ, διὸ καὶ ἐν χρόνῳ ἀπὸ τοῦ κινήσαντος τὸ πάθος τὸ ἐγγινόμενον διαδίδοται· τὸ δὲ φῶς καὶ τὰ χρώματα οὐ διὰ κινήσεως ἐν ποιᾷ γὰρ σχέσει τοῦ φωτίζοντος πρὸς τὸ φωτιζόμενον τὸ φῶς), διὸ καὶ ἅμα πᾶν τὸ διαφανὲς φωτίζεται. οὕτως δὲ γινομένου τοῦ φωτὸς ἀχρόνως εὐλόγως καὶ τὸ ὁρώμενον ἀχρόνως τῇ ὄψει προσβάλλει, | ὡς γίνεσθαι οὐ μόνον τὸ ὁρᾶν ἀχρόνως (τοῦτο γὰρ ἐδείχθη πάσαις ταῖς αἰσθήσεσιν ὑπάρχον), ἀλλὰ καὶ τὸ αἰσθητὸν ἀθρόως καὶ χωρὶς χρόνου προσπίπτειν τῇ ὄψει. αἱ γὰρ ἀπὸ τῶν χρωμάτων κινήσεις ἐν τῷ διαφανεῖ τῷ κατ’ ἐνέργειαν ὁμοίως γίνονται, ὡς τὸ φῶς ἐν τῷ διαφανεῖ † ἐδήλωσεν αὐτὸς εἰπών· διὰ τὸ αὐτὸ δὲ καὶ περὶ τοῦ ὁρᾶν· τὸ γὰρ φῶς ποιεῖ τὸ ὁρᾶν. εἰ γὰρ ἐκεῖνο μὴ διὰ κινήσεως μηδ’ ἐν χρόνῳ γίνεται ἐν τῷ διαφανεῖ, οὐδ’ ἄν τὸ ὁρᾶν γίνοιτο ἐν χρόνῳ. διὸ καὶ εὐθὺς ἀναβλέ- ψαντες ὁμοίως τά τε ἐγγὺς ὁρῶμεν καὶ τὰ πόρρω. Ἔστι δὲ ἀπορία καὶ ἄλλη τις τοιάδε περὶ τὰς αἰσθήσεις, πότερον ἐνδέχεται ἅμα δύο αἰσθάνεσθαι ἐν τῶ αὐτῷ καὶ ἀτόμῳ χρόνῳ. Ἡ μὲν ἀπορία ἣν ἀπορεῖ σαφής. ζητεῖ γὰρ εἰ ἅμα πλειόνων ἔστιν αἰσθάνεσθαι, ὡς ἐν τῷ αὐτῷ χρόνῳ πλειόνων τινῶν αἰσθητῶν ἀντίληφιν γίνεσθαι, ἡ οὐχ οἷόν τε. τὸ δὲ ἀτόμῳ χρόνῳ εἶπεν οὐχ ὡς ἀδιαιρέτῳ (οὐ γὰρ ἔστιν ἀδιαίρετος χρόνος), ἀλλὰ μὴ τούτου ἐν ᾧ αἰσθανόμεθα χρόνῳ ἐν μέρει μέν τινι αὐτοῦ τοῦδε αἰσθάνεσθαι, ἐν ἄλλῳ δὲ ἄλλου, ἀλλ’ ἐν τῷ αὐτῷ χρόνῳ πλειόνων. μέλλων δὲ ἐπιχειρεῖν πρῶτον ἐνδόξως εἰς τὸ μὴ οἷόν τε εἶναι λαμβάνει τινὰ καὶ τίθησιν ὡς ἐναργῆ, δι’ ὧν κατασκευάσει ὅτι καὶ τὰ πλείω αἰσθητὰ ἐμποδίζει ἀλλήλοις, πρῶτον μὲν τὸ ἀεὶ τὴν μείζω κίνησιν ἐκκρούειν τὴν ἐλάττω, οὗ παρέθετο πίστιν τὸ πολλάκις ὑπὸ τοὺς ὀφθαλμούς τινων τιθεμένων ἡ φερομένων μὴ αἰσθάνεσθαί τινας, ὅταν τύχωσιν ἢ σφόδρα τι ἐννοοῦντες ἐν ἑαυτοῖς ἢ φοβούμενοι ἢ ἀκού- οντες μεγάλου ψόφου (ἡ γὰρ περὶ ἄλλα σύντονος ἐνέργεια τῆς ψυχῆς κωλύει τὰς ἐλάττους ἀντιλήψεις ἐν αὐτῇ γίνεσθαι). τὸ δὲ δεύτερον τίθησι τὸ μᾶλλον ἔστιν αἰσθάνεσθαι ἀμιγοῦς καὶ ἀκράτου καὶ καθ’ αὑτὸ ὄντος ἡ μεμιγμένου καὶ κεκραμένου πρὸς ἄλλο, ὃ πάλιν ἐναργῶς ἔδειξεν οὕτως ἔχον ἐπὶ παραδειγμάτων οἴνου ἀκράτου τε καὶ ὕδατι κεκραμένου, ὁμοίως καὶ μέλιτος, ὁμοίως καὶ λευκοῦ ἀκράτου καὶ ἄλλῳ μεμιγμένου τινὶ χρώ- ματι, ὁμοίως καὶ νήτης αὐτῆς τε καθ’ αὑτὴν λαμβανομένης καὶ μεμιγμένης τῇ ὑπάτῃ ἢ ἄλλῳ τινὶ φθόγγῳ ἢ τῇ διὰ πασῶν συμφωνίᾳ· ἐπὶ πάντων γὰρ τούτων τε καὶ τῶν τοιούτων εἰλικρινεστέρα τε καὶ ἀκριβεστέρα ἡ αἴσθησις ἁπλῶν λαμβανομένη τῶν αἰσθητῶν ἢ εἰ εἴη συγκείμενα καὶ κεκραμένα ἀλλήλοις. οὗ τὴν αἰτίαν παρέθετο· διὰ γὰρ τὸ ἀφανίζειν ἄλληλα ἀφανέστερα ἕκαστα γίνεται ἐν τῇ μίξει τῇ πρὸς ἄλληλα. εἰπὼν δὲ ἀφανίζειν ἕκαστα ἐν τῇ μίξει, ἐν τίσιν ἡ μῖξις γίνεται καὶ τίνα ἐστὶ τὰ ἀφανίζοντα ἄλληλα ἐν τῇ μίξει τῷ ἐν μέσῳ που καθίστασθαι τὸ μεμιγμένον καὶ τὴν εἰλικρίνειαν ἀποβάλλειν ἕκαστον τῶν ἐν τῇ μίξει, ἐδήλωσε προσθείς· τοῦ τὸ δὲ ποιεῖ ἐξ ὧν ἕν τι γίνεται. ταῦτα δὲ μίγνυταί τε ἀλλ·ήλοις καὶ ἀφανίζει ἄλληλα ἐν τῇ μίξει, ἐξ ὧν μιγνυμένων ἕν τι δύναται γίνεσθαι. οὐ γὰρ πᾶν παντὶ μικτόν, ἀλλὰ χυμοὶ μὲν χυμοῖς, ψόφοι δὲ ψόφοις, χρώματα δὲ χρώμασι, θερμότητες δὲ καὶ ψυχρότητες ἀλλήλαις καὶ ξηρότητες καὶ ὑγρότητες, ὁμοίως καὶ αἱ ἄλλαι ἐναντιώσεις. οὐ γὰρ μίγνυται ψόφος χρώματι οὐδὲ χυμὸς ψόφῳ· οὐδὲ γὰρ δύναται ἕν τι ἐκ τῆς τῶν τοιούτων συνθέσεως γίνεσθαι. καθόλου γὰρ τὰ διαφόροις αἰσθήσεσιν αἰσθητὰ ἄμικτα τῷ εἶναι 10 ἑτερογενῆ. ὁμογενῶν γὰρ καὶ ἐν ὁμογενέσιν ἡ μῖξις· τῶν γὰρ ἐναντίων καὶ τῶν μεταξύ. ἔχει δὴ κείμενον ὅτι τὰ αἰσθητὰ ἄλληλα ἐμποδίζει, τὰ μὲν διαφέροντα, ὡς μηδὲ αἴσθησιν γί | νεσθαι τῶν ὅλων † ἐλαττόνων, τὰ δὲ ὁμογενῆ καὶ μιγνύμενα τῷ ἔλαττον ἐν τῇ μίξει αἰσθητὰ εἶναι τὰ μεμιγμένα ἀλλήλοις τῶν ἀμιγῶν. τούτοις δὴ χρώμενος πειρᾶται δεικνύναι ὅτι μὴ οἷόν τε ἅμα δύο τινῶν αἴσθησιν γίνεσθαι. Προστίθησι δὲ τούτοις ὅτι οὐδέ, ὅτε ἡ ἐλάττων ὑπὸ τῆς σφοδροτέρας ἀφανίζεται ἐκκρουομένη, οὐδὲ τότε τῆς μείζονος εἰλικρινὴς ἡ ἀντίληψις γίνεται. εἰ γὰρ ἡ μείζων κίνησις ἐκκρούει τὴν ἐλάττω ἐπισκοτοῦσα αὐτῇ (διὰ τοῦτο γὰρ καὶ φοβούμενοι σφόδρα οὐχ ὁρῶμεν), ἀλλὰ καὶ ἐν τῇ μίξει τῇ πρὸς ἄλληλα οὐχ ὁμοία ἡ ἀντίληψις, ἀνάγκη ἄρα, ἂν ἅμα ᾖ τινων αἴσθησις γινομένη, τοῦ μὲν μᾶλλον κινεῖν δυναμένου, τοῦ δὲ ἧττον, καὶ αὐτὴν τὴν τοῦ μᾶλλον αἰσθητοῦ ἐν τῇ κοινωνίᾳ τῇ πρὸς ἄλλο τι αἰσθητόν, εἰ καὶ ἔλαττον εἴη ἐκείνου, ἧττον γίνεσθαι ἢ εἰ μόνον αὐτοῦ ἐγίνετο ἡ αἴσθησις. ἀφαιρεῖται γάρ τι ἀπ’ αὐτῆς ἐν τῇ πρὸς τὴν ἐλάττω μίξει· κεῖται γὰρ τὸ πάντα ἁπλᾶ καὶ ἄμικτα ὄντα μᾶλλον αἰσθητὰ εἶναι. * * * To ἴσως τοῖς πρώτοις ληφθεῖσιν ἀκόλουθον ὡς ἑπόμενον τοῦτο πάλιν λαμβάνει τό, ἄν ἴσαι ὧσί τινες αἰσθήσεις, τουτέστιν ἐπὶ ἴσων αἰσθητῶν, διαφερόντων δὲ καὶ ὑπὸ διαφόρους αἰσθήσεις, τὸ μηδετέρου αὐτῶν αἴσθησιν ἔσεσθαι. εἰ γὰρ τῆς μείζονος αἰσθήσεως ἀφῄρει τὴν † ἐλάττω καὶ ἠφάνιζε μία γινομένη αὐτῇ, κἂν ὦσιν ἴσαι ἀμφότεραι διαφόρων οὖσαι αἰσθητῶν, ἀφανιοῦσιν ἡ ἑτέρα τὴν ἑτέραν ὁμοίως. ἁπλᾶ μὲν γὰρ † ἐξ ἴσου κἂν εἶεν ἐξ ἀμφοτέρων ἅμα γινομένων· ἡ γὰρ ἁπλῆ αἴσθησις ἁπλοῦ αἰσθητοῦ. λείπεται ἄρα ἢ μηδ’ ὅλως γίνεσθαι αἴσθησιν ἢ μικτήν τινα καὶ ἀπ’ ἀμφοῖν μίαν. ἀλλὰ τοῦτο γίνεται ἐπὶ τῶν μίγνυσθαι δυναμένων ἀλλήλοις, ὥσπερ ἐπὶ τῶν κιρναμένων· | ἐπὶ γὰρ μεμιγμένων ἡ τοιαύτη αἴσθησις. ἐκ μὲν γάρ τινων αἰσθητῶν μεμιγμένων γίνεταί τι, ἐκ δὲ ἐνίων οὐδὲν γίνεται τῷ μηδὲ τὴν ἀρχ’ ἢν αὐτὰ μικτὰ εἶναι, ὡς προειρήκαμεν· τοιαῦτα γὰρ τὰ ὑπὸ τὰς διαφόρους αἰσθήσεις. μικτὰ γὰρ τὰ ὁμογενῆ καὶ τὰ ὑπὸ τὴν αὐτὴν αἴσθησιν· τοιαῦτα δὲ ὧν τὰ ἔσχατα ἐναντία εἰσὶν ἀλλήλοις. ἔσχατα γὰρ ἐν ἑκάστῳ τὰ πλεῖστον ἀλλήλων διεστῶτα, τὰ δὲ πλεῖστον ἀλλήλων ἐν τοῖς ὁμογενέσι διεστῶτα ἐναντία ταῦτα δὲ ἀλλήλοις μίγνυται· ἐκ μὲν γὰρ λευκοῦ καὶ μέλανος μιγνυμένων ἕν τι γίνεται ἅμα, ἀλλὰ καὶ ἐκ τῶν μεταξὺ τούτων πρὸς ἄλληλά τε καὶ πρὸς ταῦτα μεμιγμένων· ἐκ δὲ λευκοῦ καὶ ὀξέος οὐχ οἷόν τε ἕν τι γίνεσθαι (εἰ μὴ εἴη τὸ ὀξὺ μέλαν ἢ φαινόμενόν τι ἄλλο χρῶμα, καθ’ ὃ ἡ μῖξις αὐτοῦ πρὸς τὸ λευκὸν ἔσται) ἀλλ’ ἢ κατὰ συμβεβηκός. | ἢ εἴη ἄν κατὰ συμβεβηκὸς μεμιγμένον τὸ λευκὸν καὶ τὸ ὀξὺ καὶ ἕν τι ἄμφω, εἰ ἅμα τινὶ ἄμφω εἴη συμβεβηκότα, τὸ λευκὸν καὶ τὸ ὀξύ, ὡς τὸ λευκὸν <ὀξὺ> καὶ τὸ ὀξὺ <λευκὸν> οὐχ οὕτως ταῦτα ἓν ὡς ἡ ἐξ ὀξέος καὶ βαρέος συμφωνία· ταῦτα γὰρ καθ’ αὑτὰ μικτά· ὁμογενῆ γὰρ καὶ ὑπὸ αἴσθησιν μίαν. ταῦτα δὲ εἰπὼν ἐπιφέρει ὡς ἐκ τῶν κειμένων δεδειγμένου τοῦ μὴ οἷόν τε εἶναι τῶν διαφόρων αἰσθητῶν ἅμα αἰσθάνεσθαι. ἢ γὰρ ἴσαι ἔσονται αἱ ἀπ’ αὐτῶν κινήσεις ἢ ἡ ἑτέρα ὑπερέξει. ἀλλ’ εἰ μὲν ἴσαι, ἀφανιοῦ- σιν ἀλλήλας· εἰ γὰρ οὐδὲ τῆς μείζονος οἷόν τε εἰλικρινῶς αἰσθάνεσθαι, ὅταν μετ’ ἄλλης τινὸς ἐλάττονος γένηται, ὅταν ἴσαι ὧσι, δῆλον ὅτι ἀφανιοῦσιν ἀλλήλας· οὐ γὰρ δὴ μιχθεῖσαι ἕν τι ποιήσουσιν αἰσθητόν. εἰ δὲ ἡ ἑτέρα ὑπερέχοι, ταύτης μόνης ἀντίληψις ἔσται· κεῖται γὰρ ὅτι ἡ μείζων κίνησις ἀφανίζει τὴν ἐλάττω. Ἔτι μᾶλλον ἅμα δυοῖν αἴσθοιτο ἂν ἡ ψυχὴ τῇ μιᾷ αἰσθήσει ὧν σθήσει μία αἴσθησις. Καὶ διὰ ταύτης τῆς ἐπιχειρήσεως δείκνυσιν ὅτι μὴ οἷόν τε πλειόνων ἅμα αἰσθητῶν αἰσθάνεσθαι, τῶν διαφόροις αἰσθήσεσιν αἰσθητῶν. ποιεῖται δὲ τὴν ἐπιχείρησιν κατὰ τὸ μᾶλλον καὶ τὸ ἧττον. λέγει γὰρ ὅτι ἅμα ἡ ψυχὴ πλειόνων <ἂν μᾶλλον> αἴσθοιτο τῶν κατὰ τὴν αὐτὴν αἴσθησιν αἰσθητῶν ἢ τῶν ταῖς διαφόροις αἰσθήσεσι. τὸ δὲ τῇ μιᾷ αἰσθήσει εἶπεν ἀντὶ τοῦ ‘μιᾷ ἐνεργείᾳ καὶ ἅμα γινομένῇ᾿. τὸ δὲ ὧν μία αἴσθησις συναπτέον τῷ ἅμα δυοῖν αἴσθοιτο ἄν ἡ ψυχή· τούτῳ γὰρ ἕπεται τὸ ὧν μία αἴσθησις. ὅ κατασκευάζων λέγει· μᾶλλον γὰρ ἡ κίνησις τῆς μιᾶς αὐτὴ ἑαυτῆς ἢ τοῖν δυοῖν, οἷον ὄψεως | ἀκοῆς ἴσον [ἐστὶ] τῷ ‘μᾶλλον γὰρ ἡ κίνησις ἡ τῆς μιᾶς αἰσθήσεως ἅμα καὶ μία ἢ αἱ τῶν δύο αἰσθήσεων᾿. ἔστι δὲ ὃ λέγει ὅτι μᾶλλον μία καὶ ἡ αὐτὴ ἡ τῆς μιᾶς αἰ- σθήσεως ἐνέργεια δύναται εἶναι ἢ αἱ τῶν πλειόνων· ὥστε ἃς μᾶλλον ἐνδέχεται δι’ ὁμοιότητα μίαν εἶναι, αὗται ἄν μᾶλλον ἅμα γίνοιντο ἢ αἱ 5 πλεῖον ἀλλήλων κεχωρισμέναι. Εἰς δὲ τοῦτο ἀγαγὼν τὸν λόγον μετὰ ταῦτα δείκνυσιν ὅτι μὴ οἷόν τε τὴν μίαν αἴσθησιν πλειόνων ἅμα αἰσθάνεσθαι, ᾧ ἀκολουθήσει τὸ μηδὲ κατὰ τὰς διαφόρους αἰσθήσεις ἅμα δύνασθαι αἰσθάνεσθαι. τῇ γὰρ αὐτῇ αἰσθήσει φησὶν ἀδύνατον εἶναι ἅμα δύο τινῶν ᾐσθῆσθαι κεχωρισμένων καὶ μενόντων δύο. μεμιγμένων μὲν γὰρ καὶ οἷόν τε τῷ μηδὲ εἶναι τὰ μεμι- γμένα ἔτι πλείω, ἀλλὰ ὡς ἑνὸς αἰσθάνεσθαι τῶν μεμιγμένων. τοῦ δὲ τῶν ἀμίκτων ἅμα μὴ δύνασθαι αἰσθάνεσθαι τὴν αἴσθησιν ἀπόδειξιν φέρει τὸ τοῦ ἑνὸς κατ’ ἀριθμὸν μίαν κατ’ ἀριθμὸν αἴσθησιν εἶναι. τοῦτο γὰρ σημαίνει τὸ ἡ δὲ μία ἅμα αὑτῇ· ἡ γὰρ μία ἐνέργεια τῆς αἰσθήσεως καὶ ἐν τῷ αὐτῷ χρόνω καὶ ἅμα γίνεται. τῶν δὴ μεμιγμένων ἅμα αἰσθάνεται ἡ αἴσθησις ἐξ ἀνάγκης, ὅτι τε ἐκεῖνα ἓν καὶ τοῦ ἑνὸς κατὰ ἀριθμὸν αἰσθητοῦ μία ἡ ἐνέργεια κατ’ ἀριθμὸν ἡ τῆς αἰσθήσεως· τοῦ μὲν γὰρ ἑνὸς κατ’ ἀριθμὸν μία κατ’ ἐνέργειαν ἡ αἴσθησις. ἃ δὲ οὐ κατ’ ἀριθμὸν τὸ ἕν, ἀλλὰ κατ’ εἶδος ἢ γένος ἔχει, ὥσπερ τὸ λευκὸν καὶ τὸ μέλαν (ταῦτα γὰρ εἴδει ταὐτά), τούτων μία αἴσθησις, οὐχ ἡ κατ’ ἐνέργειαν, ἀλλὰ ἡ δυνάμει τε καὶ κατὰ δύναμιν μία. πᾶσαι γὰρ αἱ τῆς ὄψεως ἐνέργειαι δυνάμει ἅμα ἀλλήλαις, ὅτε δύναται ἡ ὄψις αὐτὰς ἐνεργεῖν. μία γὰρ αἴσθησις ἡ μὲν | κατ’ ἐνέργειάν ἐστιν, ἡ δὲ κατὰ δύναμιν. τῇ οὖν κατὰ δύναμιν μιᾷ τῷ γένει τῶν αὐτῶν αἰσθητῶν αἰσθάνεται ἡ ψυχή. Λαβὼν δὲ τὸ τοῦ ἑνὸς κατ’ ἀριθμὸν αἰσθητοῦ μίαν εἶναι τὴν κατ’ ἐνέργειαν αἴσθησιν. ἀντιστρέφει αὐτὸ καὶ λέγει καὶ τὴν μίαν κατ’ ἐνέργειαν αἴσθησιν ἑνὸς κατ’ ἀριθμὸν ἔσεσθαι αἰσθητοῦ· ἡ μία ἄρα ἐνέργεια ὡς ἑνὸς καὶ μεμιγμένου τῶν πλειόνων αἰσθητῶν † ἀεὶ πλείονα αἰσθάνοιτο ἄν, εἰ ἄμα αὐτῶν αἰσθάνοιτο. εἰ δὲ μὴ εἴη μεμιγμένα, δύο ἂν καὶ αἰσθήσεις καὶ ἀντιλήψεις γίνοιντο αὐτῶν καὶ τοσαῦται, ὅσα τὰ ὁμογενῆ μὲν αἰσθητά, <μὴ> μεμιγμένα δὲ ἀλλήλοις. ἀλλ’ ἀπὸ τῆς μιᾶς κατ’ ἀριθμὸν δυνάμεως τῆς ἐν ἀτόμῳ γινομένης χρόνῳ μίαν τὴν ἐνέργειαν ἀνάγκη εἶναι. τῆς γὰρ κατ’ ἀριθμὸν μιᾶς δυνάμεως ἡ εἰσάπαξ γινομένη μία χρῆσίς τε καὶ ἐνέργεια κατ’ ἀριθμόν, τουτέστιν ἑνὸς ἀντίληψις. οὐκ ἄρα ἐν τῷ αὐτῷ χρόνῳ ἅμα ἀμφοτέρων ἡ μία κατ’ ἐνέργειαν αἴσθησις ἀντιλήψεται· δύο μὲν γὰρ αἱ τῶν δύο ἀντιλήψεις, ἡ δὲ μία ἐνέργεια ἑνὸς ἀντιληπτική. κατασκευάσας δὲ τὸ μὴ δύνασθαι τῇ μιᾷ αἰσθήσει πλειόνων ἅμα ἀντιλαμβάνεσθαι κατὰ τὸ αὐτό, ἀκόλουθον τῷ τεθέντι ἐπιφέρει τὸ ἧττον ἔτι δυνήσεσθαι τὴν ψυχὴν κατὰ τὸ αὐτὸ τῶν πλείοσιν αἰσθήσεσιν αἰσθητῶν αἰσθητῶν αἰσθάνεσθαι. Φαίνεται γὰρ τὸ μὲν ἓν τῶ ἀρ‘θμῷ ἡ ψυχὴ οὐδενὶ ἑτέρῳ λέγειν ἀλλ᾿ ἢ τῷ ἅμα, τὸ δὲ τῷ εἴδει ἓν τῇ κρινούσῃ αἰσθήσει καὶ τῷ τῷ τρόπῳ. Καὶ τοῦτο εἰς πίστιν τοῦ τὴν μίαν ἐνέργειαν τῆς αἰσθήσεως ἑνὸς κατ’ ἀριθμὸν ἀντιληπτικὴν εἶναι παρατίθεται τὸ τὸ μὲν ἓν τῷ ἀριθμῷ ἐπικρίνειν αὐτὴν οὐδενὶ ἑτέρῳ ἢ τῷ χρόνῳ. τῷ γὰρ ἅμα καὶ ἀδιαιρέτου αὐτοῦ χρόνῳ ἀντιλαμβάνεσθαι ἓν αὐτὸ κατ’ ἀριθμὸν κρίνει· ὥστε πάντα ὅσα γινώσκει ἡ αἴσθησις ἐν ἀδιαιρέτῳ χρόνῳ ὡς ἓν κατ’ ἀριθμὸν γινώσκει. τὰ δὲ τῷ εἴδει ταὐτά τε καὶ ἕν, ὁμοίως δὲ καὶ τὰ τῷ γένει (εἶδος γὰρ νῦν ἐπὶ τῶν αἰσθητῶν καὶ τὸ γένος λέγει) τῇ τε κρινούσῃ αἰσθήσει ἐπικρίνειν φησὶν αὐτὴν καὶ τῷ τρόπῳ τῆς ἀντιλήψεως, τῆ μὲν κρινούσῃ αἰσθήσει τὰ τῷ γένει ταὐτά, τῷ δὲ τρόπῳ τῆς αντιληφεως τὰ τῷ εἵδει. τὰ μὲν γὰρ ὑπὸ τῆς αὐτῆς αἰσθήσεως κρινόμενα ὁμογενῆ, τὰ μὲν ὑπ’ ὄψεως ἀλλήλοις τὰ δὲ ὑπὸ ἀκοῆς ἀλλήλοις· πάλιν ὁμοίως καὶ ἐπὶ τῶν ἄλλων. οὕτω μὲν οὖν τὰ τῷ γένει ταὐτὰ τῆ κρινούσῃ αἰσθήσει ὁρίζεται, τὰ δὲ τῷ εἴδει πάλιν ταὐτὰ ἀπὸ τῶν ὁμογενῶν διαιρεῖ τῷ τρόπῳ τῆς ἀντιλήψεως αὐτῶν. ἡ αὐτὴ μὲν γὰρ | αὐτῶν ἀντιλαμβάνεται, οὐχ ὁμοίως δέ. ἑκάστη μὲν γὰρ αἴσθησις τῶν καθ’ αὑτὴν ἐναντίων ἐστὶ κριτική, ὄψις λευκοῦ καὶ μέλανος, γεῦσις γλυκέος καὶ πικροῦ, ἀκοὴ ὀξέος καὶ βαρέος, ὁμοίως δὲ καὶ αἱ ἄλλαι. τὸ γὰρ μέλαν καὶ τὸ λευκόν, ὅτι ταὐτά ἐστι τῷ γένει, κρίνει τῷ τὴν μίαν αἴσθησιν αἰσθάνεσθαι· τῷ δὲ κατὰ διαφέροντα τρόπον καὶ κατὰ διάφορον πάθος αὐτῶν αἰσθάνεσθαι κρίνει ἕτερα ὄντα ἀλλήλων τῷ εἴδει. δῆλον δὲ ὅτι καὶ τῷ διαφέροντα τὸν χρόνον εἶναι καὶ ἡ κατὰ τὸν χρόνον διαφορὰ περιείληπται ἐν τῷ τρόπῳ τῆς ἀντιλήψεως. εἴη δ’ ἄν 10 καὶ τὰ τῷ εἴδει ταὐτὰ κρινόμενα τῇ τε κρινούσῃ αἰσθήσει οὔσῃ τῇ αὐτῇ καὶ τῇ τοῦ χρόνου διαφορᾷ μόνῃ. Ἔστι δὲ τὰ ἐναντία ἀλλήλοις ὁμογενῆ μέν, οὐ μὴν ἔτι ὁμοειδῆ· ἕτερα γὰρ τῷ εἴδει τὰ ἐναντία ἀλλήλοις. τούτων δὲ τὰς διαφορὰς ἐπικρίνει τῷ τρόπῳ τῆς ἀντιλήψεως. οὐ γὰρ ὁμοίως ἡ ὄψις λευκοῦ καὶ μέλανος ἀντιλαμβάνεται, ἀλλὰ τοῦ μὲν ὡς ἕξεως, τοῦ δὲ ὡς στερήσεως. ἐν ἅπασι γὰρ τοῖς ἐναντίοις τὸ μὲν ὡς ἕξις ἐστί, τὸ δὲ ὡς στέρησις τούτου. κρίνει μὲν οὖν τὸ λευκὸν καὶ τὸ μέλαν ἕτερα ὄντα ἀλλήλων τῷ εἴδει ἡ αὐτὴ αἴσθησις· σθησις· ἡ γὰρ ὄψις τῇ κατὰ τὴν ἀντίληψιν διαφορᾷ καὶ τῷ τρόπῳ. ὁμοίως καὶ τὸ γλυκὺ καὶ τὸ πικρὸν διαφέροντα καὶ αὐτὰ κατ’ εἶδος ὄντα ἡ γεῦσις κρίνει. ὥστε οὐδέπω ἱκανὸν πρὸς τὸ τῷ εἴδει τινὰ ταὐτὰ εἶναι τὸ τῇ αὐτῇ αἰσθήσει αἰσθητὰ εἶναι· τῷ δὲ τρόπῳ τῆς ἀντιλήψεως τὰ τῷ εἴδει ταὐτὰ κρίνεται ὑπὸ τῆς οἰκείας αἰσθήσεως. ὁμοειδῆ γὰρ τῶν ὑπὸ τὴν αὐτὴν αἴσθησιν ἀλλήλοις ὧν ὡς ἕξεων τινων ἀντιλαμβάνεται, καὶ πάλιν αὖ ἀλλήλοις ὁμοειδῆ ὧν ὡς στερήσεων. τῶν δὲ τοιούτων ἡ κρίσις κτὰ τὴν τοῦ χρόνου διαφορὰν μόνην γίνεται. τῶν δὲ μεταξὺ τὰ μὲν τούτοις, τὰ δὲ ἐκείνοις προσνέμοιτο ἄν, κατὰ τὴν τοῦ πλείονος ἐν αὐτοῖς μῖξιν τῆς νομῆς γινομένης· Ὁμοίως δέ φησιν ἀλλήλαις τὰς αἰσθήσεις τὰ σύστοιχα ἀλλήλοις αἰσθάνεσθαι. 300 οὐ γὰρ ἄλλως μὲν ἡ ὄψις ἕξεως καὶ στερήσεως τῶν ἐναντίων ἀντιλαμβάνεται, ἄλλως δὲ ἡ ἀκοὴ τῶν ἐν αὐτῇ ἐναντίων, καὶ ἄλλως πάλιν ἡ γεῦσις καὶ τῶν ἄλλων ἑκάστη, ἀλλὰ πᾶσαι τῶν ὑφ’ ἑαυτὰς ἐναντίων ὁμοίως ἀλλήλαις καὶ ἀνάλογον· τῶν γὰρ συστοίχων ἀλλήλοις σύστοιχοι καὶ αἱ ἀντιλήψεις τε καὶ αἰσθήσεις. ὡς γὰρ ἐν χρώμασι τὸ λευκόν, οὕτως ἐν χυμοῖς τὸ γλυκύ· διὸ καὶ ὁμοίως ἡ γεῦσις γλυκέος ἀντιλαμβάνεται, ὡς ἡ ὄψις λευκοῦ. πάλιν ὡς τὸ μέλαν ἐν χρώμασιν, οὕτω τὸ πικρὸν ἐν χυμοῖς· στερήσεις γὰρ ἄμφω. οὕτω δὲ αὐτῶν καὶ αἰσθήσεις αἱ οἰκεῖαι ἀντιλαμβάνονται· ὥστε ὁμοίως ἡ ὄψις μέλανος καὶ ἡ γεῦσις πικροῦ. Ἔτι εἰ τῶν ἐναντίων κινήσεις αἱ ἐναντίαι. Καὶ διὰ ταύτης τῆς ἐπιχειρήσεως δείκνυσιν ὅτι μὴ οἷόν τε τὴν αὐτὴν αἴσθη | σιν ἅμα πλειόνων αἰσθάνεσθαι. εἰ γὰρ διὰ κινήσεως μέν τινος αἰσθήσεις καὶ κινήσεις τινές, ἐναντίαι δὲ κινήσεις αἱ ὑπὸ τῶν ἐναντίων, ἀδύνατον δὲ ἅμα τὰ ἐναντία εἶναι ἐν τῷ αὐτᾷ χρόνῳ, ἀδύνατον ἂν εἴη καὶ τῶν ἐναντίων αἰσθάνεσθαί τινα αἴσθησιν ἐν τῶ αὐτῷ χρόνῳ. ἅμα γὰρ <ἂν> τὰς ἐναντίας κινοῖτο κινήσεις. ὡς δὲ τῶν ἐναντίων ἅμα ἀδύνατον αἰσθάνεθσαι τὴν αὐτὴν αἴσθησιν, οὕτω καὶ τῶν μὴ ἐναντίων. ἔστι δὲ τὰ μεταξὺ τῶν ἐναντίων ταῦτα· καὶ γὰρ τούτων τὰ μὲν τοῦδε τῶν ἐναντίων, τὰ δὲ τοῦ ἑτέρου ἐστίν, ὡς προειρήκαμεν· μίξει γὰρ τῶν ἐναντίων τὰ μεταξύ, καὶ οὗ ἂν πλεῖόν τι τῶν ἐναντίων ἔχῃ, τούτῳ συντάσσεται. ὥστε οὐδὲ τῶν μεμιγμένων τε καὶ μεταξὺ ὄντων ἅμα πλείονων ἡ αἴσθησις ἀντιλήψεται, φαιοῦ, ἂν τύχῃ, καὶ ἐρυθροῦ, ἢ τοῦ δι’ ἁ πασῶν καὶ τοῦ δι’ ἁ πέντε. ἐναντιώσεις γὰρ καὶ ἐν τούτοις οὖσι μικτοῖς, εἴγε ὁ μὲν διὰ πέντε φθόγγος ἔχει | οὕτως, ὡς περιττὸς πρὸς ἄρτιον (ὡς γὰρ τρία πρὸς δύο), ὁ δὲ διὰ πασῶν ἔμπαλιν, ὡς ἄρτιος πρὸς περιττόν· ὡς γὰρ δύο πρὸς ἕν. ἅμα δὲ οὐχ οἷόν τε αἰσθάνεσθαι ἀναλογίας περιττοῦ πρὸς ἄρτιον καὶ ἔμπαλιν ἀρτίου πρὸς περιττόν. Εἰπὼν δὲ μηδὲ τῶν μεμιγμένων τε καὶ μεταξὺ ὄντων ἅμα πλειόνων αἴσθησιν γίνεσθαι, προσέθηκεν ἐὰν μἡ ὡς ἓν αἰσθάνηται· οὕτως δὲ ὁ λόγος ὁ τῶν ἄκρων εἷς γίνεται, ἄλλως δ’ οὕ. ἔστι δ’ ὃ λέγει ὅτι πλειόνων μὲν οὕτως ὡς κεκραμένων καὶ μεμιγμένων ἀλλήλοις αἰσθάνεται ἅμα· ὡς γὰρ ἑνὸς αἰσθάνεται τοὐ φαιοῦ, καίτοι ἐκ τῶν ἐναντίων συγκειμένου. ἀλλ’ ἐν τῇ τοιαύτῃ μίξει εἷς τις λόγος ἐκ τῆς τῶν ἄκρων τε καὶ ἐναντίων μίξεως γίνεται καὶ μία τις φύσις καὶ ἓν πρᾶγμα. ὥστε, ἐπεὶ ἕν τί ἐστι τὸ ἐκ τῆς μίξεως γεγονός, αἰσθάνεται τοῦ οὕτω μεμιγμένου ἅμα· ὡς γὰρ ἑνός. ὡς μέντοι κεχωρισμένων ἢ τῶν ἐξ ὧν τὸ φαιὸν μέμικται ἢ τῶν | μεμιγμένων ἤδη ἀλλήλοις, ὡς ἔχει τὸ φαιὸν καὶ τὸ ἐρυθρόν, οὐκέτι ἅμα ἀντιλαμβάνεται. τὸ δὲ ἔσται γὰρ ἅμα ὁ μὲν πολλοῦ πρὸς ὀλίγον ἢ περιττοῦ πρὸς ἄρτιον, ὁ δὲ ὀλίγου πρὸς τὸ πολὺ ἢ ἀρτίου πρὸς περιττὸν εἴρηκεν ἐπὶ τῶν αἰσθητῶν τῶν τοιούτων, ἅ ἐστι μεταξύ. ἔσται μὲν γὰρ καὶ τούτων ἕκαστον μεμιγμένον, οὐ μέντοι ὡς ἕνα λόγον ἔχειν αὐτά πάντα. τὸ μὲν γὰρ αὐτῶν ἕξει, ὡς πολὺ μὲν ἔχειν τοὐ λευκοῦ, ὀλίγον δὲ τοῦ μέλανος, ὡς τὸ ἐρυθρόν, τὸ δ’ ἔμπαλιν, ὡς τὸ φαιόν, καὶ πάλιν ἐπὶ τῶν φθόγγων ὁ μὲν περισσοῦ πρὸς ἄρτιον, ὡς ὁ διὰ πέντε, ὁ δὲ ἀρτίου πρὸς περισσόν, ὡς ὁ διὰ πασῶν, οἵτινες διαφέροντες ἀλλήλων λόγοι καὶ ὑπεναντίοι. ἀλλ’ οὐκ ἴσως τὸ φαιὸν ἕνα τινὰ λόγον ἔχει, καίτοι σύνθετον, ὁυιοίως καὶ ὁ διὰ πέντε φθόγγος. Εἰ οὖν πλεῖον ἀπέχει ἔτι ἀλλήλων καὶ διαφέρει τὰ συστοίχως μὲν λεγόμενα. Λαβὼν τὸ μᾶλλον δύνασθαι | τὴν μίαν αἴσθησιν πλειόνων οἰκείων αἰσθητῶν ἅμα ἀντιλαμβάνεσθαι, αἰσθήσεως ἑκάστης οἰκείου τινὸς αἰσθητοῦ ἀντιλαμβανομένης, καὶ δείξας ὅτι μὴ οἷόν τε ἅμα πλειόνων τὴν μίαν ἀντιλαμβάνεσθαι ἢ πλείους ἅμα γίνεσθαι αἰσθήσεις, 〈αἰσθήσεως〉 ἑκάστης οἰκείου τινὸς αἰσθητοῦ ἀντιλαμβανομένης, ἐπιφέρει τοῖς κειμένοις τὸ ἀκόλουθον τὸ μηδὲ ἃ ἧττον ἐνδέχεται ἅμα δύνασθαι γίνεσθαι ἅμα. εἰ γὰρ πλεῖον ἀλλήλων διαφέρει τὰ μὴ ὁμογενῆ τῶν ὁμογενῶν (τοῖς μὲν γὰρ ἡ κατὰ τὸ γένος ὑπάρχει ταὐτότης τε καὶ ὁμοιότης, τὰ δὲ καὶ ταύτης ἐστέρηται. ἔστι δὲ τῶν μὴ ὁμογενῶν τὰ μὲν σύστοιχα ἀλλήλοις καθ’ ἑκάστην αἴσθησιν, τὰ δὲ οὐ σύστοιχα μέν, ὁμοίως δὲ ἔχοντα πρὸς ἄλληλα· τῶν ταῖς διαφόροις αἰσθήσεσιν αἰσθητῶν σύστοιχα μὲν αἱ μὲν ἕξεις ταῖς ἕξεσιν, αἱ δὲ στερήσεις πάλιν ἀλλήλαις, οὐ σύστοιχα δὲ αἱ ἕξεις τῶν ἄλλῃ | αἰσθήσει αἰσθητῶν τῇ στερήσει τῶν ὑπ’ ἄλλην αἴσθησιν. ὃ καἰ αὐτὸς ἐδήλωσεν εἰπὼν τὸ γλυκὺ καὶ τὸ λευκὸν καλῶ σύστοιχα, γένει δ’ ἕτερα. ὁμογενῆ γὰρ τὰ ἐναντία· ὑπὸ γὰρ γένος τε ταὐτὸν καὶ μίαν αἴσθησιν· πλείων γὰρ διάστασις τῷ γλυκεῖ πρὸς τὸ λευκὸν ἢ τῷ λευκῷ πρὸς τὸ μέλαν, καὶ ἔτι πλείων τῷ γλυκεῖ πρὸς τὸ μέλαν ἢ πρὸς τὸ λευκόν· τὸ μὲν γὰρ λευκὸν καὶ μέλαν ὁμογενῆ, τὸ δὲ γλυκὺ καὶ τὸ λευκὸν ἀνομογενῆ μέν, σύστοιχα δέ, τὸ δὲ γλυκὺ καὶ τὸ μέλαν οὔτε ὁμογενῆ οὔτε σύστοιχα), εἰ οὗν τῶν ὁμογενῶν ἀδύνατον ἅμα πλείονων αἰσθάνεσθαι, ἔτι ἂν ἧττον ἐνδέχοιτο τῶν ἀνομογενῶν καὶ ὑπὸ διαφόρους αἰσθήσεις συστοίχων ἅμα ἀντιλαμβάνεσθαι πλείονων, καὶ ἔτι ἧττον, εἰ πρὸς τῷ ἀνομογενῆ εἶναι μηδὲ σύστοιχα εἴη. Τὸ γλυκὺ δὲ τοῦ μέλανος πλεῖον ἔτι τῷ εἴδει διαφέρει διαφέρει ἢ τὸ λευκόν. Καταλληλότερον καὶ σαφέστερον ἄν ἡ λέξις ἔχοι, εἰ εἴη γεγραμμένον ἢ τοῦ λευκοῦ, ἵνα ᾖ τὸ γὰρ γλυκὺ τοῦ μέλανος πλέον ἔτι τῷ εἴδει διαφέρει ἢ τοῦ λευκοῦ. τὸ δέ, ὅτι τὸ μὲν λευκὸν σύστοιχον (ἐκάτερον γὰρ αὐτῶν ἐν τῷ οἰκείῳ γένει ὡς ἕξις ἦν), τὸ δὲ μέλαν στέρησις ὂν οὐδὲ σύστοιχον ἔτι ἐστὶ τῷ γλυκεῖ. Ὃδὲ λέγουσί τινες τῶν περὶ τὰς συμφωνίας, ὅτι οὐχ ἅμα μὲν ἀφικνοῦνται <oí ψόφοι, φαίνονται> Κατασκευάσας δι’ ὧν ἐπικεχείρηκε τὸ μὴ δύνασθαι ἅμα πλειόνων αἴσθησιν γίνεσθαι, ᾠ χρώμενοί τινες πειρῶνται δεικνύναι τὸ μὴ γίνεσθαι μὲν ἅμα πλειόνων αἴσθησιν, φαίνεσθαι δέ, τοῦτο τίθησι καὶ δείκνυσι ψεῦδος ὄν, ἐνδεικνύμενος ὅτι μὴ ταύτῃ οἷόν τε τῇ λύσει προσχρωμένους δεικνύναι ὅτι μὴ ἅμα πλειόνων αἰσθανόμεθα. ἦν δὲ τὸ λεγόμενον τὸ τὰ δοκοῦντα αἰσθητὰ ἅμα κινεῖν τὴν αἴσθησιν μὴ ἄμα μὲν κινεῖν, ἀλλ’ ἐν χρόνοις διαφόροις, τῷ δὲ εἶναι τοὺς μεταξὺ χρόνους ἀνεπαισθήτους ταύτῃ δοκεῖν ἅμα γίνεσθαι. δείκνυσι δὴ τοῦτο ψεῦδος ὂν διὰ τοῦ δεῖξαι ὅτι μηδὲ εἷς ἐστι χρόνος ἀναί- σθητος τῇ αὑτοῦ φύσει. χρήσιμον δὲ τοῦτο δειχθὲν εἴη ἂν καὶ πρὸς τὰ ἐφθακότα περὶ τῆς ὄψεως εἰρῆσθαι, ὅτι μήτε τὸ φῶς χρόνῳ ὁρᾶται μήτ’ ἄλλο τι τῶν ὁρατῶν· ἅμα γὰρ ἀναβλέψαντες καὶ τὰ ἐγγὺς ὁρῶμεν καὶ τὰ πόρρω. ὃ ἀναιρεῖσθαι δύναιτο ἄν, εἰ εἴη κείμενον τὸ εἶναί τινας ἀναισθήτους χρόνους· λέγοιτο γὰρ ἂν ὅτι μὴ ἅμα μὲν ὁρῶμεν, δοκοῦμεν δὲ διὰ τοὺς ἀναισθήτους χρόνους. τίθησι δὴ πρῶτον τὴν δόξαν καὶ μνημο- νεύει τῶν ἁρμονικῶν καὶ τῶν περὶ τἀς συμφωνίας, ὡς ἐκείνων χρωμένων τῇ δόξῃ ταύτῃ καὶ λεγόντων ὅτι μὴ ἅμα μὲν οἱ ἀπὸ τῶν ἡρμοσμένων ὀργάνων καὶ κρουομένων συμφώνως ἀφικνοῦνται ψόφοι πρὸς | τὴν ἀκοήν, ἀλλ’ ἐν διαφόροις χρόνοις, φαίνονται δὲ ἅμα γίνεσθαι καὶ εἷς τις ἦχος ἐξ ἁπάντων καὶ μὴ διαλείπειν ἡ ἀκοή, ἀλλ’ ὡς συνεχοῦς ἀκόυειν τοῦ ψόφου διὰ τὸ ἀναισθήτους εἶναι τοὺς μεταξὺ τῶν φερομένων ἐπ’ αὐτὴν ψόφων χρόνους. χρῶνται δὲ τοῖς ἀναισθήτοις χρόνοις καὶ οἱ κατὰ εἰδώλων ἐμπτώσεις τὸ ὁρᾶν γίνεσθαι λέγοντες. τοῦτο οὖν, φησίν, ἐξεταστέον, εἴτε ὀρθῶς λέγεται εἴτε μή. καὶ τοῦ δεῖν ἐνταῦθα αὐτὸ ἐξετάζεσθαι τὴν αἰτίαν παρέθετο. Τάχα γὰρ ἂν φαίη τις καὶ νῦν παρὰ τοῦτο δοκεῖν ἅμα ὁρᾶν καὶ ἀκούειν, ὅτι οἱ μεταξὺ χρόνοι λανθάνουσ’ ἱν. Εἱ γὰρ τοῦτο οὕτως ἔχοι, εἴη ἂν λύσις τῶν ἀπορεῖσθαι δυναμένων πρὸς ἃ κατεσκεύασεν ὡς νῦν δεικνὺς ὅτι μὴ οἷόν τε ἅμα πλειόνων αἰσθάνεσθαι. ἕσθαι. ἀποροῖτο μὲν γὰρ ἄν, πῶς δοκοῦμεν ἅμα πλειόνων αἰσθάνεσθαι, εἰ μὴ τοῦτο οἷόν τε. λύοιτο δ’ ἄν ἐν τῇ τῶν μεταξὺ χρόνων ἀναισθησίᾳ, εἰ εἴη τις χρόνος ἀναίσθητος. εἰ δὲ μηδεὶς χρόνος τοιοῦτος, ἄλλῳ τινὶ χρηστέον, ἀλλ’ οὐ τούτῳ. ὅτι οὖν μηδένα χρόνον ἐνδέχεται ἐνδέχεται ἦτον εἶναι, δείκνυσι. δεῖ δὲ ἡμᾶς προλαβεῖν ὅτι ὁ χρόνος αἰσθητὸν οὐ καθ’ αὑτό ἐστιν. οὐ γάρ ἐστιν ὁ χρόνος ὑποκειμένη τις φύσις ἧς αἰσθανόμεθα, ἀλλὰ τῷ τῶν ἐν αὐτῷ γινομένων τε καὶ ὄντων αἰσθάνεσθαι ἡμᾶς, τούτῳ καὶ ὁ χρόνος αἰσθητός ἐστιν. εἴη ἄν οὖν ἀναίσθητος χρόνος οὗτος, ἐν ᾧ μηδενὸς οἷόν τε τῶν ἐν αὐτῷ γινομένων αἴσθησιν γίνεσθαι. εἰ δὲ μηδεὶς εἴη τοιοῦτος, ἀλλ’ εὑρίσκοιτο ἐν παντὶ μορίῳ χρόνου αἴσθησίς τινος τῶν ἐν αὐτῷ γινομένων οὖσα, οὐδεὶς ἄν εἴη χρόνος ἀναίσθητος. οὐ γὰρ εἴ τινα τῶν γινομένων ἐν χρόνῳ ἀναίσθητά ἐστι, διὰ ταύτην τὴν αἰτίαν καὶ ὁ χρόνος ἀναίσθητος ὁ ἐν ᾧ ταῦτα γίνεται. ἀλλ’ εἰ μὲν ἐν τῷ αὐτῷ χρόνῳ, ἐν ᾧ τὰ ἀναίσθητα ἔστι τε καὶ γίνεται, μηδενὸς ὅλως οἷόν τε αἰσθέσθαι, εἴη ἄν οὗτος ὁ χρόνος ἀναίσθητος· εἰ δὲ ἄλλων τινῶν ἐν τὰ αὐτῷ χρόνῳ αἰσθανοίμεθα, οὐ διὰ τὸν χρόνον <ἂν> ἀναίσθητα ἐκεῖνα οὐδ’ ἄν ὁ χρόνος δι’ ἐκεῖνα ἀναίσθητος λέγοιτο. δύναται γὰρ ἀναίσθητά τινα καὶ ἐν ἐνιαυτῷ ὅλῳ κινεῖσθαι, ὧν τῆς κινήσεως οὐκ ἔστιν ἠσθῆσθαι, οἷον εἰ εἴη τινὰ διὰ σμικρότητα ἐκπίπτοντα τὴν αἴσθησιν σώματα· ἀλλ’ οὐ διὰ τοῦτο ὁ τοσοῦτος χρόνος ἀναίσθητος, ἀλλ’ αἰσθητός, ὅτι ἄλλων τινῶν αἰσθανόμεθα ἐν αὐτῷ. ἄν δὴ δείξῃ ἐν παντὶ χρόνῳ αἴσθησίν τινος ἔχοντας ἡμᾶς, εἴη ἄν ἀνῃρηκὼς τὸ εἶναί τινα χρόνον ἀναίσθητον ὅτι οὖν παντὸς ἐνδέχεται ἡμᾶς αἰσθάνεσθαι χρόνου, τουτέστιν ἐν παντὶ χρόνῳ αἰσθάνεσθαί τινος, οὕτω δείκνυσιν· εἰ, ὅτε τις ἑαυτοῦ αἰσθάνεται αἰσθανομένου καὶ ἐν χρόνῳ, ἀδύνατον τότε λανθάνειν αὐτὸν ἑαυτὸν ὅτι ἔστι τε καὶ αἰσθάνεται, ἀδύνατον ἄρα εἶναί τινα χρόνον ἀναίσθητον. ὃ κατασκευάζει ἐκ τοῦ, εἰ εἴη τις ἀναί σθητος χρόνος, ἔσεσθαι αὐτὸν καὶ ἐν τούτῳ τῷ συνεχεῖ χρόνῳ ἐν ᾧ τις αἰσθάνεται αἰσθανομένου ἑαυτοῦ, εἰ δὲ τοῦτο, ἐν τούτῳ τὸν αἰσθανόμενον μήτε τούτων αἰσθήσεσθαί τινος ὧν αἰσθάνεται μήτε αὑτοῦ αἰσθανομένου καὶ ὄντος. εἰ γὰρ εἴη τοιοῦτον, δῆλον ὡς ἐν ἐκείνῳ τῷ χρόνῳ λήσεταί τις αὑτὸν καὶ ὅτι αἰσθάνεται καὶ ὅτι ἔστι, καὶ οὐκ αἰσθήσεται ὄντος ἑαυτοῦ· ὥστε ἐν ᾧ χρόνῳ αἰσθάνεται τις ἑαυτοῦ αἰσθανομένου, μένου, καὶ οὐκ αἰσθήσεται οὔτε ὄντος ἑαυτοῦ οὕτε αἰσθανομένου· ὃ ἀδύνατον· πᾶς γάρ, ὅτε αἰσθάνεται, ἑαυτοῦ ὄντος τε καὶ αἰσθανομένου συναισθάνεται. ὁμοίως δέ, ὡς ἐφ’ ἑαυτοῦ, κἂν ἄλλου αἰσθανομένου αἴσθηται τις, ἀδύνατον, κἀκείνου ὅτε αἰσθάνεταί τις αἰσθανομένου, μὴ αἰσθάνεσθαι καὶ ὅτι ἔστιν <καὶ ὅτι> αἰσθάνεται, ἀλλὰ διαλείπειν τινὰ χρόνον καὶ μὴ αἰσθάνεσθαι ὄντος αὐτοῦ. εἰ δὲ μηδεὶς ἔστι χρόνος, ἐν ᾧ ἐνεργοῦντες καὶ αἰσθανόμενοι λανθάνομεν ἑαυτοὺς ὅτι ἔσμεν, οὐδεὶς ἂν εἴη τῆ ἑαυτοῦ φύσει χρόνος ἀναίσθητος. οὐ γὰρ εἰ κοιμώμενοι λαν- θάνομεν ἑαυτοὺς ὅτι ἔσμεν, ἀναίσθητος οὗτος ὁ χρόνος· ἄλλοι γὰρ ἐν ἐκείνῳ τῷ χρόνῳ αἰσθάνονται, καὶ ἡμεῖς δέ, ἐὰν ἐγρηγορότες ὦμεν. οὐ γὰρ ὑπὸ τῶν οὐκ αἰσθανομένων ἀναίσθητος κρίνεται χρόνος ἢ ὅλως τι ἀναίσθητον· πάντα γὰρ ἐκείνοις ἀναίσθητα, καὶ χρώματα καὶ ψόφοι καὶ ὀσμαὶ καὶ χυμοὶ καὶ τὰ ἁπτά. Ἕτι οὐκ ἄν εἴη οὔτε χρόνος οὔτε πρᾶγμα οὐδὲν ὃ αἰσθάνεται ἢ ἐν ᾧ μὴ οὕτως, ὅτι ἐν τὸ ὔ του τινὶ ἢ ὅτι τούτου τι ὁ ῥᾶ, εἴπερ ἔστι τι μέγεθος καὶ χρόνου καὶ πράγματος ἀναίσθητον. Καὶ διὰ ταύτης τῆς ἐπιχειρήσεως ἔτι ταὐτὸν δείκνυσιν, ὅτι γὰρ μηδεὶς χρόνος ἐστὶν ἀναίσθητος, συναποδείκνυσί τε αὐτῷ ὅτι μηδὲ μέγεθός τι καὶ μέρος αἰσθητοῦ ἀναίσθητον οἷόν τε εἶναι τῇ αὑτοῦ φύσει. ἕπεται γὰρ ταῦτα ἀλλήλοις· καθ’ οὓς γὰρ ἀναίσθητά τινα καὶ ἀμερῆ σώματα ἔστι τῇ αὑτῶν I φύσει, κατὰ τούτους καὶ κινήσεις εἰσὶν ἀναίσθητοι καὶ χρόνοι. ἡ δὲ δεῖξις ἀσαφῶς μὲν εἴρηται, ἐκλαβόντι δὲ τὴν διάνοιαν εἴη ἄν τοιαύτη· εἴ ἔστι μόριόν τι τοῦ χρόνου ἢ τοῦ μεγέθους ἀναίσθητον, οὔτε χρόνος τις ἔσται, ἐν ᾧ αἰσθανόμεθα, οὔτε μέγεθός τι, οὗ αἰσθανόμεθα, ἀπλῶς καὶ κυρίως· ἀλλ’ ἐν παντὶ χρόνῳ, ἐν ᾧ λέγομεν αἰσθάνεσθαι, οὕτως ἐσόμεθα αἰσθανόμενοι, οὐχ ὅτι ἐν τούτῳ, ἀλλ’ ὅτι τῶν τούτου τινί, καὶ παντὸς μεγέθους αἰσθησόμεθα, οὐχ ὅτι τούτου αἰσθανόμεθα οὐδενὸς γὰρ ὅλου αἰσθησόμεθα), ἀλλ’ ὅτι τῶν τούτου τινός. ἀλλὰ μὴν ὅσα ἐν χρόνῳ λεγόμεθα αἰσθάνεσθαι οὕτω τῷ ἐν μορίῳ τινὶ αὐτοῦ αἰσθάνεσθαι ἢ μεγέθη τῷ μὴ ὅλων, ἀλλὰ μορίων τινῶν αὐτῶν αἰσθάνεσθαι, διὰ τοῦτο ἀληθεύομεν, ὅτι ἔστι τις πρῶιος χρόνος τοῦ ἐν ᾧ αἰσθανόμεθα παντί, καὶ ἐπὶ τοῦ μεγέθους, ὅτι ἔστι τι μόρ·ιον I τούτου οὗ πρώτου καὶ παντὸς αἰσθανόμεθα. πᾶν γὰρ τὸ κατά τι καὶ κατὰ μόριον ἀληθὲς τότε ἔστιν λαβεῖν, ὅταν ἡ λαβεῖν ἐκείνου μόριόν τι, ὃ πρῶτον τοιοῦτόν ἐστι. λευκόν τε γὰρ κατὰ μόριον τότε ἀληθές ἐστιν, ὅταν ᾖ τι μόριον αὐτοῦ λαβεῖν, ὃ μηκέτι λαβεῖν κατ’ ἄλλο καὶ κατ’ ἄλλο μόριον λευκόν ἐστιν. ἀλλ’ ἁπλῶς τε καὶ πρώτως· καὶ κινεῖσθαι κατὰ μόριον τότε λέγεται ἀληθῶς, ὅταν ᾖ τι μόριον αὐτοῦ λαβεῖν, ὃ πᾶν, ἀλλ’ οὐ κατὰ μόριον αὐτοῦ κινεῖται. ἐν οἷς γὰρ οὐδέν ἐστι μόριον, καθ’ οὗ τὸ κατηγορούμενον ὅλου ὡς κατὰ μόριον αὐτοῦ ὑπάρχον ὅλου τε καὶ πρώτως κατηγορηθήσεται, <κατηγορηθήσεται> τούτων ἀληθῶς τὸ κατὰ μόριον αὐτοῖς ὑπάρχειν ἐκεῖνο ὃ κατηγορεῖται. ὡς οὖν ἐπὶ τῶν ἄλλων, οὕτω καὶ ἐπὶ τῶν προκειμένων ἕξει. εἰ γὰρ μηδὲν εἴη τοιοῦτον μήτε ἐν χρόνῳ μήτε ἐν αἰσθητῷ, ἐν ᾧ πρώτῳ αἰσθησόμεθα ἢ οὗ πρώτου, οὐδ’ ἄν τὸ κατὰ μόριον τοῦ χρόνου αἰσθάνεσθαι ἡ μορίου τινὸς τοῦ μεγέθους ἀληθὲς εἴη· ἀναιρουμένου γὰρ τοῦ πρώτως ἀναιρεῖται καὶ τὸ κατ’ ἄλλο. ἀλλὰ μὴν ἀναιρεῖται τὸ πρώτως, εἰ χρόνος τις εἴη ἀναίσθητος ἢ μέγεθος· πᾶς γὰρ ὁ λαμβανόμενος μένος χρόνος ἕξει τινὰ ἐν αὑτῷ μόρια ἀναίσθητα, ὥστε ἐν οὐδενὶ οὕτως αἰσθησόμεθα, ὡς πρώτως ἐν αὐτῷ αἰσθάνεσθαι, ἀλλ’ ὡς ἔχοντι ἐν αὑτῷ μόρια ἐν οἷς αἰσθανόμεθα. ὁμοίως καὶ πᾶν μέγεθος ἕξει τινὰ μόρια ἀναίσθητα, ὥστε οὐδὲ μεγέθους τινὸς αἰσθησόμεθα τῷ ὅλου αἰσθάνεσθαι, ἀλλὰ τῷ ἔχειν τινὰ μόρια αὑτοῦ αἰσθητά. οὔτε ἄρα ἐν χρόνῳ πρώτῳ τινὶ αἰσθησόμεθα οὔτε πρώτως τινὸς αἴσθησιν ἕξομεν· μὴ <ὄντος δὲ τοῦ> οὐδέ τινος κατ’ ἄλλο τῶν ἐν οἷς οὐκ ἔστι τὸ πρώτως. οὔτε ἄρα ἐν χρόνῳ αἰσθησόμεθα οὔτε μεγέθους τινός. ὅτι δέ, εἰ ἔστι χρόνος τις ἀναίσθητος ἢ μέγεθος τῇ αὑτοῦ φύσει, οὔτε ἐν χρόνῳ τινὶ πρώτῳ οὔτε μεγέθους τινὸς πρώτως αἰσθησόμεθα, αὐτὸς οὕτω δείκνυσιν. Εἱ γὰρ τὴν ὅλην ὁρᾷ, καὶ αἰσθάνεται τὸν αὐτὸν συνεχῶς χρόνον οὕτω τῷ ἐν τούτου τινί. ἀφῃρήσθω τὸ ΓΒ, ἐν ᾧ <οὐκ> Διὰ γὰρ τούτων τὸ προκείμενον δείκνυσιν ἐπὶ στοιχείων, εἴων, ὅτι μήτε τις χρόνος πρώτως ἔσται ἐν ᾧ τις αἰσθήσεται μήτε αἰσθητόν τι ὃ μὴ τῷ τῶν τούτου τι αἰσθητὸν εἶναι αἰσθητόν ἐστιν, ἀλλὰ καθ’ αὑτό. σφόδρα δὲ ἐπιτετμημένως τὴν δεῖξιν ποιεῖται. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· εἰ ἔστι τις ἀναίσθητος χρόνος, δῆλον ὅτι καὶ ἐν τούτῳ ἔσται ἀναίσθητός τις χρόνος, ἐν ᾧ συνεχῶς αἰσθανόμεθά τινος· ἔσται οὗτος ὁ ΑΒ. ὁμοίως καὶ εἰ ἀναίσθητον ἔστι τι, τοῦ αἰσθητοῦ μέρος ἔσται, καὶ ἐν τούτῳ, οὗ αἰσθανόμεθα ἐν τῷ ΑΒ χρόνῳ, ἀναίσθητά τινα μόρια ἔσται. καὶ τούτου, οὗ αἰσθανόμεθα ἐν τῶ ΑΒ χρόνῳ, τὸ μέγεθος ΑΒ. τοῖς γὰρ αὐτοῖς στοιχείοις χρῆται καὶ ἐπὶ τοῦ χρόνου καὶ ἐπὶ τοῦ αἰσθητοῦ. θηλυκῶς δὲ ἐκφέρει τὸ αἰσθητὸν ὃ λαμβάνει μέγεθος, λέγων ἐν ταύτης τινὶ ἢ ταύτης τι, ἐπὶ γραμμῶν τε τὴν δεῖξιν ποιούμενος καὶ ὄντος καὶ τοῦ χρόνου γραμμῆς, ἐφ’ ἧς πρώτως AB, καὶ τοῦ μεγέθους ὁμοίως. εἰπὼν δὲ εἰ γὰρ τὴν ὅλην ὁρᾷ ἐπὶ τοῦ ὁρωμένου μεγέθους, ἐπὶ τοῦ χρόνου πάλιν τὰ αὐτὰ λέγων οὕτως εἶπε· καὶ αἰσθάνεται τὸν αὐτὸν συνεχῶς χρόνον, ἀντὶ μὲν τοῦ ὁρᾶν τὸ αἰσθάνεσθαι, ἀντὶ δὲ τοῦ ὅλου τὸν αὐτὸν συνεχῶς χρόνον· ἴσον γὰρ τοῦτο τῷ ὅλῳ τινὶ χρόνῳ. ἃ λαβὼν ἀφαιρεῖ ἀπὸ τοῦ χρόνου τοῦ ΑΒ τὸ ΓΒ. τὸ μὲν οὗν ἐν ταύτης τινὶ ἐπὶ τοῦ χρόνου καὶ τῆς κατὰ τοῦτον γραμμῆς, λέγει δὲ τὸ τὰ ταύτης τι ἐπὶ τῆς τοῦ ὁρωμένου μεγέθους. Πῶς δὲ τὸ ὁρώμενον κατὰ μέρος ὁρᾶται ἔδειξεν ἐπὶ τῆς γῆς, ὥσπερ τὸν χρόνον ἐπὶ τοῦ ἐνιαυτοῦ· τὴν μὲν γὰρ γῆν ὁρᾷ | τις, ὅτι τόδε τι μέρος αὐτῆς, ἐν δὲ τῷ ἐνιαυτῷ βαδίζει, ὅτι ἐν τῷδε τῷ μέρει αὐτοῦ. τὸ δὲ οὐκοῦν ἐν ταύτης τινὶ ἢ ταύτης τι ἐξηγητικόν ἐστι τοῦ πῶς λέγεται τὸ ἐν τούτου τινί, ὡς ἂν εἰ ἔλεγεν· οὐκοῦν τοιοῦτόν ἐστι τὸ ἐν ταύτης τινὶ καὶ ταύτης τι, ὁποῖον δή ἐστιν, ὅταν ἐπὶ τῆς γῆς λέγωμεν ὅτι ὁρᾶται ἁπλῶς· τῷ γὰρ μόριον αὐτῆς ὁρᾶσθαι οὕτω λέγεται ὁρᾶσθαι ἡ γῆ· ὁμοίως καὶ ἐν τῷ ἐνιαυτῷ λέγεται τῷδε τὰ Ὀλύμπια, ὅτι ἐν τῷδε τῷ μορίῳ αὐτοῦ. εἰ οὖν τις ὅλης τῆς ΑΒ ἐν τῷ ΑΒ χρόνῳ συνεχῶς αἰσθάνεται, ἔχει δὲ ὁ χρόνος ἐν αὑτῷ μόριά τινα <ἀν>αίσθητα <ἀν> του γὰρ δηλωτικὴ ἡ λέξις ἡ λέγουσα οὕτως ὅτι ἐν τὸ ὔ του τινί), εἰ δὴ ἔχει ὁ ΑΒ χρόνος, ἐν ᾧ συνεχῶς κεῖται [τι] αἰσθάνεσθαί τινος, ἀναί- σθητά τινα ἐν αὑτῷ, ἀφῃρήσθω ταῦτα· καὶ ἔστω τοῦτο τὸ ΓΒ μέρος τοῦ oil) ΑΒ χρόνου. ἀφαιρεθέντος <δὴ> δῆλον ὅτι ἐν τῷ καταλειπομένῳ τῷ τοῦ αὐτοῦ αἰσθήσεται. ἐν γὰρ τούτῳ τῷ μορίῳ ἀναισθήτῳ ὄντι οὐδενὸς ᾐσθάνετο, οὐδὲ τὸ † συνημμένον τῷ χρόνῳ, ἐν ᾧ ᾐσθάνετο, ἐν τούτῳ τι αἰσθάνεται τῷ ἐν τούτου τινὶ αἰσθάνεσθαι· τοῦ γὰρ ΑΒ χρόνου μόριον τὸ AT, ἐν ᾧ αἰσθάνεται τούτου †, οὐκ ἐν τῷ † Β χρόνῳ αἰσθάνεσθαι ἔκειτο. ἀσαφῆ δὲ τὴν λέξιν ἐποίησεν αὐτὸς τόν τε χρόνον τηλυκῶς σχηματίσας καὶ συμπλέξας ἅμα καὶ τὴν ὁρωμένην γῆν, ὡς τοῦ αὐτοῦ συμβαίνοντος καὶ ἐπὶ τοῦ ὁρωμένου, ὅπερ ἐδείχθη καὶ ἐπὶ τοῦ χρόνου, ἐν ᾧ ἐτέθη ὁρᾶσθαι τὸ ὁρώμενον ἔχον ἐν ἑαυτῷ ἀναίσθητα. ἀφαιρεθέντων οὖν τούτων (ἔστω πάλιν τὸ ΓΒ) τὸ καταλειπόμενον ὁμοίως καὶ ὡς τὸ αὐτὸ ὁραθήσεται, τῷ τὰ ἀναίσθητα μόρια μηδέ, ὅτε ἦν σὺν τῷ ὅλῳ, συντελεῖν τι εἰς τὴν γινομένην αἴσθησιν αὐτοῦ. ὅλον ἄρα τὸ ΑΒ ἑωρᾶτο οὐ καθ’ αὑτό, | ἀλλὰ τῷ τῶν τούτου τι ὁρᾶσθαι. Καὶ τὸ μὲν δεικνύμενον τοῦτο. αὐτὸς δὲ οὕτως εἴρηκεν οὐκοῦν ἐν ταύτης τινὶ ἢ ταύτης τι, τὸ μὲν ταύτης τινὶ τῆς κατὰ χρόνον διαστάσεως τε καὶ συνεχείας λέγων, τὸ δὲ ταύτης τι τῆς τοῦ ὁρωμένου διαστάσεως. ἔστι γὰρ τὸ συμπέρασμα τῶν δεδειγμένων τὸ μήτε ἐν τῇ κατὰ χρόνον διαστάσει τῇ AB ὅλῃ ὁρᾶν τὸ ὁρῶν, ἀλλ’ οὕτως ἐν ταύτῃ ὡς ἐν ταύτης τιν’ ἴ’, μήτε τὴν τοῦ ὁρωμένου διάστασιν τὴν ΑΒ ὅλην ὁρᾶ. σθαι, ἀλλὰ τῷ ταύτης τι. ἀφ’ ἑκατέρας γὰρ διαστάσεως ἀφαιρεθείσης τῆς ΓΒ διαστάσεως ἀναισθήτου οὔσης ἡ καταλειπομένη διάστασις οὐδὲν ἐμειοῦτο, οὔτε ἡ ἐν χρόνῳ καθ’ ἣν ἑώρα οὔτε ἡ ἐν τῷ ὁρατῷ ἥτις ἦν ὁρωμένη. Eἰπὼν δὲ διὰ βραχέων ταῦτα ὑπομιμνῄσκει ἡμᾶς πῶς λέγεται τὸ κατ’ ἄλλο ὁρᾶσθαί τι καὶ μὴ πρώτως μηδ’ ἐν χρόνῳ | πρώτῳ, ἀλλὰ τῷ τῶν τούτου τιν’ ἴ’, δεικνὺς ὅτι τὸ ἐπὶ τῶν δεδειγμένων συμβαῖνον ὅμοιον τούτοις ἐστί. λέγει γάρ· ὥσπερ τὴν γῆν ὁρᾷ ὅλην, ὅτι τοδὶ αὐτῆς, καὶ ἐν τῷ ἐνιαυῷ βαδίζει, ὅτι ἐν τῷδε τῷ μέρει αὖ τὸ ὖ· ὡς γὰρ ἐπὶ τούτων ἔχει, οὕτω γίνεται καὶ ἐπὶ παντὸς χρόνου, ἐν ᾧ τις αἰσθάνεται, καὶ ἐπὶ παντὸς μεγέθους, οὗ τις αἰσθάνεται. ἃ ἐν μέσῳ θεὶς ὧν ἔλαβε συμπερασμάτων διὰ τοῦ οὐκοῦν ἐν ταύτης τινὶ ἢ ταύτης τι, τὴν αἰτίαν ἀποδίδωσι λέγων· ἀλλὰ ἁ μὴν ἐν τῷ ΒΓ οὐδὲν αἰσθάνεται. τῷ ἄρα ἐν τούτου τινὶ τοῦ ΑΒ χρόνου αἰσθάνεσθαι ἐν τῷ ΒΓ μορίῳ οὐκ αἰσθάνεται. αἰσθάνοιτο ἂν <οὖν> ἐν τῷ ΑΒ χρόνῳ οὕτως αἰσθανόμενος, ὅτι ἐν μορίῳ τοῦ χρόνου αἰσθάνεσθαι λέγεται τοῦ ὅλου, οὐχ ὡς ἐν μορίῳ τοῦ χρόνου μορίου τοῦ αἰσθητοῦ αἰσθανόμενος, ἀλλ’ ὡς ἐν τῷ μορίῳ τοῦ ὅλου. δείξας δὲ τοῦτο, τὸ ἑπόμενον καὶ ἐπὶ τοῦ ΑΓ χρόνου. ὃς ἦν μόριον τοῦ χρόνου, ἐν ᾧ ἐδόκει αἰσθανόμενος τοῦ ὅλου ἐν τῷ ὅλῳ αὐτῷ αἰσθά ωεσθαι (πάλιν γὰρ ἐπεὶ καὶ ἐν τούτῳ ἐστί τινα ἀναίσθητα μέρη, ἀφαιρεθέντων ἐκείνων <ἐν> τῷ καταλειπομένῳ μέρει αὐτοῦ ἔσται αἰσθανόμενος, ὥστε ἐν τῷ ὅλῳ πρώτως) εἰπών, τὸ ἐπὶ πάντων τοῦτο ἔσεσθαι τῶν τε χρόνων καὶ τῶν ὁρωμένων ἐδήλωσεν εἰπών· αἰεὶ γὰρ ἐν τινὶ καὶ τινός, ὅλου δὲ οὐκ ἔστιν αἰσθάνεσθαι. ὃ εἴη ἄν δεικτικὸν τοῦ μήτε χρόνον τινὰ ἔσεσθαι, ἐν ᾧ πρώτως αἰσθησόμεθά τινος, μήτε αἰσθητόν, οὗ πρώτου καὶ ὅλου αἰσθησόμεθα. μὴ ὄντος δὲ τοῦ πρώτως οὐδὲ τὸ κατ’ ἄλλο ἂν εἴη· τὸ γὰρ κατ’ ἄλλο ἀληθές, ὅτι ἔστι τι, ὃ πρῶτον καὶ καθ’ αὑτὸ τοιοῦτόν ἐστιν. Ἢ διὰ τὸ [μὴ] ἔχειν ἐν αὑτῷ αἰσθητά τινα τὸν χρόνον, ἀληθὲς τὸ γίνεσθαι τὴν αἴσθησίν τινος ἐν αὐτῷ τῷ ἐν τούτου τινὶ αἰσθάνεσθαι. εἰ δὲ τοῦτο ἀληθές, ἔσται ἀφαιρεῖν τι ἀεὶ | αὐτοῦ καὶ ζητεῖν πῶς ἐν πρώτῳ αὐτῷ αἰσθάνεται, οὐ τὰ ἀναίσθητα τοῦ χρόνου χωρίζοντας, ὅτι μηδὲ οἷόν τε, <ἀλλ᾿> ἄλλο μόριόν τι ἀπ’ αὐτοῦ ἀφαιροῦντας, ἐπεὶ ἐφ’ οὗ ἀληθὲς κατὰ μόριον εἶναί τι, ἀληθὲς ἐπὶ τούτου καὶ τὸ ἀφαιρεῖσθαί τι μόριον, καθ’ ὃ τοιοῦτον τὸ ὅλον. * * * δύναται τὸ ΓΒ ἀπὸ τοῦ ΑΒ χρόνου παντός, 5 ἐν ᾧ τις ἔκειτο αἰσθάνεσθαι, τῷ ἐν μέρει τινὶ αἰσθάνεσθαι αὐτοῦ, ἀφαιρεῖν, οὕτω τὸ ἐν ᾧ οὐκ ᾐσθάνετο αὐτοῦ μέρει· οὐδὲ γὰρ ἔστι τοῦτο ἀποκρίνε- σθαι καὶ χωρίζεσθαι. ἀλλ’ ἐπεὶ ἐν τῶ ὅλω κεῖται αἰσθάνεσθαι τῶ ἐν τῷ τῶν τούτου τινί, μέρος αὐτοῦ λαβὼν τὸ ΓΒ ὁρᾷ εἰ ἐν τούτῳ πρώτῳ δύναται αἰσθάνεσθαι, εἶτα λέγει ὅτι μὴ οἷόν τε μηδὲ ἐν τῷ ΓΒ οὕτως αἰσθάνεσθαί τινος, ὡς ἐν πρώτῳ τούτῳ. εἰ γάρ εἰσι χρόνοι τινὲς ἀναίσθητοι, καὶ ἐν τῷ ΓΒ ἔσονται, ὥστε καὶ ἐν τούτῳ αἰσθήσονται οὕτως, ὡς ἐν τῷ τῶν τούτου τινὶ | καὶ ἐν τῷ ΑΒ ἄρα ἐλέγετο τὸ αἰσθάνεσθαι. ὡς δὲ ἐπὶ τοῦ ΓΒ μορίου τοῦ ΑΒ χρόνου ἔχει, οὕτως ἔχει καὶ ἐπὶ τοῦ ΑΓ μορίου αὐτοῦ. οὐδὲ γὰρ ἐν ἐκείνῳ ὅλῳ οὐδὲ πρώτῳ αἰσθήσεται, ἀλλὰ τῷ ἐν μορίῳ αὐτοῦ, καὶ τοῦτο ἐφ’ ἑκάστου τῶν λαμβανομένων μορίων. οὐδεὶς γὰρ εὑρεθήσεται χρόνος, ἐν ᾧ πρώτῳ τις αἰσθήσεται. ἀεὶ γὰρ αἱ εἰς ἐλάττω διαιρέσεις τοῦ χρόνου πρὸς τὸ μὴ λανθάνειν τὸ ἐν ᾧ πρώτῳ τὸ αἰσθανόμενον αἰσθήσεται καὶ * * * τοῖς ἀναισθήτοις χρόνοις, εἴπερ ἄρα τινές εἰσι τοιοῦτοι, πρὸς ἐκεῖνο. ὅτι δὲ μὴ οἷόν τε εἶναί τινας ἀναισθήτους χρόνους δεικνύοιτο ἄν καὶ διὰ τοῦ μὴ εἶναι τὸν χρόνον τῶν ὑπομενόντων, ἀλλὰ τῶν ἐν τῷ γίνεσθαι τὸ εἶναι ἐχόντων. εἰ γάρ οὐχ ὑπομένει ὁ πρῶτος τὸν δεύτερον ὥστε ἀθροισθῆναί τινα ἐξ αὐτῶν, ἀλλὰ κατὰ ἀναίσθητόν τι μόριον ἡ πάροδος αὐτοῦ, ὁ πᾶς ἂν χρόνος ἀναίσθητος εἴη. ἐπὶ μὲν γὰρ τοῦ μεγέθους δύναται ἀναισθήτῳ τινὶ διὰ | σμικρότητα ὑπομένοντι προσγενόμενον ἀναίσθητον ὁμοίως ἄλλο αἰσθητὸν τὸ ὅλον ποιήσασθαι· ἐπὶ δὲ τοῦ χρόνου οὐκέτι οἷόν τε τοῦτο τῷ τοῦ δευτέρου παριόντος φθείρεσθαι τὸ πρὸ αὐτοῦ. Ἀφῃρήσθω τὸ ΓΒ, ἐν ᾧ ᾐσθάνετο, τουτέστιν ἀπὸ τοῦ χρόνου τοῦ ἐν ᾧ ᾐσθάνετο. ὃ ἀφελὼν δείξει πάλιν ἐπὶ τοὐ ΓΒ τοῦ ἀφῃρημένου ἀπὸ τοῦ AB ὅτι καὶ ἐπὶ τούτου ἀληθὲς ἔσται τὸ ἐν τούτου τινὶ αἰσθάνε- σθαι, ὁμοίως καὶ ἐπὶ τοῦ μεγέθους τὸ τούτου τινὸς αἰσθάνεσθαι. εἰπὼν γὰρ διὰ μέσου πῶς λέγεταί τι ὁρᾶν ὅλον, <ὅτι> ἀπὸ μέρους, καὶ ἐν χρόνῳ τινί, ὅτι ἐν μέρει, καὶ γνώριμα ταῦτα ποιήσας διὰ παραδειγμάτων ἐπήνεγκεν ἀλλὰ μὴν ἐν τῷ ΒΓ οὐδὲν οὐδὲν αἰσθάνεται, τὴν αἰτίαν λέγων, δι’ ἣν εἶπεν ἐπὶ τοῦ ΓΒ πρὸ ὀλίγου τὸ οὐκοῦν ὗν ἐν ταύτης τινὶ ἡ ταύτης τι. ὅτι γὰρ | ἐν τῷ ΓΒ τῷ ἀφῃρημένῳ οὐδενὸς πρώτως αἰσθάνεται, διὰ τοῦτο καὶ ἐπὶ τούτου ῥηθήσεται τὸ ἐν τούτου τινί, ὥσπερ καὶ ἐπὶ τοῦ ΑΒ ὅλου ἐλέγετο. τῷ οὖν ἐν μέρει τινὶ τοῦ ΓΒ χρόνου τοῦ ΑΒ αἰσθάνεσθαι μεγέθους, τούτῳ ῥηθήσεται ἐν τῷ ΓΒ αἰσθάνεσθαι χρόνου τοῦ ὅλου καὶ τὴν ὅλην, τουτέστι τὸ μέγεθος καὶ τὴν γραμμήν. δείξας δὲ τοῦτο, τὸν αὐτὸν λόγον φησὶ ῥηθήσεσθαι καὶ ἐπὶ τοῦ ΑΓ, ὃ ἦν τὸ ἕτερον μόριον τοῦ ΑΒ χρόνου παντός· οὐδὲ γὰρ ἐν τούτῳ πρώτῳ αἰσθήσεται τῆς AB, ἀλλὰ τῶν μορίων τινί. ἀεὶ γὰρ ὃ ἂν λάβωμεν μόριον ἢ τοῦ χρόνου ἢ τοῦ μεγέθους, ἐν τινὶ χρόνῳ ἐσόμεθα αἰσθανόμενοι καὶ τινὸς μεγέθους, ὅλως δὲ ἐν χρόνῳ τινὶ ἢ ὅλως μεγέθους τινὸς οὐδέποτε. τοῦτο γὰρ ἐπὶ πάντων τῶν ὁρωμένων ἐδήλωσεν εἰπών· ἀεὶ γὰρ ἐν τινὶ καὶ τινός, ὅλου δὲ οὐκ ἔστιν αἰ· σθάνεσθαι. ὃ εἴη ἂν δεικτικὸν τοῦ μήτε χρόνον τινὰ ἔσεσθαι, <ἐν> ᾧ πρώτως αἰσθησόμεθά τινος, μήτε αἰσθητόν, ὅτου πρώτου καὶ ὅλου αἰσθηγσόμεθα. μὴ ὄντος δὲ τοῦ πρώτως, οὐδὲ τὸ κατὰ ἄλλο <ἂν εἴη· τὸ κατ’ ἄλλο> ἀληθές, ὅτι ἔστιν αὐτοῦ ὃ πρῶτον καὶ καθ’ αὑτὸ τοιοῦτόν Ἅπαντα μὲν οὖν αἰσθητά ἐστ’ ἱν, ἀλλ’ οὐ φαίνεται. Δείξας ὅτι μηδέν ἐστι τῇ αὑτοῦ φύσει ἀνεπαίσθητον μόριον τοῦ αἰσθητοῦ, τοῦ, ὃ καὶ ἐν τοῖς ἔμπροσθεν ἔδειξεν (ἐμνημόνευσε γὰρ ὅτι μηδὲν τῇ αὑτοῦ φύσει μόριον αἰσθητοῦ ἀνεπίσθητόν ἐστι καὶ ἀπαθές· καὶ γὰρ μυριοστὸν μέρος τῆς κέγχρου αἰσθητόν ἐστι, καὶ ὁρᾷ αὐτὸ ἡ ὄψις, ὅτε τὴν κέγχρον ὁρᾶ, οὐ μὴν καθ’ αὑτὸ οὐδὲ ἡλίκον ἐστί), τοῦ αὐτοῦ τούτου καὶ νῦν ἡμᾶς ὑπομιμνῄσκει λέγων ἅπαντα μὲν τὰ μόρια τοῦ αἰσθητοῦ αἰσθητὰ εἶναι, οὐ μὴν φαίνεσθαι ἡλίκα ἐστὶν τὴν ἀρχὴν [ὁρᾶσθαι] αὐτὰ καθ’ αὑτά. ὅτι γὰρ οὐκ ἀνάγκη πάντα ὅσα ὁρᾶται εὐθὺς καὶ ἡλίκα ἐστὶν ὁρᾶσθαι παρατίθεται τόν τε ἥλιον καὶ τὸ τετράπηχυ μέγεθος, ἃ ὁρῶσα ἡ ὄψις οὐκέτι καὶ τὰ μεγέθη αὐτῶν ἡλίκα ἐστὶν ὁρᾷ, ἀλλ’ ἐνίοτε ἐκ πλείονος αὐτῇ διαστήματος ἀδιαίρετα φαίνεται τὰ ὁρώμενα· καίτοι οὐδὲν εἶδεν ἀδιαίρετον· τὰ δὲ χρώματα μάτα ἡ ὄψις ὁρᾷ ἐν σώμασιν ὄντα. τὴν δὲ αἰτίαν φησὶν ἐν τοῖς ἔμπροσθεν εἰρῆσθαι περὶ τούτου, οὐ περὶ τοῦ τὸν ἥλιον ὁρᾶσθαι μέν, μὴ ἡλίκος δέ ἐστιν ὁρᾶσθαι λέγων, οὐδὲ τοῦ τὰ ἀπὸ πλείονος διαστήματος ὁρώμενα ἐνίοτε ἀδιαίρετα φαίνεσθαι (τούτῳ γὰρ ἐχρήσατο ὡς ἐναργεῖ πρὸς δεῖξιν ὅτι οὐκ ἀνάγκη τὰ ὁρώμενα καὶ ἡλίκα ἐστὶν εὐθὺς ὁρᾶσθαι)· ἀλλά φησι τὴν αἰτίαν εἰρῆσθαι τοῦ τὰ μόρια τὰ ἐν τοῖς ὅλοις ὁρωμένων τῶν ὅλων ὁρᾶ. σθαι μέν, μὴ ἡλίκα δέ ἐστιν. ἔστι δ’ αὕτη ἣν ἐν τοῖς ἐπάνω εἴρηκεν, ὅτι μηδὲν αὐτῶν καθ’ αὑτὸ ὁρᾷ ἡ ὄψις ἐν τῷ ὅλῳ, ἀλλ’, ὡς ἔφην, ἔπεισι μὲν καὶ τούτων ἕκαστον ᾧ καὶ προσβάλλει [καίτοι ἡ] τὸ ὅλον ὁρῶσα, οὐ 15 μὴν καὶ καθ’ αὑτὸ ἕκαστον τούτων ὁρᾷ οὐδὲ ἡλίκον ἐστίν, ὅτι μηδὲ ὁρατὸν τὸ τηλικοῦτόν ἐστι καθ’ αὑτό. ἢ ὑπομιομνῄσκει ·ἡμᾶς οὗ ἐν τοῖς ἐπάνω εἶπε περὶ τοῦ πάντα τὰ ὁρώμενα μετὰ μεγέθους ὁρᾶσθαι· εἶπε γὰρ ἀδύνατον λευκὸν μὲν ὁρᾶν, μὴ ποσὸν δέ· εἰ δὲ πᾶν τὸ ὁρώμενον ποσόν, οὐδὲν ἀδιαίρετον ἂν εἴη ὁρώμενον. συναποδείξας δὲ τῷ μὴ εἶναι χρόνον ἀναίσθητον τὸ μηδὲ μέρος τι τοῦ αἰσθητοῦ ἀναίσθητον εἶναι, ὃ ἦν αὐτῷ δεδειγμένον ἤδη, συγκεφαλαιοῦται τὸ δεδειγμένον λέγων· ὅτι οὐδείς ἐστι χρόνος ἀναίσθητος, ἐκ τούτων φανερόν. Εἰπὼν δὲ καὶ δείξας ταῦτα, | ἐπάνεισιν ἐπὶ τὸ προκείμενον καὶ τὰ αὐτῶ προηπορημένα, οὗ χάριν καὶ τούτων ἐμνημόνευσεν ἐν τῷ μεταξύ. ἦν δὲ τὸ ζητούμενον, εἰ οἷόν τε ἅμα πλειόνων αἰσθάνεσθαι ἢ τῇ αὐτῇ αἰσθήσει ἢ διαφόροις. ὃ ζητῶν ἐπιχειρήσας εἰς τὸ μὴ οἷόν τε εἶναι δι’ ἐνδόξων, νῦν ἐπὶ τὸ ὅπως ἔχει λέγειν μέτεισι καὶ πῶς οἷόν τε γίνεσθαι τὴν τῶν πλειόνων ἅμα αἴσθησιν. ἐναργὲς γὰρ εἶναι τοῦτο δοκεῖ. εἰπὼν δὲ εἰ ἅμα πλειόνων αἰσθάνεσθαι ἐνδέχεται ἢ οὕ, πῶς τὸ ἅμα λέγει ἐξηγούμενός φησι τὸ μὲν ἅμα λέγω ἐν ἑνὶ καὶ ἀτόμῳ χρόνῳ χρόνῳ πρὸς ἄλληλα, τὸ πρὸς ἄλληλα προσθείς, ἵνα μή τις αὐτὸν ὑπολάβῃ λέγειν ἄτομόν τινα χρόνον, ἀλλὰ τὸ οὕτως ἄτομον, ὡς πρὸς ἄλληλα τὰ ὧν ἡ αἴσθησις ἄτομον αὐτὸν καὶ εἶναι καὶ μὴ διαιρεῖσθαι αὐτὸν κατὰ τὰ ὧν αἰσθανόμεθα, ὡς ἐν μὲν τούτῳ τῷ μέρει αὐτοῦ τοῦδε ἡμᾶς αἰσθάνεσθαι, ἐν δὲ τῶδε τοῦδε ἀλλ’ ἐν ἅπαντι τῶν πλειόνων ὁμοίως. Πρῶτον μὲν οὖν ἆρ’ ὧδε ἐνδέχεται, ἅμα μέν, ἑτέρῳ δὲ τῆς ψυχῆς αἰσθάνεσθαι; Ζητῶν πῶς οἷόν τε λέγειν ἅμα πλειόνων αἰσθάνεσθαι ἡμᾶς, ἐπεὶ δοκεῖ τὸ τοῦτο γίνεσθαι ἐναργὲς εἶναι, πρῶτον τίθησι τὸ εἰ ἐνδέχεται λέγειν οὕτως ἅμα πλειόνων ἡμάς αἰσθάνεσθαι, τῷ ἅμα μὲν καὶ ἐν τῷ αὐτῷ χρόνῳ πάντων, ἑτέρῳ δὲ καὶ ἑτέρῳ τῆς ψυχῆς, ὡς τῶν διαφερόντων διαφερούσαις δυνάμεσιν αἰσθανομένων ἡμῶν κατὰ τὸ αὐτό. ἐξηγούμενος δὲ τὸ ἀτόμως πάλιν πῶς εἶπεν· καὶ οὕτως ἀτόμῳ, ὡς παντὶ ὄντι συνεχεῖ. εἰπὼν γὰρ τὸ δὲ ἅμα λέγω ἐν ἑνὶ καὶ ἀτόμῳ χρόνῳ, μνημονεύσας τοῦ ἅμα πάλιν διὰ τοῦ εἰπεῖν πρῶτον μὲν ἆρ᾿ ὧδε ἐνδέχεται, ἅμα μέν, ἑτέρῳ δὲ τῆς ψυχῆς, ἐπεὶ τὸ ἅμα ἔκειτο εἶναι ἴσον τῷ ἐν ἀτόμῳ χρόνῳ, πῶς ἅμα καὶ πῶς ἐν ἀτόμῳ λέγει χρόνῳ προσέθηκεν· ὡς γὰρ παντὶ ἐν ᾧ αἰσθάνεται χρόνῳ τῶν ἑτέρων ταῖς διαφερούσαις δυνάμεσιν ἑνὶ καὶ συνεχεῖ λαμβανομένῳ, καὶ μὴ ἐν ἄλλῳ μὲν αὐτοῦ τῆς τοῦδέ τινος αἰσθήσεως γινομένης, ἐν ἄλλω δὲ τῆς τοῦδε. γράφεται καὶ οὐ τῷ ἀτόμῳ. κἀν ᾖ αὕτη ἡ γραφὴ †, λέγων περὶ τούτου οὗ αἰσθανόμεθα ὅτι οὐχ οὕτως ἑνί τινι αἰσθανόμεθα ἅμα πλειόνων, ὡς ἀτόμων τῇ αὑτῶν φύσει, ἀλλ’ ὡς ἑνὶ παντὶ ὁμοίως ἁπάντων. οὐ γὰρ ἑνὶ μέρει καὶ ἀτόμῳ τῆς ψυχῆς πάντων αἰσθανόμεθα, ἀλλ’ ὡς παντὶ τούτῳ ᾧ αἰσθανόμεθα ἑνὶ ὄντι καὶ συνεχεῖ αὐτῷ ἐκ διαφερόντων συγκειμένῳ μερῶν. Ὅτι δὲ μὴ οἷόν τε οὕτω πλειόνων ἅμα αἰσθάνεσθαι ἑξῆς δείκνυσι διὰ τοὺ, εἰ οὕτω γίνοιτο ἡ τῶν πλειόνων αἴσθησις, ὡς ἄλλῳ καὶ ἄλλῳ μορίῳ τῆς ψυχῆς τῶν πλειόνων γίνεσθαι τὴν ἀντίληψιν, ὅταν πλειόνων ὁμοειδῶν ἅμα αἰσθανώμεθα, πλείω μέρη ἔσεσθαι αἰσθητικὰ ὁμοειδῆ ἀλλήλοις· οἷον εἰ πλείω εἴη τὰ ὁρώμενα, πλείω <ἂν> μέρη εἴη τὰ ὁρατικὰ καὶ ταῦτα ἀλλήλοις· | ὁμοειδῶν γὰρ ὄντων τῶν αἰσθητῶν ὁμοειδῆ ἄν καὶ τὰ μέρη τὰ οἷς αἰσθανόμεθα αὐτῶν εἴη. εἰ γὰρ εἴη πλείω ἅμα ὁρῶν τις, εἴη δὲ ἄλλου ἄλλῳ αἰσθανόμενος, πλείω μέρη ἔσται τῆς ὄψεως, τουτέστι πλείους αἰσθήσεις καὶ ὄψεις πλείους ὁμοειδεῖς ἀλλήλαις ἔσονται τῷ καὶ τὰ αἰσθητὰ ὁμογενῆ ἀλλήλοις εἶναι· ὁρατὰ γὰρ πάντα. τῶν γὰρ ἐν τῷ αὐτῷ γένει ἡ αὐτὴ κατ’ εἶδος αἴσθησις. Ἀπορήσας δὲ καὶ δείξας διὰ τῶν τῇ αὐτῇ αἰσθήσει αἰσθητῶν τὸ λειπόμενον ἄτοπον, εἴ τις λέγοι πλειόνων ἡμᾶς αἰσθάνεσθαι, ἄλλῳ μορίῳ τῆς ψυχῆς καὶ ἄλλῃ δυνάμει ἄλλου, ἑξῆς προσιστάμενος πρὸς τὸ ἠπορημένον, τὸ πλείους ὄψεις ὁμοειδεῖς ἔσεσθαι, εἰ πλείω τις καὶ διαφέροντα ἅμα ὁρῴη, · εἰ δὲ ὄμματα δύο, φαίη τις, οὐδὲν κωλύει οὕτω καὶ 334 ἐπὶ τῆς ψυχῆς. διὰ γὰρ τῆς λέξεως ταύτης ἐστὶν ὃ λέγει τοιοῦτον· εἰ δέ τις, φησί, λέγοι, ὡς ἐπὶ τῆς ὄψεως διὰ πλειόνων αἰσθητηρίων ὁμοειδῶν ὁρῶμεν (διὰ γὰρ δύο οφθαλμῶν), οὕτω καὶ τὴν ψυχὴν πλείους δυνάμεις ὁμοειδεῖς ἔχειν μὴ κεκωλῦσθαι, αἷς ἅμα τῶν ὁμοειδῶν αἰσθάνεται, τοῦτο θεὶς ὡς δυνάμενον λέγεσθαι πρὸς τὸ ἠπορημένον, μένον, ἐλέγχει αὐτὸ δεικνὺς ὅτι οὐχ ὅμοιον τὸ παραβεβλημένον, λέγων ὅτι ἴσως ἐκ μὲν τούτων ἕν τι γίνεται, τῶν ὄψεων λέγων, καὶ μία ἡ ἐνέργεια ἡ ἀμφοτέρων (ένὸς γὰρ κατ’ ἀριθμὸν ἡ δι’ ἀμφοτέρων ἀντίληψις καὶ ἅμα· τὸ δὲ ἴσως προσέθηκεν, ὅτι μηδέν πω περὶ τούτου διώρισται), ἐκεῖ δέ, εἰ μὲν ἓν τὸ ἐξ ἀμφοῖν, ἐκεῖνο τὸ αἰσθανόμενον ἔσται, εἰ δὲ χωρίς, οὐχ ὁμοίως ἕξει. δείκνυσιν ὅτι μὴ ὅμοιον τό τε ἐπὶ τῶν ὀφθαλμῶν δύο ὄντων καὶ τὸ ἐπὶ τῆς ψυχῆς καὶ τῶν πλειόνων δυνάμεων. ἐπὶ μὲν γὰρ τῶν ὀφθαλ μῶν, εἰ καὶ δύο οἱ ὀφθαλμοί, ἀλλ’ ἕν τι τὸ γινόμενον· μία γὰρ αἴσθησις καὶ ἐνέργεια μία ἡ δι’ ἀμφοτέρων τῶν ὀφθαλμῶν γινομένη· διὸ καὶ μιᾶς δυνάμεως. ἐπὶ δὲ τῶν τῆς ψυχῆς δυνάμεων, εἰ μὲν ἕν ἐστι τὸ διὰ πλείονων δυνάμεων ἐνεργοῦν καὶ περὶ ἕν τι ἡ ἀμφοτέρων ἐνέργεια καὶ μία, ἐκεῖνο ἔσται τὸ αἰσθανόμενον τὸ ἐνεργοῦν δι’ ἀμφοτέρων μίαν ἐνέργειαν (καὶ οὐδὲν ἄτοπον· ἑνὸς γὰρ γίνεται μία δύναμις αἰσθανομένη διὰ πλειόνων, ὡς καὶ ἐπὶ τῶν ὀφθαλμῶν)· εἰ δὲ μὴ τοῦτο λέγοιτο (ἦν γὰρ τὸ ζητούμενον, πῶς πλειόνων μία αἰσθάνεται), ἀλλὰ λέγοιτο ἑκάστη τῶν αἰσθήσεων αἰσθάνεσθαι ἰδίου τινός, τὸ παραβαλλόμενον οὐχ ὅμοιον ἔσται. τῶν μὲν γὰρ ὀφθαλμῶν πλειόνων ὄντων μία ἡ ἐνέργεια καὶ ἡ αἴσθησις, τῶν δὲ πλειόνων τῆς ψυχῆς δυνάμεων πλείους αἱ αἰσθήσεις· ἑκάστη γὰρ αὐτῶν ἰδίου τινὸς ἔσται. ἀσα- φὴς δὲ ἡ λέξις γέγονε τῷ συνάψαι αὐτὸν τῷ ῥηθέντι ἄν ὑπ’ ἐκείνων τὴν δεῖξιν τοῦ ὅτι μὴ ὁμοία ἡ παραβολή, ᾗ κέχρηνται πάντες. | Ἔτι αἰσθήσεις αἱ αὐταὶ πλείους ἑνὸς ἔσονται, ὥσπερ ει τις ἐπιστήμας διαφόρους φαίη. Εἰπὼν διὰ μέσου καὶ δείξας ὅτι μὴ οἷόν τε οὕτω λέγειν πλειόνων ἅμα αἰσθάνεσθαι, ὡς διὰ πλειόνων δυνάμεων καὶ διὰ πλειόνων αἰσθητηρίων ἀντιλαμβανομένης <τῆς ψυχῆς>, ὡς ἐπὶ τῶν ὀφθαλμῶν ἔχει, περὶ τῆς ἀπορίας πάλιν λέγει καὶ δείκνυσιν ἄτοπον ἑπόμενον, ὃ ἤδη προεῖπεν. εἰ γὰρ εἴη κατὰ πλείους δυνάμεις ἅμα ἡ ψυχὴ τῶν πλειόνων αἰσθανομένη τῷ γένει τῶν αὐτῶν αἰσθητῶν, πλείους αἰσθήσεις ἕξομεν καὶ δυνάμεις ἀντιληπτικάς, οἷον ὁρατῶν, ὥσπερ εἴ τις τοῦ αὐτοῦ ἔλεγε πλείους ἐπιστήμας ἔχειν ἡμᾶς. τοῦ γὰρ αὐτοῦ μία ἐπιστήμη, οὕτω καὶ αἴσθησις. καὶ διὰ τί πλείους αἰσθήσεις ἕξομεν τῶν αὐτῶν ἐπήνεγκεν· οὔτε γὰρ ἡ ἐνέργεια ἄνευ τῆς κατ’ αὐτὴν ἔσται δυνάμεως, οὔτε ἄνευ ταύτης ταύτης αἴσθησις ἔσται. εἰ γὰρ ἅμα | πλείω πλείω ὁρῶντες, δῆλον ὅτι καὶ ἐνεργοίημεν ἂν πλείους ἐνεργείας. ἀδύνατον γὰρ χωρὶς ἐνεργείας αἴσθησιν γίνεσθαι· ὃ εἶπε διὰ τοῦ οὔτε ἄνευ ταύτης αἴσθησις ἔσται. ἀλλὰ μὴν ἀδύνατον ἐνέργειαν γενέσθαι χωρὶς τῆς οἰκείας δυνάμεως. ὥστε, ὅτε πλείω ὁρῶμεν, πλείους ἐνεργείας ἅμα ἐνεργήσομεν· εἰ δὲ πλείους ἐνεργείας, καὶ πλείους δυνάμεις ἅμα ἕξομεν, ἀφ’ ὧν αἱ διάφοροι καὶ διῃρημέναι ἐνέργειαι. πλείους ἄρα δυνάμεις ἕξομεν ὁρατικάς· ὁμοίως καὶ καθ’ ἑκάστην αἴσθησιν· πλείους ἄρα τὰς τῶν αὐτῶν αἰσθήσεις ἕξομεν. Οὐχ ὡς τὸ αὐτὸ λέγων διὰ τοῦ ἔτι αἰσθήσεις αἱ αὐταὶ πλείους ἑνὸς ἔσονται τῷ πρώτῳ εἰρημένῳ τῷ ὅτι πρῶτον μὲν τὸ κατὰ τὴν μίαν αἴσθησιν οὕτως εἴρηκεν (εἐπὼν γὰρ ἢ πρῶτον μέν, ὡς προστιθεὶς ἐκείνῳ δεύτερον εἴρηκεν ἔτι αἰσθήσεις αἱ αὐταὶ αὐταὶ πλείους ἑνὸς ἔσονται), ἀλλὰ μὴν διὰ τοῦ πρώτου ἔδειξεν ὅτι ἡ ψυχὴ πλείω μέρη καὶ πλείους δυνάμεις ἕξει εἴδει τὰς αὐτάς, διὰ δὲ τοῦ προστεθέντος δευτέσρου, ὅτι ἐνέργειαι ἔνιαι πλείους ἔσονται. εἰ γὰρ ἅμα πλειόνων ὁρατῶν αἰσθησόμεθα, ἅμα τοῦ αὐτοῦ πλείους ἐνέργειαι ἔσονται. εἰ γὰρ πλείους δυνάμεις ἀντιληπτικαὶ τῶν ὁρατῶν καὶ διὰ τῆς οἰκείας ἐνεργείας ἀντιλαμβάνονται τοῦ αἰσθητοῦ (χωρὶς γὰρ ἐνεργείας οὐ γίνεται αἴσθησις), ἅμα ἄν τοῦ ἑνὸς πλείους ἐνέργειαι γίνοιντο, δι’ ὧν ἡ ἀντίληψις τοῦ ὁρατοῦ. ἀλλ’ αἱ πλείους ἀνῄρουν ἀλλήλας. πρῶτον μὲν οὖν ἔλαβε τῇ δόξῃ ἑπόμενον ἄτοπον τὸ πλείω μέρη ἕξειν τὴν ψυχὴν καὶ πλείους δυνάμεις καὶ αἰσθήσεις τῷ εἴδει τὰς αὐτάς, οἷον ὁρατικὰς πλείους καὶ πλείους ἀκουστικάς· νῦν δὲ προσέθηκε καὶ τὴν δεῖξιν πῶς πλείους καὶ ὅτι τῶν αὐτῶν πλείους ἔσονται ἡμῖν αἰσθή σεις, καὶ ἅμα τῆς δόξης τὸ ἄτοπον τῇ παραθέσει τῶν ἐπιστημῶν ἔδειξεν. ἀδύνατον γὰρ τοῦ αὐτοῦ πλείους ἐπιστήμας εἶναι κατὰ τὸ αὐτό, ὡς ἅμα ἡμᾶς ἐνεργεῖν κατὰ τὸ αὐτὸ θεώρημα πλείους ἐνεργείας, * * * ἀλλὰ ἄλλης μὲν τὸ τὸ ἰσοσκελὲς τρίγωνον δύο ὀρθαῖς ἴσας ἔχειν τἀς τρεῖς γωνίας, ἄλλης δὲ ὅτι τὸ σκαληνὸν καὶ τὸ ἰσόπλευρον. Τὸ δὲ εἰ δὲ τοῦτο ἐν ἑνὶ καὶ ἀτόμω αἰσθάνεται τοιοῦτόν ἐστιν· εἰ γὰρ τῶν διαφερόντων αἰσθητῶν ἡ ψυχὴ ἐν ἑνὶ καὶ ἀτόμῳ χρόνῳ πλειόνων ἅμα αἰσθάνεται διαφόροις μέρεσι τῆς ψυχῆς καὶ δυνάμεσι, δῆλον ὅτι καὶ τῶν ὁμοειδῶν ἅμα πλειόνων αἰσθάνοιτ’ ἄν. μᾶλλον γὰρ τῶν ὁμοειδῶν ἅμα πλειόνων αἰσθάνεσθαι αὐτὴν εὔλογον, ὡς ἐν τοῖς ἔμπροσθεν ἐρρήθη περὶ τῶν ἀνομογενῶν· τιθεμένου δὲ τούτου ἄτοπον εἵπετο τὸ πλείους τὰς αὐτὰς δυνάμεις ἔχειν. γράφεται καὶ οὕ τως εἰ δὲ τούτων ἐν ἑνὶ καὶ ἀτόμῳ αἰσθάνεται, καὶ ἔστι σαφέστερον αὕτη ἔχουσα ἡ γραφή· τούτων δ’ ἂν λέγοι τῶν ἀνομογενῶν καὶ διαφόροις αἰσθήσεσιν αἰσθητῶν. πρότερον μὲν οὖν δεικνὺς ὅτι μὴ οἷόν τε τῶν ὁμογενῶν πλειόνων αἰσθάνεσθαι, ἀνῄρει καὶ τῶν ἀνομογενῶν ἀπὸ τοῦ μᾶλλον ἐπιχειρῶν, νῦν δὲ ἀπὸ τοῦ ἧττον πάλιν ἀντιστρέψας ἔδειξεν. εἰ γὰρ ὧν ἧττον ἅμα πλειόνων αἰσθάνεσθαι οἷόν τε, τούτων ἅμα αἰσθάνεται, ὃ ἦν τιθέμενον ὑπὸ τοῦ ἅμα δύνασθαι κατὰ πλείους αἰσθήσεις ἐνεργεῖν καὶ ἅμα πλειόνων δύνασθαι αἰσθάνεσθαι, καὶ ὧν μᾶλλον οἷόν τε, πλειόνων ἅμα αἰσθάνοιτ’ ἄν· ᾧ ἔδειξεν ἑπόμενον τὸ πλείους ἡμᾶς αἰσθήσεις τε καὶ δυνάμεις ἕξειν τῶν αὐτῶν αἰσθητῶν, ὅ ἐστιν ἀδύνατον. ἀδύνατον <οὖν> ἂν εἴη καὶ τῶν ἀνομογενῶν πλειόνων ἅμα αἰσθάνεσθαι. Ην δὲ ἄν σαφεστέρα ἡ λέξις, εἰ οὕτως εἶχεν ‘εἰ γὰρ ἐκείνων ἐν ἑνὶ καὶ ἀτόμῳ αἰσθάνεται, δῆλον ὅτι καὶ τούτων᾿ ἢ οὕτως ‘εἰ δὲ * * * τῷ ἑνὶ καὶ ἀτόμῳ αἰσθάνεται᾿, τουτέστιν ‘εἰ γὰρ τοῦτο οὕτως ἔχει καὶ τὸ αἰσθητικὸν ἐν ἑνὶ καὶ ἀτόμῳ χρόνῳ τῶν τῷ γένει διαφερόντων αἰσθάνεται διαφόροις μέρεσι καὶ δυνάμενσιν᾿ εἰπὼν γὰρ διὰ μέσου περὶ τῶν ἀνομογενῶν αἰσθητῶν ἐπάνεισιν ἐπὶ τὸ προτεθέν), δῆλον δὴ ὅτι, εἰ ἐκείνων, καὶ τῶν ὁμοειδῶν ἅμα αἰσθήσεται· ὡμολόγητο γὰρ ἂν μᾶλλον δύνασθαι τῶν ὁμοειδῶν ἅμα πλειόνων αἰσθάνεσθαι ἢ τῶν τῷ γένει διαφερόντων᾿. ᾦ τὸ ἑπόμενον ἄτοπον οὐκ ἐπήνεγκεν· εἴη δ’ ἂν ὃ προεῖπεν, ὅτι πλείους αἰσθήσεις ἕξομεν εἴδει τὰς αὐτάς, πλείους ὄψεις, ὅταν ἅμα πλειόνων ὁρατῶν ἀντιλαμβανώμεθα, καὶ πλείους ἀκοὰς καὶ ἐφ’ ἑκάστης ὁμοίως. πάλιν γὰρ καὶ ἐπὶ τούτων συνδιαιρεθήσονται αἱ δυνάμεις ταῖς ἐνεργείαις καὶ ἴσαι τὸν ἀριθμὸν ἔσονται αὐταῖς. ἐδόκει δέ μοι ἐξετάζοντι ἡ γραφὴ ἡμαρτῆσθαι καὶ εἶναι τὸ ὀφεῖλον γεγράφθαι εἰ γὰρ ἐκεῖνα ἐν ἑνὶ καὶ ἀτόμῳ αἰσθάνονται, δῆλον ὅτι καὶ τοῦτο᾿. δύναται δὲ τὸ ὀφεῖλον γεγράφθαι τοιοῦτον εἶναι ‘εἰ δέ τις τῶν ἐν ἑνὶ καὶ ἀτόμῳ μὴ αἰσθάνεται, δῆλον ὅτι καὶ τῶν ἄλλαι καὶ ἦν ἄν σαφῆ τε τὰ λεγόμενα καὶ ἀκόλουθα τοῖς προειρημένοις. Εἰ δὲ δὴ ἄλλῳ μὲν γλυκέος, ἄλλῳ δὲ λευκοῦ αἰσθάνεται ἡ ψυχὴ μέρει, ἤτοι ἐκ τούτων ἕν τί ἐστιν ἢ οὐχ ἕν. Θεὶς ὅτι διαφόροις δυνάμεσι τῶν διαφερόντων κατὰ γένος αἰσθάνεται ἡ ψυχὴ καὶ πρὸς τούτῳ * * * εἰ γὰρ ἄλλῳ μὲν μέρει * * * ἄλλως, ἐπὶ τὸ λῦσαι τὰ ἠπορημένα μετελήλυθε, καὶ δείκνυσιν ὅτι μία τέ ἐστιν ἡ αἰσθητικὴ δύναμις ἡ πάντων τῶν αἰσθητῶν ἀντιλαμβανομένη, καὶ πῶς οἷόν τε μίαν οὖσαν ἅμα πλειό νων καὶ διαφερόντων αἰσθητῶν αἰσθάνεσθαι, ὑπομιμνῄσκων ἡμᾶς τῶν περὶ τούτων ἐν τοῖς Περὶ ψυχῆς εἰρημένων. ἐπεὶ οὖν ἄλλῳ μὲν μέρει τε καὶ ὀργάνῳ γλυκέος αἰσθάνεται ἡ ψυχή, ἄλλῳ δὲ λευκοῦ καὶ <ἄλλῳ> ἄλλου τῶν διαφερόντων αἰσθητῶν, καὶ δῆλον ὅτι ἑκάστην τῶν διαφόρων δυνάμεων, ζητεῖ πότερον ἕν τί ἐστι τὸ ταύταις ταῖς δυνάμεσιν ὑποκείμενόν τε καὶ χρώμενον καὶ ὅλον τι ἦν ἐκ τῶν μερῶν τούτων, ἢ ἑκάστη δύναμις κατ’ ἰδίαν ἐστὶ καὶ οὐκ ἐπὶ ἕν τι τὴν ἀναφορὰν ἔχουσι. τὸ γὰρ ἤτοι ἐκ τούτων ἕν τί ἐστιν ἢ οὐχ ἕν τοῦτο δηλοῖ· ᾿ἢ ἕν τι τὸ ὑποκείμενόν ἐστι καὶ χρώμενον ταῖς διαφόροις κατὰ τὰς αἰσθήσεις δυνάμεσιν, ἡ οὐχ ἕν, ἀλλὰ πλείω. οἷς ἐπιφέρει τὸ ἀλλ’ ἁ ἀνάγκη· ἓν γὰρ τὸ αἰσθητικὸν μέρος, λέγων ἀνάγκην εἶναι ἓν τὸ αἰσθανόμενον καὶ ταῖς πλείοσι χρώμενον δυνάμεσιν. οὗ τὴν | αἰτίαν ἐπήνεγκεν εἰπών· τὸ γὰρ αἰσθητικὸν ἕν τι μέρος ἐστὶ τῆς ψυχῆς᾿, ἀλλ’ οὐ πολλά. καὶ δέδεικται αὐτῷ ἐν τοῖς Περὶ ψυχῆς ὅτι, εἰ μὴ ἓν εἴη τὸ αἰσθητικόν, ᾧ πάντων τῶν αἰσθητῶν αἰσθανόμεθα, ἀλλ’ ἦν ἄλλο ἄλλου τῶν αἰσθητῶν τὸ αἰσθανόμενον, οὐδ’ ἄν τὰς διαφορὰς τῶν αἰσθητῶν τὰς πρὸς ἄλληλα διαγινώσκειν ἐδυνάμεθα, ἀλλ’ οὕτως ἄν εἴχομεν περὶ τὰ αἰσθητά, ὡς ἄν εἰ ἄλλος μέν τις τοῦδε τοῦ αἰσθητοῦ ᾐσθάνετο, ἄλλος δέ τις τοῦδε. ὡς γὰρ οἱ διαφέροντες αἰσθανόμενοι οὐκ ἔχουσι τῶν ἀλλήλοις αἰσθητῶν συναίσθησιν, οὕτως οὐκ ἄν καὶ ἡμεῖς τῶν πλειόνων ᾐσθανόμεθα, εἰ διαφόροις τισὶν καὶ μὴ ἑνὶ αὐτῶν ᾐσθανόμεθα. οὗ γὰρ τὸ κρίνειν τὰς διαφορὰς τῶν αἰσθητῶν, τούτου καὶ τὸ αἰσθάνεσθαι αὐτῶν. ἑνὸς δὲ τὸ κρίνειν τὰς τῶν αἰσθητῶν διαφοράς, ἑνὸς ἄρα καὶ τὸ αἰσθάνεσθαι αὐτῶν. ἀνάγκη δὲ καὶ ἅμα αὐτῶν | γίνεσθαι τὴν ἀντίληψιν τῇ αἰσθήσει, ὅτε αὐτῶν καὶ ὡς ἑτέρων αἰσθάνεται. Λαβὼν δὲ ὅτι ἑνός ἐστι τὸ αἰσθητικὸν μόριον τῆς ψυχῆς ζητεῖ τίνος οὖν ἐκεῖνο ἑνός; οὐδὲν γὰρ ἐκ τούτων ἕν. εἰπὼν ἓν εἶναι τὸ αἰσθητικὸν ἠπόρησε, τίνος ἔσται ἑνὸς ἐκεῖνο αἰσθητικόν τε καὶ ἀντιληπτικόν. ἐκ γὰρ τούτων ὧν αἰσθανόμεθα τοῖς διαφόροις μέρεσι τῆς ψυχῆς, οἷα ἦν τὸ γλυκὺ καὶ τὸ εὐῶδες καὶ τῶν ἄλλων ἕκαστον τῶν ἀνομογενῶν αἰσθητῶν, οὐδὲν γίνεται ἕν· ἄμικτα γὰρ ταῦτα ἀλλήλοις. * * * ἔχειν τὸ ἓν τάς τε δυνάμεις τὰς αἰσθανομένας καὶ τὰ αἰσθητὰ ὧν αἰσθάνεται, εἰ αἱ δυνάμεις. ἀπὸ μιᾶς πλείους, καὶ τὰ αἰσθητὰ εἶναι ἕν τι καὶ ὑπὸ μίαν φύσιν, ὡς ἦν τὰ ὁρώμενα ὑπὸ μίαν τινὰ φύσιν, ὁμοίως καὶ τὰ ἀκουστὰ καὶ τὰ ἄλλα. ὃ ἀπορήσας ἐπιφέρει ἀνάγκη ἄρα ἕν τι εἶναι τῆς ψυχῆς, ᾧ | πάντα αἰσθάνεται, λέγων διὰ τούτου ὅτι ἀνάγκη ἕν τι εἶναι μέρος ᾧ πάντων τῶν αἰσθητῶν αἰσθάνεται, ἄλλο δὲ γένος αἰσθητὸν δι’ ἄλλου ὀργάνου. ᾿Εξῆς δὲ λέγει πὼς ἄλλως, τίνος τὸ αἰσθητικὸν τοῦτο ἑνός ἐστιν ὑποκειμένου καὶ τίνος σώματος αἰσθητικὴ δύναμίς ἐστι. διαφέροντα γὰρ τὰ αἰσθητήρια δι’ ὧν καὶ ἡ ἀντίληψις, καὶ οὐδὲν ἐξ αὐτῶν γίνεται. εἰπὼν δὲ τοῦτο, τὸ μὲν ἑνὸς τίνος οὐ λέγει, λέγει δὲ περὶ τῆς δυνάμεως ὅτι ἔστιν ἕν τι μόριον τῆς ψυχῆς ᾦ αἰσθανόμεθα πάντων, ἀδιαίρετον αὐτὸ ὄν, καθάπερ, φησίν, εἴρηται πρότερον, ἤτοι ἀναπέμπων ἡμᾶς εἰς τὰ Περὶ ψυχῆς ἐν ἐκείνοις γὰρ ἔδειξεν ὅτι ἕν τί ἐστιν, ὃ πάντων τῶν αἰσθητῶν ἀντιλαμβάνεται καὶ διὰ τοῦτο καὶ τὰς διαφορὰς αὐτῶν τὰς πρὸς ἄλληλα κρίνει, ἔδειξε δὲ καὶ ὁποῖόν τί ἐστι καὶ ὅτι οὕτως τὸ ἓν ἔχει, ὡς ὁ ὅρος καὶ τὸ σημεῖον | καὶ ὡς τὸ πέρας τῶν πλειόνων γραμμῶν· καὶ γὰρ τοῦτο καὶ ἕν ἐστι καὶ οὐχ ἕν, τῷ μὲν ἀδιαίρετον εἶναι [ἐν] ᾧ αἰσθανόμεθα καθόσον δὲ πλείω, κατὰ τοσοῦτον τῶν διαφερόντων ἅμα· ἅμα γὰρ τῶν πλειόνων ἐστὶ πέρας)· ἢ δὴ ἐπὶ ταῦτα ἡμᾶς ἀναπέμπει, ἢ ἐπὶ τὰ προειρημένα, ὅτι δεῖ ἓν τὸ αἰσθανόμενον εἶναι ἐν ἡμῖν. εἰ γὰρ ἄλλῳ ἄλλου αἴσθησις εἴη κειμένη γίνεσθαι, εἵπετό τινα ἄτοπα. ἓν μὲν οὖν δεῖν κατ’ ἀριθμὸν εἶναι τὸ αἰσθανόμενον διὰ ταῦτα λαμβάνει (δι᾿ ἄλλου μέντοι μορίου σώματος καὶ ὀργάνου ἄλλου τῶν διαφερόντων αἰσθάνεται), χρώμενος τοῖς δεδειγμένοις αὐτῷ ἐν τοῖς Περὶ ψυχῆς, λέγων ἆρ’ οὖν ᾗ μὲν ἀδιαίὃ ρετόν ἐστι κατ’ ἐνέργειαν, ἕν ἐστι τὸ αἰσθητικὸν γλυκέος καὶ λευκοῦ; διὰ γὰρ τούτου δείκνυσι πῶς ἓν ὂν πλειόνων τε καὶ διαφερόντων ἅμα αἰσθήσεται. καθόσον μὲν | γὰρ αὐτὸ καθ’ αὑτὸ λαμβανόμενόν τε καὶ νοούμενον ἀδιαίρετον πέρας τι ὂν πάντων τῶν αἰσθητηρίων, ἐνεργεία τε καὶ τῇ αὑτοῦ φύσει ἀδιαίρετον ἕν τι ἔσται, καὶ τοῦτο πάντων αἰσθητῶν ἀντιληπτικόν τε καὶ αἰσθητικόν· ὅταν δὲ διαιρετὸν γένηται κατ’ ἐνέργειαν, τουτέστιν ὅταν δὲ ὑπὸ τῶν κατὰ τὸ αἴσθῃ τήριον ἐνεργειῶν διαιρεθῇ, πλείω ἔσται. οὕτω δὲ καθὸ μὲν ἕν τί ἐστι κτὰ τὸ ὑποκείμενον, ταὐτὸν ἔσται τὸ πάντων τῶν αἰσθητῶν αἰσθανόμενον καὶ κρῖνον αὐτά, καθὸ δὲ ὑπὸ τῶν κατὰ τὰ αἰσθητήρια ἐνεργειῶν διαιρεῖται, πολλά πὼς γινόμενον πλειόνων καὶ διαφερόντων ἅμα αἰσθήσεται. εἴρηκε δὲ περὶ τῆς δόξης ταύτης ἐν τοῖς Περὶ ψυχῆς. λαμβάνεται δὲ ὡς διαιρετὸν τῷ πέρας πλειόνων λαμβάνεσθαι. πάντων γὰρ τῶν αἰσθητηρίων ὁμοίως ὂν πέρας, ὅταν κατὰ πλείω γίνηται ἡ ἐνέργεια αἰσθητήρια, ὡς διῃρημένον καὶ ὡς πλείω λαμβάνεται· καθόσον δὲ ἅμα πλειόνων γίνεται | πέρας τὸ αὐτὸ ἐν ταῖς κατὰ πλείω αἰσθητήρια ἐνεργείαις, κατὰ τοσοῦτον ἂν καὶ ἓν τῶν πλειόνων τε καὶ ἀνομογενῶν ἅμα αἰσθάνοιτο. τὸ αὐτὸ γάρ ἐστιν ἕν τε καὶ πολλά, ὡς τὸ ἐν τῷ κύκλῳ κέντρον· καὶ τοῦτο δὲ ἓν ὂν κατὰ τὸ ὑποκείμενον πολλὰ πὼς γίνεται, ὅταν ὡς πέρας λαμβάνηται τῶν ἀπὸ τῆς περιφερείας ἐπὶ τὸ κέντρον ἀγομένων. Χρησάμενος δὲ πρώτῃ λύσει τῆς ἀπορίας τῇ προειρημένῃ, ἣν οὕτως ἔχουσαν ἔδειξεν ἐν τοῖς Περὶ ψυχῆς, ἐφεξῆς χρῆται καὶ ἑτέρᾳ, ἣν καὶ αὐτὴν ἔθηκεν ἐν τοῖς Περὶ ψυχῆς. λέγει γάρ· ἢ ὡς περὶ τῶν πραγμάτων αὐτῶν ἐνδέχεται, οὕτω καὶ ἐπὶ τῆς ψυχῆς. ἔστι δὲ ὃ λέγει· ὡς ἐπὶ τῶν σωμάτων τε καὶ τῶν ὑποκειμένων ταῖς αἰσθήσεσιν ἐνδέχεται τὸ αὐτό τι ὂν κατ’ ἀριθμὸν πλείω πάθη ἔχειν ἐν αὑτῷ (τὸ γὰρ μῆλον κατ’ ἀριθμὸν ὂν ἅμα μὲν γλυκύ, ἅμα δὲ ξανθὸν ἢ λευκόν ἅμ δὲ εὐῶδές ἐστιν καί ἐστιν ἀλλήλων διαφέροντα τὰ πάθη καὶ διαφόροις | αἰσθήσεσιν αἰσθητά), οὕτω δύναται καὶ ἐπὶ τῆς ψυχῆς ἔχειν, ὡς μίαν οὖσαν τὴν αἰσθητικὴν τικὴν πλειόνων καὶ διαφόρων ἅμα ἀντιληπτικήν τε καὶ κριτικὴν εἶναι τῷ πλείους δυνάμεις ἔχειν. Δεικνὺς δὲ ὅτι ἕν τι τὸ ὑποκείμενον διαφέροντα καὶ πλείω πάθη ἅμα ἔχον, φησί· τὸ γὰρ αὐτὸ καὶ ἓν ἀριθμῷ λευκὸν καὶ γλυκύ ἐστι καὶ ἄλλα πολλά· εἰ γὰρ μὴ χωριστὰ τὰ πάθη ἀλλήλων, ἀλλὰ τὸ εἶναι ἕτερον ἑκάστῳ, λέγων διὰ τούτων καὶ δεικνὺς ὅτι ταῦτα τὰ περὶ τὸ ἓν κατ’ ἀριθμὸν πάθη οὐκ, εἰ μὴ τοιαῦτά ἐστιν, ὥστε ἕκαστον αὐτῶν κατ’ ἰδίαν ἡ εἶναι ἢ δύνασθαι λαμβάνεσθαι, ἤδη διὰ τοῦτο ταὐτά ἐστιν ἀλλήλοις· καὶ γὰρ εἰ μὴ χωρίς, ἀλλὰ τὸ εἶναι ἑκάστου αὐτῶν καὶ ὁ λόγος διάφορος. ὧν δὲ τὸ εἶναι ἕτερον, ταῦτα ἕτερα ἀλλήλων· οὐ γὰρ μόνον τὰ ἕτερα τῷ κεχωρίσθαι κρίνεται, ἀλλὰ καὶ τῷ διάφορον τὸ τί ἦν εἶναι ἔχειν. οὕτω δὲ καὶ τὰ πάθη ἀλλήλων τε | καὶ <τοῦ> ὑποκειμένου ἕτερα. * * * ὁμοίως δή φησι δεῖν λέγειν καὶ ἐπὶ τῆς ψυχῆς τῆς αἰσθητικῆς, τὸ μὲν αὐτὸ καὶ ἓν αὐτὴν οὖσαν τῷ ἀριθμῷ κατὰ τὸ ὑποκείμενον τῷ καὶ ἑνὸς εἶναι ἐντελέχειαν πάντων τῶν αἰσθητῶν ἀντιληπτικὴν εἶναι, κατὰ τὸν λόγον μέντοι καὶ τὴν δύναμιν καὶ τὸ τί ἦν εἶναι διαφέρειν, κατὰ τὴν τῶν αἰσθητῶν διαφορὰν διαφόρους δυνάμεις ἔχουσαν, καὶ τὰς μὲν τῷ γένει διαφόρους, τὰς δὲ τῷ εἴδει, ὡς ἔχει τὰ αἰσθητὰ πρὸς ἄλληλα· ἡ μὲν γὰρ χρωμάτων διαφορὰ τῷ εἴδει ἐστὶν ἑτέρα, ἡ δὲ χρωμάτων καὶ ψόφων τῷ γένει. οὕτως δ’ ἂν εἴη ἡ ψυχὴ ἕν, ἡ μὲν κατὰ τὸ ὑποκείμενον πάντων αἰσθανομένη καὶ πολλάκις γε καὶ πλειόνων ἅμα τε δεχομένη, τουτκαί ἐστι κρίνουσα, κατὰ δὲ τὸν λόγον καὶ τὸ τί ἦν | εἶναι οὐ τῷ αὐτῷ· κατ’ ἄλλον γὰρ λόγον καὶ κατ’ ἄλλην δύναμιν χρώματος, καὶ κατ’ ἄλλην ψόφου ἢ χυμοῦ ἀντιλήψεται· ἄλλο γὰρ κατὰ τὸν λόγον καὶ τὴν δύναμιν τῶν διαφερόντων ἀντιληπτικόν. οὐ τοῦτο δ᾿ ἂν λέγοι ὅτι τὸ αὐτὸ κατὰ τὴν πρὸς τὰ διαφέροντα αἰσθητὰ σχέσιν νῦν μὲν ἀκουστικόν, νῦν δὲ ὁρατικὸν γίνεται, ὡς οἱ ἀπὸ τῆς Στοᾶς λέγουσι πῶς ἔχον τὸ ἡγεμονικὸν ποτὲ μὲν τόδε ποτὲ δὲ τόδε γίνεσθαι· εἰ γὰρ οὕτως, οὐκέτ’ <ἂν> ἅμα δύναιτο αἰσθάνεσθαι. ἀλλ’ ἔστιν ὃ λέγει ὅτι ἓν ὂν κατὰ τὸ ὑποκείμενον πλείους δυνάμεις καὶ διαφόρους ἀλλήλων ἔχει, καθ’ ἃς ἅμα οἷόν τέ ἐστιν ἐνεργεῖν. 1 Ἀλλὰ καὶ εἰ μάλιστα οἷόν τε τὸ αἰσθητικὸν ἓν ὂν τῷ ἀριθμῷ ἅμα πλείω εἶναι κτὰ τὸν λόγον καὶ τὰς δυνάμεις, ἀλλὰ πῶς γε ἅμ τῶν ἐναντίων ἀντιλήψεται; ὡς γὰρ τὰ ὑποκείμενα πλειόνων μὲν παθῶν ἅμα ἐστὶ δεκτικά, οὐ μὴν διὰ τοῦτο καὶ τῶν ἐναντίων (οὐ γὰρ τὸ μῆλον, γλυκύ τε ἅμα καὶ λευκὸν εἶναι δύναται, ἤδη καὶ λευκὸν ἅμα καὶ μέλαν ἢ γλυκὺ καὶ πικρόν), οὕτως ἕξει καὶ ἐπὶ τῆς | αἰσθήσεως. ὥστε οὐδ’ ἐκεῖνο ἀληθὲς τὸ μᾶλλον δύνασθαι τῶν ὁμογενῶν τὴν αἴσθησιν γίνεσθαι ἢ τῶν ἀνομογενῶν· ἧττον γὰρ τῶν ἐναντίων τι ἅμα δεκτικόν ἐστιν ἢ τῶν μηδὲν ἐχόντων κοινόν. ἀλλὰ εἰ μὴ ἅμα τῶν ἐναντίων αἰσθησόμεθα, οὐδ’ ὅτι ἐναντία ἐστὶ κρινοῦμεν, εἴγε ὧν μὴ ἅμα τι αἰσθάνεται, τούτων οὐδὲ τῆς διαφορᾶς τῆς πρὸς ἄλληλα αἰσθάνεσθαι δύναται· μνήμης γὰρ ἐκεῖνο, οὐκ αἰσθήσεως, ἐλέγομεν ἐν τοῖς Περὶ ψυχῆς. ἡ ἡ αἴσθησις, εἰ καὶ δοκεῖ διὰ πάθους τινὸς γίνεσθαι, ἀλλ’ αὐτή γε κρίσις ἐστίν (ἄλλο δὲ τὸ ἐν πάθει ἐναντίον καὶ ἄλλο τὸ ἐν κρίσει. ἐν πάθει μὲν γὰρ τὸ λευκὸν τῷ μέλανι, ἐν κρίσει δὲ οὐχ ἡ κρίσις ἡ περὶ τοῦ λευκοῦ ὅτι λευκὸν οὐδ’ ἡ τοῦ μέλανος ὅτι μέλαν ἐναντίαι· αὗται μὲν γὰρ ἅμα ἀληθεῖς· ἀδύνατον δὲ τὰς ἐναντίας κρίσεις ἅμα ἀληθεῖς εἶναι. ἀλλ’ ἔστι τῇ περὶ τοῦ | λευκοῦ κρίσει ὅτι λευκὸν ἐναντίον ἡ περὶ τοῦ λευκοῦ ὅτι μέλαν. διὸ αὗται μὲν οὐδέποτε συνυπάρχουσιν ἐν τῇ κατὰ τὴν αἴσθησιν κρίσει, ἐκεῖναι δέ· οὐ γάρ εἰσιν ἐναντίαι), πάσχοντος μέντοι τοῦ σώματος ἐν ᾧ ἥδε † ψυχή, ὃ ἔθος ἐστὶ λέγειν ἔσχατον αἰσθητήριον, οὐ κατὰ τὸ αὐτὸ μόριον ὑπ’ ἀμφοῖν, ἀλλὰ κατὰ ἄλλο ὑπ’ ἄλλου γίνεται, ὡς γὰρ ὁρῶμεν καὶ ἐπὶ τῶν ὀφθαλμῶν καὶ ἐπὶ τῶν κατόπτρων ἅμα ἐμφαινόμενα τὰ ἐναντία. διαφέροι δ’ ἂν τῆς πρώτης λύσεως ἡ δευτέρα, ᾗ ἐπ’ ἐκείνης μὲν ἐλαμβάνετο ἡ αἰσθητικὴ ψυχὴ μία οὐ τῷ ἀριθμῷ μόνον, ἀλλὰ καὶ τῇ δυνάμει, ἐν δὲ ταύτῃ τῶ μὲν ἀριθμῷ μία, οὐκέτι δὲ τῷ λόγω, ἀλλ’ ὡς ἔχει τὰ ὑποκείμενα πράγματα, οὕτω καὶ αὐτή· ἦν δὲ ἐκεῖνα ἐν ἑνί τινι κατ’ ἀριθμὸν ὑποκειμένῳ πλείω τινὰ τῷ λόγῳ καὶ διαφέροντα. | Δείξας δὲ πῶς οἷόν τε ἅμα πλειόνων αἰσθητῶν αἰσθάνεσθαι, δείκνυσιν ἑξῆς ὅτι μηδὲν αἰσθητὸν ἀμερές ἐστιν, ἀλλὰ πᾶν αἰσθητὸν μέγεθός ἐστι καὶ διαιρετόν, ᾧ φθάσας ὡς ἀληθεῖ τε καὶ ὁμολογουμένῳ κέχρηται, ὅτε ἔλεγε περὶ τῆς τῶν αἰσθητῶν παθῶν διαιρέσεως καὶ περὶ τοῦ μεγέθους τοῦ ἡλίου. λέγει γάρ· ὅτι τὸ αἰσθητόν ἐστι πάν μέγεθος καὶ οὐκ ἔστιν ἀδιαίρετον αἰσθητόν, δῆλον. ἔστι δὲ ἡ δεῖξις ᾗ χρῆται τοιαύτη· λαμβάνει ἐναργὲς ὂν καὶ γνώριμον τὸ μηδὲν τῶν διά τινος μέσου αἰσθητῶν ἀπὸ παντὸς διαστήματος αἰσθητὸν εἶναι, ἀλλ’ εἶναί τι διάστημα ἀφ’ οὗ καὶ τὸ ὁρώμενον ὁρᾶται καὶ τὸ ἀκουόμενον ἀκούεται καὶ τὸ ὀσφραντὸν τὴν ὄσφρησιν κινεῖ. αὗται γὰρ αἱ αἰσθήσεις διά τινος μεταξὺ γίνονται· ἡ γὰρ· ἁφὴ καὶ ἡ γεῦσις οὐ διὰ μεταξύ τινος ἔξω ὄντος οὐδὲ ἀπὸ διαστήματός τινος αἰσθάνονται τῶν οἰκείων αἰσθητῶν, ἀλλ’ αὐτῶν ἁπτομέ|νων. τὸ μὲν οὖν ὅθεν οὐκ ἂν αἰσθανοίμεθα τοῦ αἰσθητοῦ διάστημα πολύ τε καὶ σχεδὸν ἄπειρόν ἐστιν· ἀφ’ οὗ γὰρ ἀρξόμεθα μὴ αἰσθάνεσθαι αὔξοντες τοῦτο τὸ διάστημα καὶ ἀεὶ ἀπωτέρω γινόμενοι τοῦ αἰσθητοῦ ἔτι μᾶλλον αὐτοῦ οὐκ αἰσθανόμεθα. ἄπειρον γὰρ εἶπε τὸ πολὺ καὶ μὴ ὡρισμένον· οὐ γὰρ ἔστι λαβεῖν τὸ μέγιστον διάστημα ἀφ’ οὗ οὐκ αἰσθανόμεθα. τὸ δ’ ἀφ’ οὗ αἰσθάνεσθαι δυνάμεθα διάστημά ἐστιν ὡρισμένον. ἐπεὶ τοίνυν ἐναργὲς καὶ ὁμολογούμενόν ἐστι τὸ εἶναί τι διάστημα τὸ ἀφ’ οὗ αἰσθανόμεθα καὶ τὸ ἀφ’ οὗ οὐκ αἰσθανόμεθα, δῆλον ὡς εἴη ἄν τι καὶ ἔσχατον τοῦ ἀποστήπάσχοντα μάτος ἀφ’ οὗ ὁρᾶται τὸ ὁρώμενον ποιεῖται γὰρ τὸν λόγον ἐπὶ τῶν ὁρατῶν· τὸ δὲ ἐπὶ τούτων δειχθὲν καὶ ἐπὶ τῶν ἄλλων αἰσθητῶν, ὧν διὰ μέσου τινὸς ἡ ἀντίληψις, ἁρμόζοι ἄν), ἀλλὰ μὴν καὶ πρῶτον ὅθεν λοιπὸν ἀρξάμενοι οὐχ ὁρῶμεν τὸ ὁρατόν· εἰ γὰρ μηδὲν εἴη πρῶτον ἀφ’ οὗ οὐχ ὁρᾶται, διὰ | παντὸς ἂν εἴη τὸ ὁρώμενον. ἀλλὰ μὴν ἐναργὲς καὶ τὸ ὁρᾶσθαι ἀπό τινος καὶ τὸ μὴ ὁρᾶσθαι τὸ ὁρώμενον καὶ † τοῦ πρώτου ἀφ’ οὗ ὁρᾶται πάλιν ἀπ’ ἄλλου. ἔστιν ἄρα τι τοῦ μὲν ἀφ’ οὗ οὐχ ὁρᾶται διαστήματος τὸ ὁρώμενον πρῶτον, τοῦ δὲ ἀφ’ οὗ ὁρᾶται ἔσχατον. τοῦτο δὴ τὸ μεταξὺ τοῦ ἐσχάτου ἀφ’ οὗ ὁρᾶται τὸ ὁρώμενον καὶ τοῦ πρώτου ἀφ’ οὗ οὐχ ὁρᾶται, ἀνάγκη ἀδιαίρετον εἶναι. ὃ αὐτὸς μὲν ἔλαβεν ὡς ἐναργές, ὅτι ἐπὶ τῶν οὕτως ἐχόντων τὸ αὐτὸ τοῦ μὲν πέρας γίνεται καὶ ἔσχατον, τοῦ δὲ ἀρχή τε καὶ πρῶτον· δεικνύοιτο δ’ ἂν οὕτως. εἰ γὰρ εἴη διαιρετόν, οὐκ ἦν τὸ ληφθὲν ἔσχατόν τε καὶ πρῶιον ὑγιῶς εἰλημμένον. ἡ γὰρ τοῦ μεταξὺ τούτου διαίρεσίς τε καὶ προσθήκη τῶν μερῶν αὐτοῦ ἑκατέρῳ τῷ τε ὡς πρώτῳ καὶ τῷ ὡς ἐσχάτῳ ληφθέντι δείκνυσιν ὅτι μηδέτερον αὐτῶν ὑγιῶς ἐλήφθη ἢ πρῶτον ἢ ἔσχατον. | ἂν γὰρ διελόντες τὸ μεταξὺ καὶ προσθέντες ἑκατέρῳ ἔχωμεν τὸ μὲν ὁμοίως ἔτι μένον τοιοῦτον, ὡς τὸ ἐξ αὐτοῦ <ὁρώμενον ὁρατὸν εἶναι, τὸ δὲ τοιοῦτον, ὡς τὸ ἐξ αὐτοῦ> ἀόρατον εἶναι, οὐκ ἦν οὔτε ἔσχατον τὸ ἀφ’ οὗ ὁρῶμεν τὸ πρὸ τῆς προσθήκης εἰλημμένον οὔτε πρῶτον τὸ ἀφ’ οὗ οὐχ ὁρῶμεν. ἔσχατον μὲν γάρ ἐστιν ὁρατὸν οὗ ἀπὸ μείζονος διαστήματος οὐχ οἷόν τε ὄψιν τε καὶ ἀντίληψιν γενέσθαι πρῶτον δὲ ἀόρατον οὗ ἀπὸ ἐλάττονος διαστήματος οὐχ οἷόν τέ ἐστιν ἀόρατον εἶναι τὸ ὁρώμενον. τούτων δὲ οὕτως ἐχόντων, εἰ διαιρετὸν εἴη τὸ μεταξὺ τοῦ τε ἀφ’ οὗ πρώτου τι οὐχ ὁρᾶται καὶ τοῦ γε ἐσχάτου αφ᾿ οὗ ὁρᾶται, τῶ μὲν προστιθέμενον τὸ ἐκ τῆς διαιρέσεως ἐπέκεινα μέρος τῷ ὁρατῷ ἔτι ὁρατὸν αὐτὸ τηρήσει καὶ ἀναιρήσει τὸ εἶναι τὸ εἰρημένον διάστημα ἀφ’ οὗ ἐσχάτου ὁρατὸν ἦν τὸ ὁρώμενον· καὶ γὰρ ἀπὸ μείζονος διαστήματος ὁρώμενον ἔστι· τῷ δὲ πάλιν τῷ ἀοράτῳ προστιθέτὰ μένον τὸ ἐπὶ τάδε μόριον αὐτοῦ ἔτι αὐτὸ ἀόρατον τηρήσει καὶ πάλιν ἀναιρήσει <τὸ> τὸ εἰρημένον διάστημα πρῶτον ἀόρατον εἶναι· καὶ γὰρ ἀπό τινος πρὸ αὐτοῦ ὄντος οὐκ ὄψεται. ὁμοίως κἂν τῷ ἑτέρῳ αὐτῶν προσγενόμενον ὅλον τηρῇ αὐτὸ ὅμοιον, οὐκ ἦν τὸ πρὸ τῆς προσθήκης ὑγιῶς εἰλημμένον ἢ ἔσχατον εἷναι τοῦ ἀφ’ οὗ ὁρῶμεν ἢ πρῶτον τοῦ ἀφ’ οὗ οὐχ ὁρῶμεν. τῷ μὲν γὰρ ὁρατῷ προστιθέμενον μεῖζον τὸ διάστημα ποιήσει τοῦ εἰλημμένου ἐσχάτου ὁρατοῦ, τῷ δὲ ἀοράτῳ πάλιν ἔλαττον ποιήσει τοῦ εἰλημμένου πρώτου ἀοράτου. ἀδιαίρετον ἄρα ἀνάγκη εἶναι τὸ μεταξὺ τοῦ τε ἐσχάτου ἀφ’ οὗ ὁρῶμεν καὶ τοὐ πρώτου ἀφ’ οὗ οὐχ ὁρῶμεν. Μετὰ ταῦτα τῇ διὰ ἀδυνάτου | δείξει χρώμενος δείκνυσιν ὅτι μηδέν ἐστιν ἀδιαίρετον αἰσθητόν, προσχρώμενος τῷ δεδειγμένῳ. εἰ γὰρ δυνατόν, ἔστω τι τοιοῦτον. τοῦτο δὴ ἄν τεθῇ ἐν τῷ ἀμερεῖ τῷ μεταξὺ τοῦ τε ἐσχάτου ὁρατοῦ καὶ τοῦ πρώτου ἀοράτου, δῆλον ὅτι ἐφαρμόσει αὐτῷ, ἐφαρμόζον δὲ αὐτῶ εἴη ἂν ἅμα ὁρατόν τε καὶ ἀόρατον, τῷ μὲν εἶναι ἐν τῷ πέρατι τοῦ ὁρατοῦ ὁρατόν, τῷ δὲ ἐν τῆ ἀρχῇ τοῦ ἀοράτου ἀόρατον. εἰ γάρ τις ἀπὸ τοῦ διαστήματος, ἀφ’ οὗ τὸ ὁρώμενον ἦν πρῶτον ὁρατόν, ὁρῴη τοῦτο τὸ ἀμερὲς ὁρατόν, ἅμα ἂν ὁρῴη τε αὐτὸ καὶ οὐχ ὁρῴη· #x003E; μὲν ἄν, ὅτι ἐπὶ τάδε κεῖται τοῦ ἐσχάτου διαστήματος, ἀφ’ οὗ οὐχ οἷόν τε ἦν τὸ ὁρατὸν ὁρᾶν, τὰ δὲ ἐπὶ τάδε τοὐ ἐσχάτου ἀοράτου καὶ τοῦ πρώτου ὁρατοῦ διαστήματος ὁρατά· οὐκ ὄψεται δὲ αὐτὸ πάλιν, ὅτι ἐπέκεινα κεῖται τῆς ἀρχῆς τοῦ διαστήματος, ἀφ’ ἧς ἦν τὸ ὁρᾶν οὐχ † ὁρώμενον, τὰ δὲ ἐπέκεινα τῆς τοιαύτης ἀρχῆς κείμενα οὐκ ἦν ὁρατά. τὸ γὰρ | ἀμερὲς ὁρατὸν τῷ μὲν ἐπέκεινα τῆς ἀρχῆς τοῦ ὁρατοῦ κεῖσθαι διαστήματος , οὐχ ὁραθήσεται (οὐδὲν γὰρ ἦν ἐπέκεινα αὐτῆς ὁρώμενον), τῷ δὲ ἐπὶ κεῖσθαι τοῦ πέρατός τε καὶ ἐσχάτου τοῦ ὁρατοῦ διαστήματος ὁραθήσεται. εἰ τοίνυν ἀδύνατον τὸ αὐτὸ ἅμα ὁρατὸν καὶ ἀόρατον εἶναι κατὰ τὸ αὐτό, ἀδύνατον καὶ ἀδιαίρετόν τι ὁρατὸν εἶναι. διαιρετὸν μὲν γὰρ ὂν καὶ τεθὲν † κατ’ ἐκείνου τὸ μέν τι ὁρατὸν ἕξει (πάντη γὰρ τὸ ἐπὶ τάδε τοῦ ὁρατόν· οὐ γὰρ ἐφαρμόσει τῷ ἀμερεῖ ὂν μεριστόν), τὸ δὲ ἀόρατον· τὸ γὰρ ἐπέκεινα τοῦ ὁρατοῦ ἀόρατον. τοῦτο γὰρ ἦν τὸ πρώτῳ ἀοράτῳ καὶ ἐσχάτῳ ὁρατῷ εἶναι τὸ τὸ μὲν τὰ ἐπὶ τάδε πάντα ὁρατὰ ἔχειν, τὰ δὲ ἐπέκεινα πάντα ἀόρατα. ἀμερὲς <δὲ> ὂν <ἅμα> ἂν τούτων ἀμφότερον ἐστιν | ἀδύνατον. Αὐτὸς μέντοι ἔμπαλιν ἐχρήσατο τοῖς ἀποστήμασιν· ἔσχατον μὲν γὰρ εἶπεν τοῦ ἀποστήματος τὸ ὅθεν ἀρξάμενον τὸ ὁρατὸν οὐκέτι ὁρᾶται· καίτοι δοκεῖ τοῦ μὲν ἀφ’ οὗ οὐχ ὁρᾶται μὴ δύνασθαι τὸ ἔσχατον ληφθῆναι (διὸ εἶπε καὶ αὐτὸς ἐπ’ αὐτοῦ ἔστι γὰρ. ὅθεν μἐν οὐκ ἂν ὀφθείη ἄπειρον τὸ ἀπόστημα), τοῦ δὲ ἀφ’ οὗ ὁρᾶται πρῶτον μὲν εἶναι τὸ πλησίον τῆς ὄψεως, ἔσχατον δὲ μεθ’ ὃ ἀπὸ τοῦ αὐτοῦ διαστήματος οὐκ ἂν ὁραθείη. Δοκεῖ δὲ ἄλλοις ἡ δεῖξις λογικωτέρα εἶναι. οὐ γὰρ πᾶν τὸ ὁρατὸν ἀπὸ ἴσου διαστήματος ὁρατόν ἐστιν, ἀλλὰ τὸ μὲν ἐγγύθεν ὁρατόν ἐστι, πόρρωθεν δ’ οὔ, τὸ δὲ καὶ πόρρωθεν, ὡς τὰ ἄστρα. οὕτως δὲ ἐχόντων πῶς ἄν τις ἢ τὸ ἔσχατον τοῦ διαστήματος, ἀφ’ οὗ οὐχ ὁρᾶται τὰ ὁρατὰ, ὁρίσαιτο, ἢ τὸ πρῶτον ἀφ’ οὗ ὁρᾶται; ἢ εἰ καὶ ὅτι μάλιστα τὰ μὲν ἀπὸ πλείονος διαστήματος ὁρᾶται τῶν ὁρατῶν, τὰ δ’ ἀπ’ ἐλάττονος, ἀλλ’ ἔσται ἑκάστου αὐτῶν πέρας αδιαί|ρετον, μεθ’ ὃ οὐκέτι ὁρᾶται τὸ ὁρατόν. Ἐπιζητήσαι δ’ ἄν τις πῶς #x003E; οὐκ ἔστι μέρος τι τοῦ συνεχοῦς ἀμερὲς δείκνυσι. τὸ γὰρ μεταξὺ τοῦ διαστήματος τοῦ τε ἐσχάτου ὁρατοῦ καὶ τοῦ πρώτου ἀοράτου ἐστί τι χωρίζον αὐτὰ * * * ἅμα ἄν τι εἴη ὅπως * * * ἀμερὲς λέγειν * * * οἷόν τε ἐξ ἀμερῶν συνεχές τι γίνεσθαι. ἢ δεῖ ὑπολαμβάνειν αὐτὸν οὐχ ἁπλῶς τι ἀμερὲς δεικνύναι, ἀλλὰ πρὸς αἴσθησιν ἀμερές. καὶ δείκνυσιν ὅτι μηδενὸς αἰσθητοῦ ὡς ἀμεροῦς ἡ αἴσθησις αἰσθάνεται. ὅτι γὰρ μηδὲν ἀμερὲς οἷόν τε μέγεθος εἶναι ἐν ἄλλοις ἔδειξε διὰ πλειόνων. δεῖ οὖν ἀκούειν τοῦ ὅτι δὲ τὸ αἰσθητὸν πᾶν ἐστι μέγεθος καὶ οὐκ ἔστιν ἀδιαίρετον αἰσθητὸν ὡς εἰρημένου ἀντὶ τοῦ ὅτι δὲ ἡ αἴσθησις οὐδενὸς ὡς ἀμεροῦς αἰσθάνεται.’ δεικνύοιτο δ’ ἄν τὸ μεταξὺ ἀμερὲς πρὸς αἴσθησιν, ὅτι, εἰ ὡς μεριστὸν * * * | εἴη τῇ αἰσθήσει καὶ ὡς διάστημά τι, ἤτοι ὁρῴη ἂν τὰ ἐν αὐτῷ ἡ ὄψις ἡ οὐχ ὁρῴη. οὕτως δὲ <ἂν> ἀναιροῖτο εἶναι πρῶτον τοῦ διαστήματος ἀφ’ οὗ τι ὁρᾶται τὸ πρῶτον εἰρημένον ἤτοι εἶναι ἔσχατον τοῦ ἀφ’ οὗ οὐχ ὁρᾶται τὰ ὁρώμενα τὸ εἰλημμένον ὡς ἔσχατον. ἡ οὐκ ἀνάγκη τὸ μεταξὺ διάστημα εἶναι τοῦ τε ἀφ’ οὗ ὁρᾶται τὸ ὁρατὸν καὶ τοῦ ἀφ’ οὗ οὐχ ὁρᾶται. ἐπὶ γὰρ τῶν οὕτως ἐχόντων ἀνάγκη τὸ αὐτὸ τοῦ μὲν πέρας εἶναι, τοῦ δὲ ἀρχήν. εἰ γὰρ συνεχές ἐστι τὸ <μεταξὺ> διάστημα τοῦ ἐν ᾧ τό τε ἔσχατόν ἀπόστημα τοῦ ἐν ᾧ ὁρᾶται ἐσχάτου τὸ ὁρατὸν καὶ τοῦ ἐν ᾧ πρώτῳ ἀρξάμενον μὴ ὁρᾶσθαι οὐκέτι ὁρᾶται, δῆλον ὡς ἔχει κοινόν τινα ὅρον τὸν συνάπτοντα τό τε ἔσχατον αὐτοῦ ὁρατὸν καὶ τὸ πρῶτον ἀόρατον, μᾶλλον δὲ ταὐτόν ἐστιν ἀμφότερ’, τοῦ μὲν πέρας, τοῦ δὲ ἀρχή, ὁ μέσος ὅρος ὢν ἀδιαίρετος· τοιοῦτος γὰρ ὁ ὅρος καθ’ ὃν συνῆπται | τὰ συνεχῆ, ὁποῖόν ἐστι καὶ τὸ διάστημα δι’ οὗ ὁρᾶταί τε τὰ ὁρώμενα καὶ οὐχ ὁρᾶται. ἔστι ἄρα ἐν ἀμφοτέροις τοῖς μέρεσι τοῦ διαστήματος τοῦ ἐσχάτου ὁρατοῦ καὶ τοῦ πρώτου ἀοράτου, τοῦ μὲν πέρας ὄν, τοῦ δὲ ἀρχή· ἐν ᾧ ἂν <οὖν> τὸ ἀμερὲς αἰσθητόν, ἐφαρμόσει τ’ αὐτῷ καὶ ἔσται καὶ αὐτὸ ἐν ἀμφοτέροις, καὶ τῷ ὁρατῷ καὶ τῷ ἀοράτῳ. ὂν δὲ ἐν ἀμφοτέροις, καθόσον μέν ἐστιν ἐν τῷ ὁρατῷ πέρας ὂν αὐτοῦ, ὁρῷτο ἄν, καθόσον δέ ἐστιν ἐν ἀοράτῳ ἀρχὴ ὂν αὐτοῦ, οὐκ ἂν ὁρῷτο. οὕτω δὲ ἅμα <ἂν> ὁρῷτό τε καὶ ὁρῷτο· τῷ μὲν γὰρ μὴ εἶναι ἐπὶ τάδε τοῦ πέρατος τοῦ ὁρατοῦ οὐκ ἂν ὁρῷτο ἦν γὰρ ὁρατὰ ταῦτα), τῷ δὲ μὴ εἶναι ἐπέκεινα τῆς ἀρχῆς, ἀφ’ ἧς οὐχ ἑωρᾶτο τὰ ὁρατά, ὁρῷτο ἄν, ἄιε μηδέπω ὂν ἐν τῷ ἀοράτῳ 25 διαστήματι. ὃ διαιρετὸν ὂν οὐκέτ’ ἂν ἔπασχεν· ἦν γὰρ ἄν αὐτοῦ τὸ μὲν ὁρατόν, ὅσον ἦν αὐτοῦ ἐν τῷ ὁρατῷ, τὸ | δὲ ἀόρατον, τὸ ὃν ἐν τῷ μετὰ τὸ ὁρατὸν διαστήματι. Ἔοικε δὲ διὰ τούτων τὸν περὶ τῶν ἀμερῶν λόγον ἐρωτώμενον εἴτε ὑπὸ Διοδώρου εἴτε καὶ ὑπ’ ἄλλου τινὸς αὐτὸς ἠρωτηκέναι τε πρῶτος καὶ κεχρῆσθαι αὐτῷ. ἀλλ’ οὗτος μὲν εὑρὼν ἐχρήσατο αὐτῷ ὑγιῶς, οἱ δὲ μέγα ἐπ’ αὐτῷ φρονοῦντες ἔλαβον μὲν αὐτὸν παρὰ τούτου, ἐχρήσαντο δὲ αὐτῷ οὐ δεόντως. ὁ μὲν γὰρ ἔδειξε δι’ αὐτοῦ <τὸ> πρὸς αἴσθησιν γινόμενον ἀμερὲς οὐκ ἀδύνατον, ἀλλ’ ὂν ἐν τῇ φύσει καὶ ἐν τοῖς πράγμασιν, [ἀλλ᾿] ὡς μηδὲν ὂν ἀμερὲς αἰσθητὸν τῷ μηδὲ τὸ μεταξὺ τοῦ τε ἐσχάτου αἰσθητοῦ καὶ τοῦ πρώτου ἀναισθήτου δύνασθαί τι εἶναι διάστημα ἀμερὲς ὅν· οὗτος γὰρ ὁ τὰ συνεχῆ συνέχων ὅρος. σώματος δὲ μέρος ἢ αἰσθητοῦ ἢ ἀναισθήτου ἀδύνατον εἶναι ἀμερές, ἐφ’ οὗ αὐτῷ ἐχρήσαντο οἱ παραλογιζόμενοι, εἴγε τὸ τοῦ σώματος μέρος σῶμα. διὸ | οὐδὲ οἷόν τε ἐπ’ ἐκείνων ἢ μέγιστον ἀνεπαίσθητον ἢ ἐλάχιστον αἰσθητὸν τῇ αὑτοῦ φύσει, τῷ δεῖν μὲν * * * ἀμερὲς εἶναι, ἀλλὰ πᾶν <μέγεθος ἐπ᾿> ἄπειρον εἶναι διαιρετόν. δείξας δὲ ταῦτα, ἀνακεφαλαιοῦται διὰ βραχέων περὶ τῶν εἰρημένων ἐν τῷ βιβλίῳ καὶ μνη- μονεύει ὅτι μετὰ τὸ βιβλίον τοῦτο τὸ Περὶ μνήμης καὶ ὕπνου τέτακται.

---

Alexander of Aphrodisias, In Librum De Sensu Commentarium, ed. Paul Wendland. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg007.local001/.
