Ancient Greek
ALEXANDRI
Alexander of Aphrodisias, In Librum De Sensu Commentarium ALEXANDRI.1
Not analysed yet
εἰπὼν ἐν τοῖς Περὶ ψυχῆς περί τε ψυχῆς τῆς συμπάσης κοινῶς καὶ καθόλου καὶ ἰδίᾳ περὶ ἑκάστης τῶν δυνάμεων αὐτῆς, πόσαι τέ εἰσι καὶ τίνες καὶ ἐν τίσιν ἑκάστῃ αὐτῶν τὸ εἶναι, ἐν οἷς καὶ περὶ τῆς αἰσθητικῆς δυνάμεως ποιησάμενος τὸν λόγον, καὶ τίς τέ ἐστιν εἰπὼν καὶ εἰς πόσας αἰσθήσεις διαιρεῖται, καὶ ἰδίᾳ περὶ ἑκάστης τῶν αἰσθήσεων διεξελθὼν καὶ εἰπών, τίς μὲν ἡ δύναμις αὐτῶν ἑκάστης, ἀφ’ ἧς τὸ αἰσθά|νεσθαι, αἰσθά| νεσθαι, τίς δὲ ἡ ἐνέργεια καὶ περὶ τί, ποιησάμενος δὲ καὶ περὶ τοῦ καθ’ ἑκάστην αἴσθησιν αἰσθητοῦ λόγον, ἐφ’ ὅσον ἦν χρήσιμον αὐτῷ πρὸς τὴν τῶν αἰσθήσεων ἐνέργειαν, ἐν τούτῳ τῷ βιβλίῳ περί τε τῶν αἰσθητηρίων λέγει, τί τὸ αἰσθητήριον ἑκάστης αἰσθήσεως καὶ ἐκ τίνος, ἐπεὶ μὴ οἷόν τε ἦν ἄνευ αἰσθητηρίου αἰσθάνεσθαι διὰ γὰρ σώματος ἡ τῆς αἰσθητικῆς ψυχῆς ἐνέργεια, ὥσπερ οὖν καὶ αἰ τῶν ἄλλων ἢ τῶν γε πλείστων ἀεί), ἔτι δὲ περὶ τῶν αἰσθητῶν, τί τὸ ἑκάστῃ αἰσθήσει αἰσθητὸν καὶ τίνι ὄντι αὐτῷ κατὰ τὴν οἰκείαν φύσιν τὸ αἰσθητῷ εἶναι ὑπάρχει, ἐπεὶ μὴ ταὐτὸν τοῖς αἰσθητοῖς τό τε εἶναι καὶ τὸ αἰσθητοῖς εἶναι, ἦν δὲ εἰρημένον αὐτῷ περὶ αὐτῶν ὡς περὶ αἰσθητῶν. Δῆλοί δὲ καὶ ἡ ἐπιγραφὴ τοῦ βιβλίου τὴν πρόθεσιν τῆς κατ’ αὐτὸ πραγματείας. λέγων δὲ περὶ αἰσθητηρίων τε καὶ αἰσθητῶν ἐν αὐτῷ Περὶ αἰσθήσεως καὶ αἰσθητῶν ἐπέγραψεν αὐτό, ὡς καὶ τοῦ περὶ τῶν αἰσθητηρίων λόγου εἰς τὴν περὶ τῶν αἰσθήσεων συντελοῦντος θεωρίαν· κοινὴ γὰρ ἡ αἴσθησις ψυχῆς καὶ σώματος. ἢ αἰσθήσεων ἀντὶ τοῦ ‘αἰσθητηρίων’· |αἰσθήσεις γὰρ καὶ τὰ αἰσθητήρια καλοῦσιν. Ἀρχόμενος δὲ τοὺ βιβλίου πρῶτον λέγει, ὅτι ἐστὶν ἀκόλουθος τῇ περὶ ψυχῆς θεωρίᾳ [ὅτι] ἡ περὶ τῶν ζῴων καὶ τῶν ἐμψύχων πάντων καὶ [ἡ] περὶ τῶν ἐνεργειῶν αὐτῶν, τῶν τε κοινῶν καὶ τῶν ἰδίων καθ’ ἕκαστον 10 εἶδος αὐτῶν· ἀρχὴ γὰρ τῶν ψυχὴν ἐχόντων ἁπάντων ἡ ψυχή. λέγει δὲ 5 καὶ τίνες μὲν αὐτῶν κοιναί, τίνες δὲ ἴδιαι. τοῦ δὲ περὶ τῶν τῆς ψυχῆς ἐνεργειῶν λέγοντα εὐλόγως λέγειν περὶ τῶν ἐνεργειῶν τῶν τε ζῴων καὶ τῶν ζωὴν ἐχόντων αἰτίαν ἀποδέδωκε τὴν ὅτι αἱ ἐνέργειαι αὐτῶν αἵ τε κοιναὶ καὶ αἱ καθ’ ἕκαστον ἴδιοι σχεδὸν πᾶσαι κοιναὶ τῆς τε ψυχῆς καὶ 15 τοῦ σώματος· δι’ οὗ καὶ αὐτοῦ βεβαιοῦται τὸ ἐντελέχειαν εἶναι τὴν ψυχὴν 10 σώματος φυσικοῦ ὀργανικοῦ. πίστιν δὲ παραθέμενος τοῦ τὰς τῶν ἐμψύχων ἐνεργείας κοινὰς εἶναι ψυχῆς τε καὶ σώματος τὸ πάσας ἢ δι’ αἰσθήσεως ἢ μετ’ αἰσθήσεως γίνεσθαι, ὅτι ἡ αἴσθησις καὶ ἡ κατ’ αὐτὴν ἐνέργεια κοινὴ |ψυχῆς τε καὶ σώματος ὡς ἐναργὲς λαβὼν εὐλόγως τοῦ περὶ τῶν 8 20 αἰσθητηρίων ἄρχεται λόγου, ἐπειδὴ φθάνει μὲν εἰρῆσθαι αὐτῷ ὁ περὶ τῆς αἰσθητικῆς ψυχῆς λόγος, κοινὴ δὲ ἥ τε αἴσθησις καὶ ἡ κατ’ αὐτὴν ἐνέργεια ψυχῆς τε καὶ σώματος, ἔδει δὲ τὸν περὶ τῶν κοινῶν λέγοντα πρῶτον 5 περὶ αἰσθήσεως λέγειν· κοινοτάτη γάρ αὕτη πᾶσι τοῖς ζῴοις καὶ φανερωτάτη τῶν κατὰ ψυχὴν ἐνεργειῶν. Eπεὶ δὲ περὶ ψυχῆς καθ’ αὑτὴν διώρισται πρότερον καὶ περὶ τῶν δυνάμ ἔων ἑκάστης κατὰ μόριον α ὒ τ ἡ ς. Ἀρχόμενος τοῦ βιβλίου, ὅτι ἀκόλουθος ἡ ἐν αὐτῷ πραγματεία τῇ περὶ ψυχῆς δείκνυσιν, ὡς εἶπον· ἀκόλουθος μὲν γὰρ τῷ περὶ ψυχῆς λόγῳ ὁ περὶ τῶν ζῴων τε καὶ ψυχὴν ἐχόντων λόγος καὶ τῶν ἐνεργειῶν τῶν τούτων, τῶν τε ἰδίων καθ’ ἕκαστον εἶδος τῶν ζ καὶ τῶν κοινῶν. αἱ δὲ ἐνέο- γειαι αὐτοῖς οὐκ ἄνευ σώματος· διὰ γὰρ αἰσθήσεως αἱ πλεῖσται σχεδόν, ἡ δὲ αἴσθησις κοινὴ ψυχῆς I τε καὶ σώματος. καθ’ αὑτὴν δὲ εἶπε περὶ ψυχῆς διωρίσθαι ἀντὶ τοῦ ἰδίᾳ τε κοινῶς καὶ καθόλου περὶ ὅλης ψυχῆς καὶ ἰδίᾳ περὶ τῶν μορίων τε καὶ δυνάμεων αὐτῆς ἑκάστης. ἐν γὰρ τοῖς nερὶ ψυχῆς πρῶτον μὲν καθόλου περὶ ψυχῆς ἐποιήσατο τὸν λόγον καὶ ὡρίσατο αὐτήν, ὡς ἦν οἷόν τε τὰ ἔχοντα ἐν αὑτοῖς τὸ μέν τι πρῶτον καὶ ἀτελέστερον τὸ δὲ δεύτερον καὶ τελειότερον ὁρίσασθαι· ἔπειτα περὶ ἑκάστης τῶν δυνάμεων διεξῆλθε, περὶ τῆς θρεπτικῆς, περὶ τῆς αἰσθητικῆς, περὶ τῆς φανταστικῆς, περὶ τῶν ἄλλων ἑκάστης. ἡ περὶ ψυχῆς καθ’ ἑαυτήν, ὅτι μὴ καὶ περὶ τοῦ σώματος, σὺν ᾧ τῇ ψυχῇ καὶ τὸ εἶναι· διὰ τοῦτο γὰρ νῦν περὶ τῶν αἰσθητηρίων ἐρεῖ. εἰπὼν δὲ περὶ τῶν ζῴων ἑπόμενον εἶναι τὴν ἑ π ἴσ’ κ εὐͅ ι ν π ο ι ἡ σ α σ θ α ι ,προσέθηκε τὸ καὶ περὶ τῶν ζωὴν ἐχόντων, ὅτι μὴ πάντα τὰ ψυχὴν ἔχοντα ζῷα, εἴ γε ὥρισται τὸ ζῷον, ὡς ἐν τοῖς Ilspl ψυχῆς εἴρηται, |αἰσθήσει. ἡ δὲ θρεπτικὴ ψυχὴ πρὸ τῆς αἰσθητικῆς οὖσα ἐν οἷς ἐστι μόνη, ταῦτα ἔμψυχα μέν ἐστι καὶ ζωὴν ἔχει, οὐ μὴν καὶ ζῷά ἐστιν· ὁποῖά ἐστι τὰ φυτά. λέγοι δ’ ἄν ζωὴν ἔχε ἱν καὶ τὰ μόρια τῶν ζῴων. τίς δὲ ἡ περί τε τῶν ζῴων καὶ ἡ περὶ τῶν ζωὴν ἐχόντων πραγματεία, ἔδειξε διὰ τοῦ εἰπεῖν τίνες εἰσὶν ἴδιαι καὶ τίνες κοιναὶ πράξεις αὐτῶν. εἴη δ’ ἄν τὸ τίνες εἰσὶ ἴδιαι καὶ τίνες κοιναὶ ἴσον τῷ περὶ τῶν ἰδίων καὶ τῶν κοινῶν’· οὐ γὰρ διαίρεσιν αὐτῶν προτίθεται ποιήσασθαι, ἀλλ’ εἰπεῖν περὶ αὐτῶν. τῷ δὲ τῆς πράξεως ὀνόματι καὶ νῦν, ὥσπερ οὖν καὶ ἐν ἄλλοις εἴωθε, κοινότερον ἀντὶ τοῦ τῆς ἐνεργείας κέχρηται· κυρίως γὰρ πρᾶξις λογικὴ ἡ ἐνέργειά ἐστιν, ἧς οὐδὲν τῶν ἀλόγων οἷόν τε κοινωνεῖν. Τὰ μὲν οὖν εἰρημένα περὶ ψυχῆς. Εἰρηκὼς ἀκολουθεῖν τοῖς περὶ ψυχῆς εἰρημένοις τὴν περὶ τε ζῴων καὶ τῶν ζωὴν ἐχόντων θεωρίαν (ἑκάστου δὲ τούτων δύναμις καὶ εἶδος ἡ ψυχή), καὶ διελὼν τὸν περὶ |τούτων λόγον εἴς τε τὰς κοινὰς ἐνεργείας αὐτῶν καὶ εἰς τὰς ἰδίους, περὶ τῶν κοινῶν πρῶτον ἐνεργειῶν ἢ πάντων τῶν ἐμψύχων ἢ τῶν γε πλείστων ποιήσεται <τὸν λόγον>, καὶ μετὰ τοῦτο περὶ τῶν ἰδίων ἐνεργειῶν ἑκάστου εἴδους ἐρεῖ ζῴων, πρῶτον περὶ ζῴων ἰστορήσας· χρήσιμος γὰρ ἡ περὶ ζῴων ἱστορία καὶ διαίρεσις πρὸς τὰς ἰδίας ἐνεργείας ἑκάστου τε εἴδους ζῴων καὶ τῶν μορίων αὐτῶν. αἱ γὰρ κοιναὶ τῶν ἐμψύχων ἐνέργειαι συνάπτουσί πὼς τῷ κοινῷ περὶ ψυχῆς λόγῳ· τίνες δέ εἰσιν αὗται, ἑξῆς ἐρεῖ. Ὅσα, φησίν, ἡμῖν περὶ ψυχῆς εἴρηται, ταῦτα κείσθω ὡς ἀρχαὶ τῶν μελλόντων λέγεσθαι. ὑποθέσεις γὰρ ἔθος τοῖς ἀνδράσι τὰς ἀρχὰς λέγειν τὰς ἀναποδείκτους, ἃς καὶ ἀξιώματα λέγουσιν. ὑποθέσεις δὲ λέγουσι καὶ ἃ ἔχοντα ἀπόδειξιν χωρὶς τῆς οἰκείας ἀποδείξεως λαμβάνουσί τε καὶ ὑποτίθενται, ὡς δείξοντες αὐτὰ ὕστερον, χρησόμενοι δὲ αὐτοῖς νῦν πρὸς ἄλλα ὡς ἀρχαῖς. <τὰ περὶ ψυχῆς> |οὖν, φησίν, εἰρημένα τε καὶ δεδειγμένα νῦν ὡς ὑποθέσεις καὶ ἀρχαὶ τῶν μελλόντων λέγεσθαι κείσθω. φθάνει γὰρ δεδεῖχθαι, καὶ οὐκέτι περὶ ἐκείνων νῦν ποιήσεται τὸν λόγον. Ὅτι δὲ περὶ ὧν προέθετο ὡς ἑπομένων τῇ περὶ ψυχῆς θεωρίᾳ εἰπεῖν λέγει, τοῦτο δέ ἐστι τὸ περὶ τῶν ἐνεργειῶν τῶν ζῴων τίνες εἰσὶ καὶ διὰ τί γίνονται θεωρῆσαι, ἀλλ’ οὐ προθέμενος περὶ ζῴων λέγειν πρῶτον περὶ ἄλλων τινῶν τὸν λόγον ποιεῖται, ὥς τινες ᾠήθησαν, νῦν μὲν περὶ αἰσθητηρίων τε καὶ αἰσθητῶν λέγων, μετὰ ταῦτα περὶ ζωῆς τε καὶ θανάτου καὶ ὕπνου καὶ ἐγρηγόρσεως καὶ τῆς καθ’ ὕπνον μαντικῆς, εἶθ’ ὕστερον περὶ ζῴων, ἀλλὰ καὶ ταῦτα τῆς προτεθείσης ἔχεται πραγματείας (ἔστι γὰρ τῶν κοινῶν τὰ μὲν τοῖς ζῴοις πᾶσι, τὰ δὲ καὶ τοῖς ζωὴν ἔχουσιν ὐπάρχοντα), αὐτὸς ἐδήλωσε δι’ ὧν ἐπιφέρει. εἰπὼν γὰρ τὰ μἑν εἰρημένα περὶ ψυχῆς ὑποκείσθω, περὶ δὲ τῶν λοιπῶν, φησί, λέγωμεν καὶ πρῶτον περὶ τῶν πρώτων, εἰπὼν ἐπιφέρει· φαίνεται δὲ τὰ μέγιστα καὶ τὰ καινὰ καὶ τὰ ἴδια τῶν ζῷων κοινὰ τῆς τε ψυχῆς ὄντα καὶ τοῦ σώματος. ἔστι δὲ ὃ λέγει ὅτι τὰ μὲν] μέγιστα τῶν κατὰ τὰς τῶν ζῴων ἐνεργείας τάς τε κοινὰς αὐτῶν καὶ τὰς ἰδίας ἑκάστου γένους φαίνεται κοινὰ εἶναι ψυχῆς τε καὶ σώματος, καὶ οὐ τῆς ψυχῆς αὐτῆς καθ’ αὑτήν, δεικνὺς ἡμῖν ὅτι καὶ τὴν περὶ αὐτῶν θεωρίαν οὕτω χρὴ ποιεῖσθαι, συνεπισκεπτομένους καὶ τὰ τοῦ σώματος μόρια, ἐν οἷς καὶ δι’ ὧν αἱ τῶν ψυχὴν ἐχόντων ἐνέργειαι. ὅτι δὲ αἱ πλεῖσται τῶν ψυχικῶν ἐνεργειῶν διὰ σώματος καὶ ἐν τοῖς Περὶ ψυχῆς προείρηκε. τίνα δέ ἐστι τὰ μέγιστά τε καὶ κοινὰ ἔργα τῆς ψυχῆς καὶ τοῦ σώματος, ἑξῆς λέγει. αἴσθησις γὰρ καὶ μνήμη καὶ θυμὸς καὶ ἐπιθυμία καὶ ὅλως ὄρεξις καὶ πρὸς τούτοις ἡδονὴ καὶ λύπη φανερώτατα μὲν καὶ τῶν ζῴων σχεδὸν ἁπάντων ἐστὶν ἔργα καὶ |κοιναὶ ἐνέργειαι αὐτῶν. ἔστι δὲ ταῦτα πάντα κοινὰ ψυχῆς τε καὶ σώματος, περὶ ὧν τῶν μὲν πλείστων ἐν τοῖς Περὶ ψυχῆς προείρηται, περὶ δὲ ἐνίων ὕστερον ἐρεῖ. αἴσθησις μὲν οὗν καὶ ἐπιθυμία καὶ ἡδονὴ καὶ λύπη κοινὰ πάντων, θυμὸς δὲ καὶ μνήμη τῶν πλείστων. ἤρτηται δὲ ταῦτα πάντα τῆς αἰσθήσεως· ἥ τε γὰρ μνήμη, ὡς δείξει (ἐρεῖ δὲ περὶ μνήμης ἐν τοῖς ἑξῆς, οὐ προείρηκέ πω), ***περί τε ὀρέξεως καὶ ἡδονῆς καὶ λύπης ὅτι ἕπεται ταῦτα τοῖς αἴσθησιν ἔχουσιν ἐν τοῖς Περὶ ψυχῆς δέδειχε. Πρὸς τούτοις δὲ ἄλλα τινά ἐστι τὰ μὲν πάντων τῶν ζωῆς μετεχόντων κοινά, τὰ δὲ τῶν ζῴων τὰ μὲν πάντων τὰ δὲ τῶν πλείστων, καὶ περὶ ὧν ἐφεξῆς τὴν θεωρίαν κατὰ τὴν πρόθεσιν ποιήσεται, ὁμοίως τοῖς εἰρημένοις κοινὰ ψυχῆς τε καὶ σώματός ἐστι. διὸ καὶ ἅμα περὶ ἑκατέρου αὐτῶν ποιήσεται τὸν λόγον. |τίνα δέ ἐστιν αὐτὰ ἑξῆς ἐκτίθεται λέγων· τυγχάνουσι δὲ τούτων τὰ μέγιστα τέτταρες ὗσαι συζυγίαι τὸν ἀριθμόν, καὶ καταριθμεῖται αὐτάς, περὶ ὧν μεῖά τὸν περὶ αἰσθητηρίων τε καὶ αἰσθητῶν λόγον τὴν θεωρίαν παραδίδωσι. πρῶτον δὲ περὶ τούτων λέγει, καὶ δι’ ἣν αἰτίαν ἐρεῖ. τὸ δὲ καὶ γὰρ ταῦτα σχεδὸν ὐπάρχει πᾶσι πᾶ σί’ τοῖς ζῴοις εἶπε διὸ προσθήσει· οὐ γὰρ μόνον τάδε κοινά, ἀλλὰ κἀκεῖνα. λέγει δὲ φυσικοῦ εἶναι τὸ περὶ ὑγιείας καὶ νόσου τὰς πρώτας ἰδεῖν ἀρχάς, τουτέστιν ἐκ τίνων πρώτων ἀρχῶν τε καὶ ἐν τίσι πρώτοις ἡ ὑγίεια καὶ ἡ νόσος, ὅτι ἐν συμμετρίᾳ τῶν πρώτων δυνάμεων, ξηρῶν ὑγρῶν, θερμῶν ψυχρῶν. καὶ ὅτι οἰκεία ἡ περὶ τούτων θεωρία τῇ περὶ ζῴων ἔδειξεν εἰπών· οὕτε γὰρ ὑγίειαν οὔτε νόσον οἷόν τε γίνεσθαι τοῖς ἐστε. ρημένοις ζωῆς. Περὶ μὲν οὗν τῶν τεττάρων συζυγιῶν ὧν προείρηκε φέρεται ἐν τῆ πραγματείᾳ τῇ Φυσικῇ αὐτοῦ βιβλία, δι’ ὧν περὶ αὐτῶν ἐπραγματέύσατο, λέγω δὲ Περὶ ἐγρη |γόρσεως καὶ ὕπνου καὶ νεότητος καὶ γήρως καὶ ἀναπνοῆς καὶ ζωῆς καὶ θανάτου· τὰ δὲ Περὶ ὑγιείας καὶ νόσου, εἰ ἐγένετο, οὐ σῴζεται. ἔστι δὲ καὶ τούτων κοινὰ μὲν πάντων τῶν ζῴων ἐγρήγορσις καὶ ὕπνος, εἰ μή που γένος ἰχθύων ἔστι τι ἄγρυπνον, ὃ ζητεῖ ἐν τῇ Περὶ ζῴων ἱστορίᾳ, ἡ δὲ νεότης καὶ τὸ γῆρας πάντων τῶν ζωῆς μετεχόντων κοινά, οὐ τῶν ζῴων μόνον καὶ γὰρ ἐν τοῖς φυτοῖς ἥ τε νεότης καὶ τὸ γῆρας, ὥσπερ οὖν καὶ ἡ ζωὴ καὶ ὁ θάνατος), ἀναπνοὴ δὲ καὶ ἐκπνοὴ κοινὰ τοῖς πλείστοις τῶν ζῴων ὅσα πνεύμονα ἔχει. Ὅτι δὲ τὸ περὶ ὑγιείας τε καὶ νόσου τὰς πρώτας ἀρχὰς ἐπισκέψασθαι, τίνες εἰσί, τοῦ φυσικοῦ καὶ φιλοσόφου, συνίστησι καὶ ἐκ τοῦ τῶν τε φυσικῶν τοὺς πλείστους περὶ αὐτῶν πεποιῆσθαι λόγον καὶ ἐν τούτοις παύεσθαι τὴν φυσικὴν θεωρίαν καὶ τῶν ἰατρῶν τοὺς χαριεστάτους ἀπὸ τούτων τὴν ἀρχὴν |τῆς τῶν ἰατρικῶν θεωρίας ποιεῖσθαι ὡς φυσικῶν ὄντων. ἅμα καὶ δείκνυσιν ἡμῖν, κατὰ τί συνῆπται ἡ ἰατρικὴ τῇ φυσικῇ, καὶ ὅτι ἔστιν ὑπὸ τὴν φυσικὴν τὰς ἀρχὰς παρ’ ἐκείνης ἔχουσα, ὡς ὀπικὴ μὲν παρὰ γεωμετρίας, ἁρμονικὴ δὲ παρ’ ἀριθμητικῆς, κυβερνητικὴ δὲ παρὰ ἀστρολογίας. Ὅτι δὲ πάντα τὰ λεχθέντα κοινὰ τῆς ψυχῆς ἐστι καὶ τοῦ σώματος, προειπὼν τὸ φαίνεται δὲ τὰ μέγιστα καὶ τὰ κοινὰ καὶ τὰ ἴδια τῶν ζῴων κοινὰ τῆς ψυχῆς ὄντα καὶ τοῦ σώματος καὶ μετὰ ταῦτά τινα ἐξ αὐτῶν τούτων παραθέμενος ἦν (ἦν ταῦτα αἴσθησις, μνήμη, θυμός, ἐπιθυμία, ἡδονή, λύπη), πρὸς δὲ τούτοις καὶ ἄλλα εἰπὼν εἶναι τὰ μὲν κοινὰ τῶν ζωὴν ἐχόντων πάντων τὰ δὲ ζῴων τινῶν, καὶ τὰ μέγιστα καὶ φανερώτατα τῶν κοινῶν ἐκθέμενος καὶ τὰς συζυγίας δείξας τὰς πέντε, περὶ ὧν καὶ ποιήσασθαι πρῶτον λόγον ἐπηγγείλατο, ἐπειδὴ καὶ κατὰ φύσιν ἐστὶ πρῶτα, ὅτι δὲ ταῦτα κοινὰ τῆς τε ψυχῆς ἐστι καὶ τοῦ σώματος δείκνυσι διὰ τοῦ |μηδὲν αὐτῶν χωρὶς αἰσθήσεως γίνεσθαι. πάντα γὰρ μετ’ αἰσθήσεως, τὰ δὲ μετ’ αἰσθήσεως διὰ σώματος. ὅτι δὲ οὐδὲν αὐτῶν χωρὶς αἰσθήσεως δείκνυσι λέγων πάντα γὰρ τὰ μὲν μετ’ αἰσθήσεως συμβαίνει, τὰ δὲ δι’ αἰσθήσεως. ἐγρήγορσις μὲν γὰρ μετ’ αἰσθήσεως, εἴ γε διακρινομένης τῆς τροφῆς καὶ τῶν αἰσθήσεων διεγειρομένων καὶ ἐξ ἀργίας εἰς ἐνέργειαν μεταβαλλουσῶν ἡ ἐγρήγορσις. ὁμοίως καὶ μετὰ αἰσθήσεως ἡδονή τε καὶ λύπη, ἔτι δὲ ὑγίειά τε καὶ νόσος. δι’ αἰσθήσεως δὲ νεότης τε καὶ γῆρας· ἑκάτερον γὰρ τούτων ἐν τῷ πὼς ἔχειν τὰς αἰσθήσεις. Πάθος δὲ τῆς αἰσθήσεως ὕπνος ἂν εἴη· ταύτης γάρ τι πασχούσης ὁ ὕπνος· ἡ γὰρ ἐκ τῆς τροφῆς ἀναθυμίασις ὅταν ἐπὶ τὴν κεφαλὴν ἀθρόα ἀνενεχθεῖσα καὶ καταψυχθεῖσα ὑπὸ τῶν περὶ τὸν ἐγκέφαλον εἰς τὸ κάτω πάλιν, ὅθεν ἀνηνέχθη, κατενεχθῇ, βαρουμένη ἡ αἴσθησις ὑπὸ τῆς ἐν αὐτῇ ὑγρότητος αὐτή τε |ἐμποδίζεται πρὸς τὸ ἐνεργεῖν καὶ ἡσυχάζει καὶ αἰτία τοῖς ζῴοις ὕπνου γίνεται. ἕξις δὲ ἡ αἴσθησις ἂν εἴη. · ἐν γὰρ τῷ αἴσθησιν ἔχειν τὸ εἶναι τοῖς ζῴοις. φυλακαὶ δὲ καὶ σωτηρίαι αἱ μνῆμαι καὶ αἱ ἀναμνήσεις, φθοραὶ δὲ καὶ στερήσεις αἱ λῆθαί τε καὶ ὁ θάνατος. ὅτι μὲν οὖν μετ’ αἰσθήσεως καὶ οὐκ ἄνευ αἰσθήσεως αἱ προειρημέναι συζυγίαι, διὰ τούτων γνώριμον. κοινότερον δ’ ἄν λέγοιτο ἐπὶ τῶν φυτῶν τὸ γήρας καὶ ἡ νεότης· ἡ δὲ ζωὴ καὶ ὁ θάνατος καὶ ἐν τοῖς οὐκ ἔχουσιν αἴσθησιν τῶν ἐμψύχων ἐστίν, ἀλλ’ ἔν γε τοῖς ζῴοις καὶ ταῦτα μετ’ αἰσθήσεως. Ὅτι δὲ ἡ αἴσθησις διὰ τοῦ σώματος γίνεται καὶ διὶ λόγου, φησί, γνώριμον καὶ χωρὶς τοῦ λόγου ἐναργές. καὶ γὰρ αὐτόθεν ἐναργὲς τὸ τὰς αἰσθήσεις διὰ σωματικῶν ὀργάνων γίνεσθαι, καὶ διὰ τοῦ λόγου ῥᾷον δεῖξαι· τὸ γὰρ αἰσθάνεσθαί ἐστι τὸ τῶν αἰσθητῶν ἀντιλαμβάνεσθαι διὰ τῶν αἰσθητηρίων, ἅ ἐστι σώματα. Ἀλλὰ περὶ μὲν αἰσθήσεως καὶ τοῦ αἰσθάνεσθαι, τί τέ 15 ἐστι κα) διὰ τί συμβαίνει τοῖς ζῴοις τοῦτο τὸ πάθος, εἴρηται πρότερον ἐν τοῖς Περὶ ψυχῆς. |Δείξας ὅτι δι’ αἰσθήσεως τὰ κοινὰ ἔργα τε καὶ πάθη τῶν ζῴων, ἔχων δὲ καὶ τὸ τὴν αἴσθησιν κοινὸν ἔργον εἶναι ψυχῆς τε καὶ σώματος, ἔχει μὲν ἑπόμενον τοῖς εἰρημένοις τὸ δεῖν περὶ αἰσθήσεως εἰπεῖν πρὸ τούτων ἃ δι’ αἰσθήσεως ἢ μετὰ αἰσθήσεως ὑπὸ τῶν ζῴων γίνεται· πρῶτον γὰρ τῶν κοινῶν, οὗ τἆλλα προσδεῖται. ἐπεὶ δὲ τὰ μὲν εἴρηται περὶ αἰσθήσεως τὰ δὲ ῥηθήσεται, τῶν μὲν εἰρημένων ἡμᾶς ὑπομιμνῄσκει (εἴρηται δὲ ἐν τοῖς Περὶ ψυχῆς περὶ τῆς αἰσθητικῆς ψυχῆς καὶ δυνάμεως καὶ περὶ τῆς ἐνεργείας τῆς κατ’ αὐτήν)· τούτων ’δε ὡς εἰρημένων καὶ ἐν οἷς εἴρηται ὑπομιμνῄσκει ἡμάς, προσθήσει δὲ νῦν τὸν περὶ τῶν αἰσθητηρίων λόγον (κοινὸν γὰρ ἦν ἡ αἴσθησις ψυχῆς τε καὶ σώματος, ὥστε ὁ περὶ τῶν αἰσθητηρίων λόγος τῷ περὶ αἰσθήσεως συνῆπται), ἔτι δὲ τὸν περὶ τῶν αἰσθητῶν, ἐπειδὴ περὶ ταῦτα ἡ τῆς αἰσθήσεως ἐνέργεια· περὶ ὧν καὶ αὐτῶν ἐπ’ ὀλίγον μὲν προείρηται καὶ ἐν |τοῖς Περὶ ψυχῆς, ἐπὶ πλέον δὲ καὶ ἀκριβέστερον νῦν ῥηθήσεται. ὐπομιμνῄσκει δὲ ἡμᾶς διὰ βραχέων τε καὶ σαφῶς· τῶν περὶ αἰσθήσεως εἰρημένων τε καὶ δεδιδαγμένων ἐν τοῖς Περὶ ψυχῆς αὐτῷ, ὅτι πᾶσι μὲν τοῖς ζῴοις ἀνάγκη αἴσθησιν ἔχειν· ταύτῃ γὰρ τὰ ζῷα τῶν μὴ ζῴων χωρίζεται. ἔδειξε δὲ ἐκεῖ ὅτι ἁπτὰ ὄντα καὶ μὴ ἁπλᾶ ἀλλὰ σύνθετα καὶ ἐν συμμετρία, τινὶ τῶν ὑποκειμένων τὸ εἶναι ἔχοντα, εἰ μὴ ἁπτόμενα ἦν καὶ αἰσθανόμενα ὡς φυλάσσεσθαι τὰ φθαρτικὰ αὐτῶν, ὑπὸ τῶν ὑπερβολῶν ἂν τῶν ἐν τοῖς ἁπτομένοις αὐτῶν ἐφθείρετο. πάθος δὲ τὴν αἴσθησιν εἶπεν, ὅτι αἰσθάνεσθαι διὰ πάθους. Οὐκέτι μέντοι ἐν πᾶσι τοῖς ζῴοις πᾶσαι αἱ αἰσθήσεις, ἀλλ’ ἐν πᾶσι μὲν ἁφή τε καὶ γεῦσις. ἐδείχθη γὰρ ἐπὶ τέλει τοῦ τρίτου Περὶ ψυχῆς ὅτι τῆς ἁφῆς τὰ ζῷα στερηθέντα ἅμα καὶ τοῦ εἶναι παύεται (τῆς μεσότητος καὶ συμμετρίας τῶν σωμάτων, ἐν ᾗ τοῖς ζῴοις τὸ εἶναι, φθορά ἐστιν ἡ τῆς ἁφῆς φθορά), ἀλλὰ |καὶ ὅτι ἡ γεῦσις τῆς τροφῆς οὖσα κριτική τε καὶ ληπτικὴ ἀναγκαία τοῖς ζῴοις, εἴγε χωρὶς τοῦ τρέφεσθαι ἀδύνατον αὐτὰ σῴζεσθαι. ἔστι γὰρ ὁ χυμὸς τοὐ γευστικοῦ μορίου τῶν ἐν ἡμῖν πάθος, τουτέστι τῆς γεύσεως. ἡ γὰρ γεῦσις, δι’ οὗ τρεφόμεθα μόριον ἡμῶν οὖσα. τούτου ἀντιλαμβάνεται καὶ ὑπὸ τούτου πάσχει πὼς· τὸ γὰρ ἡδὺ διακρίνει ἡμῶν τὸ δι’ οὗ γευόμεθα, ὅπερ ἐστὶν ἡ γλῶττα· αὕτη γὰρ ὑπὸ τοῦ χυμοῦ πάσχουσα αἰσθάνεται αὐτοῦ καὶ γεύεται. Εἰπὼν δὲ τὸ γὰρ ἡδὺ διακρίνει καὶ τὸ λυπηρὸν αὐτῇ περὶ τὴν τροφὴν, ὥστε τὸ μὲν φεύγειν τὸ οε διώκειν ἐπήνεγκε τὴν αἰτίαν ὅτι ὁ μὲν χυμός, οὗ αἰσθανόμεθα, πάθος ἐστὶ τοῦ γευστικοῦ μορίου. διὸ εὐλόγως ἡμῖν εἴρηται τὸ τὴν γεῦσιν τὸ ἡδὺ καὶ τὸ λυπηρὸν διακρίνειν τὸ ἐν τῇ τροφῇ ἐν τῷ πάσχειν· τὸ γὰρ γευστικόν, ὅ ἐστι μόριον ἡμῶν, ὑπὸ τοῦ γευστοῦ. πάσχον τὸ ἡδὺ καὶ τὸ λυπηρὸν καὶ τὸ τρόφιμον καὶ μὴ διακρίνει. γράφεται καὶ ἀντὶ τοῦ γευστικοῦ μορίου’ ‘τοῦ θρεπτικοῦ μο|ρίου πάθος’, καὶ οὕτως ἂν λέγοιτο τῆς θρεπτικῆς δυνάμεως τῆς ψυχῆς πάθος ὁ χυμὸς εἶναι, ὡς ὑπὸ τοῦ χυμοῦ πασχούσης τῆς δυνάμεως ταύτης. ἄτοπον δὲ τὸ λέγειν ὑπὸ χυμῶν πάσχειν τὴν θρεπτικὴν δύναμιν· τὸ μὲν γὰρ ὑπὸ χυμῶν πάσχειν τὸ αἰσθάνεσθαι χυμῶν ἐστι, τὸ δὲ θρεπτικὸν ἄλλο τοῦ αἰσθητικοῦ. διὸ ἄμεινον, εἰ οὕτως εἴη ἔχουσα ἡ γραφή, μὴ ἐπὶ τὴν δύναμιν τῆς ψυχῆς ἀναφέρειν τὸ θρεπτικόν, ὥς φησι δεῖν ἀκούειν τῆς λέξεως Ἀσπάσιος, ἀλλ’ ἐπὶ τὸ μόριον δι’ οὗ τρεφόμεθα (τούτου γὰρ χυμός), ἵν ᾖ τοῦ τρέφειν δυναμένου μορίου πάθος τὸν χυμὸν λέγων, οὗ ἐστιν ἡ γεῦσις ἀντιληπτική. ἀμείνων δὲ ἡ πρότερον ῥηθεῖσα γραφή. γράφεται καὶ οὕτως· καὶ ὅλως ὁ χυμός ἐστι τοῦ γευστικοῦ θρεπτικοῦ μορίου πάθος. κἄν ᾖ οὕτως γεγραμμένον, εἴη ἂν τὸ λεγόμενον ὅτι τοῦ γευστικοῦ μορίου ὅ ἐστι θρεπτικὸν ὁ χυμὸς πάθος, ἵν’ ᾖ τὸ μὲν γευστικὸν ὡς γένος, διαφορὰ δὲ τοῦ γευστικοῦ τὸ θρεπτικὸν καὶ μή. τοῦ δὴ γευστικοῦ θρεπτικοῦ, ὅ ἐστι μόριον ἢ |εἶδος τοῦ γευστικοῦ, πάθος ἐστὶν ὁ χυμός, γευστικὸν δὲ ἡ αἴσθησις ἡ γευστική. καὶ εἴη ἂν αὕτη ἡ γραφὴ ἔχουσα ἀμφότερα τὰ εἰρημένα ἐν ταῖς πρὸ ταύτης δύο γραφαῖς. Ἡ μὲν οὖν ἁφή τε καὶ ἡ γεῦσις κοινὴ πᾶσι τοῖς ζῴοις· αἱ δὲ διά τινων μεταξὺ ἄλλων γινόμεναι αἰσθήσεις, οἷαί εἰσιν αἱ · καταλειπόμεναι τρεῖς, οὐκέτι πάντων εἰσὶ κοιναὶ τῶν ζῴων, ὡς καὶ αὐτὸς ἐν τοῖς Περὶ ψυχῆς εἴρηκεν. ἐν οἷς μέντοι εἰσίν, ὥσπερ πρὸς σωτηρίαν αὐτοῖς συντελοῦσαί εἰσιν, ὡς καὶ τοῦτο ἐν τοῖς Περὶ ψυχῆς εἴρηκε. τῷ γὰρ κατὰ τόπον εἶναι κινητικὰ καὶ μεταβλητικὰ τῆς τε ὄψεως δεῖται, ὅπως φυλάττηται καἰ μὴ περιπίπτῃ τοῖς φθαρτικοῖς αὐτῶν, καὶ τῆς ὀσφρήσεως, ὅπως προσισθάνηται τῆς τροφῆς. ἀλλὰ καὶ ἡ τῶν ψόφων ἀντίληφις εἰς σωτηρίαν συντελεῖ· πολλοὶ γὰρ ψόφοι †τῶν ζῴων εἰσὶ φθαρτικοί, οὓς φυλάσσεται. ἀλλὰ καὶ ἐπιβουλὰς τὰς ἐξ ἀλλήλων φυλάσσεται τὰ ζῷα διὰ τοῦ |ψόφου προαισθανόμενα αὐτῶν. ὃν ποιεῖ ἢ προσιόντα ἢ ὑποχωροῦντα ἢ ὑφιστάμενα. ἀλλὰ καὶ τροφῆς †εὐπορίαν πολλάκις τοῦ ψόφου σημήναντος· πολλὰ γοῦν τῶν σαρκοφάγων τῷ ψόφῳ †διακρίνουσιν ἁλώσιμα αὐτοῖς ζῷα, καὶ οὕτως αὐτοῖς ἐπιτίθεται. Πᾶσαι μὲν οὖν αἱ αἰσθήσεις σωτηρίας ἕνεκα τοῖς ζῴοις ὑπάρχουσιν, ἤδη δὲ καὶ εἰς φρόνησίν τινες αὐτῶν συντελοῦσι τοῖς φρονήσεως δεκτικοῖς; ὡς μὴ μόνον τοῦ ἀναγκαίου χάριν αὐτὰς ἐν αὐτοῖς εἶναι, ἀλλὰ καὶ τοῦ εὖ. πολλὰς γάρ, φησί, εἰσαγγέλλουσι διαφοράς, ἐξ ὧν ἥ τε τῶν νοητῶν ἐπιγίνεται φρόνησις καὶ ἡ τῶν πρακτῶν. λέγει δὲ ταῦτα περί τε τῆς ὄψεως καὶ τῆς ἀκοῆς, ὡς καὶ αὐτὸς προιὼν δηλοῖ. ὅτι δὲ ἀρχαὶ πράξεως τε καὶ θεωρίας αἱ δι’ αὐτῶν ἀντιλήψεις καὶ διαφοραὶ τούτων ὧν ἀντιλαμβάνονται, δῆλον. αἵ τε γὰρ τῶν ὁρατῶν διαφοραὶ εἰς ἔννοιαν ἡμᾶς ἤγαγον |φωτός τε καὶ σκότους, τουτέστιν ἡμέρας τε καὶ νυκτός, ἀρ’ ὧν ὁρμώμενοι τὰ ποιητικὰ τούτων ἐζητήσαμεν· ὅθεν ἡ περὶ τοῦ κόσμου καὶ τῶν ἐν αὐτῷ θεωρία, ἃ ποιητικὰ νυκτός τε καὶ ἡμέρας ἀνὰ μέρος ὁρῶντες γινόμενα καὶ ἀριθμοῦ ἐπίνοιαν ἔσχομεν, ὥς φησι Πλάτων’· ἀλλὰ καὶ τὸ τὴν σελήνην μὴ ἀεὶ ὁμοίως πεφωτίσθαι εἰς ἔννοιαν ἡμᾶς ἤγαγεν, ὅτι μὴ οἰκεῖον αὐτῆς τὸ λαμπρὸν τοῦτο φῶς· ἀλλὰ καὶ αἱ τῶν κινήσεων τῶν ἄστρων καὶ μεγεθῶν φαινόμεναι διαφοραί (καὶ γὰρ τούτων ἡ ὄψις ἀντιλαμβάνεται μάλιστα, εἰ καὶ κοινὰ αὐτῇ ταῦτα τὰ αἰσθητὰ καὶ πρὸς ἄλλας· πάντων γὰρ τῶν σωμάτων τὰ μεγέθη καὶ αἱ κινήσεις καὶ ὁ ἀριθμὸς καἰ τὰ σχήματα τῇ ὄψει αἰσθητά, ἐπεὶ καὶ ὁρᾶται πάντα τὰ σώματα τῷ κεχρῶσθαι. διὰ γὰρ τῶν ἰδίων αἰσθητῶν καὶ μετὰ τούτων ἡ τῶν κοινῶν αἴσθησις ἑκάστη γίνεται· διὸ ἡ ἀκοὴ τοῦ ἐν ψόφῳ μεγέθους μόνου αἰσθάνεται καὶ τοῦ ἐν τούτῳ ἀριθμοῦ καὶ τῆς |ἐν τούτῳ κινήσεως, ὁμοίως δὲ 27 καὶ τῶν ἄλλων αἰσθήσεων ἑκάστη·) περί τε τῆς κατὰ κίνησιν ὁμαλότητος αὐτῶν εἰς ἔννοιαν ἡμᾶς ἤγαγε καὶ περὶ τῆς ἀιδιότητος αὐτῶν καὶ περὶ τοῦ μεγέθους τοῦ κατὰ ἀλήθειαν αὐτῶν ἐξετάσεως. προσήγαγε δὲ ἡμᾶς ἡ τούτων θέα καὶ ἐπὶ τὴν ζήτησιν τοῦ πρώτου αἰτίου, ὃ τῆς τοιαύτης τάξεως τε καὶ φορᾶς αὐτοῖς αἴτιόν ἐστι. καὶ πρὸς τὰς πράξεις δὲ ἡμᾶς παιδεύει πὼς· περὶ γὰρ τὰ καθ’ ἕκαστα αἱ πράξεις, ἅ ἐστιν αἰσθητά τε καὶ ὁρατά, ἐκ δὲ τῆς περὶ ταῦτα ἐμπειρίας τὸ πλεῖστον τῆς φρονήσεως. παρατηρήσαντες γὰρ ἐκ τῶν συμβαινόντων ἐν τοῖς αἰσθητοῖς τά τε ὠφέλιμα καὶ τὰ βλαβερὰ καθόλου περὶ αὐτῶν δόξαν λαμβάνομεν, τὰ μὲν τοιαῦτα λέγοντες εἷναι φευκτά τε καὶ βλαβερά, τὰ δὲ τοιαῦτα αἱρετά τε καὶ ὠφέ- λιμα· ἐξ ὧν τὸ βουλεύεσθαι ἡμῖν περὶ τῶν μελλόντων. ἀλλὰ καὶ ἡ τοῦ καλοῦ καὶ ἡ τοῦ αἰσχροῦ ἔννοια βεβαιοῦται ἡμῖν ὑπὸ τῆς ὄψεως· ὁρώμενα γὰρ τὰ αἰσχρὰ μισητότερα, καὶ τὰ καλά τε καὶ σεμνὰ ζηλω|τότερα. ὅτι δὲ καὶ ἡ ἀκοὴ πρός τε πρᾶξιν καὶ θεωρίαν χρήσιμος, πρόδηλον, εἴγε ἀκούοντες μανθάνομεν τὰ κατὰ τὰς ἐπιστήμας. Συγκρίνων δὲ τήν τε ὄψιν καὶ τὴν ἀκοήν, ἃς καὶ πρὸς φρόνησιν εἶπε τοῖς φρονήσεως δεκτικοῖς συντελεῖν τήν τε πρακτικὴν καὶ τὴν θεωρητικήν, λέγει πρὸς μὲν τὰ ἀναγκαῖα χρησιμωτέραν τὴν ὄψιν εἶναι καθ’ αὑτήν ὧν γάρ ἐστι καθ’ αὑτὴν ἀντιληπτική, ταῦτα πρὸς σωτηρίαν τοῖς ἔχουσιν αὐτήν ἐστι χρήσιμα· καὶ γὰρ ἃ δεῖ προφυλάξασθαι δείκνυσι, καὶ τίνα αἱρεῖσθαι δεῖ), πρὸς μέντοι τὴν ἐπιστήμην τὴν ἀκοήν φησι κατὰ συμβεβηκὸς πλέον συντελεῖν· διὰ γὰρ ταύτης αἱ μαθήσεις τε καὶ ἱστορίαι. κατὰ συμβεβηκὸς δὲ εἶπεν, ὅτι προηγουμένως μὲν ἡ ἀκοὴ ψόφων ἐστὶν ἀντιληπτική, καιὰ συμβεβηκὸς δὲ καὶ λόγων· ὅτι γὰρ καὶ ὁ λόγος ψόφος τίς ἐστι, [τούτων] ἀκοὴ ἀντιλαμβάνεται αὐτοῦ. |Ὅτι δ’ ἡ μὲν ὄψις πρὸς τὰ ἀναγκαῖα χρησιμωτέρα καθ’ αὑτήν, ἡ δὲ ἀκοὴ πρὸς νοῦν καὶ φρόνησιν κατὰ συμβεβηκός, δείκνυσι διὰ τοῦ τὴν μὲν ὄψιν πολλὰς εἰσαγγέλλειν διαφορὰς τῷ πάντα τὰ σώματα μετὰ Χρώματος εἶναι ὁρατά, μὴ εἶναι δὲ τά χρώματα καθ’ αὑτά. πάντα οὗν τὰ χρώματα ἡ ὄψις ὁρῶσα αἰτία γίνεται τοῦ τὰ μὲν οἰκεῖα αἱρεῖσθαι, τὰ δὲ ἀλλότρια φεύγειν τε καὶ ἀποστρέφεσθαι· πλεῖσται δὲ αἱ τῶν χρωμάτων διαφοραί. αἰσθανομένη δὲ πάντων τῶν σωμάτων τῷ κεχρῶσθαι αὐτὰ τῶν κοινῶν αἰσθητῶν μάλιστά ἐστιν αἰσθητική· μάλιστα γὰρ τοῖς σώμασι παρακολούθει, ὧν αἰσθάνεται. μέγεθος γὰρ καὶ σχῆμα καὶ κίνησις καὶ ἀριθμὸς ἐν τούτοις πρώτως τε καὶ κυρίως. ἀπὸ γὰρ τῶν ἀριθμητῶν καὶ καὶ ἡ τοῦ ἀριθμοῦ ἐπίνοια, ἀριθμητὰ δὲ τὰ αἰσθητά, ἃ τῷ κεχωρισμένα ἀλλήλων ὁρᾶσθαι καὶ ἀριθμητά ἐστιν. ἡ δὲ αἴσθησις αὕτη καὶ μεγέθους καὶ κινήσεως καὶ σχήματος καὶ ἀριθμοῦ αἰσθάνεται διὰ τῆς τῶν χρωμάτων ἀντιλήψεως. πλείστας οὖν διαφορὰς ἡ ὄψις ἡμῖν μηνύει, ἐξ ὧν τὸ χρήσιμον ἡμῖν τὸ κατὰ τὰς αἱρέσεις μὲν τῶν ὠφελίμων φυγὰς δὲ τῶν βλαβερῶν περιγίνεται, οὐ τοῖς λογικοῖς μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς ἔχουσιν αὐτήν. Ἡ δὲ ἀκοὴ διαφορῶν μὲν οὐ πολλῶν ἐστιν αἰσθητική· τὰς γὰρ τῶν ψόφων διαφορὰς διαγιγνώσκει καθ’ αὑτὴν μόνας, ὥστε τοῖς πλείστοις τῶν ἐχόντων αὐτὴν ὀλίγον παρέχεται τὸ χρήσιμον· τοῖς δὲ λογικοῖς καὶ λόγου αἴσθησίν τε καὶ σύνεσιν ἔχουσιν οὐ τὰς τῶν ψόφων μόνον διαφοράς, ἀλλ’ ἤδη καὶ τὰς τῆς φωνῆς σημαίνει. ἐπεὶ δὲ ὁ λόγος αἴτιος τῶν μαθήσεων ἀκουστὸς ὤν ψόφος γὰρ καὶ αὐτὸς ἢ διὰ ψόφου· κατὰ συμβεβηκὸς γὰρ ἡ ἀκοὴ τοῦ λόγου αἰσθητική· οὐ γὰρ ὡς λόγου, ἀλλὰ ἐπεὶ συμβέβηκεν αὐτῷ ψόφῳ εἶναι), αἰτία ἡμῖν ἡ ἀκοὴ ἐπιστήμης τε καὶ θεωρίας γίνεται. διὰ τί δὲ γίνεται ἡ ἀκοή, τοῦ λόγου οὖσα ἀκουστική, μαθήσεως ἡμῖν |αἰτία, ἔδειξε· διὰ γὰρ τὸ τὸν λόγον ἐξ ὀνομάτων συγκεῖσθαι, τὰ δὲ ὀνόματα σύμβολά τινων εἶναι καὶ σημεῖα· φωναὶ γὰρ σημαντικαὶ τὰ ὀνόματα ὀνόματα γὰρ καὶ τὰ ῥήματα λέγει νῦν), ὁ λόγος γὰρ ἐκ τούτων ἔχει τὴν σύνθεσιν. ὅτι δὲ κατὰ συμβεβηκὸς ἡ ἀκοὴ ἡμῖν αἰτία τοῦ ἀντιλαμβάνεσθαι λόγου, δῆλον ἐκ τοῦ τῶν μὴ ὁμοφώνων ἡμᾶς ἀκούειν μὲν ὁμοίως, ἀλλὰ μὴ ὡς λόγου τῶν λεγομένων συνιέναι· οὐ γὰρ ἐν τῷ ἀκούειν τὸ συνιέναι, ἀλλὰ διὰ τὸ ἀκούειν. εἴη δ᾿ ἂν τὸ ἀκόλουθον τῆς λέξεως· ὁ γὰρ αἴτιος τῆς μαθήσεως, ὢν κατὰ συμβεβηκός, ἀλλ’ οὐ καθ’ αὑτὸν ἀκουστός'· οὐ γὰρ ᾗ λόγος ἀκουστὸς καθ’ αὑτόν, ἀλλ’ ᾗ ψόφος. Ὅτι δὲ πρὸς φρόνησιν καὶ ἐπὶ πλέον ἡ ἀκοὴ τῆς ὄψεως σημεῖον ἐτίθετο τὸ καὶ τῶν ἐστερημένων ἑκατέρας τῶν αἰσθήσεων τούτων ἐκ γενετῆς τοὺς τυφλοὺς τῶν |κωφῶν <καὶ ἐνεῶν> φρονιμωτέρους εἶναι, ὡς τὴν τῆς φρονήσεως αἰτίαν ἔχοντας. λέγει δὲ [ἐννεοὺς] τοὺς μὴ δυναμένους τῇ ἀκοῇ κεχρῆσθαι κωφούς, <ἐνεοὺς δὲ τοὺς μὴ λαλοῦντας> μηδὲ ἀκούοντας· ἀκόλουθον γὰρ κωφοῖς τε καὶ ἐνεοῖς εἶναι. εἴη δ’ ἂν πρὸς μὲν τὴν ἐξ ἀρχῆς ζήτησιν καὶ αἴσθησιν τῶν ἐν θεωρίᾳ ἡ ὄψις συμβαλλομένη πλέον, πρὸς δὲ τὴν τῶν εὕρῃ μένων μάθησιν ἡ ἀκοή. Περὶ μὲν οὖν τῆς δυνάμεως, ἣν ἕχει τῶν αἰσθήσεων ἑκάστη, πρότερον εἴρηται. Ὅτι δ’ ἀναγκαῖος ὁ περὶ αἰσθήσεως λόγος τῷ περὶ τῶν κοινῶν ἐνεργειῶν τῶν ζῴων τὸν λόγον ποιουμένῳ, ἥτις θεωρία τῇ περὶ ψυχῆς συνῆπται, φανερόν. κοινότατόν τε γὰρ τοῖς ζῴοις πᾶσιν ἔργον τὸ αἰσθάνεσθαι, καὶ προσέτι καὶ τῶν ἄλλων ἕκαστον ἔργων τῶν κοινῶν δι’ αἰσθήσεως ἢ μετ’ αἰσθήσεως γινόμενον δέδεικται. ἀλλ’ ἐπεὶ ἡ αἴσθησις, ὥσπερ οὖν καὶ τῶν ἄλλων ἐνεργειῶν αἱ πλεῖσται τῶν ὑπὸ τῶν ζῴων ἐνεργουμένων, κοινὴ σώματός τε καὶ ψυχῆς ἐστι, φθάνει δὲ περὶ τῆς αἰσθητικῆς δυνάμεως ἰῆς ψυχῆς ἐν τοῖς Περὶ ψυχῆς εἰρῆσθαι, τοῦτο μὲν ἡμᾶς ὑπομιμνῄσκει τοῦ μὴ νῦν πάλιν περὶ τούτου λέγειν ἰὴν αἰτίαν ἀπὸ διδούς, περὶ δὲ τοῦ σώματος δι’ οὗ ἡ αἴσθησις γίνεται (ἔστι δὲ τοῦτο αἰσθητήρια) νῦν προτίθησι. λέγει δέ τινας τῶν περὶ αἰσθήσεων εἰρηκότων ζητεῖν ἑκάστην αἴσθησιν ἐξ ἑκάστου ἰῶν σωματικῶν στοιχείων ποιεῖν, καὶ πέντε τῶν αἰσθήσεων οὐσῶν] οὐκ εὐποροῦντας συνάγειν εἰς τέσσαρα στοιχεῖα πέντε οὔσας αὐτὰς ζητεῖν περὶ τῆς πέμπτης, ἐκ τίνος αὐτὴν χρὴ λέγειν εἶναι σώματος. λέγοιτο δ’ ἂν τοῦτο περὶ τῆς ἐν τῷ Τιμαίῳ δόξης, ἥτις ἀναφέρεται μὲν εἰς τοὺς Πυθαγορείους, εἴρηται δ’ ἐν τῷ Τιμαίῳ. ἐκεῖ γὰρ τὴν ὄσφρησιν ὁ Τίμαιός φησι καὶ τὸ τῶν ὀσμῶν γένος ἡμιγενὲς εἶναι καὶ μικτόν πὼς· ‘μεταβάλλοντος γὰρ ὕδατος εἰς ἀέρα ἡ ἀέρος εἰς ὕδωρ ἐν τῷ μεταξὺ τούτων ”,|φησί, “γεγόνασι.” καὶ εἴη ἂν ἡ ὄσφρησις αὕτη <ἡ> πέμπτη ‘περὶ ἧς ἐγλίχοντο’. τῶν γὰρ ἄλλων πυρὸς μὲν τὴν ὄψιν ἐποίουν, ἀέρος δὲ τὴν ἀκοὴν καὶ τὴν γεῦσιν ὕδατος, τὴν δὲ ἁφὴν γῆς. Πλὴν τὴν ὄψιν φησὶ ποιεῖν ἐκ πυρὸς πάντας, ἤτοι τοὺς εἰς τὰ στοιχεῖα ἀνάγοντας τὰ αἰσθητήρια ἢ καὶ τοὺς ἄλλως περὶ τούτων εἰπόντας· καὶ γὰρ πάντες ἀπλῶς πυρὸς εἶναι εἶπον, Δημόκριτος δὲ ἐξ ὕδατος. ἢ τὸ πάντες ἀντὶ τοῦ πάντως. ἤτοι εἴρηκεν οἱ πάντα τὰ αἰσθητήρια ***ὡς εἶναι τὸ πάντες ἀντὶ τοῦ πάντες πάντα. καὶ ὅθεν ὁρμηθέντες ὑπολαμβάνουσι τὴν ὄψιν πυρὸς εἶναι, λέγει · διὰ τὸ πάθους τινὸς γινομένου περὶ τὴν ὄψιν ἀγνοεῖν τὴν αἰτίαν. τὸ δὲ πάθος, οὗ τὴν αἰτίαν ἀγνοοῦσι καὶ ἐπὶ τούτῳ ἐκ πυρὸς αὐτὴν εἶναί φασιν, ἐπιφέρει· θλιβομένου γὰρ καὶ κινουμένου τοῦ ὀφθαλμοῦ φαίνεται πῦρ ἐκλάμπειν. Τὸ γινόμενον καὶ τὸ ἀναπεῖσαν αὐτοὺς ἐκ πυρὸς λέγειν προθεὶς προστίθησι καὶ τὸ χρήσιμον αὐτῷ εἰς τὸ δεῖξαι ὅτι μὴ διὰ τὸ εἶναι ἐκ πυρὸς ἡ ὄψις διὰ τοῦτο λάμπει. |λέγει γάρ· τοῦτο δὲ ἐν τῷ σκότει πέφυκε συμβαίνειν ἢ τῶν βλεφάρων ἐπικεκαλυμμένων· γίνεται γὰρ καὶ τότε σκότος. πῶς οὗν αὐτῷ τὸ ἐν τῷ σκότει τοῦτο γίνεσθαι περὶ τὴν ὄψιν χρήσιμον, προελθὼν ὀλίγον ἐρεῖ· τὰ γὰρ λεῖα πέφυκεν ἐν τῷ σκότει λάμπειν. Τὸ δὲ θλιβομένου τοῦ ὀφθαλμοῦ φαίνεσθαι πῦρ ἐκλάμπειν ἐξ αὐτοῦ φησιν ἔχειν καὶ ἑτέραν ἀπορίαν, ὡς καὶ τοῦ προειρημένου ἀπορίαν παρέξοντος τοῖς μὴ λέγουσιν ἐκ πυρὸς τὴν ὄψιν εἶναι ἢ τὴν ἀρχὴν διὰ τὴν ἀπορίαν ταύτην κατενεχθέντων τινῶν ἐπὶ τὸ ἐκ πυρὸς λέγειν τὴν ὄψιν εἶναι· ὡς γὰρ λυτικὸν τοῦ ἀπορουμένου τοῦτο φέρουσιν. ἀπορεῖται γὰρ τί αἴτιον τοῦ δοκεῖν ἐν τῇ θλίψει τοῦ ὀφθαλμοῦ πῦρ ἐκλάμπειν. ἔστι δὲ ἣν προστίθησιν ἀπορία αὕτη, εἰ μὴ ἔστι λανθάνειν αὑτὸν καὶ ὁρῶντα, ὡς δοκεῖν μὲν ὁρᾶν, |μηδὲν δὲ ὁρᾶν ὁρώμενον. ἂν γὰρ ἡ ὄψις τότε ὁρᾷ τι, δῆλον ὅτι ἑαυτὴν ὁρᾷ· οὐ γάρ δὴ ἄλλο γέ τί ἐστι τότε ὁρώμενον ὑπ’ αὐτῆς. εἰ δὲ αὐτὴ ἑαυτὴν ὁρᾷ, ἀπορήσαι ἄν τις διὰ τί ἠρεμοῦσα καὶ μὴ θλιβομένη ἑαυτὴν οὐχ ὁρᾷ, καὶ ἔτι μᾶλλον πῶς ἑαυτήν· οὐ γὰρ αἰσθάνεται τὰ αἰσθητήρια, εἰ μὴ αἴσθησις πρός τι καὶ ἄλλου τινός. Προαπορήσας δὲ τῷ ἑξῆς λύσιν ἀμφοτέρων πειρᾶται, τήν τε τοῦ δοκεῖν πῦρ εἶναι τὴν ὄψιν καὶ τὴν τοῦ αὑτὴν ὁρᾶν, ὅταν θλίβηται καὶ παράγηται, ἠρεμοῦσαν δὲ μηκέτι. τὸ δὲ αἴτιον τούτου τε καὶ τοῦ ἡρετότε μοῦντι τῷ ὀφθαλμῷ μὴ συμβαίνειν τοῦτο καὶ τῆς ἀπορίας καὶ τῆς διὰ τί θλιβομένη ἡ ὄψις αὑτὴν ὁρᾷ, ἠρεμοῦσα δὲ οὔ, καὶ ὅλως τοῦ δοκεῖν πῦρ εἶναι τὴν ὄψιν ἐντεῦθεν ληπτέον. καὶ λέγει, λύων τὰ εἰρημένα, ὅτι τὰ λεῖα πέφυκεν ἐν τῷ σκότει λάμπειν, οὐ μέντοι γε φῶς ποιεῖν· |ὃ καὶ φθάνει εἰρηκέναι καὶ ἐν τοῖς Περὶ ψυχῆς. ὅσα γὰρ αὐτὰ μὲν σκότου ὄντος ὁρῶμεν, οὐ μέντοι δι’ αὐτὰ καὶ ἄλλα, ταῦτά ἐστιν ἃ στίλβει μέν, φῶς δὲ οὐ ποιεῖ. τοιοῦτον δὲ καὶ τὸ τοῦ ὀφθαλμοῦ μέλαν καὶ μέσον, ὃ κόρην καλοῦμεν, λεῖόν τε καὶ διὰ τὴν λειότητα στίλβον. τῷ μὲν οὖν στίβειν σκότους καὶ αὐτό, ὡς τὰ λεῖα, ὁρατόν ἐστι σκότους · διὸ καὶ ὁρᾶται τότε. προεῖπε γὰρ ὅτι τοῦτὸ δἑ ἐν τῷ σκότει πέφυκε συμβαίνειν ἢ τῶν βλεφάρων ἐπικεκαλυμμένων· γίνεται γὰρ καὶ τότε σκότος. Κινουμένου δὲ τοῦ ὀφθαλμοῦ τοῦτο συμβαίνει, ἀλλ’ οὐκ ἠρεμοῦντος, ὅτι ἡ αἴσθησις τῶν πρός τί ἐστι καὶ πρὸς ἄλλο. ἕως μὲν οὖν ἄν ἠρεμῇ ἐπιμύουσα, μία ἐστὶ καὶ οὐδὲν ὁρᾷ · ὅταν δὲ θλίβηται καὶ κινῆται, ἐν τῇ ταχείᾳ παραγωγῇ μία οὖσα δύο πὼς γίνεται, ὁρωμένη τε καὶ ὁρῶσα, ὁρωμένη μὲν ἐν τῇ παραγωγῇ, ὁρῶσα δὲ ἐν τῇ εἰς τὸ κατὰ φύσιν ἐπανόδῳ. |στίλβει μὲν γὰρ καὶ παραγομένη, καὶ ἔστιν ὅσον ἐπὶ τούτῳ ὁρατὸν τότε, οὐχ ὁρᾷ δέ, ὅτι μία ἐστὶ καὶ αὐτή ἐστι δι’ ἧς ὁρῶμεν, ἀλλ’ οὐχ ἣν ὁρῶμεν. ὅταν δὲ ταχέως κινηθῇ παραχθεῖσα καὶ ἐπανελθοῦσα εἰς τὴν αὑτῆς χώραν, διὰ τὸ τάχος καὶ ὁρῶσα καὶ ὁρωμένη γίνεται, καταλαμβάνουσα τὴν ἐν τῇ παραγωγῇ στιλβηδόνα, ἣν ἐποίησεν αὐτὴ παραχθεῖσα θεῖσα πρὸ τοῦ παύσασθαι διὰ τὸ τάχος ἰῆς κινήσεως, καὶ ὁρῶσα ὡς ἀπ’ ἄλλου τινὸς γινομένην. καὶ γὰρ ἑώρα [<ἄν>, εἰ ἦν ἀπ’ ἄλλου καὶ μὴ ἀπ’ αὐτῆς· ἦν δ’ ἂν τοῦτο, εἰ αὐτῆς κατὰ χώραν μενούσης ἄλλο τι ἦν στίλβον ἐνταῦθα κείμενον, εἰς ὃ αὐτὴ παρήχθη ***τὴν ἀπ’ αὐτῆς στιλβηδόνα ἐπιμύουσα οὖσαν ἐντὸς τῶν βλεφάρων ἑώρα ἄν (οὐ γὰρ δὴ φωτὸς χρεία πρὸς τὴν τῶν στιλβόντων ὄψιν, ἀλλ’ ἱκανὰ αὐτὰ τὴν αἰτίαν αὑτοῖς τὰ τοιαῦτα τοῦ ὁρᾶσθαι παρέχειν, ἂν ᾖ μόνον ἐν διαφανεῖ). ταύτην δή, ἐπεὶ μὴ ἀπ’ ἄλλου ἐστὶν ἀλλ’ ἀφ’ αὑτῆς, ἀεὶ μὲν ἐπιμύουσα |οὐχ ὁρᾷ· ὅταν δὲ οὕτως κινηθῇ, ὡς γίνεσθαι τρόπον τινὰ διὰ τὸ τάχος τῆς κινήσεως δύο σημεῖα, <ἐπεὶ> ἔστι διαφανὲς καὶ ἐντὸς τοῦ ὀφθαλμοῦ, διὰ τοῦτο στίλβουσα ὁρᾶται. Τί δή ποτ’ οὖν τὸ μέσον τοῦ ὀφθαλμοῦ, περὶ οὗ λέγει ὅτι <λάμπει>, οὐχ ὁρᾶται νυκτὸς καὶ ὑπὸ τῶν εἰς αὐτὸ ἀποβλεπόντων, ὥσπερ τὰ ἄλλα τὰ στίλβοντα, ὧν ἔνια καὶ αὐτὸς παρατίθεται κεφαλαὶ γὰρ ἰχθύων τινῶν καὶ ὁ τῆς σηπίας θολός, ἀλλὰ καὶ ὀφθαλμοὶ λεόντων καὶ δὲ καὶ ἄλλων τινῶν ζῴων, τούτων δέ ἐστι καὶ ἡ πυγολαμπίς); ἡ αἰτιατέον τούτου τὸ ἐπικείμενον δέρμα· ἐπισκοτεῖ γὰρ ὁ ὑμὴν οὗτος τῇ κόρῃ στιλβούσῃ πρὸς τὸ <μὴ> ὑπὸ τῶν ἔξωθεν ὁρᾶσθαι. οὐ γὰρ ὅμοιος πάντων ὀφθαλμῶν ὁ ἐπικείμενος ὑμὴν αὐτοῖς· ἀλλ’ οὐδὲ ἡ στιλβηδὼν ὁμοία τῶν λείων πάντων. τὰ μὲν οὖν ἄλλα τὰ λεγόμενα εὔλογα, ἴσως δ’ ἐκεῖνο συσπαράδεκτόν τισι δόξει τὸ δύνασθαι αὐτὸν <καὶ> ὁρῶντα καὶ ὁρώμενον γίνεσθαι διὰ τὸ τάχος τῆς παραγωγῆς ὡς ἄλλον γινόμενον καὶ ἄλλον. εἰ μὲν γὰρ ὑπομένειν ἐδύνατο κἂν ἐπ’ ὀλίγον ἡ στιλβηδὼν ἡ ἐπὶ τῇ παραγωγῇ γενομένη καὶ †ἄλλο τι μόριον ἀπὸ τῆς κόρης †ἔν τινι ἄλλῳ γινομένη ἐστὶ τὸ διαφανές, ἦν πιθανὸν τὸ ἐν τῇ οἰκείᾳ χώρα γενομένην τὴν ὄψιν καταλαμβάνουσαν ἔτι τὸ αὐτῇ πάθος ἐγγινόμενον ἐκεῖ ἔνθα παρήχθη ὁρᾶν. ἐπεὶ δὲ τοῦτο ἀδύνατον (οὐδὲ γὰρ ἐπὶ τῶν ἄλλων τῶν στιλβόντων τοιοῦτον γίνεται, ἀλλ’ ἅμα τῷ παρενεχθῆναι τὸ στίλβον καὶ ἡ ἀπ’ αὐτῶν παύεται στιλβηδών· οὐ μόνον γὰρ τοῦτο ἐπὶ τῶν στιλβόντων, ἀλλὰ καὶ ἐπὶ πάντων τῶν ὁρωμένων γίνεται, τῷ μηδὲν χρῶμα τὸ διαφανὲς παθητικῶς ἐν αὑτῷ δέχεσθαι, ὅτι μηδὲ τὴν ἀρχὴν τὸ φῶς· καὶ γὰρ ἐκεῖνο ἐκ<στὰν> τοῦ διαφανοῦς συμπαύεται ἔται τῶ φωτίζειν πεφυκότι), εἰ δὲ ἐπὶ πάντων οὕτω, πῶς ἄν ἡ κόρη ἐν τῷ κατὰ φύσιν γινομένη, εἰ καὶ ταχέως κινηθείη, δύναιτο καταλαμβάνειν τὸ στίλβον ὃ ἐν αὐτῇ ἐστι καὶ συμμεταφέρεται αὐτῇ; ὡς γὰρ οὐ δύναται |ἅμα καὶ ἐν τῇ οἰκείᾳ χώρᾳ εἶναι καὶ μὴ εἶναι, κἀν ταχέως κινῆται, οὕτως τὴν στιλβηδόνα τὴν ἀπ’ αὐτῆς ὁρᾶν ὡς οὖσαν κατ’ ἄλλο. μήποτ’ οὖν οὐχ οὕτω χρὴ δύο γίνεσθαι τὴν ὄψιν ὑπολαμβάνειν ἐν τῆ κινήσει, ὡς δύο ὁλοκλήρων γινομένων καὶ τοῦ αὐτοῦ κατὰ τὸ αὐτὸ ὁρῶντός τε ἅμα καὶ ὁρωμένου, μορίου δὲ ὁρωμένου. ὅταν γὰρ οὕτω παραχθῇ, ὡς μήτε τῆς οἰκείας χώρας πάντη ἔξω εἶναι πᾶσα μήτε πάντη μένειν κατὰ φύσιν ἔχου σὰ παρήχθη δὲ ἐπί τι οὕτως, ὡς τὸ καταλειπόμενον ὑπ’ αὐτῆς ἐν τῇ οἰκείᾳ χώρᾳ ὁρᾶν ἔτι δύνασθαι, τῷ ἐπ’ εὐθείας εἶναι τοῖς φλεβίοις, δι’ ὧν ἐγένετο τὴν κατὰ τὸ ὁρᾶν γινομένην κίνησιν διαπέμπειν ἐπὶ τὴν πρώτην αἴσθησιν τὴν στιλβηδόνα τὴν ἐπὶ τοῦ παραχθέντος μέρους ὡς ἀπ’ ἄλλου τινὸς γινομένην), ὁρᾶ τὸ μέρος τὸ αὑτῆς ὡς ἄλλο, τῷ ὁρατὸν ἐν τῷ παρὰ φύσιν αὐτὸ γινόμενον τόπῳ ἀντὶ ὁρῶντος γεγονέναι. |τοιοῦτον γὰρ καὶ τὸ ὁρώμενόν ἐστι τότε· οὐ γὰρ ὁλόκληρός τις ἡ ὄψις γίνεται. δύναται δὲ καὶ πᾶσα μὲν παρῆχθαι· ἐν δὲ τῇ εἰς τὸ φύσιν ἐπανόδῳ τὸ φθάσαν μόριον αὐτῆς [οὗ] ὲπανεληλυθέναι τὸ καταλειπόμενον ἔτι καὶ ἐν τῇ παραγωγῇ ὂν ὁρᾷ· οὐ γὰρ ἀμέγεθες σῶμα δι’ οὗ ὁρῶμεν. τοῦτο δὲ καὶ τοῦ πῦρ εἶναι αὐτὴν δόξαι τισὶν αἴτιον. ὅτι γὰρ τὸ πῦρ στίλβει, ὑπέλαβον καὶ πᾶν τὸ στίλβον πῦρ εἶναι, φανερῶς κατὰ τὴν ἀντιστροφὴν διαμαρτάνοντες· πολλὰ γὰρ στίλβει οὐκ ὄντα πῦρ, ὡς τὰ πρὸ ὀλίγου εἰρημένα. Τὸ δὲ ἐκείνως δὲ αὐτὸς αὑτὸν ὁρᾷ ὁ ὀφθαλμὸς ὥσπερ καὶ ἐν τῇ ἀνακλάσει ἴσον ἐστὶ τῷ ‘οὕτω δὲ ἐν τῇ τοιαύτῃ κινήσει καὶ θλίψει τοῦ ὀφθαλμοῦ αὐτὸς αὑτὸν ὁρᾷ ὁ ὀφθαλμός, ὥσπερ καὶ ἐν τοῖς κατόπτροις καὶ ἐν πᾶσιν, ἐν οἷς κατὰ ἀνάκλασιν αὑτὸν ὁρᾷ.’ καὶ γὰρ ἐπ’ ἐκείνων ὥσπερ δύο ὁ εἷς γίνεται, ὁ μὲν κατὰ τὴν ἔμφασίν τε καὶ ὁρώμενος ἐν τῷ κατόπτρῳ, ὁ δὲ ἀφ’ οὗ ἡ ἔμφασις, ὅς ἐστιν ὁ |ὁρῶν. ὅτι δὲ ὁρᾷ ὁ ὀφθαλμὸς καὶ μὴ πάντη ὢν ἐν ἰῇ αὑτοῦ χώρᾳ, δηλοῦσιν οἱ τὴν ὄψιν διάστροφοι. Ἐπεί, εἴ γε πῦρ ἦν, καθάπερ Ἐμπεδοκλῆς φησιν καὶ ἐν τῷ Τιμαίῳ γέγραπται. Δείξας τοῦ γινομένου πάθους ἐν τῇ τοῦ ὀφθαλμοῦ θλίψει τὴν αἰτίαν, ὑφ’ οὗ πάθους ἀνεπείσθησάν τινες ἐκ πυρὸς εἶναι τὴν ὄψιν λέγειν, νῦν ὅτι μὴ οἷόν τε αὐτὴν εἶναι ἐκ πυρὸς δείκνυσιν ἀντιλέγων Ἐμπεδοκλεῖ τε καὶ Πλάτωνι, οἳ ταύτης ἐγένοντο τῆς δόξης καί φασιν ἐκ τυρὸς οὖσαν αὐτήν, τῷ ἐκπέμπειν ἐξ αὑτῆς φῶς, ὡς ἀπὸ τῶν λαμπτήρων φῶς ἐκπέμπεται, οὕτως ὁρᾶν. εἰ γὰρ οὕτως τὸ ὁρᾶν γίνεται, διὰ τί, φησίν, οὐχὶ καὶ ἐν τῷ σκότει ἡ ὄψις ὁρᾷ, εἴγε ἐν τῷ φωτὶ μὲν ὁρᾷ, φῶς δὲ αὐτὴ ἑαυτῇ παρεῖχεν ἐκπέμπουσα ἐξ αὑτῆς; Εἰπὼν δὲ τοῦτο, ἣν αἰτίαν ὁ Πλάτων’ τοῦ μὴ δύνασθαι τὴν ὄψιν ὁρᾶν ἐν τῷ σκότει φέρει, ταύτην δείκνυσιν οὖσαν κενήν. λέγει γὰρ τὸ φῶς τοῦτο τὸ ἀπὸ τῆς ὄψεως |ἐξιόν, ὅταν μὲν φωτὸς ὄντος ἐξίῃ, σῴζεσθαί τε καὶ μιγνύμενον συγγενεῖ ὄντι τῷ ἐκτὸς φωτὶ αἴτιον ἡμῖν γίνεσθαι τοῦ ὁρᾶν, ὅταν δὲ σκότος ᾗ πρὸς ἀνόμοιον τὸ περιέχον ἐκπῖπτον ἀποσβέννυσθαι. ἡ δὲ λέξις ἡ ἐκ τοῦ Τιμαίου δι’ ἧς ταῦτα λέγει αὕτη· “τοῦ πυρὸς ὅσον τὸ μὲν καίειν οὐκ ἔσχε, τὸ δὲ παρέχειν φῶς ἥμερον οἰκεῖον ἑκάστης ἡμέρας, σῶμα ἐμηχανήσαντο γίνεσθαι. τὸ γὰρ ἐντὸς ἡμῶν ἀδελφὸν τούτου πῦρ εἰλικρινὲς ἐποίησαν διὰ τῶν ὀμμάτων ῥεῖν λεῖον μὲν καὶ πυκνὸν ὅλον μέν, μάλιστα δὲ τὸ μέσον συμπιλήσαντες τῶν ὀμμάτων, ὥστε τὸ μὲν ἄλλο ὅσον παχύτερον στέγειν πᾶν, τὸ τοιοῦτον δὲ μόνον αὐτὸ καθαρὸν <διηθεῖν>. ὅταν οὖν μεθημερινὸν ᾖ φῶς περὶ τὸ τῆς ὄψεως ῥεῦμα, τότε ἐκπῖπτον ὅμοιον πρὸς ὅμοιον, ξυμπαγὲς γενόμενον, ἓν σῶμα οἰκειωθὲν ξυνέστη κατὰ τὴν τῶν ὀμμάτων εὐθυωρίαν, ὅπῃπερ ἂν ἀντερείδῃ τὸ προσπῖπτον ἔνδοθεν |πρὸς ὃ τῶν ἔξωθεν συνήντησεν. ὁμοιοπαθὲς δὴ δι’ ὁμοίοτητα πᾶν γενόμενον, ὅτου τε ἂν αὐτό ποτε ἐφάπτηται καὶ ὃ ἄν ἄλλο ἐκείνου, τούτου τὰς κινήσεις διαδιδὸν εἰς ἅπαν τὸ σῶμα μέχρι τῆς ψυχῆς αἴσθησιν παρέσχετο ταύτην, ἣν δὴ ὁρᾶν ἔφαμεν, ἀπελθόντος δὲ εἰς νύκτα τοῦ συγγενοῦς πυρὸς ἀποτέμνεται. πρὸς γὰρ ἀνόμοιον ἐξιὸν ἀλλοιοῦται αὐτὸ καὶ κατασβέννυται, ξυμφυὲς οὐκέτι τῷ πλησίον ἀέρι γινόμενον ἅτε πῦρ οὐκ ἔχοντι· παύεται οὖν ὅρων, ἔτι ’δε ἐπαγωγὸν ὕπνου γίνεται . οτι οε τοῦτο κενῶς λέγεται τὸ ὑπὸ τοῦ σκότους ἀποσβέννυσθαι τὸ ἐξιὸν ἀπὸ τῶν ὀφθαλμῶν φῶς, δείκνυσι. τίς γὰρ ὅλως ἐστὶν ἀπόσβεσις φωτός; τὸ γὰρ θερμόν τε καὶ ξηρόν, τουτέστι τὸ πῦρ, πέφυκεν ἀποσβέννυσθαι ὑπὸ τοῦ ὑγροῦ τε καὶ ψυχροῦ, ὥσπερ ὁρῶμεν τὸ ἐν τοῖς ἄνθραξι καὶ ξύλοις πῦρ καὶ τὴν φλόγα· ὧν τῷ φωτὶ οὐδέτερον ὑπάρχειν φησί, τὸ ἀνθρακῶδες πῦρ ἢ φλόγα εἶναι. I εἰ δὲ τοῦτο, οὐδ’ ἂν ἀποσβεννύοιτο ὑπὸ τοῦ ψυχροῦ ἢ τοῦ ὑγροῦ. ἢ οὐδέτερον ὑπάρχειν τῷ φωτί φησι τῶν οἷς τὸ πῦρ σβέννυται· οὔτε γὰρ ὑπὸ τοῦ ὑγροῦ οὔτε ὑπὸ τοῦ ψυχροῦ σβέννυται. ἢ μᾶλλον ἡ γραφή ἐστι τοιαύτη· ‘οἶον δοκεῖ τὸ ἐν τοῖς ἀνθρακώδεσιν εἴναι πῦρ καὶ ἡ φλόξ ἐν τῷ φωτί. οὐδέτερον δὲ φαίνεται ὑπάρχον περὶ τὸ σκότος. τοῦτο γὰρ οὔτε ὑγρὸν οὕτε ψυχρόν, οἷς ἀποσβέννυται᾿. ᾧ καὶ τὸ ἐπιφερόμενον ἐστιν. Εἰ δ’ ἄρα ὑπάρχει μέν, ἀλλὰ διὰ τὸ ἠρέμα λανθάνει. Εἰ γάρ τις λέγει ‘ὐπάρχει μὲν τῷ σκότει ἢ ἄμφω ταῦτα ἢ τὸ ἕτερον, διὰ δὲ τὸ ἠρέμα αὐτῷ ὑπάρχειν ἡμᾶς μὲν λανθάνει, σβέννυσι μέντοι τὸ φῶς τῇ ἐνούσῃ μὲν ἐν αὐτῷ δυνάμει, ἡμῖν δὲ ἀδήλῳ ὡς ἄν λεπτὸν ὂν καὶ εὐπαθές’, ἔδει τούτῳ τῷ λόγῳ μεθ’ ἡμέραν ἀπο|σβέννυσθαι ὑπὸ τού. τῶν, ὑφ’ ὧν καὶ τὸ ἰσχυρότερον, φλόξ, ἀποσβέννυται, ἔν τε τῷ ὕδατι διὰ τὴν ὑγρότητα καὶ ἐν τοῖς πάγοις διὰ τὴν ψυχρότητα, ὡς γίνεσθαι ἐν τοῖς πάγοις σκότος· τὸ γοῦν ἐν τοῖς ἄνθραξι πῦρ καὶ ἡ φλὸξ ταῦτα πάσχοντα ὁρᾶται. οὐδὲν δὲ τοιοῦτον ὁρῶμεν γινόμενον. εἰ δὲ ὑπὸ τούτων μὴ ἄπο. σβέννυται τὸ φῶς, οὐδ’ ἂν ἐν τῷ σκότει τὸ ἐκ τῶν ὀφθαλμῶν ἐκπεμπόμενον ἀποσβεννύοιτο. εἰ δὲ μὴ σβεννυμένου αὐτοῦ ἔδει ὁρᾶν ἡμᾶς, εἰ ἐξεπέμπετο, οὐχ ὁρῶμεν δέ, οὐδ’ ἂν ἐκπέμποιτο τὴν ἀρχήν, ὡς ὁ Τίμαιος λέγει. ὅτι δὲ μή ἐστι τὸ σκότος ὑγρὸν καὶ ψυχρόν, ἅνπερ ἐστὶ σβεστικὰ πυρός, καὶ ἐντεῦθεν δῆλον· γίνεται γὰρ καὶ ἐν τοῖς ξηροῖς καὶ θερμοῖς τόποις, οὐ μόνον ἐν τοῖς αντικειμενοις. ἔτι εἰ ἦν τῳ ἐκπέμπειν φὼς τὸ ὁρᾶν, οὐκ ἔδει τὰ ἐν τῷ ὕδατι ὄντα ὁρᾶν. πῶς γὰρ οἷόν τε ἐν ὕδατι πῦρ τε καὶ φῶς τοιοῦτον διαμένειν καὶ μὴ σβέννυσθαι; ἔτι εὐλογώτερον ἦν τὸ ὀλίγον φῶς τοῦτο ἐκπεμπόμενον ἡμέρας ἀποσβέννυσθαι μᾶλλον ἢ σκότους· ὁρῶμεν γὰρ τὸ πλεῖον πῦρ καὶ τὸ πλεῖον φῶς τοῦ ὀλίγου φθαρτικά. ἃ γάρ νυκτὸς φωτίζει, ταῦτα ἡμέρας οὔσης ἐξασθενεῖ· ὥστε εὐλογώτερον, εἰ τῷ ἐκπέμπειν φῶς τὸ ὁρᾶν, νυκτὸς μᾶλλον ὁρᾶν τὰ ζῷα ἢ μεθ’ ἡμέραν. Εἰπὼν δὲ ταῦτα περὶ τῆς δόξης τοῦ Πλάτωνος ἐπὶ τὴν Ἐμπεδοκλέους μέτεισι δόξαν. λέγει δὲ αὐτὸν ποτὲ μὲν τὸ ἀπὸ τῆς ὄψεως ἐκπεμπόμενον φῶς αἰτιᾶσθαι τοῦ ὁρᾶν, ποτὲ δὲ ἀπορροίας τινὰς ἀπὸ τῶν ὁρωμένων. καὶ πρῶτόν γε παρατίθεται αὐτοῦ τὰ ἔπη δι’ ὧν ἡγεῖται καὶ αὐτὸς π εἶ ’ναι τὸ φῶς καὶ τοῦτο ἐκ τῶν ὀφθαλμῶν προχεῖσθαί τε καὶ ἐκπέμπεσθαι καὶ τούτῳ τὸ ὁρᾶν γίνεσθαι. ἀπεικάζει γὰρ διὰ τῶν ἐπῶν τὸ ἐκπεπόμενον ἀπὸ τῆς ὄψεως σῶς τῶ διὰ τῶν λυχνούχων φωτί. ὡς γὰ ὁδοιπορεῖν τις νυκτὸς μέλλων λύχνον παρασκευασάμενος ἐντίθησιν εἰς λαμπτῆρα ὁ γὰρ λαμπτὴρ τὰ μὲν ἔξωθεν πνεύματα |ἀπείργει τε καὶ κωλύει, τοῦ δὲ πυρὸς τὸ λεπτότατον εἰς τὸ ἔξω διίησιν, ὅπερ ἐστὶ φῶς), οὕτω, φησί, καὶ ἐν ταῖς μήνιγξι καθειργόμενον τὸ πῦρ ὑπὸ λεπτῶν ὑμένων περιέχεται, οἳ τὰ μὲν ἔξωθεν προσπίπτοντα λυμαντικὰ τοῦ πυρὸς ἀπείργουσι καὶ οὐκ ἐῶσιν ἐνοχλεῖν τῇ κόρῃ, τὸ δὲ λεπτότατον τοῦ πυρὸς εἰς τὸ ἔξω διιᾶσιν. ἀμουργοὺς δὲ τοὺς λαμπτῆρας λέγοι ἄν τοὺς ἀπειρκτικοὺς ἀπὸ τοῦ ἀπερύκειν τὰ πνεύματα καὶ σκέπειν τὸ περιεχόμενον ὑπ’ αὐτῶν πῦρ· ἢ ἀμουργοὺς τοὺς πυκνοὺς καὶ διὰ πυκνότητα ἀπερύκοντας τὰ πνεύματα, ταναὸν δὲ τὸ πῦρ τὸ διὰ λεπτότητα τεινόμενόν τε καὶ διεκπίπτειν διὰ τῶν πυκνῶν δυνάμενον. κατὰ βηλὸν δὲ κατὰ τὸν οὐρανόν· Ὅμηρος· „ῥίπτεσκεν τεταγὼν ἀπὸ βηλοῦ, ὄφρ’ ἂν ἵκηται γῆν ὀλιγηπελέων“. λεπτῇσι δὲ ὀθόνῃσιν ἐχεύατο κύκλοπα κούρην εἶπεν ἀντὶ τοῦ λεπτοῖς ὑμέσι περιέλαβε τὴν κυκλοτερῆ κόρην, πρὸς τὸ ὄνομα τῆς κόρης χρησάμενος ποίη|τικῶς ταῖς ὀθόναις ἀντὶ τῶν ὑμένων. δείξας δὲ αὐτὸν διὰ τούτων τῶν ἐπῶν ταῦτα λέγοντα, προστίθησι τὸ ὁτὲ μὲν οὕτως ὁρᾶν φησιν, ὁτὲ δὲ ταῖς ἀπορροίαις ταῖς ἀπὸ τῶν ὁρωμένων ἀπορρεῖν τινά, ἃ προσπίπτοντα τῇ ὄψει, ὅταν ἐναρμόσῃ τοῖς ἐν αὐτῇ πόροις τῷ εἶναι σύμμετρα, εἴσω τε χωρεῖν καὶ οὕτως τὸ ὁρᾶν γίνεσθαι. ταύτης τῆς δόξης καὶ Πλάτων μνημονεύει ὡς οὕσης Ἐμπεδοκλέους ἐν Μένωνι, καὶ ὁρίζεται κατὰ τὴν δόξαν τὴν ἐκείνου τὸ χρῶμα ἀπορροὴν σωμάτων ὄψει σύμμετρον καὶ αἰσθητήν. Δημόκριτος δ’ ὅτι μὲν ὕδωρ φησὶν εἶναι, λέγει καλῶς, ὅτι δ΄ οἴεται τὸ ὁρᾶν εἶναι τὴν ἔμφασιν, οὐ καλῶς. Ἀντειπὼν τοῖς ἐκ πυρὸς τὴν ὄψιν ποιοῦσιν ἐπὶ τὴν Δημοκρίτειον δόξαν μετελήλυθε, καὶ τὸ μὲν ἐξ ὕδατος τὴν ὄψιν λέγειν αὐτὸν εἶναι ἐπαινεῖ, τὸν δὲ τρόπον καθ’ ὃν γίνεσθαι τὸ ὁρᾶν λέγει οὐκ ἀποδέχεται. λέγει γὰρ Δημόκριτος τὸ ὁρᾶν εἶναι τὸ τὴν ἔμφασιν τὴν ἀπὸ τῶν ὁρωμένων δέχεσθαι. ἔστι δὲ ἡ ἔμφασις τὸ ἐμφαινόμενον εἶδος ἐν τῇ κόρῃ, ὁμοίως δὲ καὶ ἐν τοῖς ἄλλοις τῶν διαφανῶν, ὅσα οἷά τε τὴν ἔμφασιν φυλάττειν ἐν αὑτοῖς. ἡγεῖται δὲ αὐτός τε καὶ πρὸ αὐτοῦ Λεύκιππος καὶ ὕστερον δὲ οἱ περὶ τὸν Ἐπίκουρον εἴδωλά τινα ἀπορρέοντα ὁμοιόμορφα τοῖς ἅς ὧν ἀπορρεῖ ταῦτα δέ ἐστι τὰ ὁρατά) ἐμπίπτειν τοῖς τῶν ὁρώντων ὀφθαλμοῖς καὶ οὕτως τὸ ὁρᾶν γίνεσθαι. οὗ τεκμήριον παρατίθεται τὸ ἀεὶ τῶν ὁρώντων ἐν τῇ κόρῃ εἶναι τὴν τοῦ ὁρωμένου ἔμφασιν καὶ εἴδωλον· ὃ δὴ καὶ τὸ ὁρᾶν εἶναι. ἀντιλέγει δὲ πρὸς τὴν δόξαν τοῦ Δημοκρίτου ταύτην τοῦτο μὲν συμβαίνειν λέγων τὴν ἔμφασιν) διὰ τὸ τὸ ὄμμα λεῖον εἶναι· τὰ γὰρ λεῖα πάντα πέφυκε τὴν τοιαύτην ἀπὸ τῶν ὁρατῶν ἔμφασιν δέχεσθαι, οὐχ ὁ ὀφθαλμὸς μόνος. ὅτι δὲ οἴεται τὸ ὁρᾶν εἶναι τὴν ἔμφασιν, οὐ καλῶς τοῦτ’ ἔστιν ‘ὅτι δὲ οἴεται τὴν ἔμφασιν αἰτίαν εἶναι τοῦ ὁρᾶν, οὐ καλῶς.' Καὶ ἔστιν οὐκ ἐν ἐκείνῳ, ἀλλ’ ἐν |τῷ ὁρῶντι· ἀνάκλασις γὰρ τὸ πάθος. Δοκεῖ μοι σφόδρα βραχέως εἰρῆσθαι τὸ λεγόμενον, διὸ καὶ ἀσαφὲς εἶναι. ἔστι γὰρ ὃ λέγει· καὶ ἔστιν οὐκ ἐν ἐκείνῳ τὸ ὁρᾶν, τουτέστιν οὐ (??)διὰ τὴν ἔμφασιν οὐδὲ ἐν τῇ ἐμφάσει ἐστὶ τὸ ὁρᾶν, ἀλλ’ ἐν τῷ ὀρῶντι, τουτέστι τῷ ἔχοντι τὴν ὁρατικὴν δύναμιν· ἡ γὰρ ἔμφασις ἀνάκλασίς τίς ἐστι καὶ πάθος’. ἢ τὸ καὶ ἔστιν οὐκ ἐν ἐκείνῳ, ἀλλ’ ἐν τῷ ὁρῶντι· ἀνάκλασις γὰρ τὸ πάθος ἴσον ἐστὶ τῷ καὶ ἔστιν οὐκ ἐν τῇ ἐμφάσει τὸ ὁρᾶν, ἀλλ’ ἐν τῷ ὁρῶντι ἡ ἔμφασις’. οὗ δεικτικὸν τὸ ἐπενεχθὲν τὸ ἀνάκλασις γὰρ τὸ πάθος. ἐν γὰρ τῷ ὀφθαλμῷ, ὅς ἐστιν ὁ ὁρῶν, ἡ ἔμφασις, διότι λεῖος. ἡ γὰρ ἔμφασις πάθος τί ἐστι κατὰ ἀνάκλασιν γινόμενον ἐν τοῖς λείοις τε καὶ σύστασίν τινα ἔχουσιν, ὡς δύνασθαι σῴζειν τὸ ἐμφαινόμενον διὰ τοῦ μεταξὺ διαφανοῦς γινόμενον, ὁποῖόν ἐστι καὶ ὁ ὀφθαλμός. ὅθεν πάλιν ὡς τὸ ὁρατὸν ἔχοντος ἐν αὑτῷ, τοῦτο δέ ἐστιν ἡ ἔμφασις, ἐπ’ ἄλλο τι διάδοσις τῆς ἐμφάσεως γίνεται καὶ ἐπ’ αὐτὸν τὸν ὁρῶντα. τῷ οὖν καὶ τὸν ὀφθαλμὸν τοιοῦτον εἶναι (λεῖος γάρ) γίνεται καὶ ἐν τούτω ἡ ἔμφασις κατὰ τὴν τῶν ὁρωμένων ἀνάκλασιν διὰ τοῦ μεταξὺ διαφανοῦς, ὅταν κατ’ ἐνέργειαν τοιοῦτον ᾖ. κοινότερον δὲ χρῆται τῷ τῆς ἀνακλάσεως ἐπὶ τῆς ἐμφάσεως ὀνόματι, ὡς καθωμιλημένῳ ἐπὶ τούτων· ἐπεὶ ὅτι γε οὐ κατ’ ἀνάκλασιν ταῦτα γίνεται, ὡς δοκεῖ τοῖς ἀπὸ τῶν μαθημάτων, ἀλλὰ τῇ τοῦ διαφανοῦς διακονίᾳ, ὃ πάσχον πὼς ὑπὸ τοῦ ὁρωμένου διαδίδωσιν ὃ πάσχει πάθος τοῖς λείοις τε καὶ στέγειν αὐτὰ καὶ σῴζειν δυναμένοις, ὅταν ἐπ’ εὐθείας ᾖ ταῦτα τοῦ ὁρωμένου κείμενα, ἀπὸ τούτων πάλιν πάσχον ὡς ἀπ’ ἀρχῆς τινος τὸ πάθος διαδίδωσιν ἐπὶ ταῦτα ἀφ’ ὧν τὴν ἀρχὴν ἔπαθεν, εἴρηκεν, ὅτε ἔλεγεν ἐν τοῖς Περὶ ψυχῆς περὶ τοῦ πῶς ὁρῶμεν. εἰπὼν δὲ τὴν ἔμφασιν οὐ τὸ ὁρώμενον εἶναι ἀλλὰ πάθος τι καὶ ἀνάκλασιν, προστίθησιν ὅτι μηδέπω περὶ τῶν ἐμφάσεων τε καὶ ἀνακλάσεων δῆλον <ἦν> τῷ |Δημοκρίτῳ ἴσως, μήτε τί εἰσιν αἱ ἐμφάσεις μήτε πῶς γίνονται μήτε ὅτι τά λεῖα καὶ στέγειν δυνάμενα πάντα τῶν τοιούτων ἐμφάσεων δεκτικά, οὐχ αἱ ὄψεις μόνον. εἰπὼν δὲ ταῦτα προστίθησιν ὅτι καὶ τοῦτο ἄτοπον τὸ μὴ ἐπελθεῖν αὐτῷ ἀπορῆσαι διὰ τί πλειόνων ὄντων τῶν τὰς ἐμφάσεις καί. ὡς αὐτὸς ἡγεῖται, τὰ εἴδωλα δεχομένων 5 μόνος ὁ ὀφθαλμὸς ὁρᾷ. εἰ γάρ ἐπέστησε τούτῳ, οὐκ ἄν ἐδόκει αὐτῷ ἔμφασις ἡ ὁρῶσα εἶναι. πολλὰ γὰρ ἄψυχα δέχεται τὴν τοιαύτην ἔμφασιν, ἀλλ’ οὐχ ὁρᾷ. μὲν οὖν εἶναι τὴν ὄψιν ὕδατος, ἀληθές μέν, οὐ μέντοι συμβαίνει τὸ ὁρᾶν ᾗ ὕδωρ. Ἀληθὲς μέν φησι τὸ ὑπὸ Δημοκρίτου λεγόμενον εἶναι, τὸ ὅτι ἡ ὄψις ὕδατός ἐστιν· οὐ μὴν διότι ὕδωρ ἐστὶ καὶ ἐξ ὕδατος, διὰ τοῦτο ὁρᾷ, ἀλλὰ καθότι συμβέβηκε τῷ ὕδατι διαφανεῖ εἶναι· διὰ γὰρ διαφανοῦς τὸ ὁρᾶν. διὸ καὶ δι’ ὕδατος· διαφανὲς γὰρ καὶ τοῦτο. |ἑξῆς δὲ προστίθησι καὶ τὴν αἰτίαν δι’ ἥν, ὀφείλοντος διαφανοῦς εἶναι τούτου ᾧ ὁρῶμεν, ὄντος δὲ διαφανοῦς οὐκ ἔλαττον τοῦ ἀέρος ἢ τοῦ ὕδατος, ἐστιν ὕδατος ὁ ὀφθαλμός. λέγει γάρ· διὰ τὸ εὐφυλακτότερον εἶναι τὸ ὕδωρ τοὺ ἀέρος καὶ δύνασθαι μᾶλλον σῴζεσθαι ἐν ᾧ ἂν ἀποληφθῇ ὁ γὰρ ἀὴρ εὐδιάπνευστός τε καὶ δυσαπόληπτος τῷ διαπνεῖσθαι ῥᾳδίως) εἴη ἂν ἐξ ὕδατος, καὶ διὰ τὸ φυλακτικώτερον εἶναι τοῦ τόπου τὸ ὕδωρ τοῦ ἀέρος καὶ μᾶλλον συνεστάναι τούτου γὰρ τὸ εὐυποληπτότερον ὄνομα, ᾧ κέχρηται, σημαντικόν)· σύστασιν γὰρ μᾶλλον ἔχει, εὐρίπιστος γὰρ ὁ ἀήρ. καὶ ἔστιν ὁ μὲν ἀὴρ διαφανὴς μόνον διὰ λεπτότητα, τὸ δὲ ὕδωρ καὶ διαφανὲς καὶ ἐμφανές. δι’ οὗ μὲν οὖν ὁρῶμεν ἀρκεῖ τοῦτο διαφανὲς εἶναι, ᾧ δὲ ὁρῶμεν, τοῦτο καὶ ἐμφανὲς καὶ τοιοῦτον οἷον δέχεσθαι δύνασθαί τε καὶ σῴζειν τὰ τῶν ὁρωμένων εἴδη· ἢ οὐδὲν ἡ ἔμφασις πρὸς τὸ ὁρᾶν συντελεῖ, ἀλλ’ ἱκανὴ ἡ διαφάνεια, ὡς εἶπεν. ἔτι δύο ὑπεροχῶν οὐσῶν ἐν τῷ διαφανεῖ καὶ |ὄντος ἄκρως μὲν ἀραιοῦ τοὐ ἀέρος, στερεῶν δὲ πάλιν τῶν ὡρισμένων διαφανῶν (ταῦτα δέ ἐστι τὰ ἴδιον πέρας ἔχοντα, ὡς ὕελός τε καὶ τῶν λίθων οἱ τοιοῦτοι), μέσον ἐστὶν ἑκατέρου τῶν ἄκρων τούτων τὸ ὕδωρ· ἔδει δὲ τὸ ἑκατέρων ἀντιληψόμενον τῶν ὑπερβολῶν ἐν μέσῳ εἶναι ἑκατέρου (εἰ γὰρ ἦν ἐκ τοῦ ἑτέρου τῶν ἄκρων, οὐκ ἂν ἀντελαμβάνετο τοῦ ἑτέρου πόρρω ὄντος καὶ κατὰ πολὺ διεστῶτος, ἐπεί, ὡς αὐτὸς εἴρηκεν ἐν τῷ δευτέρῳ Περὶ ψυχῆς, δεῖ εἶναι τὸ δι’ οὗ αἰσθανόμεθα). ἔστι δὲ τοιοῦτον τὸ ὕδωρ πρὸς τὰ ἄλλα διαφανῆ· εἰκότως οὖν ἐκ τούτου ἡ ὄψις. Ὅτι δὲ ἐξ ὕδατός ἐστιν ἡ κόρη δι’ ἧς ὁρῶμεν, καὶ ἐξ αὐτῶν δείκνυσι τῶν ὀφθαλμῶν· διαφθειρομένων γὰρ τούτων τὸ ἐκρέον ὕδωρ φαίνεται ὄν. ἀλλὰ καὶ ἐν τοῖς παντελῶς ἔτι τῶν ἐμβρύων νεογνοῖς φησι τῇ τε ψυχρότητι καὶ τῆ λαμπρότητι ὑπερβάλλειν τὸ ἐν τοῖς ὀφθαλμοῖς ὑγρόν. †δῆλόν ἐστι καὶ ἐκ τῶν ἀνατομῶν |τὰ τοῦ ὀφθαλμοῦ· οὐ γὰρ ἄλλο τί ἐστιν ἢ ὑγρὸν τὸ περιεχόμενον ἐν ἐκείνῳ τῷ χιτῶνι, ἔνθα ἡ κόρη. λέγει δὲ καὶ διὰ τοῦτο ἐν τοῖς ἐναίμοις τῶν ζῴων τὸ λευκὸν τοῦ ὄμματος λιπαρὸν εἶναι μάλιστα, ὅπως διαμένῃ τὸ ὑγρὸν τὸ αὐτόθι ἄπηκτον θαλπόμενον διὰ τούτου. διὸ 15 ἀρριγότατος ὁ ὀφθαλμός ἐστι. τὰ μὲν οὖν τῶν ζῴων ἔναιμα ταύτην τὴν 5 βοήθειαν ἔχει πρὸς τὸ μὴ πήγνυσθαι αὐτῶν τὸ ἐν τοῖς ὄφ’ ὀφθαλμοῖς ὑγρόν· τὰ δὲ ἄναιμα πιμελὴν μὲν οὐκ ἔχει, σκληρόφθαλμα δέ ἐστι διὰ τήν τῶν περικειμένων χιτώνων τῷ ὑγρῷ δι’ οὗ ὁρῶσι στερέοτητα καὶ ὑπὸ τούτων σκέπονται. Ἄλογον δ’ ὅλως τὸ ἐξιόντι τινὶ τὴν ὄψιν ὁρᾶν. Εἰπὼν μεταξὺ τὴν Δημοκρίτου δόξαν ἐπάνεισι πάλιν ἐπὶ τὴν πρότερον ῥηθεῖσαν. καὶ ἐπεὶ οἱ ἐκ πυρὸς τὴν ὄψιν ποιοῦντες ἔλεγον τὸ ὁρᾶν γενέσθαι ἐξιόντος τινὸς φωτὸς ἀπὸ τῶν ὀφθαλμῶν, καθόλου ἐνστὰς πρὸς τὸ ἐξιόντι τινὶ ἀπὸ τῶν ὀφθαλ|μῶν τὸ ὁρᾶν γίνεσθαι, ἀνελὼν τοῦτο συναναιρήσει αὐτῷ καὶ ὃ τούτῳ εἵπετο· εἵπετο δὲ καὶ τὸ ἐκ τοῦ πυρὸς τὴν ὄψιν εἶναι. τῷ δὲ μὴ ἐξιόντι τινὶ ἀπὸ τῶν ὀφθαλμῶν τὸ ὁρᾶν γίνεσθαι συναναιροῖτ’ ἄν καὶ τὸ ἀνάκλασιν γίνεσθαι. ἄλογον γάρ, φησίν, ὅλως τὸ ἐξιόντι τινὶ ἀπὸ τῶν ὀφθαλμῶν τὸ ὁρᾶν γίνεσθαι. ἐπεὶ δὲ τῶν ὁμοίως λεγόντων τὸ ὁρᾶν γίνεσθαι οἱ μὲν μέχρι τοῦ ὁρωμένου ἡγοῦντο τὸ ἐξιὸν ἀπὸ τῶν ὀφθαλμῶν ἀποτείνεσθαι, ὥσπερ οἱ μαθηματικοί, οἵτινες δι’ ἀκτίνων ἐξιουσῶν ἀπὸ τῶν ὀφθαλμῶν καὶ μέχρι τῶν ὁρωμένων ἀποτεινομένων ὁρᾶν ἡμᾶς λέγουσι (κῶνον γάρ τινά φασιν ἐκ τῶν ἀκτίνων γίνεσθαι κορυφὴν ἔχοντα τὴν ὄψιν, βάσιν δὲ τὸ ὁρώμενον, καὶ τούτῳ τῷ κώνῳ περιλαμβάνεσθαί τε τὰ ὁρώμενα καὶ οὕτως ὁρᾶσθαι, τῆς τοῦ κώνου βάσεως περιλαμβανούσης αὐτά), οἱ δὲ μέχρι τινὸς τὸ ἐκπεμπόμενον ἀπὸ τῶν ὀφθαλμῶν φῶς προιέναι φασίν, ἔπειτα συμμιγὲς γίνεσθαι τῷ ἔξω φωτὶ καὶ τούτου τοῦ ἐξ ἀμφοῖν συστάντος τε καὶ συμφύντος φωτὸς |κατὰ τὸ πέρας τοῖς ὀφθαλμοῖς προσπίπτοντος καὶ διαγγέλλοντος τὸ πάθος τῷ ὀφθαλμῷ τὸ ὁρᾶν γίνεσθαι, ὡς Πλάτωνι δοκεῖ, ἀμφοτέρας φησὶ τὰς δόξας ἀτόπους, πρὸς μαθηματικοὺς οὐδὲν ἀντιλέγων ἄλλο, πρὸς δὲ τοὺς τὸ φῶς ἐξιέναι λέγοντας, ἔπειτα συμφύεσθαι τῷ ἀπὸ τῶν ὁρωμένων φωτὶ λέγει, ἐπειδὴ τῶν πῦρ 5 τὴν ὄψιν εἶναι λεγόντων αὕτη ἡ δόξα ἐστίν, ἣν αὐτῷ προηγουμένως ἀνελεῖν πρόκειται. Λέγοιτο δ΄ ἂν καὶ πρὸς ἐκείνους πρῶτον μὲν ὅτι ἀνάγκη σῶμα εἶναι τὸ ἐκπεμπόμενον· οὐ γὰρ δὴ οἷόν τε ἀσώματόν τι κινηθῆναι καθ’ αὑτὸ τοπικῶς. ὄντος δὲ σώματος τοῦ ἐκπεμπομένου, πῶς οὐκ ἀναλίσκεται. τὰ ὁρῶντα τοσοῦτον ἀφεστῶτα τοῦ ὁρωμένου, ὅσον ὁ οὐρανὸς ἡμῶν; καὶ γὰρ εἰ λεπτότητι τὸ ἐκπεμπόμενον σῶμα διαφέροι, ἀλλ’ οὖν τὸ πλῆθος τοῦ διαστήματος ἱκανὸν καὶ μεῖζον καταναλῶσαι σῶμα οὗ τὰ ζῷα ἔχει, κἀν εἰς λεπτότατόν τις αὐτὸ ἀναλύσῃ. |νῦν δὲ οὐδὲν ἐλάττον ὁρᾶται τὰ ζῷα γινόμενα, ὅτε τὰ ἀπὸ τοσούτου διαστήματος ὁρᾷ ἢ ὁπότε ἐπιμύει. ἔτι εἰ λεπτὸν οὕτως τὸ προχεόμενόν ἐστιν, ὡς δύνασθαι ἐπὶ τοσοῦτον ἀποτεινόμενον μηδὲν φανερῶς ἀπαναλίσκειν τοῦ ἀφ’ οὗ προχέεται σώματος, πῶς οὐκ εὔφθαρτόν ἐστιν ὑπὸ τοῦ τυχόντος; τὰ γὰρ λεπτότατα τῶν σωμάτων εὐπαθῆ. φαίνεται δὲ τοῦτο μηδὲ ὑπὸ τῶν βιαιοτάτων ἀνέμων ἐκτρέπεσθαι δυνάμενον ἰῆς ἐπ’ εὐθείας τάξεως. ἔτι εἰ οὕτως ἐστὶ λεπτόν, διὰ τί δὴ καὶ ἐπιμυόντων ἡμῶν οὐ προχεῖται διὰ τῶν ἐν τῶ βλεφάρῳ πόρων; καὶ διὰ τί οὐχ ὁρῶμεν καὶ τότε; πολὺ γὰρ λεπτότερον τὸ ῥεῦμα τὸ τῶν ἀκτίνων τῶν ἱδρώτων οἳ ἐκκρίνονται δι’ αὐτοῦ. ἀλλ’ οὐδὲ τὰ βλέφαρα ἐπιμυόντων οὕτως ἥρμοσται πρὸς ἄλληλα, ὡς μὴ δύνασθαι τὰς ἀκτῖνας οὕτως οὔσας λεπτὰς προχεῖσθαι. καὶ γὰρ εἰ διὰ τῶν στερεῶν διαφανῶν οἷαί τέ εἰσι διέρχεσθαι ὁρῶμεν γὰρ διὰ τῶν τοιούτων τὰ ἐπέκεινα, ὡς διὰ τῶν σπέκλων τε καὶ τῶν φεγγιτῶν |λίθων), δῆλον ὡς καὶ διὰ τοῦ δέρματος τοῦ βλεφάρου δύναιτ’ ἄν προχεῖσθαι. ἔτι διὰ τί οὐκ εἰς στενὸν ἀπολήγουσιν αἱ ἀκτῖνες ἐκπεμπόμεναι, ὥσπερ καὶ πάντα τὰ ἀπό τινων; ἀπορρέον γὰρ ὕδωρ ἐν τῇ προόδῳ στενούμενον ὁρῶμεν, ἀλλὰ καὶ ἡ φλὸξ εἰς ὀξὺ ἀπολήγει. ταύτας δὲ τοὐναντίον ἐκχεομένας πλατύνεσθαί φασι καὶ ἀπολήγειν εἰς κώνου βάσιν. ἔπειτα εἰ σῶμά ἐστι τὸ ἐκπεμπόμενον, δῆλον ὡς καὶ τόπον καθέξει. εἰ δὲ μηδέν ἐστι κενόν, ἤτοι σῶμα διὰ σώματος χωρήσει καὶ δύο σώματα ἅμα ἐν τῷ αὐτῷ ἔσται τόπῳ ἢ καὶ πλείω, εἰ πλείους ἅμα εἶεν οἱ ὁρῶντές τι ταὐτόν, ἢ ἀντιπερίστασις ἔσται, εἰ μὲν ἐν ἀέρι ὁρῶμεν, ἀέρος, εἰ δὲ ἐν ὕδατι, ὕδατος. εἰς τί οὖν ἡ ἀντιπερίστασις; οὔτε γὰρ εἰς τὸν ὀφθαλμὸν καὶ τὴν κόρην οἷόν τε δέχεσθαι τὸ ἀντιμεθιστάμενον ταῖς ἀκτῖσιν ὕδωρ, ὅταν δὴ ἐν ὕδατι βλέπωμεν, οὔτε διὰ τῆς ἀναπνοῆς ἡμᾶς δέχεσθαι αὐτό· οὐδὲ γὰρ ἀναπνέομεν τὴν ἀρχὴν |ἐν ὕδατι ὄντες. ζητητέον οὖν <ἐν> τῇ τοῦ ὕδατος ἀντιπεριστάσει τὸ πρὸς τί τοῦτο τὸ σῶμα τὸ δι’ οὗ φέρεται ὁ κῶνος. ἑνὸς μὲν γὰρ ὁρῶντος τῷ ἐκείνου κώνῳ ἂν ἀντιπεριΐστατο· εἰ δὲ καὶ δεύτερος ὁρῴη καὶ τρίτος τὸ αὐτό, πῶς ἔτι, καθ’ ὃ συμβάλλουσιν ἀλλήλοις οἱ κῶνοι, ἀντιπερίστασις ἔσται; εἰ γὰρ τὸ μόριον τοὐ κώνου τῷ μορίῳ τοῦ κώνου ἀντιπεριΐσταται, εἷς ἄν μόνος ὁρῴη, οὗ τοὐ κώνου τὸ μόριον κατέχει τὸν τόπον ἐκεῖνον τὸν πρὸς τῶ ὁρωμένῳ. ὧν γὰρ ἀντιπεριέστη τὰ μέρη τῶν κώνων, πῶς ἄν ἔτι ὁρῷεν οὗτοι; ἀλλὰ μὴν πάντες ἅμα ὁρῶσιν. ἀνάγκη ἄρα δι’ ἀλλήλων χωρεῖν τοὺς κώνους καὶ πολλὰ σώματα ἕνα καὶ τὸν αὐτὸν κατέχειν τόπον, ὃν καὶ τὸ τοῦ ἑνὸς κώνου μόριον κατέχει. ἔτι εἰ πᾶσα κίνησις ἐν χρόνῳ, κατὰ δὲ τὴν τῶν ἀκτίνων ἔκχυσίν τε καὶ τάσιν ἐπὶ τὸ ὁρώμενον τὸ ὁρᾶν, ἐν χρόνῳ ὀψόμεθα. ἀλλὰ |μὴν ἀδύνατον τὸ αὐτό τι καὶ ἰσοταχῶς κινούμενον ἐν τῷ ἴσῳ χρόνῳ κινηθῆναι τόδε τι τὸ διάστημα καὶ τὸ τούτου πολλαπλάσιον. ὁρῶμεν δὲ ἅμα τῷ ἀναβλέψαι, εἰ φῶς εἴη, τά τε ἐγγὺς καὶ τὰ πορρωτάτω. ἔτι εἰ πολλοὶ ἅμα τὸ αὐτὸ ὁρῷεν ἐκ διαφόρων τόπων καὶ φέροιντο οἱ κῶνοι ἢ ὅ τι δὴ καὶ ἔστι τὸ φερόμενον ἀπὸ τῆς ὄψεως ἐπὶ τὸ ὁρώμενον ἀπὸ πάντων τῶν ὁρώντων, ἀνάγκη δι’ ἀλλήλων φέρεσθαι τὰ φερόμενα καὶ περιλαμβάνοντα τὸ ὁρώμενον. οὕτως δὲ τέμνοιντο ἂν ὑπ’ ἀλλήλων οἱ κῶνοι. οὗ γινομένου ἀνάγκη λύεσθαι τὴν τῶν ἐκπεμπομένων σωμάτων ἐπὶ τὸ ὁρώμενον συνέχειαν, διαιρουμένης δὲ ταύτης οὐδ’ ἂν ὁρᾶν ἔτι δυνατὸν εἴη. τὸ δ’ αὐτὸ τοῦτο ἀνάγκη γίνεσθαι καὶ εἰ δύο τινὲς εἶεν οἱ ὁρῶντες ἄντικρυς ἑστῶτες ἀλλήλων, εἴη δὲ ἐπ’ εὐθείας ἑκατέρῳ τῶν ὁρώντων ὁρατόν τι κείμενον, οἱ δὲ ὁρῷεν |μὴ τὰ καθ’ αὑτοὺς ἀλλ’ ἑκάτερος αὐτῶν τὸ τῷ ἑτέρῳ ἐπ’ εὐθείας κεἰ μένον· καὶ γὰρ οὕτως ἀνάγκη κατὰ τὸ μέσον συμβάλλειν τε τοὺς κώνους ἀλλήλοις καὶ τέμνεσθαι ὑπ’ ἀλλήλων, ἢ τὸν ἕτερον διὰ τοῦ ἑτέρου χωρεῖν· οὕτως δ’ ἂν πάλιν δύο σώματα γένοιτ’ ἐν τῷ αὐτῷ. ἔτι οἱ ἐξ ἐναντίας ἀλλήλους ὁρῶντες πῶς ὁρᾶν δυνήσονται; ἢ γὰρ οἱ κῶνοι ἀπαντῶντες ἀλλήλοις οὐ προελεύσονται, εἰ εἶεν ἰσοσθενεῖς, ὥστε οὐδέτερος οὐδέτερον ὄψεται, ἢ ὁ ἕτερος τὸν ἕτερον ὄψεται, οὐκέτι δὲ καὶ ὁ ἕτερος τὸν ἕτερον. ἔτι εἰ σῶμά ἐστι τὸ ἀπὸ τῶν ὀφθαλμῶν ἀπορρέον ᾧ ὁρῶμεν, ἤτοι ἀὴρ ἔσται ἢ πῦρ· ταῦτα γὰρ λεπτότατα τῶν ἐν ἡμῖν σωμάτων. ἀλλ’ ἀέρα μὲν οὐκ εὔλογόν ἐστιν. ἔστι γὰρ καὶ πρὸ τῶν ὀφθαλμῶν καὶ πρὸ τῆς κόρης ἀήρ μάτην οὖν ἔνδοθεν ἐκπέμποιτο ἄν. εἰ δὲ πῦρ τὸ ἐκπεμπόμενον (τοῦτο λεπτότερόν τε καὶ εὐκινητότερον), πυρὸς δὲ ἡ ἄνω κίνησις κατὰ φύσιν, πῶς οὐκ εἰς τὸ ἄνω μόνον ὁρῶιμεν, ἀλλὰ καὶ τὰ ὑφ’ ἡμᾶς καὶ κάτω, καὶ ἰσοταχῶς γε καὶ ὁμοίως; ἢ τί ἔσται τὸ μετὰ τὸ προχυθῆναι ἐκ τῶν ὀφθαλμῶν τὸ πῦρ εἰς τὰ κάτω αὐτὸ βίᾳ κινοῦν; ἔτι πῶς τὰ κατὰ τοῦ ὕδατος ὁρῶμεν; πῦρ γὰρ πᾶν ἐν ὕδατι σβέννυται, καὶ ὅσῳ ἄν λεπτότερόν τε ᾖ καὶ ἔλαττον, θᾶττον. ἀλλ’ οὐδὲ διὰ τῆς ὄψεως εὔλογον φέρεσθαι πῦρ· ὕδατος γὰρ καὶ ἡ κόρη. ἔτι εἰ πῦρ ἐστι τὸ ἐκπεμπόμενον, ἔδει αὐτό, εἰ καὶ μὴ μεθ’ ἡμέραν, ἀλλὰ νυκτός γε ὁρᾶσθαι. ἀλλὰ ἐφωτίζετ’ ἂν ὁ ἀὴρ ὁ περὶ τοὺς ὁρῶντας, εἴγε πλείους ἅμα νυκτὸς ἑώρων ἐν ὀλίγῳ ἀέρι συγκεκλεισμένοι· τὸ γὰρ λέγειν ἀποσβέννυσθαι διὰ τὴν παχύτητα τοῦ ἀέρος τοῦ σκοτώδους τὸ ἐκπεμπόμενον ἐκ τῆς ὄψεως νύκτωρ πῦρ εὔηθες· πολὺ γὰρ τὸ ὕδωρ παχύτερον ὂν οὐ σβέννυσιν αὐτό. εἰ δὲ λέγοιεν φῶς τὸ ἐκπεμπόμενον εἷναι, δεικτέον αὐτοῖς ὅτι τε ἀσώματον καὶ οὐχ |οἷόν τε ἐκπέμπεσθαι καὶ προχεῖσθαι, ὥς φασι. γίνεται γὰρ κατὰ σχέσιν τοῦ φωτίζεσθαι πεφυκότος πρὸς τὸ φωτίζειν δυνάμενον· διὸ οὐδὲ κίνησις φωτός ἐστιν. ἅμα γοῦν ὁρῶμεν καὶ τὰ ἐγγὺς καὶ τὰ πόρρω τοῦ φωτίζειν πεφυκότος φωτιζόμενα, ὅσα ἀπὸ τοῦ αὐτοῦ διαστήματος οἷά τε φωτίζεσθαι ὑπ’ αὐτοῦ· ὃ ἦν ἂν ἀδύνατον, εἰ ἦν τὸ φῶς σῶμα. ὅτι δὲ σχέσις τις καὶ κατὰ σχέσιν τοῦ φωτίζοντος πρὸς τὸ φωτιζόμενον καὶ μὴ οὐσία τις καὶ σῶμα τὸ φῶς, δῆλον καὶ ἐκ τοῦ μηδ᾿ ἐπ’ ὀλίγον ὐπομένειν αὐτὸ τοῦ φωτίζοντος παρενεχθέντος. Καὶ ταῦτα μὲν καὶ τοιαῦτα λέγοιτ’ ἄν πρὸς τοὺς ἐκπέμποντάς τι σῶμα ἀπὸ τῶν ὀφθαλμῶν ἕως τῶν ὁρωμένων. ἀλλ’ οὐδ’ ἀπὸ τῶν ὁρωμένων εὔλογον ἀπορρέον τι προσπίπτειν τοῖς ὀφθαλμοῖς, καὶ οὕτως τὸ ὁρᾶν γίνεσθαι. σχεδὸν γὰρ ὅσα ἕπεται ἀδύνατα τοῖς ἀπὸ τῶν ὀφθαλμῶν λέγουσί τι ἀπορρεῖν, ἕπεται καὶ τοῖς ἀπὸ τῶν ὁρωμένων, πρὸς δὲ ἐκείνοις ἔτι καὶ τὸ μὴ οἷόν τε εἶναι τοῦ μεταξὺ διαστήματος τοῦ τε ὁρῶντος καὶ τοῦ |ὁρωμένου 07 25 αἴσθησιν γίνεσθαί τινα, εἰ οὕτως γίνοιτο τὸ ὁρᾶν. πῶς δὲ ἔτι ἀθρόον τι ὀφθήσεται; ἀνάγκη γὰρ κατὰ τοσοῦτον ὁρᾶσθαι, ὅσον ἡ κόρη δέχεται· τοσοῦτον γὰρ καὶ δέξεται τῆς ἀπορροῆς. πῶς δὲ οὐ κάμνει ἡ ὄψις τοσούτων καὶ οὕτως συνεχῶν ἐμπιπτόντων αὐτῇ σωμάτων, οὖσα οὕτως εὐπαθής; ἀλλὰ περὶ μὲν τούτων ἐν ἄλλοις ἐπὶ πλέον εἴρηται. Ὁ δὲ Ἀριστοτέλης εἰπὼν ἄλογον δὲ ὅλως τὸ ἐξιόντι τινὶ τὴν ὄψιν ὁρᾶν καὶ ἀποτείνεσθαι μέχρι τῶν ἄστρων, ἢ μέχρι τινὸς ἐξιοῦσαν συμφύεσθαι, καθάπερ ἔλεγόν τινες, καὶ τῆς ἑτέρας δόξης τὴν ἀτοπίαν ἐνδειξάμενος διὰ τοῦ εἰπεῖν ἀποτείνεσθαι μέχρι τῶν ἄστρων (παραλογώτατον γὰρ τοσοῦτον δύνασθαι ἐκπέμπεσθαι σῶμα ἔκ τινος τῶν ὁρώντων, ὡς ἀποτείνεσθαι αὐτὸ μέχρι τῶν ἄστρων [δύνασθαι]), πρὸς συμφύεσθαι λέγοντας τὸ ἐκπεμπόμενον φῶς τῷ ἐκτὸς φωτὶ λέγων φησί· τούτου μὲν γὰρ βέλτιον τὸ ἐν ἁρχῇ συμφύεσθαι τοῦ ὄμματος, ἀλλὰ καὶ τοῦτο εὕηθες. λέγει δέ, ὅτι βέλτιον ἦν τοῦ λέγειν τῷ ἐκπεμφθέντι ἐκ τῆς ὄψεως φωτὶ |ἐκτὸς γινομένῳ τὸ ἐκτὸς φῶς συμφύεσθαι τὸ λέγειν τὸ ἐκτὸς τῷ ἐντὸς πρὸ τοῦ ἐκπεμφθῆναι συμφύεσθαι πρὸς τῇ κόρῃ καὶ ἐν τῇ κόρῃ· τοῦτο γάρ ἐστι τὸ ἐν ἀρχῇ σὺ συμφύεσθαι τοῦ ὄμματος. διὰ τί δὲ τοῦτο βέλτιον; ἢ ὅτι οὐδὲν ἐδεῖτο τῆς ἀπὸ τῆς ὄψεως τοῦ φωτὸς ἀπορροίας, εἰ μὴ ἤμελλεν αὐτὸ περιλήψεσθαι τὸ ὁρατόν, ἀλλ’ εἶναι μεταξὺ φῶς τὸ τὴν αἰτίαν αὐτοῦ τοῦ ὁρᾶσθαι τὸ ὁρώμενον παρασχόν; ὃ γὰρ τῶ ἐκπεμπομένῳ Φωτὶ πρὸς τὸ ὁρᾶν φασιν αὐτὸ συντελειῶν, τοῦ τὸ ἐδύνατο καὶ μὴ ἐκπεμφθέντι συντελεῖν πρὸς αὐτῇ τῇ κόρῃ καὶ χωρὶς ἀπορροίας. πῶς γὰρ τῷ ἐκπεμφθέντι φωτὶ ἡ ὄψις ὁρᾷ καὶ τί πάσχοντι ὑπὸ τοῦ ἐκτὸς φωτός; οὐ γὰρ διαδιδόντος τὸ τοῦ ὁρατοῦ εἶδος· ἄμεινον οὖν ἦν λέγειν ἐντὸς ὄντι αὐτῷ διαδίδοσθαι ὑπ’· αὐτοῦ. καὶ γὰρ εἰ μὲν πεφώτισται τὰ μέχρι τῆς κόρης, τί δεῖ δευτέρου φωτὸς (??)τοῦ ἐκπεμπομένου; εἰ δὲ σκότος μέν ἐστι περὶ τὴν κόρην, πορρωτέρω δέ τὸ φῶς, τὸ ἐξιὸν φῶς |εἰς σκότος [ἐξιὸν] σβεσθήσεται πρὸ τοῦ συμφυὲς 69 ἐκείνῳ γενέσθαι, εἴγε σβεστικόν ἐστιν αὐτοῦ τὸ σκότος, ὡς λέγουσί τινες· οὕτως δὲ πρὸς οὐδὲν ἂν εἴη χρήσιμον. διὰ δὴ ταῦτα ἄμεινον, φησίν, ἦν τὸ ἐκτὸς φῶς συμφύεσθαι λέγειν τῇ κόρῃ καὶ τῶ ἐν αὐτῇ φωτί. (??)εὔηθες δὲ καὶ τοῦτο, φησί, καὶ διὰ τί εὔηθες προστίθησι. τό τε 5 γὰρ συμφύεσθαι τί ἐστιν φωτὶ πρὸς φῶς; ὁ γὰρ Πλάτων’ σύμφυσιν εἶπε γίνεσθαι τοῦ τ’ ἐξιόντος ἐκ τῆς ὄψεως φωτὸς καὶ τοῦ ἐκτός. λέγων γὰρ τὴν αἰτίαν τοῦ σκότους ὄντος μὴ ὁρᾶν ἔτι τὴν ὄψιν φησίν· “ἀπελθόντος δὲ εἰς νύκτα τοῦ ξυγγενοῦς πυρὸς ἀποτέμνεται. πρὸς γὰρ ἀνόμοιον ἐξιὸν ἀλλοιοῦταί τε αὐτὸ καὶ κατασβέννυται, ξυμφυὲς οὐκέτι τῷ πλησίον ἀέρι γινόμενον ἅτε πῦρ οὐκ ἔχοντι.’’ διότι οὖν [ἐν] ἐκείνῳ τῷ τὸ πῦρ τὸ φῶς ἔχοντι ἀέρι συμφύεται τὸ ἐξιὸν ἐξ ἡμῶν φῶς, διὰ τοῦτο ὁρᾶν φησιν ἡμᾶς. τὸ |δὲ συμφύεσθαι λέγειν φωτὶ φῶς εὔηθες εἶναι λέγει. τί γὰρ τὸ συμφύεσθαι σημαίνει; †οὐδὲ γὰρ ἀσωμάτων τὸ συμφύεσθαι οὐδὲ τὸ τυχὸν τῷ τυχόντι συμφύεται, ἀλλὰ δεῖ πρῶτον μὲν σώματα εἷναι τὰ συμφυόμενα, ἔπειτα οἰκειότητά τινα ἔχειν πρὸς ἄλληλα. τὸ δὴ λέγειν τὰς ὄψεις καὶ τὸ ἀπ’ αὐτῶν φῶς τῷ ἐκτὸς φωτὶ συμφύεσθαι ἀτοπώτατον· ἀσώματόν τε γὰρ τὸ φῶς, καὶ προσέτι ἐναργὲς τὸ μηδεμίαν σύμφυσιν φωτὸς πρὸς φῶς γίνεσθαι. ὁρῶμεν γὰρ ὅτι, ὅταν φῶς φωτὶ ἀπὸ διαφόρων τῶν φωτιζόντων ἅμα γένηται, οὐδεμία αὐτῶν γίνεται σύμφυσις, ἀλλὰ πάλιν διίσταται διισταμένων τῶν ἀφ’ ὧν τὸ φῶς ἐστι· δύο οὖν λύχνων καιομένων ἐν τῷ αὐτῷ ἄν τὸν ἕτερόν τις χωρίσῃ, συγχωρίζεται αὐτῷ καὶ τὸ ἀπ’ αὐτοῦ φῶς ἐπιδήλως· ἔλαττον γὰρ τὸ καταλειπόμενον γίνεται. πῶς δ’ οὐκ ἄλογον τὸ αὐτὸ ταῖς μὲν ὄψεσι μὴ δύνασθαι ὁρᾶν ἡμᾶς μηδὲ τῷ φωτὶ τῷ ἐκπεμπομένῳ |διὰ τῶν ὀμμάτων, τῷ δὲ ταύταις ταῖς ὄψεσι καὶ τῳ φωτὶ τούτῳ συμπεφυκοτι, ὅταν προσπέσῃ τινι τῶν ὁράτων; ἔπειτα ’δε πότερον, κἄν πλειόνων ὄψεις πρὸς τὸ αὐτὸ φῶς προσπέσωσιν, ἅπασαι τούτῳ προσφύονται καὶ πάντες ὁρῶσι διὰ μιᾶς ὄψεως; ἢ τίς ὁ τῆς συμφύσεως αὐταῖς τρόπος; καὶ τίς ἡ τοῦ φωτὸς τοῦ ἑκάστου ἐν τῇ συμφύσει τῇ πρὸς †τὴν ἑκάστου τῶν ὁρώντων †ἰδίων διαίρεσις; Ἀπορήσας δὲ πῶς λέγειν οἷόν τε φῶς φωτὶ συμφύεσθαι, προσαπορεῖ καὶ πῶς τῇ κόρῃ καὶ τῷ ἐν αὐτῇ φωτὶ τὸ ἐκτὸς φῶς συμφύεται. πῶς γὰρ τὸ ἐντὸς τῆς ὄψεως τῷ ἐκτὸς φωτὶ συμφύεται; εἰ γὰρ τῷ συμφύεσθαι τὸ ἀφ’ ἡμῶν τῷ ἐκτὸς τὸ ὁρᾶν ἐστι, πῶς ἐκείνῳ τῷ ἐντὸς συμφύεται τὸ ἐκτός; οὐ γὰρ ἡ κόρη ἐστὶν ἡ ὁρῶσα οὐδὲ ὁ ὀφθαλμός· οὐ γὰρ ἐπὶ τῷ ἐσχάτῳ τοῦ ὄμματος ἡ ψυχὴ οὐδὲ τὸ αἰσθητικόν, ὥς φησιν, ἀλλά ἐστι τὸ αἰσθητικὸν ἐν ἄλλῳ, ὡς ἔδειξεν ἐν τοῖς Περὶ ψυχῆς. δῆλον οὖν ὅτι καὶ τῷ ἐντὸς δι’ οὗ ὁρῶμεν ἐνδεῖ τοῦ ἐκτὸς φωτός· πᾶν γὰρ ὁμοίως δεῖ διατίθεσθαι τὸ μέχρι τῆς αἰσθητικῆς ἀρχῆς. ἀλλὰ μὴν οὐχ οἷόν τε λέγειν τὸ ἐκτὸς φῶς συμφύεσθαι τῷ ἐντὸς φωτί· μέση γὰρ ἡ μῆνιγξ οὖσα κωλύσει ταύτην τὴν σύμφυσιν, εἴγε σῶμα τὸ φῶς ***διὰ τὸ ἀσώματα μὴ ἀλλήλοις συμφῦναι. εἰ δὴ δεῖ μὲν συμφῦναι τὸ ἐντὸς φῶς τῷ ἐκτὸς φωτί, ἵνα αἴσθηται ἡ ψυχή, τοῦτο δὲ ἀδύνατον μὴ εἰσιόντος φωτὸς πρὸς αὐτήν, οὐδ’ ἄν ὁρῴη. εἰ γὰρ τῷ μιχθέντι φωτὶ ὁρῶμεν, τὸ δὲ ἐντὸς οὐ μίγνυται τῷ ἐκτός, οὐδ’ ἄν ὁρῴημεν ἐκείνῳ· οὐ γὰρ δὴ ἄκρᾳ ὀψόμεθα τῇ κόρῃ. μήνιγγα δὲ ἄν λέγοι τὸν τὴν κόρην περιέχοντα χιτῶνα· οὕτω καὶ Ἐμπεδοκλῆς λέγων ἐδείχθη πρὸ ὀλίγου ὡς δ’ ὁπότ’ ἐν μή|νιγξιν ἐεργμένον ὠγύγιον φῶς. ὥστε ἄμεινον μὲν τοῦ ἐκπέμπεσθαι λέγειν τὸ ἐντὸς φῶς πρὸς τὸ ἐκτὸς εὐθὺς τῇ ἐντὸς †χώρᾳ συμφύεσθαι, ἀδύνατον δὲ καὶ οὕτως· τὸ γὰρ ἐκτὸς φῶς οὐκ ἂν συμφύοιτο τῷ ἐντὸς τῷ μέσην εἶναι τὴν μήνιγγα. οὔκ<ουν> ἄν διὰ τῆς τοῦ φωτὸς γίνοιτο τὸ ὁρᾶν, εἰ εἴη τὸ φῶς σῶμα καὶ δέοι αὐτὸ ἅψασθαι του ῳ συμφύεται. Περὶ μὲν οὖν τοῦ μὴ δύνασθαι ὁρᾶν ἄνευ φωτὸς εἴρηται ἐν ἄλλοις. Ἀντειπὼν πρὸς τοὺς λέγοντας ἐξιόντι τινὶ ἀπὸ τῆς ὄψεως τὸ ὁρᾶν γίνεσθαι καὶ δείξας πῶς λέγουσιν ἄτοπα, λέγει αὐτὸς τὴν αὑτοῦ δόξαν. καὶ περὶ μὲν τοῦ μὴ δύνασθαι ὁρᾶν ἄνευ φησιν ἐν ἄλλοις εἰρῆσθαι· εἴρηκε δὲ ἐν τοῖς Περὶ ψυχῆς. τὸ γὰρ χρῶμα, ὅπερ ἐστὶν ὁρατὸν καθ’ αὑτό, εἶπε κινητικὸν εἶναι τοῦ κατ’ ἐνέργειαν διαφανοῦς, κατ’ ἐνέργειαν δὲ διαφανὲς |τὸ πεφωτισμένον, ἐπειδὴ καὶ τὸ φῶς ἐτέθη ἐνέργεια εἶναι τοῦ διαφανοῦς ἡ διαφανές. εἴτε οὖν φῶς τὸ μεταξὺ τοῦ τε ὁρωμένου καὶ τῆς ὁρώσης ὄψεως εἴτε ἀὴρ πεφωτισμένος, ἡ διὰ τούτου γινομένη κίνησις ὑπὸ τοῦ ὁρατοῦ ἐστιν ἡ τοῦ ὁρᾶν αἰτία· κινητικὸν γὰρ τὸ ὁρατὸν τῆς τοιαύτης φύσεως. τὸ δὲ εἴτε φῶς εἴτε ἀήρ ἐστι τὸ μεταξὺ εἶπεν, ὅτι τὸ φῶς μὲν αἴτιον, οὐ μὴν τοῦτο χωρὶς ἀέρος ἢ ἄλλου τινὸς διαφανοῦς οἷόν τε εἶναι· τῆς γὰρ τοιαύτης φύσεως ἔδειξε τὸ φῶς εἶδός τε καὶ ἐντελέχειαν ὄν. τὸ οὖν εἴτε ἀὴρ ἴσον ἐστὶ τῷ εἴτε σῶμά τι τοιοῦτον οἷον ἔχειν ἐν αὑτῷ τὸ φῶς’. Διὸ καὶ εὐλόγως, φησί, τὸ ἐντός ἐστιν ὕδατος (τουτέστιν ἡ κόρη· αὕτη γὰρ ἐντός, ἀλλ’ οὐ μεταξύ ἐστι τοῦ τε ὁρωμένου καὶ τοῦ ὄμματος)· τὸ γὰρ ὕδωρ διαφανὲς καὶ τοιοῦτον οἷον δέχεσθαι τὸ φῶς. δεῖ γὰρ ὥσπερ τὸ ἐκτὸς τὸ μεταξὺ πεφωτίσθαι, οὕτω καὶ τὸ ἐντὸς τὸ μέχρι τῆς αἰσθήσεως τε καὶ τῆς αἰσθητικῆς δυνάμεως πεφω|τίσθαι, εἰ μέλλει τι ὁραθήσεσθαι. ὡς γὰρ ἔξω μὴ ὄντος φωτὸς ἀδύνατον ὁραθῆναί τι, οὕτως οὐδὲ ἐντός, εἰ μὴ φωτισθείη τὸ μέχρι τῆς αἰσθητικῆς ψυχῆς, οὐκ ἂν ὁραθείη τι. διὸ καὶ τὸ ἐντὸς <χρὴ> διαφανὲς εἶναι καὶ τοιοῦτον οἷον ἀναγκαῖον ἄρα ὕδωρ εἶναι τοῦτο, ἐπεὶ μὴ ἀήρ ἐστιν. ἔλαβε δὲ μὴ εἶναι <ἀέρα> τὸ ἐντὸς τοῦ ὀφθαλμοῦ, ἤτοι ὅτι μὴ λέγει τις τοῦτο, ἢ ὅτι φαίνεται μήτε ἐν ταῖς ἀνατομαῖς μήτε ἐν ταῖς πληγαῖς ἀὴρ ἐμπεριειλημμένος ἐκεῖ, ἢ ὅτι δεῖ μέν, ὥσπερ εἴρηκε, διαφανὲς εἶναι τὸ ἐντὸς τοῦ ὀφθαλμοῦ, εὐφυλακτότερον δὲ καὶ εὐυποληπτότερον τὸ ὕδωρ τοῦ ἀέρος, κατ’ ἄμφω δὲ εὐφυλακτότερον, ὅτι τε οὐ μόνον διαφανὲς ἀλλὰ καὶ ἐμφανές, ὡς μᾶλλον τὰ εἴδη τῶν ὁρατῶν δέχεσθαι, καὶ ὅτι μᾶλλον στέγειν τι καὶ φυλάσσειν δύναται· ὁ γὰρ ἀὴρ ῥευστός τε καὶ διαπνευστός. |Οὐ γὰρ ἑπὶ τοῦ ἐσχάτου ὄμματος ἡ ψυχὴ ἢ τῆς ψυχῆς τὸ αἰσθητικόν. εἰπὼν ὁρᾶται δὲ ὥσπερ καὶ ἔξω οὐκ ἄνευ φωτός, οὕτω καὶ ἐπὶ τοῦ ἐντὸς τοῦ δεῖν καὶ τὸ ἐντὸς διαφανὲς εἶναι αἰτίαν παρατίθεται, ὅτι μή ἐστιν ἡ ψυχὴ καὶ ἡ ὁρατικὴ δύναμις ἐν τῷ ὀφθαλμῷ. εἰ γὰρ ἦν ἐπ’ ἄκρου τοῦ ὀφθαλμοῦ, οὐδὲν ἔδει τὸ ἐντὸς εἶναι διαφανές· αὔταρκες γὰρ ἄν ἦν τὸ ἐκτός. ἐπεὶ δὲ οὔκ ἐστιν αὐτοῦ (ἦν γὰρ ἂν καὶ ἐπὶ τῶν ἄλλων αἰσθητηρίων ὁμοίως· οὕτως δὲ οὐκ ἂν ἦν συναίσθησίς τις γινομένη, ἄλλου μορίου τῆς ψυχῆς ἐν ἄλλῳ ὄντος καὶ ἐπ’ ἄλλου τεταγμένου, οὐδ’ ἂν ἐδυνάμεθα ὅτι ἕτερα τὰ ὧν αἰσθανόμεθα ἀλλήλων τοῖς διαφόροις αἰσθητηρίοις κρίνειν, μὴ ἔχοντες ἓν τὸ ἀντιλαμβανόμενον αὐτῶν, ὡς εἶπεν ἐν τοῖς Περὶ ψυχῆς· τοῦ γὰρ αἰσθανομένου τινῶν τὸ καὶ τὰς διαφορὰς κρίνειν αὐτῶν. ὥσπερ γάρ, εἰ ἄλλος μὲν ἤκουεν, ἄλλος δὲ ἑώρα, οὐχ οἷόν τε ἦν κρίνειν τὸν ὁρῶντα τὰ τοῦ ἀκούοντος, οὕτως δὲ καὶ ἐφ’ ἡμῶν ἀπηρτημέναι ἂν ἦσαν |αἱ δυνάμεις ἀλλήλων), οὐχ οὕτως δὲ ἔχοντος ὁρῶμεν ὅτι δὲ οὐκ ἐπ’ ἄκρου τοῦ ὀφθαλμοῦ ἡ ὁρατικὴ ψυχὴ καὶ ὅτι τὸ μέχρι τῆς δυνάμεως ἐκείνης διαφανές ἐστι, δι’ οὗ φωτιζομένου τὸ ὁρᾶν γίνεται, πιστοῦται καὶ ἐκ τῶν ἀποβαινόντων· τρωθεῖσι γάρ, φησίν, ἐν πολέμῳ τισὶ περὶ τὸν κρόταφον οὕτως, ὥστε ἀποτμηθῆναι τοὺς τοῦ ὄμματος πόρους, ἐν οἷς τὸ διαφανές, ἔδοξεν ἐξαίφνης σκότος γίνεσθαι ὡς ἀποσβεσθέντος λύχνου, διὰ τὸ ἀποτμηθῆναι ἀπὸ τοῦ μετὰ τὴν κόρην διαφανοῦς τὴν κόρην οὖσαν ὥσπερ τινὰ λαμπτῆρα φωτίζοντα, δι’ ἧς τὸ ἐντὸς πᾶν τὸ μέχρι τῆς ὁρατικῆς δυνάμεως ἐφωτίζετο ἀπὸ τοῦ ἐκτὸς φωτός, οὗ τὴν συνέχειαν ἡ πληγὴ διελοῦσα καὶ κωλύσασα αὐτὸ φωτίζεσθαι ὥσπερ ἔσβεσε τὸ ἐν αὐτῷ φῶς), εἰ δὲ μὴ ἄκρῳ τῷ ὀφθαλμῷ ὁρῶμεν, καὶ διὰ τοῦτο δεῖ καὶ τὸ ἐντὸς διαφανὲς εἶναι τὸ μέχρι τῆς αἰσθητικῆς ψυχῆς. οὐ διαφανὲς δὲ τὸ πῦρ, ὡς ἡ ὄψις. |Ὥστ᾿ εἴπερ ἐπὶ τούτων συμβαίνει καθάπερ ἐλέγομεν. Δείξας τὴν ὄψιν ὕδατος οὖσαν, εἰ οὕτως, φησίν, ἐπὶ τῆς ὄψεως ἔχει καὶ διὰ τοῦτο, καθὰ ἐγλίχοντό τινες, ἕκαστον αἰσθητήριον ἑκάστῳ τῶν στοιχείων ἀνατίθεται, τὴν μὲν ὄψιν ὕδατος εἶναι θετέον, τὴν δὲ ἀκοὴν ἀέρος αὕτη δὲ ἡ τῶν ψόφων ἀκουστική), τὴν δὲ ὄσφρησιν πυρός. Καὶ πῶς οἷόν τε προσβιβάζειν καὶ δεικνύναι ὅτι ἡ ὄσφρησις πυρός, λέγει· ὃ γὰρ ἐνεργείᾳ ἡ ὄσφρησις, τοῦτο δυνάμει τὸ ὀσφραντικόν, διὰ τούτου δεικνὺς οὕτως ἐκ πυρός (τοῦναντίον γάρ, ὡς δείξει ἄλλοθι, ἐνέργεια <καὶ ἡ δύναμις, ἡ δὲ ἐνέργεια> περὶ τὴν ὄσφρησιν, ἀλλ’ οὐ ὀσφραντικόν), καίτοι ἐπὶ τῆς ὄψεως εἰπὼν τὸ ὁρατικόν |ὕδατος εἶναι καὶ ἐπὶ τῆς ἀκοῆς ἁέρος τὸ τῶν ψόφων αἰ σθηιικόν. ἔστι δὲ ὃ λέγει ‘ὅ ἐστι κατ’ ἐνέργειαν ἡ ὄσφρησις, τοῦτο δυνάμει ἐστὶ τὸ ὀσφραντικόν’· δυνάμει γὰρ τὰ ὁρατὰ ἡ ὄψις πρὸ τοῦ ὁρᾶν, καὶ δυνάμει τὰ ἀκουστὰ ἡ ἀκοὴ πρὶν ἀκούειν, καὶ ἡ ὄσφρησις οὖν δυνάμει τὰ ὀσφραντὰ πρὶν ὀσφρᾶσθαι. ἡ γὰρ κατ’ ἐνέργειαν ὄσφρησις τὸ ὀσφραντόν ἐστιν, ὥσπερ ἡ κατ’ ἐνέργειαν ὄψις τὸ ὁρατόν, εἴ γε τῇ τῶν εἰδῶν τῶν αἰσθητῶν λήψει τὸ αἰσθάνεσθαι, καὶ εἴη ἄν †ὃ λέγει ὃ γὰρ ἐνεργείᾳ ἡ ὄσφρησις, τοῦ τὸ δυνάμει τὸ ὀσφραντικόν ἐστι. ἡ δ’ ἐνεργείᾳ ὄσφρησις ἡ αὐτὴ τῷ κατ’ ἐνέργειαν ὀσφραντῷ· τὸ γὰρ ὀσφραντὸν καὶ ἡ κατ’ ἐνέργειαν ὄσφρησις τὸ αὐτό. ἀλλὰ μὴν τὸ ὀσφραντὸν καὶ ἡ ὀσμή, ἧς ἡ ὄσφρησις ἀντιλαμβάνεται, ξηρὰ καὶ καπνώδης ἐστὶν ἀναθυμίασις· ἡ δὲ τοιαύτη ἀναθυμίασις πυρώδης τε καὶ ἐκ πυρός (τοῦτο δὲ δῆλον ἔκ τε τῶν θυμιωμένων —ὀσμὴν γὰρ τότε μάλιστα ποιεῖ—, καὶ τὰ ἄνθη δὲ ἐν θερμοτέρῳ ἀέρι πλείονα τὴν ὀσμὴν ποιεῖ, ὥσπερ τινὸς ἀναθυμιάσεως γινομένης ἀπ’ αὐτῶν)· |διὰ γὰρ τῆς τοιαύτης ἀναθυμιάσεως ἡ εἰς πῦρ μεταβολή. ἐρεῖ δὲ προιὼν περὶ τοῦ τί ποτέ ἐστι τὸ ὀσφραντόν· τοιαύτη γὰρ καὶ ἡ κατ’ ἐνέργειαν ὄσφρησις. Προσβιβάζων δὲ πῶς ἄν τις τὴν ὄσφρησιν τοῦ πυρὸς εἶναι λέγοι βουλόμενος ἕκαστον αἰσθητήριον ἑκάστῳ τῶν στοιχείων ἀνατιθέναι (οὐ γὰρ δὴ ἀρέσκοντα αὑτῷ λέγει· εἶπε γὰρ ἐν τοῖς Περὶ ψυχῆς μήτ’ ἐκ πυρὸς μόνου μήτ᾿ ἐκ γῆς εἶναί τι δύνασθαι αἰσθητήριον, καὶ τήν γε ὄσφρησιν ἐν ἐκείνοις ἀνέθηκεν ἢ ἀέρι ἢ ὕδατι) φησὶ δὴ καὶ κατὰ τοῦτο δύνασθαι δείκνυσθαι τὴν ὄσφρησιν πυρὸς οὖσαν, ὅτι τὸ τῆς ὀσφρήσεως αἰσθητήριον περὶ τὸν ἐγκέφαλόν ἐστι. δεῖ μὲν γὰρ τὴν τοῦ θερμοῦ ὕλην ψυχρὰν εἶναι, ψυχρότερος δὲ ὁ ἐγκέφαλος τῇ αὑτοῦ φύσει. τοιαύτη ἄρα καὶ ἡ δυνάμει ὄσφρησις καὶ τὸ δυνάμει ὀσφραντικόν. ἀλλ’ εἰ τὸ δυνάμει τι ὂν ὕλη |ἐκείνου ὃ δυνάμει, δυνάμει δὲ καὶ ἡ ὄσφρησις τὸ ὀσφραντὸν <ὂν> εἴη ἄν ὕλη τοῦ ὀσφραντοῦ, ὕλη δὲ τὸ ψυχρὸν τοῦ θερμοῦ καὶ ἔστι ψυχρὸν τὸ ὀσφραντικὸν τῷ ἀπὸ τοῦ ἐγκεφάλου τε καὶ περὶ τὸν ἐγκέφαλον εἶναι, τὸ ὀσφραντὸν ἄρα θερμόν. εἰ δὲ τοῦτο, ἡ κατ’ ἐνέργειαν ὄσφρησις θερμή τε καὶ διὰ θερμοῦ γινομένη παρουσίαν, καὶ οὕτως ὁ λέγων τὴν ὄσφρησιν πυρὸς εἶναι εὖ ἄν δοκοίη λέγειν. δυνάμει γὰρ θερμὴ ἡ τοῦ ψυχροῦ ὔ λῆ ἐστὶν ἀντὶ τοῦ ἰὴ ἐκ τοῦ ψυχροῦ’, οὐ τὸ αἰσθητήριον οὖν δείκνυσι πυρός, ὅτι ἡγεῖται τὴν ἀρχὴν ἀδύνατον τοῦτο, ἀλλὰ τὸ ὀσφραντὸν καὶ τὴν κατ’ ἐνέργειαν ὄσφρησιν. Λέγει δὲ καὶ τὴν τοῦ ὄμματος γένεσιν τὸν αὐτὸν ἔχειν τρόπον· ἀπὸ γὰρ τοῦ ἐγκεφάλου τὴν σύστασιν ἔχει, ὃς ὑγρότατός τε καὶ ψυχρότατος τῶν ἐν τῷ σώματι μορίων ἐστί. τοιοῦτον δὲ τὸ |ὕδωρ, δι’ οὗ ἡ ὄψις ἀπὸ τοῦ ἐγκεφάλου τὴν γένεσιν ἔχουσα ***οὐ πυρός, ἀλλὰ ὕδατός εἰσι, δῆλον ὅτι οὐδ’ ἄν ἡ ὄ· σφρησις πυρός, εἴ γε ἐξ ἐκείνου, εἴη. προελθὼν μέντοι λέγει διὰ τοῦτο εἶναι τὴν ὄσφρησιν καὶ τὸ αἰσθητήριον τοῦτο περὶ τὸν ἐγκέφαλον, ὅπως εἰς συμμετρίαν αἰσθήσεως ἄγηται ὁ περὶ τὸν ἐγκέφαλον τόπος. τὰ γὰρ ὀσφραντὰ καὶ ἡ ὀσμὴ θερμά· τοιαύτη γὰρ ἡ καπνώδης ἀναθυμίασις. ἀλλ’ εἴ τις ἕποιτο τοῖς εἰρημένοις, λέγοι ἂν ὁμοίως τῇ ὀσφρήσει καὶ τὴν ὄψιν εἶναι θερμοῦ τε καὶ πυρός, εἴγε τὸ μὲν ψυχρὸν ὕλη ἐστὶ τῶν ὁρατῶν, τούτοις δὲ ἡ αὐτή ἐστιν ἡ κατ’ ἐνέργειαν ὄψις, ὡς τοῖς ὀσφραντοῖς ἡ ὄσφρησις. ἀλλὰ δῆλον ὡς ἄλλως ἐπιχειρῶν ταῦτα λέγει, οὐχ ὡς ἀρεσκόμενος αὐτοῖς. ἢ ἀμφότερα μὲν περὶ τὸν ἐγκέφαλον ψυχρὸν ὄντα, ἀλλὰ τὸ μὲν ὀσφραντικόν, ᾗ ψυχρόν ἐστιν, ὀσφραντικόν (διὸ καί, ᾗ τοιοῦτον, αἰσθητικὸν δυνάμει καὶ θερμόν), τὸ δὲ οὐχ ᾗ ψυχρόν ὁρατικόν, ἀλλ’ ἡ ὑγρόν τε καὶ διαφανές· διαφανοῦς γὰρ ἐνέργεια τό τε φῶς καὶ τὸ χρῶμα. τὴν δὲ ἁφὴν ἀναθετέον, φησί, τῇ γῇ, ὁμοίως δὲ καὶ τὸ γευστικὸν ὄργανον, ἐπεὶ ἡ γεῦσις ἁφῆς τι εἶδος, ὡς εἶναι τῶν τεσσάρων σωμάτων γῆς μὲν τὰς δύο, ἁφήν τε καὶ γεῦσιν, ὕδατος δὲ τὴν ὄψιν, ἀέρος δὲ τὴν ἀκοήν, πυρὸς δὲ τὴν ὄσφρησιν. ὅτι δὲ μὴ ἀρεσκόμενος ταύτῃ τῇ δόξῃ, ἀλλὰ πιθανολογῶν τίθησι, πρόδηλον· ἔδειξε γὰρ ὅτι μὴ οἷόν τε ἐκ γῆς εἶναί τι αἰσθητήριον καὶ διὰ τοῦ τῶν ἐν ἡμῖν ὅσα πλέον γῆς ἔχει ἀναίσθητα εἶναι, ὡς τρίχας, ὄνυχας, ὀστᾶ. ἀλλὰ καὶ τὴν γεῦσιν ἐν ὑγρότητι καὶ δι’ ὑγρότητος γινομένην ἔδειξεν. ἢ οὐδὲ νῦν τὰ αἰσθητήρια ἐκ γῆς φησιν ὄντα, ἀλλὰ τὰς ἐνεργείας αὐτῶν τοιαύτας γίνεσθαι, ὃν τρόπον ἔδειξε καὶ ἐπὶ τὴς ὀσφρήσεω Ετι δὲ πιθανολογῶν καὶ δεικνὺς πῶς ἄν τις ἐπιχειρήσειεν πρὸς τὸ ἑκάστην αἴσθησιν ἑκάστου τῶν στοιχείων εἶναι καὶ ἐξ οὗ, προστίθησι λέγων· καὶ διὰ τοῦτο πρὸς τῇ καρδίᾳ τὸ αἰσθητήριον αὐτῶν, τῆς γεύσεως καὶ τῆς ἁφῆς· ἀντίκειται γὰρ τῷ ἐγκεφάλῳ αὕτη, καί ἐστιν θερμότατον τῶν μορίων. εἰπὼν γὰρ ἐκ πυρὸς τὴν ὄσφρησιν εἶναι καὶ διὰ τοῦτο περὶ τὸν ἐγκέφαλον εἶναι τὸ τῆς ὀσφρήσεως ἴδιον αἰσθητήριον ὕλη γὰρ τὸ ψυχρὸν τῷ θερμῷ, ἐπεὶ καθόλου τὸ ἐναντίον τῷ ἐναντίῳ ὕλη· θερμὴ δὲ ἡ ὄσφρησις, εἴγε τῆς καπνώδους ἀναθυμιάσεως), πάλιν φησὶ διὰ τοῦτο τὰ τῆς ἁφῆς τε καὶ τῆς γεύσεως ὄργανα εἶναι περὶ τῇ καρδίᾳ, ὡς τούτων μὲν τῶν αἰσθητηρίων ὄντων θερμῶν τῇ αὑτῶν φύσει ἡ γὰρ σὰρξ οὐ τοιαύτη), τῆς δὲ ἐνεργείας αὐτῶν περὶ ψυχρὰ γινοἁφὴ μένῃς μᾶλλον εἴγε γῆς καὶ τῶν ἀντιτυπίαν ἐχόντων γεωδῶν μάλιστα ἡ ἀντιλαμβάνεται. οὐδὲ τοῦτο δὲ ὑγιῶς δόξει λέγεσθαι· οὐδὲ γὰρ ἡ ἁφὴ γῆς (ὡς |εἶπε πρὸ ὀλίγου περὶ τῆς ὀσφρήσεως λέγων πυρὸς δὲ τὴν ὄσφρησιν), ἀλλ’ εἶπε τὸ δὲ ἁπτικὸν γῆς, τὸ αἰσθητήριον οὕτω γῆς λέγων· οὐ θερμὸν δὲ ἡ γῆ. μήποτ’ οὖν οὐχ ὡς ὁμοίων οὐσῶν τῶν αἰσθήσεων καὶ κατὰ τὸν αὐτὸν λόγον περὶ τῇ καρδίᾳ, καθ’ ὃν [ἡ] περὶ ἐγκεφάλῳ ἥ τε ὄσφρησις καὶ ἡ ὄψις, λέγει, ἀλλ’ ὅτι ὁμοίως ὡς περὶ ἐκείνῳ ὄντι ψυχροτάτῳ τῶν ἐν τῷ σώματι μορίων ἥ τε ὄσφρησις καὶ ἡ ὄψις, οὕτω περὶ τῇ καρδίᾳ ἥ τε ἁφὴ καὶ ἡ γεῦσις οὔσῃ θερμοτάτῃ τῶν μορίων. θερμὴ γὰρ ἡ καρδία καὶ κατὰ τοῦτο ἀντικειμένη τῷ ἐγκεφάλῳ· διὸ ἐκεῖνος μὲν ὕλη τῷ θερμῷ, ἡ δὲ καρδία τῷ ψυχρῷ. οὐκέτι περὶ τὸν ἐγκέφαλον δὲ λέγων αἰσθητήριά τινα εἶναι ἤδη καὶ τὴν αἰσθητικὴν ψυχὴν τὴν διὰ τούτων αὐτοῦ λέγει εἶναι· διὰ γὰρ τοῦτο εἰπὼν διὸ καὶ περὶ τὸν ἐγκέφαλον προσέθηκε τῷ τόπῳ. μίαν |γὰρ τῷ ἀριθμῷ τὴν αἰσθητικὴν ψυχὴν λέγει, καὶ ταύτην ἐν τῇ καρδίᾳ λέγει. διὸ οὐδὲ τὰ πρὸς τῷ ἐγκεφάλῳ ὄργανα αἰσθητικὰ ἀπὸ τούτου τὴν ἀρχὴν ἔχει, ἀλλ’ ἄρχεται μὲν ἀπὸ τῆς καρδίας, διὰ δὲ τούτου πρώτου ἡ ὁδὸς αὐτῶν· ἀπὸ γὰρ τῆς καρδίας πόροι τινὲς ἐπὶ τὸν ἐγκέφαλον διατείνουσι τρεῖς, εἶτα ἀπὸ τοῦ ἐγκεφάλου ὁ μὲν αὐτῶν ἐπὶ τὴν ὄψιν, ὁ δὲ ἐπὶ τὴν ἀκοήν, ὁ δὲ ἐπὶ τὴν ὄσφρησιν καθήκουσιν. οἱ δὲ τῆς ἁφῆς καὶ τῆς γεύσεως εὐθὺς ἐπὶ τὴν καρδίαν ἐπ’ εὐθείας τέτανται, ἀλλ’ οὐ διὰ τῆς ἐπὶ τὸν ἐγκέφαλον ὁδοῦ. εἰπὼν δὲ ταῦτα περὶ τῶν αἰσθητηρίων ἑξῆς ἐπὶ τὸν τῶν αἰσθητῶν μέτεισι λόγον τῶν καθ’ ἕκαστον αἰσθητήριον οὐ γὰρ περὶ τῶν κοινῶν αἰσθητῶν νῦν λέγει). καθόλου μὲν οὖν τί τὸ ἔργον αὐτῶν ἐστιν ἑκάστου ἐν τοῖς Περὶ ψυχῆς φησιν εἰρῆσθαι τίνες δέ εἰσιν οἱ καθόλου περὶ αὐτῶν λόγοι προστίθησιν)· ὅτι γὰρ τὸ διατιθέναι πὼς τήν τε αἴσθησιν καὶ τὸ αἰσθητήριον, |καὶ ὅτι τὸ ἐνεργεῖν καθ’ ἕκαστον τῶν αἰσθητηρίων τό τε εἶδος τῶν αἰσθητῶν χωρὶς τῆς ὑποκειμένης ὕλης αὐτοῖς δέχεσθαι, καὶ ὅτι ἡ κατ’ ἐνέργειαν αἴσθησις καὶ τὸ αἰσθητὸν τὰ αὐτά, περὶ τούτων προείρηται. τί δέ ποτε ἕκαστον <ὂν> τῶν ἑκάστῃ αἰσθήσει αἰσθητῶν τῇ οἰκείᾳ αἰσθήσει γίνεται, νῦν λέγει τε καὶ προστίθησι τὴν ἑκάστου αὐτῶν φύσιν, τίς ποτέ ἐστι δεικνύς, ἐπεὶ μὴ ταὐτὸν αὐτοῖς τό τε εἶναι καὶ τὸ αἰσθητοῖς εἶναι. κοινὸν μὲν οὖν τὸ αἰσθητόν, περὶ οὗ εἴρηται (τὸ γὰρ αἰσθήσει ἀντιληπτόν), ἴδιον δὲ ἑκάστου ἡ οἰκεία φύσις τε καὶ οὐσία καθ’ ἣν διαφέροντα ἕτερά τε ἀλλήλων ἐστὶ καὶ οὐ τῇ αὐτῇ αἰσθήσει αἰσθητὰ πάντα. τὸ δὲ ὁμοίως καὶ περὶ ἁφῆς ἐπισκεπτέον εἶπεν ἀντὶ τοῦ περὶ ἁπτοῦ’· τοῦτο γὰρ τὸ αἰσθητόν, ἡ δὲ ἁφὴ αἴσθησις. καὶ πρῶτόν γε περὶ χρωμάτων εἰπεῖν προτίθεται, ἅ ἐστι τῇ ὄψει αἰσθητά. ἐστι μὲν οὖν ἕκαστον διχῶς λεγόμενον, τὸ μὲν ἐνεργείᾳ, τὸ δὲ δυνάμει λεγόμενον]. Εἴρηται δὲ ἡ διαίρεσις αὕτη ἐν τοῖς Περὶ ψυχῆς. τὸ μὲν οὖν ἐνερπρώτου γείᾳ αἰσθητὸν πῶς ταὐτὸν τῇ κατ’ ἐνέργειαν αἰσθήσει καὶ πῶς ἕτερον ἐν τοῖς Περὶ ψυχῆς φησιν εἰρῆσθαι· εἴρηται δὲ ὅτι τῷ μὲν ἀριθμῷ ἓν τὸ κατ’ ἐνέργειαν αἰσθητὸν καὶ ἡ κατ’ ἐνέργειαν αἴσθησις, τῷ λόγῳ δὲ ἕτερα. ἄλλο δέ ἐστι τῷ λόγῳ κατ’ ἐνέργειαν αἰσθήσει εἶναι καὶ ἄλλο κατ’ ἐνέργειαν αἰσθητῷ. ἀντὶ δὲ τοῦ ταῦτα εἰπεῖν φησι· τὸ μὲν οὖν ἐνεργείᾳ χρῶμα καὶ ὁ ψόφος <πῶς ἐστι τὸ αὐτὸ ἢ ἕτερον ταῖς κατ᾿ ἐνέργειαν αἰσθήσεσιν>. οὐ γὰρ τὸ κατ’ ἐνέργειαν χρῶμα ταὐτόν ἐστι κατ’ ἐνέργειαν ὄψει οὐδὲ ὁ κατ’ ἐνέργειαν ψόφος ὁ αὐτὸς τῇ ἀκοῇ· δύναται γὰρ ἐνεργείᾳ ταῦτα εἶναι καὶ μὴ ὁρώμενα, ἀλλ’ οὐκέτι οἷόν τε ἐνεργείᾳ αὐτοῖς αἰσθητοῖς εἶναι χωρὶς αἰσθήσεως. ἔστιν οὖν τὸ λεγόμενον· ‘τὸ μὲν οὖν ἐνεργείᾳ χρῶμα αἰσθητὸν καὶ ὁ |ἐνεργείᾳ ψόφος αἰσθητὸς πῶς ἐστι ταὐτὰ τὸ μὲν τῇ κατ’ ἐνέργειαν ὄψει, τὸ δὲ τῇ κατ’ ἐνέργειαν ἀκοῇ, καὶ κατὰ τί ἕτερα, ἐν τοῖς Περὶ ψυχῆς εἴρηται’. ἐδήλωσε δὲ τοῦτο διὰ τοῦ εἰπεῖν ταῖς κατ’ ἐνέργειαν αἰσθήσεσι· ταύταις γὰρ τὰ κατ’ ἐνέργειαν αἰσθητὰ ἀντίκειται. τί δὲ ὂν ἕκαστον αὐτῶν, τό τε χρῶμα καὶ ὁ ψόφος καὶ ἕκαστον τῶν κατὰ τὰς ἄλλας αἰσθήσεις ὁμοίως, δυνάμει ἐστὶν αἰσθητὸν διὰ γὰρ τοῦ εἰπεῖν ποιήσει τὴν αἴσθησιν καὶ τὴν ἐνέργειαν τὸ δυνάμει αἰσθητὸν ἐδήλωσεν), ὅπερ ἦν τὸ ἕτερον τῶν εἰς ἃ ἡ διαίρεσις αὐτῷ τοῦ αἰσθητοῦ ἐγεγόνει, περὶ οὖν τοῦ οὕτως αἰσθητοῦ νῦν, φησί, λέγωμεν, τουτέστι τοῦ δυνάμει. Ὥσπερ οὖν εἴρηται περὶ φωτὸς ἐν ἐκείνοις, ὅτι ἐστὶ χρῶμα τοῦ διαφανοῦς κατὰ συμβεβηκός. Ὑπομιμνῄσκει ἡμᾶς τῶν ἐν τοῖς Περὶ ψυχῆς εἰρημένων περὶ φωτός, ὅτι ἐστὶ χρῶμα τοῦ διαφανοῦς κατὰ συμβεβηκός. ἐδείχθη γὰρ ἐν ἐκείνοις ὅτι τὸ φῶς ἐστιν ἐντελέχεια τοῦ διαφανοῦς, ᾗ διαφανές, καὶ ὥσπερ χρῶμα τοῦ διαφανοῦς, οὐχ ἀπλῶς, ἀλλὰ κατὰ συμβεβηκός, ὅτι μὴ παθητικῶς ἀναδέχεται τὸ διαφανὲς τὸ φῶς, ἀλλὰ κατὰ σχέσιν τὴν πρὸς αὐτὸ ποιὰν τοῦ φωτίζειν πεφυκότος ποτὲ μὲν πεφώτισται, ποτὲ δὲ οὔ. διὸ οὐκ οἰκεῖον αὐτοῦ χρῶμα τὸ φῶς ὥσπερ τῶν ἄλλων τῶν κεχρωσμένων· ἐν ἐκείνοις μὲν γὰρ μένει τὸ χρῶμα ὡς οἰκεῖον ὄν, ἐπὶ δὲ τοῦ φωτὸς οὐχ οὕτως· καὶ ὁ] αὐτὸς ἐξηγούμενος προσέθηκε τὸ ὅταν γὰρ ᾖ τι πυρῶδες ἐν διαφανεῖ. καὶ τὸ μὲν κατὰ συμβεβηκὸς χρῶμα τοιοῦτον· πῶς δὲ γίνεται κατὰ σχέσιν πυρώδους τινὸς ἐν διαφανεῖ προσέθηκεν (ἡ μὲν γὰρ παρουσία τοῦ τοιούτου ἐν διαφανεῖ φῶς, ἡ δὲ ἀπουσία σκότος), πῶς κατὰ συμβεβηκὸς φῶς τὸ χρῶμα τοὐ διαφανοῦς ὑπομιμνῄσκων. τῷ δὲ ὥσπερ οὖν εἴρηται περὶ φωτὸς ἐν ἐκείνοις ὅτι ἐστὶ χρῶμα τοῦ διαφανοῦς οὐδὲν δοκεῖ ἀνταποδε|δόσθαι. εἴη δ’ ἄν ἀκόλουθον τὸ ‘κείσθω τοῦτο καὶ μενέτω’, μεθ’ ὃ εἴη ἄν τὸ ὃ δὲ λέγομεν διαφανὲς οὐκ ἔστιν ἴδιον ἀέρος ἢ ὕδατος. μέλλων δὲ περὶ χρωμάτων λέγειν εὐλόγως ὐπομιμνῄσκει ἡμᾶς ὅτι καὶ τὸ φῶς χρῶμα ὂν μάλιστά τε καὶ πρῶτον <ὁρατόν>, εἴγε δι’ αὐτοῦ καὶ ἡ τῶν ἄλλων χρωμάτων αἴσθησις οὐκ ἐν ἄλλῳ τινὶ γίνεται ἢ ἐν διαφανεῖ, δεικνὺς καὶ συνιστὰς διὰ τούτου ὅτι ἡ τοιαύτη φύσις χρωμάτων ἐστὶ δεκτική. Λαβὼν δὲ τὸ φῶς χρῶμα ὂν ἐν διαφανεῖ γίνεσθαι, ἑξῆς τίς ἐστιν ἡ φύσις τοῦ διαφανοῦς ἡ τῶν χρωμάτων δεκτικὴ καὶ ἐν τίσιν ἐστὶ καὶ τίς ἡ τῶν διαφάνειαν ἐχόντων σωμάτων πρὸς ἄλληλα διαφορὰ ἐνδείκνυται· εἶτα καὶ τὴν τῶν κεχρωσμένων πρὸς τὰ πεφωτισμένα δείξει διαφοράν, καὶ ὅτι εὐλόγως τὰ μὲν οἰκεῖον ἔχει τὸ χρῶμα καὶ τοῦτο ἐν τῷ πέρατι, τὰ δὲ πεφωτισμένα οὔτε οὕτως οὔτε ἐν τούτῳ. ὅ γὰρ λέγομεν, φησί, διαφανὲς οὐκ ἔστιν ἴδιον ἀέρος ἢ ὕδα|τος, ὧν ἐστί τε καὶ γίνεται τὸ φῶς χρῶμα κατὰ συμβεβηκός. εἰπὼν δὲ ὅτι μὴ ἴδιον τὸ διαφανὲς ἀέρος ἢ ὕδατος, προσέθηκεν ὅτι μηδὲ ἄλλου τινὸς τῶν οὕτως λεγομένων σωμάτων· λέγονται γὰρ διαφανεῖς λίθοι τινές. οὐδὲ τούτων οὖν τινος ἴδιον ἡ διαφάνεια, ἀλλ’ ἔστι κοινὴ φύσις τις καὶ δύναμις οὐ χωριστὴ οὖσα οὐδὲ καθ’ αὑτὴν ὑφίστασθαι δυναμένη, ὥσπερ οὖν οὐδ’ ἄλλη τις δύναμις, ἀλλ’ ἔν τε τούτοις οὖσα ἃ διαφανῆ λέγομεν, ἀέρι λέγω καὶ ὕδατι, καὶ ὧν κατηγοροῦμεν τὸ διαφανές, καὶ ἐν τοῖς ἄλλοις πᾶσι σώμασι, τοῖς μὲν μᾶλλον, τὸ ἲς δὲ ἧττον, τῷ πάντα τὰ σώματα ἔχειν τι τῆς δυνάμεως ἐν αὐτοῖς. Λαβὼν δὲ τὸ τὴν διαφάνειαν φύσιν τινὰ καὶ δύναμιν εἶναι ἐν πᾶσι τοῖς σώμασι, τοῖς μὲν μᾶλλον, τοῖς δὲ ἧττον, προσλαμβάνει τούτῳ τὸ ὡς τῶν σωμάτων, καθὸ σώματα, ἀνάγκη τι εἶναι ἔσχατον καὶ πέρας, ἐπειδὴ μηδὲν ἄπειρον σῶμα, ὡς δέδεικται, καὶ ἔστι τοῦτο ἐπιφάνεια, οὕτως φησὶν ἔσχατόν τι |τοιοῦτον εἶναι καὶ τῆς διαφανείας. τοῦτο δὲ τὸ τῆς διαφανείας πέρας οὐχ ὡς κεχωρισμένον τῆς ἐπιφανείας οὕτως ἐστὶ τοῦ σώματος πέρας, ἀλλ’ ὡς ἐν ταύτῃ καὶ σὺν ταύτῃ ὄν· ὡς γὰρ ἔχει πρὸς ἄλληλα τό τε διαφανὲς καὶ τὸ σῶμα, οὕτως ἔχει καὶ τὰ πέρατα αὐτῶν πρὸς ἄλληλα. ἐπ’ ἐκείνων δὲ οὐκ ἄλλο μέν ἐστι τὸ σῶμα, ἄλλο δέ τι κεχωρισμένον αὐτοῦ τὸ διαφανές· ἀλλ’ ἔστι τὸ σῶμα αὐτὸ διαφανές, κατὰ τὴν τοιαύτην δὲ δύναμιν χρωμάτων δεκτικόν. ἔστι δὲ καὶ τὸ πέρας αὐτοῦ ἐπιφάνεια τοιαύτη κεχρωσμένη, ὡς εἶναι, καθὸ μὲν σῶμα, τὴν ἐπιφάνειαν αὐτοῦ πέρας, καθὸ δὲ τοιόνδε καὶ διαφανές, τὸ χρῶμα. [ἐστι ποιότης ἐν τῇ ἐπιφανείᾳ, καθὸ μὲν σῶμα, ἐπιφάνειαν, καθὸ δὲ τοιόνδε, λευκήν]. ἔστι γὰρ φύσις ἐν τοῖς σώμασι δεκτικὴ χρωμάτων, ἥτις ἐστὶν ἡ διαφάνεια. ὡς γὰρ θερμότητος ἢ ψυχρότητος ἢ ὑγρότητος ἢ ξηρότητος ἢ μανότητος ἢ πυκνότητος οἷόν τε τὰ μὲν μᾶλλον μετέχειν τῶν σωμά|των, τὰ δὲ ἧττον, οὐκ οὐσῶν χωριστῶν δυνάμεων, οὕτως καὶ τῆς διαφανείας. ὡς γὰρ πᾶσι τοῖς ἐν ἄλλῳ πεφυκόσι γίνεσθαί τε καὶ εἶναι ἔστι τι ὑποκείμενον ἐπιτη- δειότητα ἔχον πρὸς τὸ κατ’ αὐτὸ εἰδοποεῖσθαι καὶ ὕλη ἐστὶν αὐτῶν καὶ γὰρ βαρεῖ καὶ κούφῳ καὶ μεγάλῳ καὶ μικρῷ καὶ θερμῷ καὶ ψυχρῷ καὶ τοῖς ἄλλοις τοῖς ἀνάλογον τούτοις ἔχουσιν ὕλη τις ὑπόκειται), οὕτω δὲ καὶ τοῖς χρώμασι καὶ τῇ κατὰ ταῦτα ἐναντιώσει (καὶ γὰρ ταῦτα τῶν ἐν ἄλλοις γίνεσθαι πεφυκότων), καὶ ἔστιν αὕτη ἡ ἐν τοῖς σώμασι διαφάνεια. καὶ τὰ σώματα, καθό ἐστι διαφανῆ, καὶ τὸ χρῶμα ἔχει τε καὶ δέχεται· πᾶν γὰρ σῶμα κατὰ τὴν τοιαύτην δύναμιν χρώματός ἐστι δεκτικόν. ἔστι δὲ οὐκ ἐν πᾶσιν ἴση ἡ φύσις αὕτη τοῖς σώμασιν, ἀλλ’ ἐν οἷς μὲν μᾶλλον, ἐν οἷς δὲ ἧττον· καὶ τὰ μέν ἐστιν αὐτῶν ἀόριστα, τὰ δὲ διωρισμένα. κατὰ δὲ τὰς διαφορὰς ταύτας καὶ ἡ τῶν χρωμάτων ἐν αὐτοῖς διαφορά. πάντα μὲν οὖν τὰ σώματα τῆς φύσεως ταύτης τῆς διαφανείας κεκοινώνηκεν, ἀλλὰ τὰ μὲν μᾶλλον,| τὰ δὲ ἧττον. ἰδίως δὲ διαφανῆ, ὡς εἴθισται λέγεσθαι, τῶν σωμάτων μόνα τὰ δίοπτα, ἀπὸ τοῦ ***φαινόμενον μὲν κυρίως λέγεσθαι τὸ τῇ ὄψει ἀντιληπτὸν παρὰ τὸ φάος (φάος δὲ τὸ φῶς), ὧν δὴ τοῦτο χρῶμα, ταῦτα διαφανῆ. τὰ γὰρ δεχόμενα τὸ φάος ἤτοι φῶς, δι’ οὗ πάντα τὰ ὁρώμενα ὁρᾶται, ταῦτα λέγεται συνήθως διαφανῆ κατὰ ἄμφω, ὅτι τε τὸ φῶς δέχεται, ὅ ἐστι φάος, καὶ διότι τοῖς ἄλλοις πᾶσιν αἴτια ταῦτα τοῦ φαίνεσθαί τε καὶ ὁρᾶσθαι· τὰ γὰρ χρώματα διὰ τούτου ὁρᾶται καὶ τούτου κινητικά. δέχεται δὲ τὸ φῶς τὰ ἀόριστα διαφανῆ τῷ μὴ ἔχειν οἰκεῖον χρῶμα· τὰ γὰρ ἀόριστα, ὥσπερ τὸ πέρας ἴσχε παρ’ ἄλλου οὐκ ἔχοντα οἰκεῖόν τε καὶ ὡρισμένον, οὕτω δὴ καὶ τὰ χρώματα. δι’ οὗ δὴ ταῦτα φαίνεται, τοῦτο δὲ ἰδίως καλοῦμεν διαφανές. οὐ πάντα γάρ, ὡς εἴρηται, τὰ ἔχοντα τὴν διαφάνειαν ὁμοίως ἐστὶ διαφανῆ· ἀλλὰ τὰ μὲν μᾶλλον αὐτῆς, τὰ δὲ ἧττον μετέχει. καὶ ἔστι τὰ μὲν ἀόριστα τῶν σωμάτων διὰ τὸ <μηδεμίαν> μοῖραν τε καὶ γῆς ἔχειν ἐν αὑτοῖς ἅ] καὶ μᾶλλον διαφανῆ καὶ ἐν τῷ βάθει, τὰ δὲ ἕτερα ἧττον, διότι γῆς ταῦτα ἐν αὑτοῖς μετέχει, ἥτις ἐλάχιστα διαφανής ἐστι· τὸ γὰρ μᾶλλόν τε καὶ ἧττον μίξει τοῦ ἐναντίου. μάλιστα μὲν γὰρ ὁρατὸν καὶ διαφανὲς τῶν σωμάτων, ὃ αὐτό τέ ἐστιν ὁρατὸν καὶ διαφανὲς καὶ τοῖς ἄλλοις τοῦ ὁρᾶσθαι αἴτιον γίνεται· τοιοῦτον δὲ σῶμα τὸ φωτίζειν πεφυκός, ὥσπερ τό τε θεῖον καὶ τὸ πῦρ. κατὰ λόγον δὲ κατὰ τὴν πρὸς τοῦτο γειτνίασιν καὶ οἰκειότητα καὶ τῶν ἄλλων ἕκαστον κεκοινώνηκε τῆς διαφανείας, ἀὴρ μὲν μᾶλλον (διὸ καὶ τάχιστα οὗτος φωτὸς ἀναπίμπλαται), δευτέρως δὲ τὸ ὕδωρ, τελευταία δὲ ἡ γῆ· διὸ καὶ ἐλάχιστα αὕτη διαφανής· καὶ γὰρ ὅσα ἐκ γῆς εἶναι δοκοῦντά ἐστι διαφανῆ, ὕδατος μᾶλλον ἢ γῆς ὄνια αὐτὰ εὕροι τις ἄν· καὶ τῇ ταύτης δὲ μίξει τὰ ἔλαττον διαφανῆ τῶν σωμάτων οὕτως διαφανῆ. καὶ γὰρ δὴ ὁ μὲν ἀὴρ οἰκεῖός πὼς τῷ πυρί· διὸ καὶ ταχέως ἐμπίπλαται φωτός. τὸ δὲ ὕδωρ καὶ τροφὴ δοκεῖ τῷ |πυρὶ εἶναι καὶ γὰρ ἐν τοῖς καιομένοις ὅλοις ἡ ὑγρότης ἐστὶν <ἡ> ἐν αὐτοῖς καιομένη, καὶ ἐφ’ ταύτην ἔχει, καίεται· τοιοῦτον γὰρ καὶ ὁ καπνός. ἡ δὲ γῆ πορρωτάτω ἀφέστηκεν αὐτοῦ (διὸ καὶ ἥκιστα αὕτη διαφανής)· διὸ καὶ εἰκότως τὴν στερήσεως πὼς τοῦ φωτὸς χώραν ἔχει, οὔτε αὐτὴ δεχομένη τὸ φῶς ἐν αὑτῇ, ὅτῳ τ’ ἂν ἄλλῳ μιχθῇ, ἀντιφράττουσα αὐτῷ καὶ κωλύουσα φωτίζεσθαι δί’ ὅλου, ὡς ὁρῶμεν ἐπὶ τοῦ ἀέρος ἐν ᾧ καπνός ἐστι· πολὺ γὰρ τὸ γεῶδες ἐν τῷ καπνῷ. οὐδὲ ἡ φλὸξ δίοπτος, διότι καὶ αὐτὴ γεῶδές τι ἔχει μεμιγμένον, εἴγ’ ἐστὶ καπνὸς καιόμενος καὶ ἡ φλόξ. διὸ οὐ κονιορτοῦ ὄντος ἐν τῷ ἀέρι διαφανὴς ἔτι ὁ ἀὴρ μένει. κέρας δὲ καὶ τὸ χελώνιον διαφανῆ ἐργασθέντα πὼς γίνεται, ὅτι τὸ πλεῖστον ὕδατος ἐν αὐτοῖς· δηλοῖ δὲ τῷ μαλακτὰ εἶναι. τὰ μὲν οὖν μάλιστα διαφανῆ τῶν σωμάτων τὸ μάλιστα ὁρατὸν |τῶν χρωμάτων δέχεται, τοῦτο δέ ἐστὶ τὸ φῶς, καὶ δι’ ὅλων αὐτῶν, τῷ μὴ ἔχειν τὸ ἀντιφράττον καὶ τῷ ἀόριστα εἶναι· δι’ ὃ καὶ τῶν ἄλλων χρωμάτων ὁρατὸν ἕκαστον· τῷ δὲ εἶναι ὑγρά τε καὶ ἀόριστα καὶ μὴ δύνασθαι στέγειν τοῦτο ὃ δέχεται οὐ παθητικῶς χρώννυται. διὸ οὐκ ἀεὶ τὸ χρῶμα τοῦτο ἔχει, ἀλλ’ ἀπελθόντος τοῦ πεφυκότος φωτίζειν αὐτὰ ἐν στερήσει τούτου γίνεται· ὡς εἴγε στέγειν ἐδύνατο τὸ χρῶμα, ἦν <ἂν> ἀεὶ φῶς αὐτοῖς. ἀλλὰ καὶ τὰ ἄλλα χρώματα ὁμοίως δέχεται· κινεῖται γὰρ ὑπὸ τούτων δι’ οἰκειότητα. ὅσα δὲ στερεὰ τῶν σωμάτων καὶ γῆς ἔχοντα πλεῖον, οὔτε δίοπτα ταῦτα, διότι μηδὲ ὁμοίως διαφανῆ, οὕτε τὸ φῶς ἔτι δέχεται· οὐ γὰρ τῶν τοιούτων σωμάτων οἰκεῖον χρῶμα τὸ φῶς. ἔχει μέντοι οἰκεῖόν τι χρῶμα· στερεὰ γὰρ ὄντα καὶ στέγειν δυνάμενα τοῦτο ὃ τὴν ἀρχὴν ἐδέξατο καὶ ἔσχεν ἐκ τῆς τῶν διαφανῶν |ἐν αὐτῷ ποιᾶς μίξεως, ὁρᾶται μὲν διὰ τοῦ φωτός, ὃ κυριώτατά τε καὶ μάλιστα ὁρατόν, οὐ μὴν αὐτὸ τὸ φῶς ὡς χρῶμα δεχόμενα· καθόσον δὲ μετέχει τῆς διαφανείας, κατὰ τοσοῦτον καὶ οὕτως κέχρωσται. ὅσα μὲν γὰρ μᾶλλον αὐτῶν ἐστι διαφανῆ φωτοειδὲς ἔχει τὸ χρῶμα, ἔχοντα μεμιγμένον ἐν αὑτοῖς τὸ τοιούτου χρώματος αἴτιον, τὰ ὅ ἐγγὺς τούτοις λευκόν· τὰ γὰρ μᾶλλον ὁρατὸν ἔχοντα τὸ χρῶμα μᾶλλόν ἐστι καὶ διαφανῆ. τὰ δὲ μέλανα στερήσει διαφανείας τοιαῦτα, ὡς τὸ σκότος ἀπουσίᾳ τοῦ φωτίζειν πεφυκότος. καὶ τοιαύτη μὲν ἡ τοῦ χρώματος φύσις καὶ ἡ τῆς ἐν τοῖς σώμασι διαφανείας. Ὥσπερ οὖν ἐπὶ τῶν σωμάτων ἀνάγκη τιεἶναι ἔσχατον. Λαβὼν ὅτι τὸ χρῶμα ἐν τῷ διαφανεῖ καὶ γὰρ τὸ φῶς ἐν τούτῳ καὶ τοῦτο ὂν κατὰ συμβεβηκὸς χρῶμα —τοῦτο γὰρ τῆς τῶν χρωμάτων φύσεως δεκτικόν —καὶ τούτῳ συμβεβηκὸς ὡς ὑποκειμένῳ τῷ χρώματι τούτου ἐστὶ τὸ χρῶμα, λέγω |δὴ τοῦ διαφανοῦς) ***ὡς γὰρ τοῦ σώματος, καθὸ σῶμά ἐστιν, ἀναγκαίως ἐστὶν ἔσχατόν τι καὶ πέρας (οὐδὲν γὰρ ἄπειρον σῶμά ἐστι, παντὸς δὲ σώματος ἔσχατον ἡ ἐπιφάνεια), οὕτως καὶ τῆς ἐν τοῖς σώμασι διαφανείας καὶ τῶν σωμάτων, καθό ἐστι διαφανῆ, ἀναγκαῖον εἶναί τι πέρας, ταὐτὸν μὲν ὂν τῷ ἀριθμῷ τῷ τοῦ σώματος πέρατι, ὅτι καὶ τὰ ὧν πέρατα ταῦτα ἓν κατ’ ἀριθμόν, οὐ ταὐτὸν δὲ τῷ λόγῳ, ὅτι μηδὲ ταὐτὸν ἦν τό τε σώματι εἶναι καὶ τὸ διαφανεῖ· σώματα μὲν γὰρ ἀλλήλων οὐκ ἔστι μᾶλλον καὶ ἧττον, διαφανῆ δὲ τὰ μὲν μᾶλλον, τὰ δὲ ἧττόν ἐστι. τοῦ μὲν οὖν σώματος, ὡς σώματος, πέρας ἡ ἐπιφάνεια, τοῦ δὲ διαφανοῦς, ὡς διαφανοῦς, τὸ χρῶμα· διὸ καὶ ταὐτόν πὼς καὶ οὐ ταὐτὸν ἐπιφάνειά τε καὶ χρῶμα. τὸ δὲ πέρας τοῦ διαφανοῦς χρῶμα· κατὰ δὲ τὸ πέρας ὁρᾶται τὰ κεχρωσμένα, ὥστε πέρας τὸ χρῶμα. καθὸ μὲν γὰρ ὁρᾶται, |κατὰ τοῦτο καὶ χρῶμα ἔχει· κατὰ δὲ τὸ πέρας ὁρᾶται· κατὰ τοῦτο ἄρα ἔχει τὸ χρῶμα, καὶ τοῦτό ἐστιν αὐτῶν, ὡς διαφανῶν, πέρας. οὐκέτι γὰρ τὰ οὕτω διαφανῆ καὶ διὰ βάθους ἐστὶ τοιαῦτα· τῶν γὰρ ἀορίστων διαφανῶν ἡ διαφάνεια διὰ βάθους. Ἡ μὲν οὖν τοῦ φωτὸς φύσις ἀορίστῳ διαφανεῖ ἐστι. Ἀόριστον μὲν γὰρ διαφανὲς τὸ ὑγρὸν καὶ μὴ ἔχον οἰκεῖον ὅρον, ᾧ ἀντιδιαιρεῖται τὸ στερεὸν σῶμα, σῶμα ἁπλῶς λέγων αὐτό, ὡς ἐμφαινομένης τῆς στερεότητος ἐν τῷ σώματι, ἐπεὶ οὐδέν γε ἔλαττον καὶ τὸ ἀόριστον σῶμα σῶμα. τὴν διαφορὰν δὲ φωτός τε καὶ χρώματος καὶ τῶν ἐν οἷς ταῦτα διαφανῶν δείκνυσι διὰ τούτων. τὸ μὲν γὰρ φῶς ἐν τῷ ἀορίστῳ διαφανεῖ καὶ οἰκεῖον οὐκ ἔχοντι τέλος. ὡς γὰρ οὐκ ἔχει τὰ |τοιαῦτα σώματα, καθὸ σώματα, οἰκεῖόν τι πέρας, ἀλλ’ ἀεὶ ὑπὸ ἄλλου ὁρίζεται καὶ περατοῦται, οὕτως οὐδὲ χρῶμα οἰκεῖον ἔχει τῷ τὸ μὲν χρῶμα πέρας καὶ τοῦτο εἶναι τοῦ σώματος, καθὸ διαφανές τε καὶ χρώματος δεκτικὸν καὶ ὁρατόν, ταῦτα δὲ μὴ ἔχειν οἰκεῖον πέρας. ἐπεὶ δέ ἐστι καὶ ἐν τοῖς στερεοῖς ἡ διαφάνεια καὶ οἰκεῖον ἔχει πέρας ταῦτα καὶ ὡρισμένον, τοῦ ἐν τοῖς στερεοῖς σώμασι διαφανοῦς ἀνάγκη μὲν εἶναι ἔσχατόν τι καὶ τοῦτο ὡρισμένον, ὥσπερ καὶ καθὸ σώματα ἦν· συνοδεύει γὰρ καὶ ἐν τῷ ὑποκειμένῳ τό τε ὡς σώματος καὶ τὸ ὡς διαφανοῦς πέρας. Τοῦτο δ᾿ ὅτι τὸ χρῶμά ἐστι προσβιβάζει ἀπὸ τῶν συμβεβηκότων. τὸ γὰρ χρῶμα ἢ ἐν τῷ πέρατι τοῦ σώματός ἐστι ἢ πέρας τοῦ σώματός ἐστι. καὶ ὅτι τοῦτο οὕτως ἔχει, παρατίθεται τὴν τῶν Πυθαγορείων δόξαν, ὅτι τὴν ἐπιφάνειαν. ὅ ἐστι πέρας τοῦ σώματος, χρόαν ἔλεγον. παραθέμενος δὲ τὴν ἐκείνων δόξαν, ἐπα|νορθῶν αὐτὴν λέγει εἶναι μὲν ἐν τῷ πέρατι τοῦ σώματος, ὅπερ ἐστὶν ἡ ἐπιφάνεια τὸ χρῶμα, οὐ μὴν εἶναι τὸ τοῦ σώματος πέρας. καὶ ***ὡς σώματός ἐστι πέρας τὸ χρῶμα· τὸ μὲν γὰρ χρῶμα ποιότης, ἡ δὲ ἐπιφάνεια ποσόν, εἴγε μέγεθος ἐπὶ δύο διεστώς· καὶ πᾶν μὲν σῶμα ἐπιφάνειαν ἔχει, οὐ πᾶν δὲ κέχρωσται. καὶ οὔτε, εἰ μία <κατ᾿ ἀριθμὸν ἐπιφάνεια>, ἐξ ἀνάγκης ἓν κατ’ ἀριθμὸν γὰρ ἐν τῇ μιᾷ κατ’ ἀριθμὸν ἐπιφανείᾳ καὶ τὰ ἐναντία εἶναι χρώματα), οὔτε, εἰ ἓν κατ’ ἀριθμὸν χρῶμα, ἀνάγκη καὶ ἐπιφάνειαν κατ’ ἀριθμὸν εἶναι μίαν. ὅτι δὲ μὴ τοῦ σώματος, καθὸ σῶμα, πέρας τὸ χρῶμα, ἀλλὰ τοῦ διαφανοῦς, καὶ αὐτὸς διὰ τῶν ἑξῆς δείκνυσι, καὶ ὅτι τὸ διαφανές ἐστι τὸ ἐν τοῖς σώμασι χρωμάτων δεκτικόν. Ἀλλὰ τὴν αὐτὴν δεῖ φύσιν νομίζειν. Προθέμενος δεῖξαι ὅτι τὸ χρῶμα οὐ τὸ τοῦ σώματος πέρας ἐστίν, |ἀλλ’ ἐν τῷ τοῦ σώματος πέρατι, πέρας ὂν οὐχ ὡς σώματος, ἀλλὰ τοῦ διαφανοῦς, καθὸ διαφανές, πρῶτον δείκνυσιν ὅτι τὸ ἐν τοῖς στερεοῖς σώμασι διαφανές ἐστι τὸ χρώματος δεκτικόν. τὴν γὰρ αὐτήν, φησί, δεῖ νομίζειν φύσιν καὶ ἐν τοῖς στερεοῖς εἶναί τε καὶ συνθέτοις σώμασι τὴν τοῦ χρώματος δεκτικήν, ἥτις καὶ ἔξω τῶν στερεῶν σωμάτων ὁρᾶται χρωματιζομένη· τοιαύτη δὲ ἀήρ τε καὶ ὕδωρ. δείκνυσι δὲ διὰ τούτων ὅτι τὸ διαφανὲς χρώματος δεκτικόν. ἔξω δὲ εἶπε ταῦτα χρωματίζεσθαι, ὅτι ὑπό τινος ἔξωθεν φωτίζεταί τε καὶ χρώννυται οἰκεῖον οὐκ ἔχοντα <χρῶμα> γὰρ ἐξ αὑτῶν καὶ οἰκεῖον ἔχοντα χρῶμα ἐντὸς κεχρῶσθαι λέγει, διότι οἰκεῖον ἔχει καὶ ἐν αὑτοῖς τὸ χρῶμα καὶ τὸ αἴτιον τοῦ χρώματος)· ἡ γὰρ αὐγὴ καὶ τὸ φῶς τὸ ἐν τοῖς ἀορίστοις διαφανέσι γινόμενον, οἷά ἐστιν ἀὴρ καὶ ὕδωρ, ἀλλὰ καὶ κίνησις |ἡ ὑπὸ τῶν χρωμάτων τούτων †ἐστί χρωματίζεται· 105 ἐν γὰρ τούτοις αὐγή τις γίνεται, καὶ ἐν τῷ ἀέρι καὶ ἐν τῷ ὕδατι, ὑπό τινων ἀνθῶν, ὡς χρώννυσθαι δοκεῖν αὐτά. ἢ αὐγὴν τὸ φῶς εἶπε τὸ γινόμενον ἐν αὐτοῖς, χρῶμα ὄν πὼς αὐτῶν. καὶ ἐν τοῖς στερεοῖς ἄρα ἡ φύσις ἡ αὐτή ἐστιν ἡ τὰ χρώματα δεχομένη. Ἑξῆς δὲ προστίθησι, κατὰ τί αὐτοῖς ἡ διαφορά, τούτοις τε τοῖς ἀορίστοις διαφανέσιν, ἃ εἶπεν ἔξω ***ὄντα χρωματίζεσθαι, καὶ τοῖς ὡρισμένοις. ἐπὶ μὲν γὰρ ἐκείνων διὰ τὸ ἀόριστα αὐτὰ εἶναι καὶ μὴ παθητικῶς ἀναδέχεσθαι τὰ χρώματα οὐ τὸ αὐτὸ φαίνεται χρῶμα οὐδὲ ἡ αὐτὴ αὐγὴ ἐγγύς τε προσιόντων καὶ ἀφισταμένων πορρωτέρω (κατὰ γὰρ ποιὰν σχέσιν καὶ θέσιν τῶν δι’ αὐτῶν ὁρωμένων πρὸς τὰ ὁρῶντα καὶ ποσὴν ἀπόστασιν διάφορον τὸ ἐν αὐτοῖς χρῶμα φαίνεται καὶ μεταβάλλον τῷ μὴ αὐτὰ ἀναδέχεσθαι τὸ χρῶμα τὸ ὁρώμενον· κινούμενα δέ πὼς ὑπ’ αὐτῶν αἴτια τοῖς ὁρῶσι τοῦ ὁρᾶσθαι ταῦτα γίνεται), ἐν δὲ τοῖς σώμασι (πάλιν δὲ σώματα τὰ στερεὰ λέγει) |τὸ αὐτὸ μένει τ· ὸ ὁρώμενον, ἐγγύς τε καὶ πορρωτέρω ἀποχωρούντων, ἄν γε ᾖ τὸ διάστημα σύμμετρον· οὐ γὰρ τὸ ἐν τούτοις χρῶμα ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχει, ἀλλ’ ἔστιν ἐν αὐτοῖς τοῦτο δι’ οὗ αὐτὰ ὁρᾶται, ἀλλ’ οὐ διὰ τούτων. ἀλλ’ ἐπειδὴ πολλάκις καὶ ἐν τοῖς οἰκεῖον ἔχουσί τι χρῶμα καὶ στερεοῖς τὸ περιέχον ἢ πυκνότερον ὂν ἢ λεπτότερον, μᾶλλον πεφωτισμένον ἢ ἧττον, κατὰ ποιὰν τοῦ φωτὸς σχέσιν πρὸς τὰ χρώματα καὶ τὴν μῖξιν τὴν πρὸς ταῦτα ἄλλοτε ἀλλοῖα ποιεῖ φαίνεσθαι τὰ ὁρώμενα, ὡς ἐπὶ τοῦ τῆς περιστερᾶς τραχήλου, διὰ τοῦτο ἀσφαλῶς προσέθηκεν τὸ ἐὰν μὴ τὸ περιέχον ποιῇ μεταβάλλειν, ὥρισται καὶ ἡ φαντασία τῆς χρόας. ἢ τὸ ἐὰν μὴ τὸ περιέχον ποιῇ μεταβάλλειν εἶπεν ἐπὶ τῶν σωμάτων, λέγων τὰ στερεά· πολλάκις γὰρ καὶ τούτων τὸ χρῶμα ἀλλοῖον ὑπὸ τοῦ περιέχοντος γίνεται ἢ θερμοτέρου ἢ ψυχροτέρου ἢ ὅλως τοιούτου ὄντος, ὡς ὑπ’ αὐτοῦ πάσχειν τὸ κεχρωσμένον καὶ μετα- βάλλειν. |Προσθεὶς ’δε τὴν διαφορὰν τῶν τε ἐν τοῖς ἀορίστοις διαφανέσι χρωμάτων καὶ τῶν ἐν τοῖς ὡρισμένοις, τὴν αἰτίαν ἀποδιδοὺς χρήσιμον γὰρ ἦν αὐτῷ πρὸς τὸ μὴ ἡγεῖσθαί τινας διὰ τοῦτο τὰ μὲν ἀόριστα διαφανῆ εἶναι, τὰ δὲ ὡρισμένα μηκέτι) δῆλον, φησίν, ὅτι ἡ αὐτὴ φύσις καὶ τὸ αὐτὸ καὶ ἐν τοῖς στερεοῖς καὶ ἐν τοῖς ἐκτός τε <χρωματιζομένοις> ἀορίστοις χρώματός ἐστι δεκτικόν, καὶ ἔστι τοῦτο διαφανές. καθ’ ὅσον ἄρα ὑπάρχει καὶ ἐν τοῖς σώμασιν ἡ διαφάνεια, κατὰ τοσοῦτον αὐτοῖς καὶ χρώματος μέτεστιν. ὅτι δὲ τοῖς μὲν μᾶλλον τοῖς δὲ ἧττον ὑπάρχει ἡ φύσις αὕτη οὖσα ἐν πᾶσι, προειρήκαμεν. Εἰπὼν δὲ τοῦτο καὶ λαβὼν ὅτι ἐν τῷ διαφανεῖ, νῦν προστίθησιν ὅτι ἐν τῷ πέρατι τούτου, ἀλλ’ οὐκ ἐν τῷ τοῦ σώματος, ὡς ἐδόκει τοῖς Πυθαγορείοις. ὅτι μὲν γὰρ ἐν πέρατι ἡ χρόα ὡς ἐναργὲς λαμβάνει· ὁρατὰ γὰρ τὰ σώματα κατὰ τὸ πέρας. καθ’ ὃ γὰρ ἕκαστον τῶν ὁρατῶν ὁρατόν ἐστι, τοῦτο τὸ χρῶμά ἐστιν αὐτοῦ· κατὰ δὲ τὸ πέρας τὰ ὡρισμένα διαφανῆ ἐστι· τὸ πέρας ἄρα τοῦ ὡρισμένου διαφανοῦς, καθὸ διαφανές, χρῶμά ἐστι. τὰ γὰρ ἐν βάθει τῶν σωμάτων λέγοιτ’ ἂν δυνάμει χρῶμα ἔχειν, ὥσπερ καὶ ὁρατὰ εἶναι· ὡς γὰρ τὸ ὁρατὰ εἶναι ἔχει, οὕτως ἔχει καὶ τὸ κεχρῶσθαι. πᾶν γὰρ χρῶμα ὁρατὸν τῇ αὑτοῦ φύσει, εἰ καὶ μὴ τὸ εἶναι αὐτῷ ἐν τούτω. τὸ δὲ φῶς οὐκ ἂν εἴη χρῶμά τι ἁπλῶς οὐδὲ ὑπὸ τὸν τοῦ χρώματος λόγον, ὅτι μὴ παθητικῶς αὐτὸ ἔχει τε καὶ δέχεται τὰ διαφανῆ. προστίθησι δέ, βεβαιῶν τὸ πέρας εἷναι τὸ χρῶμα, ὅτι καὶ αὐτῶν τῶν διαφανῶν εἴ τι οἰκεῖόν ἐστί τινος χρῶμα, καὶ τοῦτο κατὰ τὸ πέρας ὁρατόν ἐστι· τὸ γὰρ φῶς οὐ χρῶμα ἦν αὐτῶν· οὐ γὰρ ἴδιον. Εἰπὼν δὲ ταῦτα ἑξῆς προστίθησι καὶ τὴν αἰτίαν τῆς τῶν χρωμάτων τῶν ἐν τοῖς σώμασι διαφορᾶς |λέγων· ἔστι μὲν οὖν εἶ ’ναι ἐν τῷ διαφανεῖ τοῦθ’ ὅπερ καὶ ἐν τῷ ἀέρι ποιεῖ φῶς. ἔστι δὲ τὸ λεγόμενον τὸ φῶς τὸ ἐν τοῖς ἀορίστοις γινόμενον διαφανέσι χρῶμά πὼς ὄν· καὶ γὰρ αὐτὸ παρουσίᾳ φωτὸς ἤ τινος φύσεως φωτίζειν τε καὶ χρωννύναι δυναμένης γίνεται, ἧς ἁπελθούσης σκότος ἐν τῷ διαφανεῖ γίνεται, στέρησις φωτὸς ὄν. ὡς οὖν ἐπὶ τῶν ἀορίστων διαφανῶν ἔχει τὸ ἐν‘ ἐκείνοις χρῶμα παρουσίᾳ γινόμενον τοῦ φωτίζειν δυναμένου, οὕτως φησὶν ἔχειν καὶ ἐπὶ τῶν ὡρισμένων τὸ χρῶμα τὸ οἰκεῖον αὐτῶν ἑκάστου. ἐν οἷς μὲν γὰρ αὐτῶν οὖσι διαφανέσι ἐστὶ καὶ τὸ ὑφ’ οὗ χρώννυσθαι πέφυκε τὸ διαφανὲς τοιαύτη δὲ ἦν ἡ λαμπρὰ καὶ πυρώδης φύσις), ταῦτα ὁρατά τε μᾶλλον καὶ μᾶλλον χρώννυται ἔχοντα τὸ χρῶμα ὡρισμένον τε καὶ μένον, ὅτι καὶ τὸ παρεκτικὸν καὶ αἴτιον τοῦ χρώματος ἐν αὑτοῖς ἔχει, καὶ ταῦτ’ ἐστὶ τὰ λευκὸν ἔχοντα τὸ χρῶμα· καὶ γὰρ ἡ χιών, διότι πλεῖστον ἀέρος ἔχει, |ἔτι δὲ καὶ ἐξ] ὕδατος, διαφανῶν ἀμφοτέρων, μάλιστα †δὲ διαφανὴς καὶ λευκὴ διὰ τὴν κίνησίν τε καὶ τρῖψιν τοῦ ἀέρος <ὃς> κινούμενος τοῦ καὶ ἀφρώδους χρώματος αἴτιος· ἡ γὰρ κίνησις αὐτὸν συνάγουσα διὰ τὴν περιέχουσαν τοῦ νέφους ψυχρότητα παχύτερον ποιεῖ θερμαίνουσα καὶ συνίστησι, καὶ οὕτως κρατηθεὶς ὑπὸ τοῦ ἐκτὸς ψυχροῦ πήγνυται. ἐν οἷς δὲ μὴ ἔστιν ἢ ἧττόν ἐστιν ἡ τοιαύτη φύσις, ταῦτα μέλανά τε καὶ ἐν στερήσει χρώματος ἀνάλογον τῷ σκότῳ <τῷ> ἐν τοῖς διαφανέσιν ὄντ’, ὁπόταν παρῇ τὸ φωτίζειν τε καὶ χρωννύναι αὐτὰ δυνάμενον. καὶ τὰ μεταξὺ δὲ χρώματα δῆλον ὅτι κατὰ τὴν αὐτὴν ἀναλογίαν τῆς ποιᾶς τοῦ ἐν τούτοις παρουσίας τε καὶ μίξεως γένοιτο ἄν, ὃ ἐφεξῆς ζητήσει. ἔοικε δὲ οὐ τῇ τοῦ διαφανοῦς ἐπιτάσει τε καὶ ἀνέσει τὴν τῶν χρωμάτων ἀνατιθέναι διαφοράν, ἀλλὰ τῇ τοῦ φωτίζειν καὶ χρωννύναι πεφυκότος αὐτὸ παρουσίᾳ τε καὶ ἀπουσίᾳ. ἢ ἐξ ἀμφοῖν |ἄν γίνοιτο· καὶ γὰρ τῇ διαφανείᾳ καὶ τῇ παρουσίᾳ τοὐ χρωννύναι πεφυκότος τὸ μᾶλλον ἢ ἧττον εἶναι εἴη ἄν καὶ τὸ διαφανέσι μᾶλλον <ἢ ἧττον> τοῖς στερεοῖς ἐν τῇ ποιᾷ μίξει τῶν προειρημένων· Περὶ δὲ τῶν ἄλλων χρωμάτων ἤδη διελομένοις ἲς ποσαχῶς ἐνδέχεται γίνεσθαι λεκτέον. ’Ev τοῖς στερεοῖς σώμασι τὴν μὲν μῖξιν καὶ παρουσίαν τοῦ φωτίζειν πεφυκότος ἐν τῷ διαφανεῖ τὸ λευκὸν χρῶμα ποιεῖν εἰπών, τὴν δὲ ἀπουσίαν τούτου τὸ μέλαν ἀναλόγως τῷ ἐν τῷ ἀορίστῳ διαφανεῖ γινομένῳ φωτί τε καὶ σκότῳ, ἐφεξῆς ζητεῖ περὶ τῶν μεταξὺ χρωμάτων τοῦ τε λευκοῦ καὶ τοῦ μέλανος, πῶς γίνεται. ἐπεὶ δὲ δοκεῖ μίξει γίνεσθαι τῶν ἐναντίων, ἐκτίθεται τοὺς τρόπους, καθ’ οὓς δύναται ἡ κατὰ τὰ χρώματα διαφορὰ γίνεσθαι ἐκ τῆς τοῦ λευκοῦ τε καὶ μέλανος μίξεως. ‘’Ενδέχεται μὲν γάρ, φησί, καὶ παρ’ ἄλληλα τιθέμενα τό τε μέλαν καὶ τὸ λευκόν, ὡς ἑκάτερον μὲν αὐτῶν εἶναι διὰ μικρότητα ἀόρατον, τὸ δὲ ἐκ τῆς συνθέσεως αὐτῶν ὁρατὸν γίνεσθαι, ποιεῖν ἄλλου τινὸς ὄψιν χρώματος.’ ἔστι γάρ τινα ἃ κατ’ ἰδίαν μὲν |ὄντα ἐκφεύγει τὴν ὄψιν, συντεθέντα δὲ ἀλλήλοις ὁρᾶται. ἀπὸ γοῦν διαστήματός τινος πυρὸν μὲν ἕνα κείμενον οὐκ ἄν τις ἴδοι· εἰ δὲ σωρὸς πυρῶν γένοιτο, ὁρῷτο ἂν ἀπὸ τοῦ αὐτοῦ διαστήματος. ὡς δὲ ἀπὸ τοῦ αὐτοῦ διαστήματος τούτων τὸ μὲν ὁρατόν, τὸ δὲ οὔ, οὕτως δύναταί τινα διὰ μικρότητα μηδ’ ὅλως κινεῖν τὴν ὄψιν καθ’ αὑτά. τὸ δὴ ἐκ τῆς τοιαύτης τῶν προειρημένων χρωμάτων παραθέσεως ὁρώμενον οὐδετέρῳ μὲν ταὐτὸν ἔσεσθαι τῶν παρακειμένων ἀλλήλοις, ἔσεσθαι μέντοι τὶ χρῶμα, εἴγε καὶ ὁρατόν· ἄλλο ἄρα τι εἶδος χροιᾶς. ἔσεσθαι δὲ κατὰ τὴν ἀναλογίαν τῶν παρατιθεμένων τε καὶ συντιθεμένων ἀλλήλοις λευκῶν τε καὶ μελάνων τῶν διὰ σμικρότητα ἀοράτων πλείω καὶ διαφέροντα ἀπογεννώμενα χρώματα· ἄλλο |μὲν γὰρ ἴσων ἴσοις παρατιθεμένων, ἄλλο δὲ κατὰ τὴν ἑκατέρου τε ὑπεροχὴν καὶ τὴν τῆς ὑπεροχῆς ἀναλογίαν· οὐ γὰρ ὅμοιον διπλασίων τε τῶν λευκῶν ὄντων καὶ ἡμιολίων ἢ ἐν ἄλλῃ τινὶ ὑπεροχῇ. ὁ δ’ αὐτὸς λόγος καὶ ἐπὶ τῆς τοῦ μέλανος ὑπεροχῆς. καὶ τὰ μὲν ἐν λόγῳ τινὶ καὶ σύμμετρα τῶν ὑπαρχόντων πρὸς ἄλληλα ἔσεσθαι, τὰ δὲ ἐν ὑπεροχῇ ἁπλῇ, καὶ ἔσεσθαι αὐτῶν ἡδέα μὲν καὶ προσηνῆ τὰ ἐν λόγῳ τῆς ὑπεροχῆς ὄντα σύμμετρα, οὐ τοιαῦτα δὲ τὰ ἀσύμμετρα ἀνάλογον τοῖς κατὰ τὰς συμφωνίας· καὶ γὰρ ἐν ἐκείνοις ἡ διαφορὰ κτὰ τοὺς ἐν τοῖς ἀριθμοῖς τῆς ὑπεροχῆς λόγους. ἡ μὲν γὰρ ἔχουσα ὡς δύο πρὸς ἓν διαπασῶν καλεῖταί τε καὶ ἔστιν, ἡ δὲ τῶν τριῶν πρὸς τέσσαρα διατεσσάρων· ὅταν δὲ μηδένα λόγον ἔχωσιν οἱ φθόγγοι πρὸς ἀλλήλους, ἀνάρμοστον καὶ ἀσύμφωνον τὸ ἀκουόμενόν ἐστιν, ἀκουόμενον μέντοι. οὕτως δὲ καὶ ἐπὶ τῆς τῶν λευκῶν τε καὶ μελάνων παραθέσεως τῶν διὰ μικρότητα |ἀοράτων ἕξειν τὰ ἀπογεννώμενα χρώματα, οἷον τριῶν δυσὶν ἢ τεσσάρων δυσὶν ἢ τριῶν τέτρασι παρατιθεμένων τε καὶ μιγνυμένων, καὶ τῶν μὲν, ἐν ἀναλογίᾳ, τῶν ’δε ἔξω ταύτης, καὶ ἡδέα μὲν τὰ ἐν ἀναλογίᾳ τῶν συντιθεμένων, ὡς τὸ ἁλουργὸν καὶ τὸ φοινικοῦν καὶ τὰ τοιαῦτα, τὰ δὲ ὅσα πληκτικὰ καὶ ἀηδῆ οὐκ ἐν ἀναλογία. καὶ ὀλίγα φησὶν ἔσεσθαι τὰ ἡδέα διὰ τὴν αὐτὴν αἰτίαν, δι’ ἣν καὶ τὰ συμφώνως ἡρμοσμένα τοιαῦτα, ἢ καὶ πάσας μὲν τὰς χρόας ἐν ἀριθμοῖς τισι τῶν παρατιθεμένων ἀλλήλοις γίνεσθαι, ἀλλὰ τὰς μὲν τεταγμένας παραθέσεις αὐτῶν εἶναι, ἐξ ὧν τὰ ἡδέα χρώματα, τὰς δὲ ἀτάκτους, γίνεσθαι δὲ τὰς ἀτάκτους οὐκ ἐν τῇ τῆς ὑπεροχῆς ἀσυμμετρίᾳ, ἀλλ’ ἐν τῇ τῆς παραθέσεως ἀταξίᾳ. ἔστι γὰρ τὰ δέκα τοῖς πέντε ποικίλως παρατιθέναι, καθ’ ἃς διαφορὰς παραθέσεων διαφορὰν ἔσεσθαι καὶ τῶν χρωμάτων. Μῆ καθαρὰς δ’ ἄν λέγοι παραθέσεις τἀς μὴ ὁμοίων. καθαρὰ μὲν γάρ, εἰ παρὰ δύο φέρε εἰπεῖν ἓν |εἴη κείμενον ἐν πάσῃ τῇ μίξει, οὐ καθαρὰ δέ, ὅταν τὰ μὲν παρὰ δύο, τὰ δὲ παρὰ τρία, τὰ δὲ παρὰ ἕν. εἷς μὲν οὖν τρόπος οὗτος τοῦ πλήθους τῶν χρῶ μάτων, δύο μὲν ὄντων κατὰ τὸ ὑποκείμενον τῶν χρωμάτων, πολλῶν ’δε γινομένων τῷ λόγῳ ᾦ καὶ τῇ μίξει τε καὶ παραθέσει τῇ ποιᾷ τούτων, ἐν φαντασίᾳ τὸ πλῆθος τῶν χρωμάτων ἐχόντων, οὐκ ἐν ὑποστάσει. οὕτως τινὲς καὶ τὰς κράσεις γίνεσθαι λέγουσιν. Εἷς μὲν οὖν τρόπος τῆς γενέσεως τῶν χρῶμ’ ἄτων οὗτος, εἷς δὲ τὸ φαίνεσθαι δι’ ἀλλήλων. ἰπὼν τὴν δόξαν τὴν τῇ ποιᾷ παραθέσει τοῦ λευκοῦ τε καὶ μέλανος τὴν τῶν ἄλλων χρωμάτων φαντασίαν γίνεσθαι λέγουσαν, δευτέραν πάλιν ἐκτίθεται δόξαν, καθ’ ἣν δοκεῖ καὶ αὐτὴν δύνασθαι μὴ ὄντων ἄλλων χρωμάτων φαντασίαν γίνεσθαι, μόνων ὄντων ἐν ὑποστάσει τοῦ τε λευκοῦ καὶ τοῦ μέλανος. ἔστι δὲ αὕτη ἡ τῷ δύνασθαι δι’ ἀλλήλων τὸ λευκὸν καὶ τὸ μέλαν ὁρᾶσθαι τὴν τῶν μεταξὺ χρωμάτων φαντασίαν ἀνατιθεῖσα. πῶς δὲ διαφαίνεσθαι δι’ ἄλλη λῶν τὰ χρώματα δύναται καὶ φαντασίαν διάφορον ἀποτελεῖν δεικνὺς παρέθετο τοὺς γραφεῖς. οὗτοι γὰρ ὑπαλείφοντές τινα ἐναργεστέραν χρόαν, εἶτα ἐπαλείψαντες ἔξωθεν αὐτῇ τινα ἔλαττον ἔχουσαν τὸ ἐναργὲς ποιοῦσιν ἄλλην φαίνεσθαι καὶ οὐχ ὁποία ἦν· τοῦτο δὲ ποιοῦσιν, ὅταν ὡς ἐν ὕδατι ἢ ἐν ἀέρι βούλωνταί τι ποιῆσαι φαινόμενον. ἀλλὰ καὶ ὁ ἥλιος διὰ μὲν καθαροῦ τοῦ ἀέρος λευκὸς φαίνεται, ὅταν δὲ δι’ ἀχλύος ἢ καπνοῦ βλέπηται, φοινικοῦς ὁρᾶται. τὸ γὰρ ἐπιτιθέμενον χρῶμα ὅταν διαφέρον ᾖ τοῦ ὑποκειμένου, οὐδετέρου φαντασία ὁλόκληρος σῴζεται, ἀλλ’ ἄλλο τι παρ’ ἑκάτερον αὐτῶν τὸ φαινόμενόν ἐστιν. ἔστι δὲ καὶ τοῦτον τὸν τρόπον πλῆθος χρωμάτων κατὰ τὴν ἀναλογίαν τῶν τε διορωμένων καὶ τῶν δι’ ὧν διορᾶται, ὄντων γε λευκοῦ τε καὶ μέλανος. εἰ μὲν γὰρ εἴη ὑπερέχον τὸ ἐν βάθει ὂν λευκὸν τοῦ ἐπιπολῆς ὄντος μέλανος, ἄλλου χρώμάτος ἡ φαντασία, εἰ ’δε ἰσάζοι, ἄλλη, |καὶ εἰ ἀνάπαλιν λαμβάνοιτο, ἄλλη καὶ διάφορος κατὰ τοὺς λόγους τῶν ὑπεροχῶν ἡ τοῦ ἐν βάθει ἢ τοῦ ἐπιπολῆς. ὅτι δὲ μὴ ἡ αὐτὴ δόξα αὕτη τῇ πρὸ ταύτης, δῆλον· ἐκεῖ μὲν γὰρ παράθεσις ἦν ἀοράτων κατ’ αὐτά, ἐνταῦθα δὲ ὁρατῶν σύνθεσις, τῶν μὲν ὑποτιθεμένων, τῶν δὲ ἐπιτιθεμένων. Τὸ μὲν οὖν ὥσπερ οἱ ἀρχαῖοι λέγειν ἀπόρροιαν εἶναι τὴν χροιὰν. ἐκθέμενος τὰς δόξας τὰς δύο, καθ’ ἃς αἱ τῶν πλειόνων χρωμάτων φαντασίαι κατὰ μῖξιν τῶν ἐναντίων, τοῦ τε λευκοῦ καὶ τοῦ μέλανος, γίνεσθαι †δοκεῖ ἐν ἣ ἦν δόξα προκαταβεβλημένη περὶ τοῦ ὁρᾶν ὑπὸ τῶν ἀρχαίων, ὡς ἄρα τοῦ ὁρᾶν κατὰ τὴν ἀπὸ τῶν ὁρωμένων ἀπόρροιαν γινομένου· εἴδωλα γάρ τινα ὁμοιόμορφα ἀπὸ τῶν ὁρωμένων συνεχῶς ἀπορρέοντα καὶ ἐμπίπτοντα τῇ ὄψει τοῦ ὁρᾶν ᾐτιῶντο. τοιοῦτοι δὲ ἦσαν οἵ τε περὶ Λεύκιππον καὶ Δημόκριτον, οἳ καὶ ἐκ τῆς τῶν ἀοράτων διὰ |μικρότητα 118 παραθέσεως τὴν τῶν μεταξὺ χρωμάτων φαντασίαν ἐποίουν· ἀλλὰ καὶ Ἐμπεδοκλῆς οὕτω τὸ ὁρᾶν γίνεσθαι λέγει, ὡς πρὸ ὀλίγου ἐμνημόνευσα. ὅτι δὲ μὴ ὑγιὴς ἡ δόξα μηδὲ οὕτως οἷόν τε τὸ ὁρᾶν γίνεσθαι, ἀλλ’ ὡς αὐτὸς ἔδειξεν, ὑπομιμνῄσκει ἡμᾶς καθόλου δεικνὺς ὅτι μὴ κατὰ τὰς ἀπορροίας τὰς ἀπὸ τῶν ὁρωμένων τὸ ὁρᾶν γίνεσθαι οἷόν τε. εἰ γὰρ οὕτω, δι’ ἁφῆς ἡ ἀντίληψις τῇ ὄψει ἔσται, εἴγε τὰ ἀπορρέοντα σώματα ὄντα τῷ ἐμπίπτειν αὐτὰ †ἢ ὁραθεισῶν ***οὐκέτι προσέθηκεν τὸ ἑπόμενον ἄτοπον. εἴη δ’ ἄν, εἰ εἴη δι’ ἁφῆς, δεῖν αὐτὴν ψυχροῦ θερμοῦ, ὑγροῦ <ξηροῦ> καὶ τῶν ἁπτῶν ἐναντιώσεων ἀντιλαμβάνεσθαι· οὐδενὸς δὲ τούτων ἀντιληπτική. ἔτι εἰ συνεχὴς ἀπὸ τῶν ὁρωμένων ἀπόρροια, πῶς οὐκ ἀναλίσκεται ταχέως τοσαύτης σωματικῆς ἀποκρίσεως ἀπ’ αὐτῶν γινομένης; εἰ δὲ ἀντιπροσκρίνεται αὐτοῖς ἄλλα, πρῶτον μὲν διὰ τί |τοῦτο οὐκ ἀεὶ γίνεται ἐπ’ αὐτῶν, ὥστε ἴσα [τε] αὐτὰ διαμένειν; τίς τε αἰτία τοῦ ὡρισμένως καὶ πάλιν ὡρισμένως μειοῦσθαι; ἔπειτα πῶς ὁμοιοσχήμονα διαμένει; τὰ μὲν γὰρ ἀπορρέοντα ὁμοιόμορφα διὰ τοῦτο γοῦν καὶ χρωμάτων ἡ ὄψις ἀντιλαμβάνεται)· τὰ δὲ προσκρινόμενα διὰ τί τοιαῦτά ἐστι; καὶ εἰ συνεχὴς ἡ ἀπόρροια ἀφ’ ἑκάστου καὶ κατὰ πάντα τὰ μόρια, πῶς οὐκ ἐμποδίσει τὰ ἀποκρινόμενα τοῖς φερομένοις, ἵνα <μὴ> προσκριθῇ, ἢ ἐκεῖνα τούτοις, ἵνα φέρηται; πῶς δὲ λεπτὰ ὄντα οὐ σκεδασθήσεται ἀνέμων ὄντων; ὁρῶμεν γάρ, κἀν ἄνεμος ᾖ μεταξύ. ἔτι πῶς διαστήματος ἀντίληψις γίνεται, εἰ τὰ ἐμπίπτοντα ὁ ὀφθαλμὸς ὁρᾷ; πῶς δὲ καὶ μύοντες οὐκ ὀψόμεθα, εἰ οὕτως ἐστὶ τὰ φερόμενα λεπτά; δυνήσεται γὰρ καὶ μυόντων διὰ τῶν πόρων εἴσω χωρεῖν. διὰ τί δὲ καὶ ἐπιτεθέντος τοῦ ὁρωμένου <τοῖς ὀφθαλμοῖς> οὐκ ὀψόμεθα; καὶ γὰρ τότε ἀπορρεύσεται τὰ εἴδωλα καὶ δέξεται αὐτὰ ὁ ὀφθαλμός. ἡ διὰ τί φωτὸς χρεία πρὸς τὸ ὁρᾶν, δεχομένου τὸ ὁρώμενον τοῦ |ὀφθαλμοῦ, γίνεται; ἔτι ἤτοι τὰ ἀπορρέοντα παράκειται τῷ ὀφθαλμῷ ἢ τότε φέρεται, ὅταν εἰς αὐτὰ ἐπιστραφῇ. εἰ μὲν οὖν παράκειται, οὐδ’ ὅλως διαστήματος ἀντίληψις ἔσται· εἰ δὲ τότε φέρεται, πρῶτον μὲν ἐν πλείονι χρόνῳ τὰ πλεῖον ἀφεστῶτα ὀψόμεθα, ὅπερ οὐχ οὕτως γινόμενον ὁρῶμεν· εἶτα εἰ τῷ τοῦ ἀέρος τοῦ πρότερον ἀπορρέοντός τε καὶ ἐμπίπτοντος τοῦ εἰδώλου τῇ ὄψει ποσῷ, ὃς καὶ αὐτὸς ἐμπίπτει τὶ ὄψει, κατ’ αὐτοὺς τὸ διάστημα ὁραθήσεται, πρῶτον μὲν πῶς τοσοῦτον ἀέρα ἡ ὄψις δέξεται (καθ᾿ ἑκάστην γὰρ φορὰν εἰδώλου τοσοῦτον ἀέρα δέξεται, ὅσος ἐστὶν ὁ μεταξὺ αὐτοῦ τε καὶ τοῦ ὁρωμένου); εἶτα ἕξει τινὰ ἰσχὺν τὰ ἀπορρέοντα εἴδωλα, ὡς τοῦτον προωθεῖν δύνασθαι; εἶτα πῶς, ὅταν ἄνεμος ᾖ, τοῦτο ἔτι σωθήσεται; ὁ γὰρ ἄνεμος ὁρᾶται παρασύρων τὸν μεταξὺ ἀέρα. εἰ δὴ τὰ εἴδωλα λεπτότερα ὄντα διαδύε|ται τὴν τῶν ἀνέμων βίαν, πῶς οὐχὶ διὰ τοῦ ἀέρος διαἀντιπροσκρίνεται δύσεται; τί δὲ ἔσται καὶ τὸ ἀναμετροῦν τὸν εἰσιόντα εἰς τὴν ὄψιν ἀέρα; πῶς δὲ καὶ τὸ μέγεθος καὶ τὸ σχῆμα τοῦ ὁρωμένου ἡ ὄψις κρινεῖ, κατὰ τὸ τῆς κόρης μέγεθος δεχομένη ἀπὸ τοῦ φερομένου εἰδώλου μόριον; καὶ γὰρ εἰ πολλάκις καὶ πολλὰ δέχεται, πῶς καὶ διὰ τί ἄλλοτε ἄλλο μέρος τοῦ εἰδώλου δέξεται, καὶ οὐχὶ ἀεὶ τὸ αὐτὸ καὶ ἐκ διαστημάτων; εἰ δὲ καὶ ἀεὶ τὸ παρακείμενον, τίς ἡ σύνθεσις τούτων ἐν τῇ ὄψει, ὡς θέατρον ἢ ναὸν δοκεῖν ἑωρακέναι διὰ οὕτω μικρῶν μορίων τῶν ἐμπιπτόντων ἀπὸ τοῦ ἀπ’ αὐτῶν εἰδώλου φερομένου; πῶς δὲ οὐ μεταξὺ ἀπ’ ἄλλων τινῶν εἰδώλων ἐμπιπτόντων τῇ ὄψει τινὰ διασπάσει τὴν τῆς ὄψεως τῆς τοῦ πρώτου συνέχειαν, εἰ δεῖ τοσαυτάκις καὶ τοσαῦτα εἴδωλα ἐνεχθῆναι ἀπό τινος πρὸς αὐτήν, ὡς κατὰ τὸ τῆς κόρης μέγεθος δεχομένην ἀπ’ αὐτῶν τι ὅλον ἀεὶ δέξασθαι, ἄλλο ἀπ’ ἄλλου εἰδώλου μέρος λαμβάνουσαν; πῶς δὲ καὶ ἀπὸ τῶν λείων ὡς ἐσχηματισμένα τὰ εἴδωλα λαμβάνει, οὐκ ἐχόντων ἐξοχάς; ἢ πῶς ἀπὸ τῶν κατόπτρων; ἢ πῶς αἱ ἐξοχαὶ ἀφ’ ὧν δύναται φέρεσθαι μένουσιν ἐν τῇ ὄψει, εἰ οὕτως ἐστὶ λεπτὰ καὶ ἀσθενῆ τὰ εἴδωλα, καὶ οὐ συγχέονται; διὰ τί δὲ κἂν ὀλίγον ἀπελθόντος τοῦ ὁρωμένου, ταῦτα μένει †ἢ ἐξ ὧν ἐν τῇ ὄψει; τὸ δὲ λέγειν μυωπίζεσθαι τὴν ὄψιν ὑπὸ τῶν φερομένων ἐπ’ αὐτὴν εἰδώλων καὶ διορίζεσθαι καὶ πρὸς τὸ ὁρᾶν παρασκευάζεσθαι οὐκέτι τηρούντων ἐστὶ τὸ διὰ τῶν εἰδώλων γίνεσθαι τὸ ὁρᾶν. δῆλον γὰρ ὅτι μυωπισθεῖσα ἡ ὄψις ὑπὸ τοῦ εἰδώλου ἄλλο τι ὄψεται, εἰ μὴ τὸ εἴδωλον. τί οὖν ταῦτα καὶ πῶς; καὶ ταῦτα μὲν καὶ τοιαῦτα λέγειν ἔστι πρὸς τοὺς ἀπὸ τῶν ὁρατῶν ἀπορρεῖν τι λέγοντας καὶ οὕτως ὁρᾶσθαι τὰ ὁρώμενα. Αὐτὸς δὲ μόνον ὑπομνήσας ὅτι μὴ εὔλογον οὕτως τὸ ὁρᾶν γίνεσθαι, ἔχων δεδειγμένον ἐν τοῖς ἔμπροσθεν ὅτι μηδὲ ἀπὸ τῆς ὄψεως οἷόν τε 25 λέγειν ἀπορρεῖν τι καὶ οὕτως ἡμᾶς ὁρᾶν, τίθησι |τὴν αὑτοῦ δόξαν, ἣν ἐν τοῖς Περὶ ψυχῆς κατεσκεύασε, λέγων· ὥστ’ εὐθὺς κρεῖττον φάναι τῷ κινεῖσθαι τὸ μεταξὺ τῆς αἰσθήσεως ὑπὸ τοῦ αἰσθητοῦ γίνεσθαι τὴν αἴσθησιν ἢ ἁφῇ καὶ ἀπορροίᾳ. δοκεῖ γὰρ αὐτῷ πάσχουσα μὲν καὶ ἡ ὄψις ὑπὸ τῶν ὁρατῶν αἰσθάνεσθαι, ὥσπερ καὶ τῶν ἄλλων αἰσθήσεων ἑκάστη, ἀλλ’ οὐχὶ ποιοῦσά τι καὶ ἐκπέμπουσα, πάσχουσα δὲ οὐ τῷ δέχεσθαι ἀπορρέοντά τινα ἀπὸ τῶν αἰσθητῶν, ἀλλὰ τῷ τὸ μεταξὺ τῆς τε ὄψεως καὶ τοῦ ὁρωμένου διαφανές, ὅταν κατ’ ἐνέργειαν ᾖ τοιοῦτο (τοιοῦτον δέ ἐστι τὸ πεφωτισμένον), κινεῖσθαι ὑπὸ τῶν ὁρατῶν, τουτέστι τῶν χρωμάτων κινητικὸν γὰρ τὸ χρῶμα τοῦ κατ’ ἐνέργειαν διαφανοῦς)· τὸν αὐτὸν δὲ τρόπον ὑπὸ τῶν χρωμάτων κινεῖσθαι τὸ κατ’ ἐνέργειαν διαφανές, ὡς κινούμένον ὑπὸ τῆς τοῦ φωτίζειν πεφυκότος παρουσίας τὸ δυνάμει φῶς δέχεταί τε καὶ φωτίζεται. κινούμενον γάρ πὼς καὶ διατιθέμενον τὸ κατ’ ἐνέργειαν διαφανὲς ὑπὸ τῶν ὁρατῶν τὸ εἶδος αὐτῶν διαδίδωσι τῇ κόρῃ, ὁμοίως ὡς ἔλαβεν, οὔσῃ καὶ αὐτῇ διαφανεῖ. καὶ |οὕτως διὰ ταύτης δεχομένης διὰ τοῦ διαφανοῦς τοῦ μεταξὺ <τὸ> εἶδος τοῦ ὁρωμένου καὶ μέχρι τοῦ πρώτου αἰσθητικοῦ αὐτὸ τῷ τὸν μεταξὺ πόρον τοῦ τοιούτου σώματος εἶναι πλήρη, τὸ ὁρᾶν γίνεσθαι εὔλογον, καὶ ὅτι οὐ κατὰ τὰς ἀπὸ τῶν ὁρατῶν ἀπορροίας. ἑξῆς λέγει καὶ τὸ ἑπόμενον ἄτοπον τοῖς ἅμα μὲν τῆ παραθέσει τῶν ἀοράτων διὰ μικρότητα τῶν] χρωμάτων τὴν μῖξιν τῶν παρὰ τὸ λευκόν τε καὶ μέλαν χρωμάτων γίνεσθαι λέγουσιν, ἅμα δὲ τὴν ἀπόρροιαν τοῦ ὁρᾶν αἰτιωμένοις. Ἐπὶ μὲν οὖν τῶν παρ’ ἄλληλα κειμένων ἀνάγκη ὥσπερ καὶ μέγεθος λαμβάνειν ἀόρατον οὕτω καὶ χρόνον ἀναίσθητον. Ἔστι δὲ ὃ λέγει ὅτι τοῖς τῇ παραθέσει ταύτῃ τὴν ὁρατὴν τῶν χρωμάτων μῖξίν τε καὶ φύσιν ἀνατιθεῖσιν, ἔτι δὲ τὸ ὁρᾶν τῇ ἀπὸ τῶν ὁρωμένων ἀπορροίᾳ γίνεσθαι λέγουσιν ἕπεται, ὥσπερ σῶμά τι καὶ μέγεθος λαμβάνουσιν ἀόρατον τῆ αὑτοῦ φύσει, οὕτως λέγειν καὶ χρόνον τινὰ ἀναίσθητον εἶναι. πᾶσα μὲν |γὰρ κίνησις ἐν χρόνῳ. διὸ καὶ ἡ ἀπὸ τῶν ὁρωμένων ἀπόρροια διὰ κινήσεως ἐπὶ τὰς ὄψεις ἀφικνουμένη δηλονότι ἐν χρόνῳ ἄν τινι ἀφικνοῖτο. τοῦ δὲ τοῦτον τὸν χρόνον ἀναίσθητον αὐτοῖς ἀναγκαῖον εἶναι λέγειν καὶ τὴν αἰτίαν παρατίθησιν. Ἴνα λανθάνωσιν αἱ κινήσεις ἀφικνούμεναι καὶ ἓν δοκῇ διὰ τὸ ἅμα φαίνεσθαι. Ἐπεὶ γὰρ κατὰ βραχὺ γίνεται τῇ ὄψει κατὰ τοὺς οὕτω λέγοντας τὸ ὁρᾶν ὅσον γὰρ οἵα τε δέξασθαι ἡ κόρη τοῦ εἰδώλου, τοσοῦτον καθ’ ἑκάστην ἔμπτωσιν ὁρᾷ), δοκεῖ δὲ ὡς ἅπαξ καὶ μιᾷ προσβολῇ καὶ ὡς ἓν ὁρᾶν τὸ ὁρώμενον, δεῖ ἐν ἀναισθήτοις χρόνοις τὰς τῶν τηλικούτων ἐμπτώσεις γινομένας διαλανθάνειν, ἵνα μὴ κατὰ μικρὰ ἀλλ’ ἀθρόον αὐτὸ ὁρᾶν δοκῇ. πᾶσι μὲν οὖν τοῖς οὕτω τὸ ὁρᾶν λέγουσι γίνεσθαι ἀναισθήτων χρόνων χρεία· τοῖς δὲ καὶ τὴν τῶν χρωμάτων διαφορὰν τῇ τῶν ἀναισθήτων σωμάτων παραθέσει ἀνατιθεῖσιν, εἴγε καὶ τῇ ἀπορροίᾳ λέγοιεν τῇ ἀπὸ τῶν |ὁρωμένων τὸ ὁρᾶν γίνεσθαι, διπλασιάζεται τὸ ἄτοπον. οὐ γὰρ μόνον ἀναίσθητα μεγέθη τούτοις ἀνάγκη λέγειν, ἀλλὰ καὶ χρόνους ἀναισθήτους. δύναται καὶ ὡς ἰδίως ἑπόμενον τὸ δεῖν λέγειν ἀναισθήτους χρόνους εἶναι τοῖς καὶ τῇ τῶν σωμάτων κατὰ μικρὰ παραθέσει τὴν τῶν χρωμάτων διαφορὰν ἀνατιθεῖσιν εἰρηκέναι. οὕτως δ’ ἂν †πολλὰ ἂν τὰ ὁρώμενα ὡς ἓν ὄψεταί τις, εἰ λανθάνοι ἡ ἀφ’ ἑκάστου αὐτῶν ἀπόρροια καθ’ αὑτὴν ἐμπίπτουσα τοῖς ὀφθαλμοῖς καὶ δοκεῖ ὡς μία ἅπαξ καὶ †ἀφανὲς τοῦ ὁρωμένου γίνεσθαι. Ἐνταῦθα δὲ οὐδεμία ἀνάγκη. Ἐνταῦθα λέγει ἐπὶ τῆς δόξης τῆς δι’ ἀλλήλων τὰ χρώματα ὁρᾶσθαι λεγούσης καὶ οὕτως αὐτῶν τὴν μῖξιν ποιούσης. τὸ γὰρ ἐπιπολῆς χρῶμα κινούμενον ὑπὸ τοῦ ὑποκειμένου αὐτῷ ἀλλοίαν τὴν φαντασίαν ποιήσει τοῦ ὁρωμένου, καὶ καιὰ τὰς τῶν ὑποκειμένων διαφορὰς ἔσται |καὶ ἡ τοῦ ὁρωμένου φαντασία διάφορος. ὅτι δὲ βελτίων ἡ δόξα αὕτη ἡ περὶ μίξεως χρωμάτων τῆς πρὸ αὐτῆς ἔδειξεν ἐπενεγκὼν τὸ ὥστ’ εἰ μὴ ἐνδέχεται μηδὲν εἶναι μέγεθος ἀόρατον, ἀλλὰ πᾶν ἔκ τινος ἀποστήματος ὁρατόν. ταύτῃ γὰρ ἐκείνης αὕτη πλέον ἕξει, ὅτι οὐκ ἔστι κατὰ ταύτην ἀόρατόν τι σῶμα. περὶ μέντοι τοῦ ἀναισθήτυος χρόνους μὴ ἔσεσθαι ἐπὶ ταύτης οὐδὲν εἶπεν, ὅτι ἀνάγκη τοῦτο ἐπὶ ταύτης γίνεσθαι, εἰ κατὰ ἀπορροίας τῶν ὁρωμένων λέγοι τις γίνεσθαι τὸ ὁρᾶν. Δύναται τὸ λεγόμενον οὕτως εἰρῆσθαι. ἐκθέμενος τὰς δύο δόξας, καθ’ ἃς οἷόν τε πλείω φαίνεσθαι τὰ χρώματα, τήν τε κατὰ παράθεσιν τῶν διὰ μικρότητα ἀοράτων, ἥτις ἦν δόξα τῶν πρὸ αὐτοῦ, καὶ τὴν κατὰ ἐπιπρόσθησιν, 10 ἑξῆς εἶπε πῶς γινομένου τοῦ ὁρᾶν δύναται σῴζεσθαι τὸ τὴν τῶν χρωμάτων μῖξιν κατά |τινα γίνεσθαι τούτων τῶν τρόπων· οὐ γὰρ ταῖς ἀπορροίαις, ὡς ᾤοντο οἱ πρὸ αὐτοῦ (ἁφὴ γὰρ οὕτω καὶ ἡ ὄψις ἔσται), ἀλλὰ τῇ τοῦ μεταξὺ τῆς ὄψεως καὶ τοῦ ὁρωμένου διαφανοῦς κινήσει ὑπὸ τῶν ὁρατῶν. εἰπὼν δὲ ὅτι ἄτοπον τὸ τῇ ἀπορροίᾳ τὴν ὄψιν γίνεσθαι λέγειν καὶ δεικνὺς πῶς, παρατίθεται καὶ δείκνυσι τὸ συμβαῖνον ἄτοπον τοῖς παραθέσει τῶν ἀοράτων τὴν τῶν χρωμάτων μῖξιν <γίνεσθαι> λέγουσιν, εἰ ἀπορροίᾳ λέγοιεν τὸ ὁρᾶν. οὐ γὰρ μόνον αὐτοῖς ἀναγκαῖον ἔσται ἀόρατά τινα μεγέθη λέγειν, ἀλλὰ καὶ ἀναίσθητον χρόνον, καὶ διπλασιασθήσεται τὸ ἄτοπον, εἴγε μήτε ἀναίσθητον τῇ αὑτοῦ φύσει μέγεθός ἐστιν, ὡς ἐρεῖ, μήτε ἀναίσθητος χρόνος. πᾶσι μὲν γὰρ τοῖς ἀπορροίας αἰτιωμένοις ἀκολουθεῖ τὸ ἀναίσθητον χρόνον εἶναι λέγειν. εἰ δέ τινες τῇ τῶν ἀοράτων παραθέσει τὴν μῖξιν τῶν χρωμάτων αὐτῶν γίνεσθαι λέγοιεν, ὡς ἔλεγον οἱ πρὸ αὐτοῦ, τούτοις ἀκολουθήσει ἅμα μὲν μεγέθη ὑποτί|θσθαι ἀόρατα εἶναι, ὃ καὶ αὐτὸ ἄτοπον ἅμα δὲ καὶ χρόνον ἀναίσθητον, ὡς ἴσον εἶναι τὸ ἐπὶ μὲν οὖν τῶν παρ’ ἄλληλα κειμένων τῷ ἐπὶ μὲν γὰρ τῶν παρ’ ἄλληλα κειμένων, ὡς μεγέθη τινὰ ὑποτίθεσθαι ἀόρατα εἶναι, οὕτως ἀνάγκη ἔσται καὶ χρόνους ἀναισθήτους λέγειν.’ οὕτως γὰρ τὰ κατὰ μικρὸν ἐμπίπτοντα μόρια τῇ κόρῃ καὶ κατὰ τοσοῦτον, ὅσον ἡ κόρη δέξασθαι δύναται, ὡς ἕν τε καὶ συνεχὲς ὁραθήσεται, εἰ λανθάνοι ἡ διαφορὰ τῶν χρόνων καθ’ οὓς ἐμπίπτει τῇ κόρῃ τὰ ὁρώμενα εἴδωλα καὶ εἷς δοκεῖ εἶναι ἐν ᾧ τὸ πᾶν ὁρᾷ. δύο δὲ ἄτοπα ἀκολουθήσει τῇ τοιαύτῃ δόξῃ, τό τε μεγέθη τινὰ λέγειν ἀόρατα καὶ χρόνους ἀναισθήτους, ὧν οὐδέτερον ἀληθές, ὡς προελθὼν δείξει. Εἰπὼν δὲ τὸ ἑπόμενον ἄτοπον τοῖς τὸ ὁρᾶν ταῖς ἀπὸ τῶν ὁρωμένων ἀπορροίαις ἀνατιθεῖσι καὶ δείξας αὐτὸ ἐπὶ παραδείγματος τοῦ τὴν τῶν χρωμάτων μῖξιν ἐκ τῆς τῶν ἀοράτων παραθέσεως γίνεσθαι ἕπεται γὰρ καὶ 10 χρόνους |ἀναισθήτους τίθεσθαι), ὅτι μὴ τοῦτο ἕπεται τὸ ἄτοπον τοῖς διὰ τῆς τῶν μεταξὺ κινήσεως τὸ ὁρᾶν γίνεσθαι λέγουσιν ἐπιφέρει, πάλιν ἐπὶ τούτου παραδείγματι χρώμενος τῇ δόξῃ τῇ κατὰ τὴν ἐπιπρόσθησιν τῶν χρωμάτων τὴν μῖξιν αὐτῶν γίνεσθαι λεγούσῃ. λέγει γὰρ ἐνταῦθα οὐδεμία ἀνάγκη, τὸ ἐνταῦθα λέγων ἐπὶ τῆς δόξης τῆς διὰ τῆς κινήσεως τοῦ μεταξὺ τὸ ὁρᾶν γίνεσθαι λεγούσης, ἣν προέκρινεν αὐτός. οὐκέτι γὰρ τοῖς οὕτω λέγουσι γίνεσθαι τὸ ὁρᾶν ἀνάγκη λέγειν ἀναίσθητόν τι μέγεθος ἣ ἀναίσθητόν τινα χρόνον εἶναι, καὶ διὰ τί δείκνυσιν ἐπὶ τῶν χρωμάτων τῶν ἐπαληλιμμένων ἀλλήλοις· οὔτε γὰρ ἀναίσθητα οὕτως τὰ κεχρωσμένα λαμβάνουσιν οὔτε χρόνου δεησόμενα πρὸς τὸ τὰς ἀπὸ τούτων ἀπορροίας πρὸς τὴν ὄψιν ἐνεχθῆναι. ἀλλὰ τὸ ἐπιπολῆς χρῶμα τῷ διαφανεῖ τῷ μεταξὺ τῆς τε ὄψεως καὶ ἑαυτοῦ γειτνιῶν ἄλλως μὲν διαθήσει τὸ διαφανὲς τὸ μεταξὺ ἁπλοῦν τε καὶ καθ’ |ἑαυτὸ ὄν, ἄλλως δέ, εἰ εἴη τι αὐτῷ ὑποκείμενον ὑφ’ οὗ πάσχοι. οὐ γὰρ ὡς ἁπλοῦν ἔτι διατίθησι τὸ μεταξὺ διαφανές, ἀλλ’ ὡς μεμιγμένον καὶ ἕτερόν τι ὂν διὰ τὴν τοὐ ὑπαληλιμμένου χρώματος αὐτῷ διαφορὰν καὶ τὸ ὑπ’ αὐτοῦ πάθος γινόμενον ἐν αὐτῷ. εἰπὼν δὲ ταῦτα καὶ δείξας ἐπιφέρει· ὥστ’ εἰ μὴ ἐνδέχεται μηδὲν εἶναι μέγεθος ἀόρατον, ἀλλὰ πᾶν ἔκ τινος ἀποστήματος ὁρατόν, καὶ αὕτη τις ἄν εἴη χρωμάτων μῖξις, λέγων ὅτι εἰ μὴ εἴη μεγέθη τινὰ ἀόρατα, ἡ ἐκείνως λεγομένη μῖξις γίνεσθαι τῶν χρωμάτων κατὰ τὴν τῶν ἀοράτων παράθεσιν οὐκ ἄν εἴη, εἴγε μηδὲν μέγεθος ἀόρατον, αὕτη δὲ ἡ δευτέρα δόξα ῥηθεῖσα γίνοιτ’ ἂν καὶ αὐτὴ τῆς τῶν χρωμάτων μίξεως αἰτία, ἡ κατὰ τὴν ἐπάλειψιν καὶ ἐπιπρόσθησιν ἄλλου ἄλλῳ. ἐρεῖ γὰρ καὶ ἄλλην τινὰ καὶ τήνδε κυριωτέραν. Καὶ μὴ ὄντων δὲ μεγεθῶν ἀοράτων τινῶν, ὅμως φησὶ μηδὲν κωλύειν καὶ τῇ παραθέσει τῶν χρωμάτων δόξαι τινὰ μῖξιν γίνεσθαι τοῖς ἀπὸ πλείονος διαστήματος ὁρῶσι τὰ τοῦτον τὸν τρόπον παρακείμενα. περὶ γὰρ τοῦ μηδὲν εἶναι μέγεθος ἀόρατον τῇ αὑτοῦ φύσει μηδὲ οὕτως δύνασθαι τὴν μῖξιν τῶν χρωμάτων γίνεσθαι, ὡς ἐκ τῆς τῶν ἀοράτων πυρῶν παραθέσεως, ἐν ὑστέρῳ, φησί, δειχθήσεται. Εἰ δέ ἐστι μῖξις τῶν σωμάτων μὴ μόνον τὸν τρόπον τοῦτον ὅνπερ οἴονταί τινες, παρ’ ἄλληλα τῶν ἐλαχίστων τιθεμένων, ἀδήλων δὲ ἡμῖν διὰ τὴν αἴσθησιν. Διὰ τούτων τίθησι τὴν αὑτοῦ δόξαν, ᾗ συγκατατίθεται μᾶλλον τῶν προειρημένων. αἱ μὲν γὰρ προειρημέναι οὐ μῖξιν χρωμάτων, ἀλλὰ φαντασίαν μίξεως εἰσάγουσιν· διὸ οὐδὲ ὑπόστασίν τινα διδόασι τοῖς ἄλλοις χρώμασιν. <καθ᾿> ἣν δὲ αὐτὸς νῦν τίθησι δόξαν, μῖξις τε ἀληθῶς ἐστι καὶ ὕπαρξις ἔστι δὲ ἡ κατὰ μῖξιν τῶν σωμάτων γινομένη. εἰ γὰρ ἔστι μῖξις τῶν σωμάτων, οὐ κατὰ παράθεσιν μόνον, ὡς ᾤοντο οἱ πρὸ αὐτοῦ, παρ’ ἄλληλα τιθεμένων τῶν |ἐλαχίστων καὶ ἀδήλων ἡμῖν διὰ τὸ ἀναίσθητα εἶναι, ἀλλὰ καὶ ὅλων δι’ ὅλων τρεπομένων, ὡς ἐν τοῖς Περὶ γενέσεως δέδειχε περὶ μίξεως λέγων (τοῖς μὲν γὰρ παραθέσει τὴν γίνεσθαι λέγουσιν ἀκολουθεῖ ταῦτα μόνον μίγνυσθαι λέγειν ἀλλήλοις. ὅσα ἐνδέχεται διελεῖν εἰς τὰ ἐλάχιστα. ἔστι δὲ ταῦτα ἐφ’· ὧν οἷόν τε τῶν ὁμοειδῶν ἕν τι κατ’ ἀριθμὸν λαβεῖν, ὃ μηκέτι εἰς ὅμοια διαιρεῖται· διὸ καὶ ἀδιαίρετον ταύτῃ. ἔστι δὲ τοῦτο ἐπὶ τῶν στερεῶν τε καὶ ἀνομοιομερῶν, οἷον ἀνθρώπων, ἵππων, κυνῶν, βοῶν, σπερμάτων. ἐν ἑκάστῳ γὰρ τούτων ἐστί τι τὸ κατ’ ἀριθμὸν ἕν, ὃ καὶ ἐλάχιστόν ἐστι τῶν ἐν τῷ αὐτῷ γένει, τῷ μηκέτ’ εἰς ὅμοια διαιρεθῆναι δύνασθαι· οὕτε γὰρ ὁ εἷς καὶ ἀριθμὸν ἄνθρωπος εἰς ἀνθρώπους ἔτι διαιρεῖται οὕτε ὁ ἵππος οὔτε ἄλλο τι τῶν τοιούτων. τῶν δὴ τοιούτων καὶ οὕτως ἀδιαιρέτων ἑκάστων κατὰ παράθεσιν μῖξις. ἵπποι γὰρ κυσὶ καὶ |ἀνθρώποις καὶ κριθαὶ πυροῖς καὶ κέγχροις οὕτω μίγνυνται τῇ τῶν ἐλαχίστων ἐν αὐτοῖς σῳζομένων παραθέσει, ὅταν πολλὰ ᾖ· οὐ γάρ δὴ εἷς ἵππος ἑνὶ ἀνθρώπῳ παρατεθεὶς μεμῖχθαι λέγεται ἢ εἷς πυρὸς κριθῇ μιᾷ. ὅσα δὲ ὑγρά τε καὶ ὁμοιομερῆ καὶ μὴ οἷόν τε αὐτῶν τὸ ἐλάχιστον λαβεῖν, ταῦτα οὐκέτι οἷόν τε τῇ παραθέσει τῶν ἐλαχίστων μίγνυσθαι λέγειν, ἀλλ’ ἐν τούτοις διὰ παντὸς ἡ μῖξις, ἃ καὶ κυρίως μεμῖχθαι λέγεται· ἔστι δὲ ταῦτα ἐφ’ ὧν τὸ κεκράσθαι κατηγοροῦμεν. πῶς δὲ τοῦτο δυνατὸν ὅλον τι δι’ ὅλου μίγνυσθαι ἔδειξεν ἐν τοῖς Περὶ γενέσεως καὶ φθορᾶς, ὅτε περὶ μίξεως ἔλεγε· διὸ καὶ λέγει ἐν τοῖς Περὶ μίξεως εἰρηκέναι. εἶπε γὰρ ἐκεῖ τὸ τὴν ὕλην [δι᾿] ἀμφοτέρων μεμιγμένων εἶναι τὴν αὐτήν, καὶ διὰ τοῦτο ἑκάτερον αὐτῶν καὶ ποιητικὸν τοῦ ὧ μίγνυται καὶ παθητικὸν ὑπ’ ἐκείνου εἶναι, ὅταν ἰσάζωνται ταῖς δυνάμεσι 20 τὰ μιγνύμενα [ἢ], ὡς μὴ τὸ ἕτερον αὐτῶν κατισχῦσαν θάτερον εἰς τὸ ἴδιον εἶδος |αὑτοῦ μεταβάλλειν, ἀλλ’ ὡς ἑκάτερον ἄμα ποιοῦν τε καὶ πάσχον, ἀποβάλλοντα τὰς ὑπεροχάς, ὧν παρουσῶν ἦν ἀλλήλων διαφέροντα, καὶ τὸ μὲν ὕδωρ φέρε εἰπεῖν, τὸ δὲ οἶνος, ἐν μέσῳ καταστῇ, καὶ ἕν τι εἶδος ἐξ ἀμφοτέρων γένηται καὶ †ἡνωμένα, ἀλλ’ οὐ παραθέσει τῷ εἶναι εὐόριστα καὶ ὑγρὰ †τό τε δι’ ὅλων τι μεμῖχθαι. καὶ ἡ τοιαύτη μῖξις ἅμ καὶ κρᾶσις καλεῖται), οὕτω δὴ μιγνυμένων τῶν σωμάτων ἀνάγκη καὶ τὰ χρώματα τὰ ἐν τοῖς σώμασι τοῖς μιγνυμένοις μίγνυσθαι ἀλλήλοις ὅλα δι’ ὅλων. Ὤσπερ οὖν καὶ τὰ ἄλλα αὐτῶν πάθη, οὕτω δὴ καὶ ἡ τῶν ἐναντίων χρωμάτων μῖξις ἔστιν, ἣν καὶ αἰτίαν φησὶ τοῦ πολλὰς εἶναι χρόας· οὐ γὰρ τὴν ἐπιπόλασιν οὐδὲ τὴν παράθεσιν πολλὰ ποιεῖν χρώματα, ἀλλὰ μόνον φαντασίαν πλειόνων. ἐπὶ δὲ τῆς τοιαύτης μίξεως πρὸς ἀλήθειαν πολλὰ τὰ χρώματα γίνεται. ὅτι γὰρ μὴ τῷ φαίνεσθαι μόνον τὸ πλῆθος τῶν χρωμάτων, ἀλλὰ |τῇ ὑποστάσει, ἔδειξε διὰ τοῦ εἰπεῖν οὐ γὰρ πόρρωθεν μὲν ἐγγύθεν δὲ οὐ φαίνεται μία χροιά. τὰ γὰρ τῇ φαντασία πολλὰ καὶ διαφέροντα, οὐ τῇ ὑποστάσει, πόρρωθεν μὲν ὁρώμενα ἄλλα φαίνεται, ἐγγύθεν δὲ τὰ αὐτά, ὥσπερ καὶ τὰ ἔξω †τὴν τῶν ἄλλων μῖξιν ποιοῦσι. πολλὰς δέ φησι διαφορὰς ἔσεσθαι χρωμάτων τῶν κατὰ τὴν τοιαύτην μῖξιν τῷ κατὰ διαφέροντας λόγους αὐτῶν τὴν μῖξιν γίνεσθαι, καὶ τὰ μὲν ἐν ἀναλογίᾳ τινὶ καὶ λόγῳ τῶν μιγνυμένων γίνεσθαι, τὰ δὲ καθ’ ὑπεροχὴν μόνον, ὥσπερ ἐλέγετο καὶ ἐπὶ ἰῆς παρ’ ἄλληλα τῶν ἀοράτων θέσεως ἢ τῶν ἐπιτιθεμένων ἄλλων ἄλλοις. ὡς γὰρ ἐπ’ ἐκείνων λέγεσθαι ἐδύνατο τὸ πλῆθος γίνεσθαι τῶν χρωμάτων τῇ ποιᾷ σχέσει τῶν παρακειμένων ἢ ἐπιπροσθούντων, οὕτω καὶ ἐπὶ τῆς μίξεως τῇ ποιᾷ τῶν μιγνυμένων σχέσει πρὸς ἄλληλα. διὰ 20 γὰρ τὴν τοιαύτην τῶν μίγνυ μένων διαφορὰν ἔσται καὶ τὰ μὲν ἡδέα |μᾶλλον, τὰ οε ἦττον τῶν χρωμάτων. Εἰπὼν δὲ ταῦτα, διὰ ποίαν αἰτίαν τὰ εἴδη τῶν χρωμάτων ἐστὶν ὡρι- σμένα, ἀλλ’ οὐχὶ ἄπειρα, ὁμοίως δὲ καἰ τῶν ἄλλων αἰσθητῶν, χυμῶν τε καὶ ψόφων καὶ τῶν ὀσφραντῶν τε καὶ ἁπτῶν, ὕστερόν φησιν ἐπισκεπτέον· ἐρεῖ δὲ τὴν αἰτίαν προιών. ὧν γάρ ἐστι τὰ πέρατα καὶ τὰ ἔσχατα ὡριμένα, τούτων ἀνάγκη καὶ τὰ μεταξὺ ὡρίσθαι. ἐν οἷς δὲ γένεσίς ἐστιν ἐναντία, πέρατα τούτων τὰ ἐναντία· τὰ μὲν γὰρ ἐναντία πλεῖστον ἀλλήλων διέστηκε, τὰ δὲ πλεῖστον διεστῶτα πέρατα, ὅταν ἐν ταὐτῷ ἡ διάστασις αὐτῶν ᾖ γένει. πάντα δὲ τὰ αἰσθητὰ ἐναντίωσιν ἔχει, ὥστε πάντων τῶν αἰσθητῶν τὰ πέρατα ὥρισται, καὶ διὰ ταῦτα καὶ τὰ μεταξύ. καὶ τί μέν ἐστι τὸ χρῶμα καὶ διὰ τίνα αἰτίαν πολλὰ χρώματα καὶ διαφέροντα ἀλλήλων ἔστιν εἰρῆσθαί φησιν, ὅπερ ἦν προκείμενον. |Περὶ δὲ ψόφου, φησίν, εἴρηται πρότερον ἐν τὸ ἲς Περὶ Προθέμενος περὶ αἰσθητῶν λέγειν, περὶ μὲν χρωμάτων, ἅ ἐστιν ὁρατά, 10 εἴρηκε, περὶ δὲ ψόφου καὶ φωνῆς ἐν τοῖς Περὶ ψυχῆς φησιν αὐταρκῶς εἰρῆσθαι. εἴρηκε δὲ ἐν ἐκείνοις ὅτι ψόφος μέν ἐστι τοῦ ψοφητικοῦ ἐνέργεια, ἔστι δὲ ψοφητικὸν μὲν ὁ ἀήρ, ἡ δὲ ἐνέργεια αὐτοῦ γίνεται ὡς ψοφητικοῦ ὑποκειμένου, ὥστε καὶ πληγῇ τοιαύτῃ τε καὶ ὑπὸ τοιούτων ὑφ’ ὧν θρύπτεσθαι φερόμενος κωλύεται· γίνεται δὲ τοῦτο, ὅταν θᾶττον ἡ ἀπὸ τῆς πληγῆς κίνησις ἐν αὐτῷ γένηται τῆς οἰκείας αὐτοῦ θρύψεως. φωνὴ δὲ πληγὴ τοῦ ἀναπνεομένου ἀέρος ὑπὸ τῆς ἐν τοῖς μορίοις τούτοις ψυχῆς πρὸς τὴν καλουμένην ἀρτηρίαν μετά τινος φαντασίας. Περὶ δὲ ὀσμῆς καὶ χυμοῦ λεκτέον· σχεδὸν γάρ ἐστι τὸ αὐτὸ πάθος, οὐκ ἐν τοῖς αὐτοῖς δέ ἐστιν ἑκάτερον αὐτῶν. Περὶ ὀσμῆς καὶ χυμοῦ προθέμενος λέγειν, ὧν τὸ μὲν τῇ ὀσφρήσει αἰ|σθητόν ἐστι, τὸ δὲ τῇ γεύσει, τοῦ ἅμα αὐτῶν μνημονεῦσαι τὴν αἰτίαν παρέθετο εἰπὼν σχεδὸν γάρ ἐστι τὸ αὐτὸ πάθος, οὐκ ἐν τοῖς αὐτοῖς δέ, τὸ μὲν αὐτὸ πάθος, ὅτι δοκεῖ αὐτῷ καὶ ὁ χυμὸς καὶ ἡ ὀσμὴ ἐναποπλυνομένου καὶ ὥσπερ ἀποματτομένου τοῦ ἐν χυμοῖς ξηροῦ ἐν τῷ ὑγρῷ γίνεσθαι, οὐκ ἐν τῷ αὐτῷ δέ, ὅτι ὁ μὲν χυμὸς ἐν τῷ ὕδατι, ἡ δὲ ὀσμὴ μάλιστα μὲν ἐν τῷ ἀέρι, γίνεται δὲ καὶ ἐν τῷ ὕδατι. ἀλλὰ περὶ μὲν τούτων προιὼν δείξει. εἰπὼν δὲ σχεδὸν τὸ αὐτὸ πάθος εἶναι, τουτέστι δι’ ὁμοίου πάθους ἑκατέραν τῶν ποιοτήτων τούτων γίνεσθαι, τοῦ ὁμοίων ὄντων αὐτῶν καὶ ὁμοίως γινομένων ἐναργέστερον τὸν χυμὸν ἡμῖν τῆς ὀσμῆς εἶναι τὴν αἰτίαν προστίθησιν, ὅτι γὰρ χειρίστην [τε] ἔχομεν αἴσθησιν τὴν ὄσφρησιν τῶν τε ἄλλων ζῴων καὶ πασῶν τῶν ἐν ἡμῖν αὐτοῖς αἰσθή- σεων, ἀκριβεστάτην πάλιν τὴν ἁφὴν τῶν τε ἄλλων αἰσθήσεων καὶ τῶν ἄλλων ζῴων (διὰ τοῦτο γοῦν οὐδὲ τὰς ὑπερβολὰς τὰς κατὰ τὸν χειμῶνα καὶ θέρος φέρειν |ὁμοίως τοῖς ἄλλοις δυνάμεθα)· καὶ ἡ γεῦσις δὲ ἁφῆς. εἴρηκε δὲ περὶ τούτων καὶ ἐν τοῖς Περὶ ψυχῆς. Ἡ μὲν οὖν τοῦ ὕδατος φύσις βούλεται ἄχυμος εἶναι. Πρῶτον τοῦ περὶ χυμῶν ἄρχεται λόγου, καὶ τὸ μὲν <τὸ> ὕδωρ εἶναι καθ’ αὑτὸ καὶ μὴ αἰσθητὸν τῇ γεύσει ὡς ἐναργὲς λαμβάνει (τὰ γὰρ μάλιστα καθαρὰ καὶ εἰλικρινῆ ὕδατα τοιαῦτα), οὐδ’ ἄλλο δέ τι τῶν ἁπλῶν σωμάτων ἔγχυμον καθ’ αὑτό, ὡς ἐρεῖ. ἐπεὶ δὲ δοκεῖ ἐν τοῖς ὑδατώδεσιν ὁ χυμὸς εἶναι καὶ ἡ γεῦσις διὰ τοῦ τοιούτου ὑγροῦ γίνεσθαι ἄνευ γὰρ τοιαύτης ὑγρότητος οὐχ οἷόν τε γεῦσιν γίνεσθαι, <ὡς> ἐν τοῖς Περὶ ψυχῆς εἴρηται, ἀλλ’ ἔστι παρὰ τὰς τῶν ὑγρῶν μεταβολάς), πῶς δ’ ἐν τούτῳ γίνεται ζητεῖ, καὶ πρῶτόν γε ἐκτίθεται τὰς προκαταβεβλημένας δόξας περὶ τούτων, αἷς ἀντειπὼν ἐκτίθεται τὴν δόξαν τὴν ἑαυτοῦ. ἢ γάρ ὡς Ἐμπεδοκλεῖ δοκεῖ, ἀνάγκη τὸ ὕδωρ ἔχειν ἐν |αὑτῷ πάντα τὰ γένη πάντων τῶν χυμῶν, τουτέστι πάντα τὰ ειοη τῶν χυμῶν, ἐγκαταμεμιγμένα, ἀναίσθητα δὲ διὰ μικρότητα, τουτέστι διαφεύγοντα τὴν αἴσθησιν διὰ τὴν μικρότητα, καὶ δηλονότι διεσπάρθαι καὶ ὀλίγον ἔγχυμον μεμῖχθαι, ὅταν δὲ ὑπὸ τῶν φυτῶν ἢ ὅλως ὑπὸ τῶν χυμόν τινα ἔχειν δοκούντων ἑλκυσθῇ καὶ ἀθροισθῇ τε καὶ ἅμα γένηται πλείω ὅμοια ἀλλήλοις, τότε αἰσθητὰ ἐν τούτοις αὐτὰ γίνεσθαι καὶ διαφέροντα <τὰ> ἀπὸ τοῦ ὕδατος ἀναίσθητα. Ἢ δεῖ τοὺς χυμοὺς οὕτως ἐκ τοῦ ὕδατος ἀεὶ γίνεσθαι, ἢ μὴ ἔχειν μὲν τὸ ὕδωρ τοὺς χυμοὺς ἤδη κατ’ ἐνέργειαν, εἶναι δὲ αὐτὸ ὕλην τῶν χυμῶν. τὸ δὲ οἷον πανστερμίαν χυμῶν εἶπεν ἀντὶ τοῦ πάντων τῶν χυμῶν ἔχειν ἐν αὑτῷ τὰ γεννητικά, οὐ μὴν κατὰ ταὐτὸ μόριον δεκτικὸν εἶναι. καὶ γὰρ οἱ πάντα ἐν πᾶσι μεμῖχθαι λέγοντες, ὡς Ἀναξαγόρας, ἐκ πάντων μὲν πάντα ἐκκρίσει γεννῶσιν, οὐ μὴν οὲ ἐκ του αὐτοῦ μορίου διαφέροντα. ἐκ γὰρ τοῦ αὐτοῦ μίγματος τῇ μὲν ἐκκρίσει τῶν ὀστῶν καὶ τῇ πρὸς ἄλληλα συγκρίσει ὀστοῦν φησι γίνεσθαι, τῇ δὲ τῶν νεύρων νεῦρον, ἀλλ’ οὐ τῇ τῶν ὀστῶν νεῦρον. τὸν αὐτὸν δὴ τρόπον καὶ τὸ ὕδωρ φησὶν ὕλην τῶν χυμῶν εἶναι, οὐχ ὡς ἐκ τοῦ τυχόντος τὸν τυχόντα χυμὸν γίνεσθαι, ἀλλ’ 15 ὡς ἐκ τοῦδε τόνδε κατ’ ἐπιτηδειότητα τοῦ λαμβανομένου ὕδατος πρὸς ἕκαστον τῶν χυμῶν, ὡς ἅπαντας μὲν ἐξ ὕδατος γίνεσθαι, ἄλλον δὲ ἐξ ἄλλου μέρους καὶ κατὰ τὰς τῶν διαφόρων ὑδάτων πέψεις τε καὶ συστάσεις τὴν τῶν χυμῶν διαφοράν, τῷ εἶναι μὲν ἐν τῷ ὕδατι τὰ πάντων γεννητικὰ τῶν χυμῶν σώματα, οὐ μὴν ἐν πᾶσι ταὐτά, ἀλλ’ ἐν μὲν τῷδέ τινι τὰ τούτων, ἐν δὲ τῷδε πάλιν τὰ ἄλλου τινός, καὶ οὕτως γίνεσθαι μέν τοὺς χυμοὺς ἐκ τοῦ ὕδατος πάντας <ὡς> ἐξ ὕλης, <ὡς>, ἐξ ὧν τὸ ὕδωρ ἐστίν, |τούτων γίνεσθαι τοὺς χυμούς, οὐ μὴν τὸν τυχόντα χυμὸν ἐκ τοῦ τυχόντος ὕδατος τῷ μηδ’ ἔχειν πᾶν μόριον ὕδατος τὰ πάντων τῶν χυμῶν γεννητικὰ σώματα ἐν αὑτῷ. εἴη δ’ ἂν διὰ τούτων μνημονεύσας τῆς δόξης τῶν περὶ Δημόκριτον, οἳ τὰς ἀτόμους στοιχεῖα πάντων ἔθεντο. ὅτι δὲ ἡ δόξα αὕτη ἄλλη τῆς Ἐμπεδοκλέυος δῆλον· κατὰ μὲν γὰρ τὴν Ἐμπεδοκλέους δόξαν προϋπάρχουσιν ἐνεργείᾳ οἱ χυμοὶ ἐν τῷ ὕδατι, κατὰ ’δε ταύτην γίνονται καὶ] κατ’ ἐπιτηδειότητα τὴν πρὸς αὐτοὺς τῶν τοῦ ὕδατος μορίων. Τρίτην προστίθησι δόξαν ταῖς προειρημέναις τὴν λέγουσαν τὸ μὲν ὕδωρ αὐτὸ μηδεμίαν ἔχειν διαφορὰν ἐν αὑτῶ, ὡς ἐκ τοῦδε μὲν τοῦ μέρους αὐτοῦ τόνδε γίνεσθαι τὸν χυμόν, ἐκ τοῦδε δὲ ἄλλον, ἀλλ’ ὅμως παντὸς χυμοῦ ὕλην εἶναι, αὐτὸ δὲ τὸ ποιητικὸν τῶν ἐν τῷ ὕδατι χυμῶν γινομένων 5 τῆς τῶν ἐν αὐτῷ γινομένων χυμῶν διαφορᾶς αἴτιον γίνεσθαι, οἷον εἴ τις τὸν ἥλιον ἢ ὅλως τὸ θερμὸν |λέγοι ποιητικὸν τῶ χυμῶν. τῷ γὰρ μᾶλλον ἢ ἧττον τῷ] θερμαίνειν καὶ τῇ τῆς θερμότητος διαφορᾷ καὶ τῆς πέψεως τῆς ἀπὸ τῆς θερμότητος γινομένης τὴν τῶν ἐν τῷ ὕδατι χυμῶν διαφορὰν ἀνάπτουσιν. Εἰς †δὲ τὰς προειρημένας δόξας, πρῶτον πρὸς τὴν Ἐμπεδοκλέους ἐνίσταται καὶ δείκνυσιν αὐτὴν ψευδῆ τε καὶ ἐπιπόλαιον. εἰ γὰρ ἐν τῷ ὕδατι οἱ χυμοὶ καὶ τῷ ἕλκειν αὐτοὺς τὰ φυτὰ οἵ τε ἐν τοῖς καρποῖς χυμοὶ καὶ οἱ ἄλλοι καὶ αἱ διαφοραὶ αὐτῶν ἐν τῷ ἑλκομένῳ ὕδατι καὶ ἀπὸ τούτου, ἔδει, ὅτε μὴ ἕλκει τὰ φυτὰ τὸ ὕδωρ, μηκέτι μεταβολὴν τῶν χυμῶν τῶν ἐν τοῖς καρποῖς αὐτοῖς γίνεσθαι, ἀλλὰ μένειν αὐτοὺς τοιούτους, ὁποῖοι ἀπὸ τοῦ ὕδατος ἐλήφθησάν τε καὶ εἱλκύσθησαν. νῦν δὲ ὁρῶμεν μετὰ τὸ ἀφαιρεθῆναι τοὺς καρποὺς ἐκ τῶν φυτῶν καὶ τεθῆναι ἐν τῷ ἡλίῳ, ἀφαιρεθέντων αὐτῶν τῶν σκεπόντων αὐτοὺς περικαρπίων, ὡς ἐπὶ τῶν καρύων, πλείστην αὐτοὺς μεταβολὴν ἐν τῷ θερμαίνεσθαι λαμβάνοντας. |καὶ τὸ ἁλλ’ ἐν αὐτῷ τῷ περικαρπίῳ μεταβάλλοντας ἴσον ἂν εἴη τῷ ‘ἀλλὰ παρὰ τὴν τοῦ περικαρπίου μονήν τε καὶ ἀφαίρεσιν ἀλλασσομένους καὶ μεταβάλλοντας ἐν τούτῳ καὶ γινομένους ὁποῖοί εἰσιν.’ οὗ σημεῖον τὸ περιαιρεθέντων αὐτῶν μεταβάλλειν κατὰ τοὺς χυμοὺς αὐτὰ δύνασθαι. ἀλλὰ καὶ τὸ ἀφαιρουμένων τῶν περικαρπίων εἴρηκεν ἀντὶ τοῦ τῶν καρπῶν ἀφαιρουμένων ἀπὸ τῶν φυτῶν, οἳ ἀφαιροῦνται τῷ τὰ ἐν οἷς εἰσιν ἀφαιρεθῆναι. εἰσὶ δὲ ἐν τοῖς περικαρπίοις ἄπεπτά τέ τινα καὶ πικρά, ἃ ἀφαιρεθέντα μείναντά τινα χρόνον πέσσεταί τε καὶ ἐδώδιμα γίνεται, ὡς τοῦ ὄντος ἐν αὐτοῖς ὑγροῦ μεταβάλλοντος κατὰ τοὺς χυμούς, ἀλλ’ οὐκ ἐκ τοῦ ἐκτὸς ὕδατος τῶν χυμῶν σπωμένων. ἀλλὰ καὶ ἀπὸ τῶν καρπῶν διακριθέντες τε καὶ χωρισθέντες οἱ χυμοί, ὡς ἀπὸ τῶν σταφυλῶν ὁ οἶνος καὶ τὸ ἔλαιον ἀπὸ τῶν ἐλαιῶν, πολλὰς ἴσχουσι διαφορὰς κατὰ τοὺς χυμοὺς καὶ μεταβολάς. ἐξ ὧν δῆλον ὅτι μὴ τῷ ἀπὸ τοῦ ὕδατος αὐτοὺς ἐγγίνεσθαι ἐνυπάρχοντας αὐτῷ ἐνεργείᾳ τὴν οὐσίαν ἔχουσιν. ἀλλὰ καὶ ἑψόμενοι οἱ χυμοὶ παντοδαποὶ γίνονται· καίτοι γε οὐκέτι σπῶνται ἐκ τοῦ ὕδατος. οὕτως ἑψόμενος ὁ οἶνος καὶ τὰ ἄλλα τοὺς χυμοὺς ἐν τῇ ἑψήσει παντοδαποὺς ἴσχει. εἰπὼν δὲ ταῦτα πρὸς τὴν δόξαν τὴν Ἐμπεδοκλέους, ὁμοίως τούτῳ φησὶν ἀδύνατον καὶ τὸ πανσπερμίας ὕλην εἶ ’ναι τὸ ὕδωρ τῷ ἐξ ἄλλου μορίου αὐτοῦ ἄλλον γίνεσθαι χυμόν. ὁρῶμεν γὰρ ὅτι ἐκ τοῦ αὐτοῦ ὕδατος διαφέροντες χυμοὶ γίνονται, ὥσπερ καὶ ἐκ τῆς αὐτῆς τροφῆς διαφέροντα σώματα· καὶ γὰρ νεῦρον καὶ ὀστοῦν καὶ σὰρξ καὶ φλέψ. ἢ γὰρ τῷ τὰ λαμβάνοντα τὸ ὕδωρ διαφέρειν ἀλλήλων, ὡς τὰ φυτὰ ἐγγὺς ἀλλήλων ὄντα, εἰ τὸ μὲν εἴη ἄμπελος, τὸ δὲ συκῆ, τὸ δὲ ἐλαία, τὸ δὲ ἄλλο τι· ἀλλὰ καὶ ἐν ἑκάστῳ φυτῷ <δῆλον> ἄλλον μὲν χυμὸν <εἶναι> ἄλλον δὲ τοῦ περικαρπίου, καὶ αὐτοῦ τούτου ἄλλον μὲν ὄντος ἀπέπτου, ἄλλον δὲ πεπεμμένου. ἀλλὰ καὶ ὅλως πλασματώδης ἡ δόξα καὶ οὐδὲν πιθανὸν ἔχουσα. |Δείξας δὲ καὶ ταύτην τὴν δόξαν ἄτοπον, ἐπὶ τὴν τρίτην μέτεισιν, ἥτις αὐτὸ μὲν τὸ ὕδωρ ἀδιάφορον ἔλεγεν εἶναι, αἴτιον δὲ τὸ πάντων ποιη- τικὸν καὶ κινητικὸν αὐτοῦ, τοῦτο ’δε ἦν τὸ θερμόν, <ᾧ> τῆς ἐν αὐτῷ χυμῶν γενέσεως τε καὶ διαφορᾶς τὴν αἰτίαν ἀνατίθησιν. αἰτιᾶται δὲ καὶ ταύτης τῆς δόξης τὸ ὑπὸ τοῦ θερμοῦ λέγειν μόνου ἐν τῷ ὕδατι γίνεσθαι χυμούς· συνεργὸν μὲν γὰρ καὶ τὸ πῦρ καὶ τὸ θερμὸν τῇ τῶν χυμῶν γενέσει, ὡς γῆ, ἐν τῷ ὕδατι, ὡς καὶ αὐτός φησιν, οὐ μὴν μόνον αὐτὸ δύναται ποιητικὸν εἶναι τῶν χυμῶν. ὃ δεικνὺς λαμβάνει ὅτι λεπτότατον πάν· τῶν τῶν οὕτως ὑγρῶν, τουτέστι τῶν ἀναπληστικῶν, τὸ ὕδωρ ἐστί. διὸ οὐδὲ παχύνεται θερμαινόμενον καθ’ αὑτό. εἰ δὲ μὴ παχύνεται, οὐδὲ χυμόν τινα λαμβάνει αὐτὸ καθ’ αὑτὸ θερμαινόμενόν τε καὶ ἑψόμενον· πάντες γὰρ οἱ χυμοὶ πάχος ἔχουσι. εἰπὼν δὲ λεπτότατον εἶναι πάντων τῶν τοιούτων οὕτων ὑγρῶν τὸ ὕδωρ, τὸ ἔλαιον ἐπιπολάζειν τῷ ὕδατί φησιν οὐ διὰ πεπτότητᾷ, ἀλλὰ |διὰ γλισχρότητα, καὶ ταύτῃ καὶ ἑπεκτείνεσθαι ἑπὶ πλέον καὶ ἀναπληστικὸν μᾶλλον τοῦ ὕδατος εἶναι διὰ τὴν αὐτὴν αἰτίαν. τὸ δὲ ὕδωρ ψαθυρὸν καὶ εὔθρυπτον· διὸ καὶ οὐκ εὐφύλακτον οὐδὲ ἀναπληστικὸν ὁμοίως. λαβὼν δὲ τὸ εἶνα: λεπτότατον τὸ ὕδωρ, πιστοῦται τοῦτο καὶ διὰ τοῦ θερμαινόμενον αὐτὸ καθ’ αὑτὸ τῷ] μηδεμίαν σύστασιν λαμβάνειν· διὰ δὲ τὴν λεπτότητα οὐ παχύνεται ἑψόμενόν τε καὶ θερμαινόμενον. πάντες δὲ οἱ χυμοὶ ἐν συστάσει τινί, ὥστ’ εἰ μὴ τὸ ὕδωρ ὑπὸ τοῦ θερμοῦ συνίσταται καθ’ αὑτό οὐδ’ ἂν τῶν ἐν αὐτῶ γινομένων χυμῶν τὸ θερμὸν μόνον αἴτιον εἴη, ἀλλὰ συναίτιον. Εἰπὼν δὲ ταῦτα καὶ δείξας ὅτι τὸ θερμὸν συναίτιον μὲν τῆς τῶν χυμῶν ἐν τῷ ὕδατι γενέσεως ἐστιν, οὐ μὴν αἴτιον, ἐφεξῆς τὴν αὑτοῦ δόξαν προστίθησι λέγων· φαίνονται δὲ οἰ χυμοὶ ὅσοιπερ καὶ ἐν τοῖς περικαρπίοις οὗτοι ὑπάρχοντες καὶ ἐν τῇ γῇ. λαμβάνει δὲ διὰ τούτων τὰς τῶν |χυμῶν ποιότητας πάσας καὶ ἐν τῇ γῇ εἶναι. δι’ οὗ πιστοῦται τὸ μὴ μόνον τὸ ὕδωρ αὔταρκες πρὸς χυμῶν σύστασίν τε καὶ γένεσιν εἶναι, ἀλλὰ τῷ παρὰ τῆς γῆς τι λαμβάνειν γίνεσθαι τοιοῦτον. τούτου δὲ μαρτυρίοις χρῆται τῇ τε τῶν ἀρχαίων φυσιολόγων τῶν πλείστων δόξῃ, οἳ τοιοῦτόν φασι τὸ ὕδωρ εἶναι, δι’ οἵας ἄν γῆς πορεύηται, ὡς παρὰ τῆς γῆς τοῦ ὕδατος τὸν χυμὸν λαμβάνοντος, ἀλλὰ καὶ ἐκ] τῇ ἐναργείᾳ. τά τε γὰρ ἁλμυρὰ τῶν ὑδάτων τῷ διὰ τῆς τοιαύτης γῆς διηθεῖσθαι τοιαῦτά ἐστιν οἱ γὰρ ἅλες εἶδός τι τῆς γῆς εἰσι, δι’ ὧν τὸ διηθούμενον ὕδωρ άλμυρὸν γίνεται), καὶ καθόλου ὁποία ἄν ἡ τῆς γῆς ποιότης ᾖ. τοιοῦτος καὶ ὁ χυμὸς τοῦ δι᾿ αὐτῆς ῥέοντος γινόμενος ὁρᾶται, διὰ μὲν ἀσφαλτώδους ἀσφαλτώδης, διὰ δὲ πικρᾶς πικρός· τὰ γοῦν διὰ τῆς τέφρας διηθούμενα πικρὰ γίνεται. διὰ τοῦτο γὰρ καὶ πλεῖσται πηγῶν καὶ κρηνῶν εἰσι δια- φοραί· |αἱ μὲν γὰρ πικραὶ τῶν κρηνῶν εἰσιν, αἱ δὲ ὀξεῖαι παρὰ τὰς τῆς γῆς δι’ ἧς ῥέουσι διαφοράς. ἱστόρηται δὲ τὰ τοιαῦτα Θεοφράστῳ ἐν τοῖς Περὶ ὕδατος. διὰ τοῦτο οὖν φησιν εὐλόγως καὶ τοὺς χυμοὺς ἐν τοῖς ἐκ τῆς γῆς φυομένοις, τουτέστιν ἐν τοῖς φυτοῖς, καὶ ταύτῃ τρεφομένοις μετὰ ὑγρότητος ἐγγίνεσθαι μάλιστα. λαμβάνει γὰρ καὶ σπᾶ τὸ ἀπολαῦσαν τῆς γῆς ὕδωρ, ἐν ᾗ καὶ δι’ ἧς ῥέον αὐτὰ τὰ φυτὰ δέχεται αὐτό. οὐχ ὡς τῆς γῆς δὲ ἐγχύμου κατὰ τὴν αὑτῆς φύσιν οὔσης λέγοι ἄν οὐδὲν γὰρ τῶν ἁπλῶν σωμάτων τῇ αὑτοῦ φύσει ἔγχυμον εἶναι δοκεῖ), ἀλλ’ ὡς πρώτης αὐτῆς κατὰ τὴν ὡς] πρός τινα ὑγρότητα ὑπὸ θερμότητος μῖξιν πασχούσης τε καὶ δεχομένης ταῦτα. οὐ γὰρ τοῦτο λέγει, ὅτι παρὰ τῆς γῆς ἐχούσης ἤδη τοὺς χυμοὺς πάντας ἐνεργείᾳ τὸ ὕδωρ λαμβάνει· οὐκέτι γὰρ ἄν ἦν ὁ λόγος αὐτῷ καθόλου περὶ γενέσεως χυμῶν, ἀλλὰ περὶ τῶν ἐν τῷ ὕδατι. τοῦ δὲ ἀπὸ τοῦ ξηροῦ τοῦ ἐν τῇ γῇ τὴν γένεσιν τῶν χυμῶν ἐν τῶ ὑγρῷ γίνεσθαι μαρτύριον παρέθετο τὸ καὶ |τῆς ἤδη ποιότητάς τινας ἢ χυμοὺς ἐχούσης γῆς ἀπολαύειν τὸ διηθούμενον ὕδωρ δι’ αὐτῆς, ὡς πεφυκὸς πάσχειν ὑπ’ αὐτῆς· ὑγρότης δ’ ἄν τις εἴη καὶ ἡ ἐν τῇ γῇ τὸν χυμὸν δεδεγμένη. εἰπὼν δὲ τοῦτο, καὶ κατὰ τί εὔλογον πάσχειν τι τὸ ὕδωρ ὑπὸ γῆς λέγει. πάσχειν γὰρ πέφυκε τὸ ὑγρὸν ὑπὸ τοῦ αὐτῷ ἐναντίου, ὥσπερ καὶ τὰ ἄλλα ἐναντία ὑπὸ τῶν ἐναντίων αὐτοῖς. ἐναντίον δὲ τῷ ὑγρῷ τὸ ξηρόν· ἔστι δὲ ξηρὸν ἡ γῆ μάλιστα. ἔστι μὲν γὰρ καὶ τὸ πῦρ ξηρόν, διὸ καὶ ὑπὸ τούτου πάσχει τὸ ὑγρόν· ἀλλ’ ἔστι τὸ μὲν πῦρ μάλιστα εἰδοπεποιημένον κατὰ τὸ θερμόν, εἰ καὶ ὅτι μάλιστά ἐστι καὶ ξηρόν, ἡ δὲ γῆ κατὰ τὸ ξηρόν, εἰ καὶ ψυχρά ἐστιν. εἶπε δὲ καὶ ὑπὸ τοῦ πυρὸς πάσχειν 25 αὐτό, οὐκ ἀργῶς· εἰς γὰρ τὴν τῶν χυμῶν τῶν γινομένων ἐν αὐτῷ γένεσιν καὶ τὸ θερμὸν συντελεῖ, οὐχ ἡ γῆ μόνη. εἰρῆσθαι δέ φησι ταῦτα ἐν τοῖς περὶ |στοιχείων, λέγων τὰ Περὶ γενέσεως καὶ φθορᾶς. ἐν ἐκείνοις γὰρ μάλιστα τὸν περὶ τῆς φύσεως τε καὶ οὐσίας τῶν τεσσάρων σωμάτων, ἃ καὶ στοιχεῖα λέγεται, λόγον πεποίηται. ἐν οἷς εἴρηκε καὶ κατὰ τί μάλιστα εἰδοποιεῖται τῶν σωμάτων τῶν ἁπλῶν ἕκαστον, ὅτι γῆ μὲν μᾶλλον ὑπὸ τοῦ ξηροῦ ἢ τοῦ ψυχροῦ, ὕδωρ δὲ ὑπὸ τοῦ ψυχροῦ μᾶλλον ἢ ὑγροῦ, ἀὴρ δὲ ὑπὸ τοῦ ὑγροῦ μᾶλλον ἢ θερμοῦ, πῦρ δὲ ὑπὸ τοῦ θερμοῦ μᾶλλον εἰπὼν δὲ τὰ ἐναντία ὑπὸ τῶν ἐναντίων πάσχειν, διὸ καὶ τὸ ὑγρὸν ὑπὸ τοὐ ξηροῦ καὶ ἔμπαλιν τὸ γὰρ πλεονάζον ποιητικόν εἶναι]), εἶναι δὲ καὶ τὸ πῦρ ξηρόν, μάλιστα δὲ τὴν γῆν, προστίθησι τούτοις ὅτι καθὸ τὸ μὲν πῦρ ἐστι τῶν στοιχείων, τὸ δὲ ὕδωρ, τὸ δὲ γῆ, τὸ δὲ ἀήρ, οὐδὲν οὔτε ποιεῖν οὔτε πάσχειν πεφύκασιν· οὐσία γὰρ αὐτά, οὐσία δὲ οὐσίᾳ οὐκ ἔστιν ἐναντία, ἐν δὲ τοῖς ἐναντίοις τὸ ποιεῖν τε καὶ πάσχειν. διὸ καὶ προσέθηκεν οὐδ’ ἄλλο |οὐδέν· οὐδὲν γὰρ σῶμα, καθὸ σῶμα, ποιεῖ ἢ πάσχει, ὅτι μηδ’ ἐναντιότης ἐν αὐτοῖς· καθὸ δὲ ἐν ἑκάστῳ αὐτῶν ἐναντιότης ἐνυπάρχει, κατὰ τοῦτο ποιητικά ἐστιν ἀλλήλων καὶ παθητικά. ἐναντιότης δὲ ἐν τῷ ὕδατι πρὸς μὲν τὴν γῆν κατὰ τὴν ὑγρότητα ξηρὰ γὰρ ἡ γῆ μάλιστα), πρὸς δὲ τὸ πῦρ κατ’ ἄμφω μέν καὶ γὰρ κατὰ τὴν ξηρότητα καὶ θερμότητα, τὸ γὰρ ὕδωρ ὑγρὸν καὶ ψυχρὸν [ὂν]), μᾶλλον δὲ κατὰ ψυχρότητα, ἐπεὶ τούτῳ μὲν τὸ ψυχρὸν οἰκειότερον, τοῦ δὲ πυρὸς οἰκεῖον τὸ θερμὸν μάλιστα. Μάθοι δ’ ἄν τις ἐκ τούτων τὴν Ἀριστοτέλους δόξαν περὶ τῶν ποιούντων τε καὶ πασχόντων. οὔτε γὰρ τὰ σώματα αὐτῷ δοκεῖ ποιεῖν τε καὶ πάσχειν, ὡς ἀρέσκει τοῖς ἀπὸ Στοάς, οὔτε πάλιν τὰ ἀσώματα, ὡς ἐδόκει τοῖς περὶ Πλάτωνα, ἀλλὰ κατὰ τὰς ἐν αὐτοῖς ἐναντιώσεις οὔσας ἀσωμάτους. πῶς οὗν, εἰ τῷ μὲν ὕδατι τὸ εἶναι ὕδατι ἐν ὑγρότητι καὶ ψυχρότητι, τῷ δὲ πυρὶ ἐν θερμότητι καὶ ξηρό|τητι, οὐκ ἐναντίον τὸ ὕδωρ τῷ πυρὶ καὶ καθὸ ὕδωρ καὶ πῦρ; ἢ εἰ καὶ ὅτι μάλιστα κατὰ ταῦτα εἰδοποιεῖται ἑκάτερον αὐτῶν, ἀλλ’ οὐ ταῦτά ἐστι τὸ πῦρ καὶ τὸ ὕδωρ· οὐ γάρ ἐστιν εἴδη μόνον, ἀλλ’ ἔστι καὶ ὑποκείμενόν τι αὐτοῖς ἔχον ταύτας τὰς ποιότητας, σὺν ᾧ τὸ μὲν ὕδωρ ἐστί, τὸ δὲ πῦρ. ἡ γοῦν ῥοπὴ αὐτοῖς οὐκ ἔστι πρώτως ἐναντία· οὐ γὰρ ὥσπερ τὸ πῦρ κουφότατον, οὕτως καὶ τὸ ὕδωρ βαρύ. τατον· ἀλλὰ καὶ μεθ’ ὕλης τὸ εἶναι αὐτοῖς, ἥτις ἐστὶν ἡ αὐτὴ ἐν πᾶσιν αὐτοῖς. Εἰπὼν δὲ ὅτι εὔλογον πάσχειν τὸ ὑγρὸν ὑπὸ τοῦ ξηροῦ ἦν δὲ τὸ μὲν ἐν τῷ ὕδατι, τὸ δὲ ἐν τῇ γῇ), πῶς ὑπὸ τοῦ ἐν τῇ γῇ ξηροῦ πάσχει τὸ ἐν τῷ ὕδατι ὑγρὸν ἐν τῇ τῶν χυμῶν γενέσει λέγει. ὡς γὰρ οἱ ἐναποπλύνοντες ἐν τῷ ὑγρῷ τὰ κεχρωσμένα χρωματίζουσι καὶ τὸ ὕδωρ τῷ τοῦ ἐναποπλυνομένου χρώματι, ὁμοίως δὲ καὶ οἱ τὰ τοὺς χυμοὺς ἔχοντα ἀπολαύει γὰρ τὸ |ὕδωρ τῶν χυμῶν τῶν ἐν τοῖς ἀποπλυνομένοις ἐν αὐτῷ), οὕτω φησὶ καὶ ὑπὸ τῆς φύσεως γίνεσθαι· τὸ γὰρ ξηρὸν καὶ γεῶδες ἐναποπλύνουσαν τῷ ὑγρῷ καὶ διὰ τούτου διηθοῦσαν αὐτὴν τὸ ὑγρόν, χρωμένην τῷ θερμῷ καὶ διὰ τούτου κινοῦσαν αὐτὸ γεννᾶν ἐν αὐτῷ τὸν χυμόν. τῷ δὲ οὕτω καὶ ἡ φύσις τὸ ξηρὸν καὶ γεῶδες λείποι ἂν τὸ ‘ἐναποπλύνει τῷ ὑγρῷ.’ τοῦ δὲ καὶ διὰ τοῦ ξῆ ῥοῦ καὶ γεώδους διηθοῦσα ἐξηγητικὸν ἂν εἴη τὸ ‘ἐναποπλύνουσα καὶ χρωμένη ἐν τῇ διηθήσει τῷ θερμῷ καὶ κινοῦσα αὐτό, τουτέστιν ἀλλοιοῦσα αὐτὸ καὶ συνιστῶσα καὶ πέσσουσα, ποιὸν παρασκευάζει· ἔγχυμον γάρ.’ ἀνατίθησι δὴ τὴν γένεσιν τῶν χυμῶν τῇ διηθήσει τοῦ ὑγροῦ ἐν τῷ ξηρῷ τῷ ἐν τῇ γῇ ὄντι κινοῦν- τος αὐτὸ καὶ μεταβάλλοντος καὶ συνιστῶντος τοῦ θερμοῦ. ἐν γὰρ τῇ δι’ ἐκείνου διήθησέ καὶ τῇ ὑπὸ τοῦ θερμοῦ γινομένῃ ἐν αὐτῷ πέψει τε καὶ συστάσει ἡ γένεσις τοῦ χυμοῦ, οὐ τῆς γῆς ἐχούσης τὸν χυμὸν ἐν αὑτῇ, ὡς ἐδόκει πρὸ ὀλίγου λέγειν βουλόμενος συστῆσαι τὸ |ἀπολαύειν τινὸς τὸ ἐν τῷ ὕδατι ὑγρὸν ἀπὸ τῆς ἐν τῇ γῇ ξηρότητος διηθούμενον δι’ αὐτῆς. εἰ γὰρ ἦν ἡ γῆ ἔχουσα ἐνεργείᾳ τοὺς χυμοὺς καὶ παρ’ αὐτῆς τὸ ὕδωρ ἀπεμάττετο, οὐκ ἔδει αὐτοὺς παρὰ τὴν τῶν δεχομένων τὸ τοιοῦτον ὕδωρ διαφορὰν φυτῶν ἀλλάσσεσθαι, ἀλλ’ αὐτοὺς ποιεῖν ἐν αὑτοῖς τοὺς ὁμοίους χυμοὺς τὸ ὅμοιον. τοῦτο γὰρ ᾐτιάσατο καὶ τῶν πανσπερμίαν τὸ ὕδωρ λεγόντων εἶναι τῶν χυμῶν καὶ οὕτως ὕλην. εἰ δὲ ἡ γένεσις τῶν χυμῶν ἐν τῇ διηθήσει τοῦ γεώδους ξηροῦ τοῦ ἐν ἰῇ γῇ ἐν ὕδατι διὰ τὴν ὑπὸ θερμότητος κίνησιν, καὶ εἶεν ἂν καὶ οἱ ἐν τῇ γῇ χυμοὶ τοῦτον ἐγγινόμενοι τὸν τρόπον ἐγκαταμίξει τινὸς ὑδατώδους ὑγροῦ καὶ θερμότητος ποιᾶς· ἔχει δὲ ἡ γῆ ἐν αὑτῇ καὶ θερμότητα καὶ ὑγρότητα ἐγκαταμεμιγμένας. Eἰπὼν δὲ πῶς γίνεται ὁ χυμός, ὁρίζεται αὐτόν. λέγει γὰρ χυμὸν εἶναι τὸ ὑπὸ τοῦ ἐν τῇ γῇ ξηροῦ γινόμενον πάθος ἐν τῷ ὑγρῷ τῆς γεύσεως τῆς κατὰ δύναμιν ἀλλοιωτικὸν ὂν εἰς ἐνέργειαν. διὰ μὲν οὖν τοῦ τὸ πάθος λαβεῖν καὶ τὸ θερμὸν συμπαραλαβὼν δι’ οὗ τὸ ἐγγινόμενον πάθος ὑπὸ τοῦ ξηροῦ ἐν τῷ ὑγρῷ· τὸ δὲ τῆς γεύσεως τῆς κατὰ δύναμιν ἀλλοιωτικὸν εἰς ἐνέργειαν σημαίνει μὲν αὐτὸ τὸ κινοῦν οὕτω τὴν γεῦσιν καὶ ἀλλοιοῦν, ὡς ἄγειν αὐτὴν ἀπὸ τοῦ δυνάμει εἰς τὸ ἐνεργείᾳ· ποιητικὸν γὰρ ὁ χυμὸς τῆς κατ’ ἐνέργειαν γεύσεως. Ότι δὲ προὑπαρχούσης τῆς αἰσθητικῆς δυνάμεως ὁ χυμὸς εἰς ἐνέργειαν κινητικὸς γίνεται, ἀλλ’ οὐκ αὐτὸς τῆς δυνάμεως τῆς γευστικῆς αἴτιος, δηλοῖ δι’ ὧν προστίθησι λέγων· οὐγ ἂρ κατὰ τὸ μανθάνειν, ἀλλὰ κατὰ τὸ θεωρεῖν ἐστι τὸ αἰσθάνεσθαι. ὃ ἴσον ἐστὶ τῷ ‘οὐ γὰρ ἐγγίνεται ἡ αἰσθητικὴ δύναμις ἐν τῷ αἰσθάνεσθαι, ὡς ἡ ἐπιστήμη ἐν τοῖς μανθάνουσιν, ἀλλὰ προυπάρχουσα καὶ οὖσα δυνάμει ἐνεργεῖ, ὡς ὁ ἔχων πρότερον τὴν ἐπιστήμην, ἔπειτα ἐνεργῶν κατὰ ταύτην.’ τίς δὲ ἡ δυνάμει αἴσθησις καὶ τίς ἡ κατ’ ἐνέργειαν εἴρηκεν ἐν τοῖς Περὶ ψυχῆς. τὸ δὲ ἄγει γὰρ τὸ αἰσθητικὸν εἰς τοῦτο δυνάμει προυπάρχον ἴσον ἐστὶ τῷ ‘ἄγεται γὰρ τὸ αἰσθητικὸν ὑπὸ τοὐ αἰσθητοῦ εἰς ἐνέργειαν, ὂν τοιοῦτον δυνάμει πρὸ τούτου᾿ ᾧ προσέθηκε καὶ τὰ ἑξῆς δηλωτικὰ ὄντα τοῦ εἰς ποίαν ἐνέργειαν ἄγεται καὶ ἐκ ποίας δυνάμεως. ἐπεὶ δὲ μὴ μόνον τὸ κατὰ τὸν χυμὸν πάθος ἐν τῷ ὑγρῷ ὑπὸ τοῦ ξηροῦ ἐγγίνεται (κἂν γὰρ χρῶμα ἐναποπλυθῇ, ὁμοίως καὶ τὸ ὕδωρ χρώννυται), ἀλλὰ καὶ ὀσμαὶ ὁμοίως ἐν αὐτῷ γίνονται, διὰ τοῦτο εὐλόγως προσέθηκε τὸ ἴδιον τοῦ ὡς χυμοῦ ***πάθος ἐστὶ τῆς γεύσεως τῆς κατὰ δύναμιν ἄλλοιωτικὸν εἰς ἐνέργειαν. Ὅτι δὲ ἡ ξηρότης ἡ ἐν τῇ γῇ τῆς τῶν χυμῶν γενέσεως αἰτία, δῆλον καὶ ἐκ τῆς τῶν ἑψομένων ὑδάτων διαφορᾶς, ἣ γίνεται παρὰ τὴν ἐγκατάμιξιν τῆς γεώδους ξηρότητος· τῶν γοῦν ὀμβρίων ὑδάτων τὸ μὲν |τοῦ χει- 159 μῶνος γλυκύτατον, τὸ δὲ τοῦ θέρους ἧττον, ἥκιστα δὲ τὸ μετοπώρου. πάλιν δ’ αὖ βορείοις μὲν ποτιμώτερον τὸ ὑόμενον, νοτίοις δὲ ἁλυκώτερον, καὶ ταῖς μὲν ἐπομβρίαις γλυκύ, τοῖς δὲ αὐχμοῖς ἁλυκόν· χειμῶνος μὲν γὰρ ὑγρῶν τῶν περὶ τὴν γῆν ὄντων ἄμικτοι αἱ ἀναθυμιάσεις ἀνάγονται τῆς γεώδους ξηρότητος, θέρους δὲ ἧττον ὄντων ὑγρῶν τῶν περὶ τὴν γῆν συν- αναφέρεταί τι τῇ ἀναθυμιάσει συνεπισπώμενον τοῦ γεώδους· ἔτι δὲ μᾶλλον τοῦ μετοπώρου πλέον ἀνασπᾶται τοῦ γεώδους διὰ τὸ μάλιστα τότε πάντα ἀνεξηράνθαι ὑπὸ τοῦ ἐν τῷ θέρει καύματος. πάλιν τοῖς μὲν βορείοις ἅτε πνέουσιν ἀπὸ τῶν ἐνύγρων πολὺ τὸ πότιμον, νοτίοις δὲ διὰ τὸ ἀπὸ ξηρῶν καὶ κατακεκαυμένων πολὺ τὸ γεῶδες. οὕτω δὲ καὶ ἐν τοῖς αὐχμοῖς· καὶ γὰρ ἐν τούτοις ἀνάγεται τὸ γεῶδες καὶ ἁλυκὸν πολύ, ἐναντίον δὲ ἐν ταῖς ἐπομβρίαις. οὕτως οὖν εὔλογον καὶ τοὺς χυμοὺς ἅπαντας γίνεσθαι τῇ |τε ἐγκαταμίξει τῆς γεώδους ξηρότητος καὶ τῇ ὑπὸ τοῦ θερμοῦ γινομένῃ πέψει αὐτῶν [ἡγεῖται] διὰ τῆς συμμέτρου θερμότητος. φθείρονται γοῦν οἱ πολλάκις, ὅταν ὑπὸ τοῦ ψύχους αἱ πέψεις αὐτῶν ἀναλυθῶσι καὶ ἐξυγραν- θῶσιν ὥσπερ διακρινομένης τῆς ἐγκαταμεμιγμένης τῷ ὑγρῷ ξηρότητος. μετὰ γὰρ τὴν ὑπὸ τοῦ ψύχους γινομένην πῆξιν ἐν αὐτοῖς λυόμενα ἐξυγραίνεταί τε καὶ ἐξαεροῦται· ἐνυπάρχει γὰρ τὸ ὑγρὸν ἐν τοῖς χυμοῖς. οὐ γὰρ ἐκκρίσει τινὶ ἰοῦ ὑγροῦ ἀπὸ τοῦ ξηροῦ ὑπὸ τοῦ θερμοῦ γινομένῃ οἱ χυμοί, ἀλλὰ πέψει καὶ συστροφῇ· ὅτι γὰρ ἐνυπάρχει τὸ ὑγρὸν ἐν τοῖς πεττομένοις, δῆλον ἐκ τοῦ λυθείσης τῆς πέψεως ἀνυγραίνεσθαι αὐτά. πολλοὶ δὲ τῶν καρπῶν τὴν ἀρχὴν ἐν τοῖς ψυχροῖς τόποις οὔτε πεπαίνονται οὔτε τὸν ἴδιον χυμὸν λαμβάνουσιν, ὡς τοῦ θερμοῦ ποιητικοῦ γινομένου τῆς πέψεως αὐτῶν καὶ τῶν ἐν αὐτοῖς χυμῶν. |Ὅτι δὲ οὐ παντὸς ξηροῦ ἀλλὰ τροφίμου οἱ χυμοὶ ἡ πάθος εἰσὶν ἢ στέρησις, δεῖ λαβεῖν ἐντεῦθεν. Εἰπὼν τὸν χυμὸν εἶναι τὸ ὑπὸ τοῦ ξηροῦ τοῦ ἐν τῇ γῇ ἐν τῷ ὕδατι γινόμενον πάθος διὰ θερμότητος τῆς γεύσεως τῆς κατὰ δύναμιν ἀλλοιωτικὸν εἰς ἐνέργειαν, ὅτι εὐλόγως προσέθηκε τῷ λόγῳ τὸ τῆς γεύσεως τῆς κατὰ δύναμιν ἀλλοιωτικὸν εἰς ἐνέργειαν νῦν δείκνυσιν. οὐ γὰρ πᾶν πάθος ἐν τῷ ὑγρῷ ὑπὸ τοῦ ξηροῦ γινόμενον χυμός· καὶ γὰρ ἡ ὀσμὴ ὑπὸ ξηρότητος ἐν ὑγρῷ γίνεται, ὡς προϊὼν δείξει, ἀλλ’ οὐ χυμὸς τοῦτο. ἔτι δὲ καὶ ἁπτὴ ἡ τροφή, ἀλλ’ οὐ, καθὸ ἁπτή, τρέφει, ἀλλὰ κατὰ τὸ πάθος τὸ γευστόν. ὃ δηλῶσαι βουληθεὶς εἶπεν ἀλλ’ ἁ τοῦ τροφίμου, τῷ τροφίμῳ ἀντὶ τοῦ γευστοῦ χρησάμενος. Εἰπὼν δὲ τοῦ τροφίμου πάθος εἶναι τοὺς χυμοὺς προσέθηκεν ἢ στέρησις, λέγων τοῦ τροφίμου στέρησιν, τουτέστι τοῦ γλυκέος· τοῦτο γὰρ τὸ τρόφιμον, ὡς δείξει. δοκεῖ γὰρ αὐτῷ ὁ μὲν γλυκὺς χυμὸς τρόφιμος εἶναι, στέρησις δὲ τούτου ὁ πικρός τε καὶ ἁλμυρός, γευστοὶ δὲ |ἀμφότεροι· ὡς γὰρ ἐπὶ τῶν χρωμάτων τὸ ἐναντίον τῷ μάλιστα ὁρατῷ τοῦτο δέ ἐστι τὸ λευκόν), ὅπερ ἐστὶ τὸ μέλαν ὁρατὸν ὂν καὶ αὐτό, οὕτως καὶ ἐπὶ τῶν χυμῶν τὸ ἐναντίον τῷ μάλιστα γευστῷ μάλιστα δὲ γευστὸν τὸ τροφιμώτατον, τοιοῦτον δὲ τὸ γλυκύ) στέρησις τούτου. καὶ γὰρ καθόλου τῶν ἐναντίων δοκεῖ αὐτῷ τὸ ἐν τῇ χείρονι συστοιχίᾳ στέρησις εἶναι. ἐπεὶ τοίνυν καὶ τὸ γλυκὺ καὶ τὸ τούτῳ ἐναντίον, τὸ πικρόν, γευστά τε καὶ χυμοὶ καὶ ἐκ τῆς τούτων ποιᾶς μίξεως πάντες οἱ ἄλλοι χυμοί, ὥσπερ τὰ χρώματα ἔκ τε τοῦ λευκοῦ καὶ τοῦ μέλανος, τὸ γευστὸν καθόλου ἐδήλωσε τὰ ἐν τοῖς χυμοῖς ἐναντία εἰπών, ἐξ ὧν οἱ πάντες χυμοί· ταῦτα δέ ἐστι τὸ γλυκὺ καὶ τὸ πικρόν. ὡς ἐπεὶ τὸ γλυκὺ τρόφιμον, τοῦ τροφίμου ξηροῦ πάθος εἶπεν ἐν τῷ ὑγρῷ τὸν χυμὸν ἢ τῆς τούτου στερησεως ἀντὶ του πικροῦ· τούτου γὰρ ἐναντίον, ἐναντίον δὲ τῷ γλυκεῖ καὶ ἡ στέρησις αὐτοῦ. ὅτι μὲν γὰρ οὔτε τὸ |ξηρὸν αὐτὸ καθ’ αὑτὸ οὔτε τὸ ὑγρὸν τρέφει, ὡς γνώριμον λαμβάνει· ἐν γὰρ τῇ τούτων μίξει ποιᾷ ἡ τροφή. λείπει δὲ τῷ ὅτι οὔτε τὸ ξηρὸν ἄνευ τοῦ ὑγροῦ οὔτε τὸ ὑγρὸν ἄνευ τοῦ ξηροῦ τὸ χυμὸς καὶ τροφή· τούτω γὰρ ἀκολουθεῖ τὸ τροφὴ γὰρ οὐχ ἓν μόνον. Οτι δὲ μὴ πᾶν πάθος τὸ γινόμενον ἐκ τῆς τῶν τοιούτων μίξεως χυμός ἐστιν, ἑξῆς δείκνυσιν· ἡ γὰρ προσφερομένη τροφὴ τοῖς ζῴοις καὶ 1 ἁπτή ἐστι. διὰ τοῦτο γοῦν καὶ τὴν γεῦσιν εἶδός τι ἁφῆς λέγει εἶναι, ὅτι καὶ τῶν ἁπτῶν ἐναντιοτήτων ἐστὶν ἀντιληπτική. ἀλλ’ οὐκ ἔστιν ἡ τροφὴ τροφή, καθὸ ἁπτή ἐστιν. οὐ γάρ, καθὸ θερμὴ ἢ ψυχρὰ ἢ μαλακὴ ἢ τινα ἄλλην ἀπτὴν ἐναντίωσιν ἔχει, τρέφει· ἀλλὰ καθόσον μὲν ἁπτή ἐστι, κατὰ τοσοῦτον αὐξήσεως ἐστι τοῖς τρεφομένοις καὶ φθίσεως αἰτία. καθὸ γὰρ θερμὸν ἢ ψυχρόν ἐστι τὸ τρέφον, ἢ προσκρίνεται ἢ ἀποκρίνεται· |τὸ γὰρ θερμὸν καὶ τὸ ψυχρὸν πέψεως καὶ ἀπεψίας αἴτιον, ὧν ἡ μὲν πέψις προσκρίσεως τε καὶ αὐξήσεως αἰτία, ἡ δὲ ἀπεψία φθίσεως τε καὶ ἀτροφίας. συνεργεῖ δὲ πρὸς τὴν σύμφυτον ἐν τοῖς ζῴοις θερμότητα, δι’ ἧς αἱ πέψεις, τῇ θρεπτικῇ ψυχὴ (τούτῳ γὰρ ὀργάνῳ πρὸς τῆν’ πέψιν ἡ δύναμις αὕτη χρῆται) καὶ ἡ τῶν προσφερομένων θερμότης τε καὶ ψυχρότης. ὥστε κατὰ μὲν τὸ πάθος τοῦτο τὸ ἁπτὸν γινόμενον καὶ αὐτὸ ὑπὸ τοῦ ξηροῦ ἐν τῷ ὑγρῷ ἐκ τούτων γὰρ ἡ τροφὴ οὖσα καὶ ἁπτή ἐστιν) οὔκ εἰσιν οἱ χυμοί. δύναται γὰρ ἡ 15 τροφή, καθόσον ἁπτή ἐστιν, αὐξήσεως εἰρῆσθαι αἰτία, ὅτι τὸ σῶμα ἁπτόν· ἡ γὰρ ἀντιτυπία ἀπιόν, ἐν ᾗ τῶ σώματι τὸ εἶναι· ἀλλὰ καὶ ἀφ’ ὧν εἰδοποιεῖται τὰ πρῶτα σώματα, ἐν οἷς αὐτοῖς τὸ εἶναι, ἁπτὰ καὶ ταῦτα. κατὰ δὲ σώματος προσθήκην τε καὶ ἀπουσίαν αἱ αὐξήσεις τε καὶ αἱ μειώσεις. ὥστε ἡ τροφή, καθὸ μὲν σῶμα, αὔξει, ὡς ἐν τοῖς Περὶ γενέσεως εἶπε |καθὸ γὰρ σῶμά ἐστι, ποσόν ἐστι), καθόσον δὲ γλυκεῖα, τρέφει, καὶ κατὰ 165 τοῦτο δὲ καὶ κινητικὴ τῆς κατὰ δύναμιν γεύσεως εἰς ἐνέργειαν. τούτων μὲν γὰρ αἴτιον ἢ θέρμ’ ὂν ἢ ψυχρόν. τούτων, λέγει αὐξήσεως καὶ φθίσεως, αἰτίαν τὴν τροφὴν εἶναι, κἄν θερμή ἐστι κἂν ψυχρὰ καὶ ὅλως ἁπτή. ταῦτα γάρ, φησί, ποιεῖ καὶ αὔξησιν καὶ φθίσιν, ἤτοι λέγων τὰ ἁπτὰ ἀπλῶς ἢ τῶν ἁπτῶν τὸ θερμὸν καὶ τὸ ψυχρόν. καθ’ ὃ πάθος ἄρα ἐγγινόμενον τῷ ὑγρῷ ὑπὸ τοῦ ξηροῦ τό τε γεύεσθαι τοῖς ζῴοις καὶ τὸ τρέφεσθαι, κατ’ αὐτὸ τοῦτο ὁ χυμός. κατὰ τί οὖν τρέφει; καθὸ γευστόν ἐστι δηλονότι, ἀλλ’ οὐ καθὸ ἁπτόν. Ἁπλῶς οὖν δεικτικὸν παρέθετο x003E; τὸ πᾶν τὸ τρεφόμενον ἢ γλυκεῖ χυμῷ ἁπλῶς ἢ μεμιγμένῳ τρέφεσθαι, ἅ ἐστι γευστά, ἀλλ’ οὐχ ἁπτά. ὡς ἄνευ γλυκέος μὴ δυ|ναμένης τροφῆς εἷναι. ἡ δὲ μικτὴ εἴη ἄν ἔκ τε τῆς γλυκείας καὶ τῆς ἐναντίας ταύτῃ τῆς πικρᾶς, <ὥσπερ τῷ γάρ, ὡς προιὼν ἐρεῖ, τὸ γλυκὺ καὶ τρόφιμον ἐπιπολαστικὸν εἶναι, τούτῳ καὶ μίξεως τινος ὁ τοιοῦτος χυμὸς πρὸς τὸ τρέφειν δεῖται. ἐπιπολαστικὸν δὲ τὸ γλυκὺ τῷ κοῦφόν τε εἶναι καὶ ἄνω φέρεσθαι· διὰ τοῦτο γὰρ καὶ τρόφιμον. Εἶναι μὲν οὖν φησι τὸν περὶ τοῦ τίσι καὶ πῶς τρεφόμεθά τε καὶ αὐξόμεθα τοῖς περὶ γενέσεως λόγοις οἰκεῖον. εἴρηκε δὲ περὶ μὲν αὐξήσεως ἰδίως ἐν τὸῖς Περὶ γενέσεως καὶ φθορᾶς, περὶ δὲ τροφῆς ἐν τοῖς Περὶ ζῴων γενέσεως. διὸ τὸν μὲν ἀκριβῆ περὶ αὐτῶν λόγον εἰς ἐκείνας ἀνατίθεται ὡς οἰκειοτέρας τὰς πραγματείας, νῦν δὲ ὅσον ἀναγκαῖον πρὸς τὴν τοῦ προκειμένου |δεῖξιν ἐπιμνησθῆναί φησι δεῖν αὐτῶν. λέγει δὲ τὸ θερμὸν τῆς τε αὐξήσεως τοῖς σώμασιν αἴτιον διὰ τῆς πέψεως τῆς τροφῆς γίνεσθαι καὶ τῆς δημιουργίας τε καὶ γενέσεως τῆς τροφῆς· ποιητικὸν γὰρ αὐτῆς τοῦτο τῷ φύσιν ἔχειν ἀπὸ τοῦ ὑγροῦ τοῦ χυμὸν ἔχοντος ἤδη τὸ κοῦφον μὲν καὶ γλυκὺ ἕλκειν, τὸ δ’ ἁλμυρὸν καὶ πικρὸν καταλείπειν διὰ τὸ βάρος· τὸ γὰρ κουφότερον αὑτῷ συναναφέρει κινούμενον εἰς τὸν ἄνω x003E; κατὰ φύσιν, τὸ δὲ βαρὺ καταλείπει. Τοῦτο δὲ ὡς γνώριμον ἀπὸ τῶν ἀναθυμιάσεων λαμβάνει· οὕτω γὰρ αἱ ἀναθυμιάσεις γίνονιαι. τοῦτο δὴ οὖν ὃ ἐν τοῖς ἔξω σώμασι τὸ θερμὸν ὁρᾶται ποιοῦν, ποιεῖν φησιν αὐτὸ καὶ ἐν Τῇ’ φύσει τῶν ζῴων τε καὶ φυτῶν, ἕλκειν μὲν τὸ ἔνδον θερμὸν ἀπὸ τῆς τροφῆς τῆς ἐνεθείσης τὸ κοῦφον καὶ γλυκὺ καὶ προσκρίνειν, καταλείπειν δὲ τὸ βαρὺ τῷ εἶναι πικρόν τε καὶ ἁλμυρόν, ὅ ἐστι τὸ περίτ|τωμα. εἰ γὰρ ταῦτα βαρέα ὄντα καὶ πικρὰ ὑπομένει, 168 δῆλον ὡς τὸ κοῦφον καὶ ἐναντίον τούτοις γλυκύ. καὶ εἴη ἂν αἰτία τις καὶ αὕτη τοῦ τοῖς γλυκέσι τρέφεσθαι τά τρεφόμενα. ὅτι δὲ γλυκὺ τὸ ἀναφερόμενόν τε καὶ †τρέφον ὑπὸ τοῦ θερμοῦ καὶ οὐχ ἀπλῶς κοῦφον, ἀλλ’ ἔστι τὸ κοῦφον καὶ γλυκύ, δῆλον καὶ αὐτὸ ἐκ τῶν ἀναθυμιάσεων· πᾶν γὰρ τὸ ὄμβριον γλυκύ, καίτοι τοῦ πλείστου ἀπὸ τῆς θαλάσσης ἀτμι- ζομένου οὔσης ἁλμυρᾶς· εἴρηται δὲ περὶ τούτων ἐν τοῖς Μετεωρολογικοῖς. Προηγουμένως μὲν οὗν ὁ γλυκὺς χυμὸς τρόφιμος· οἱ δὲ ἄλλοι χυμοὶ ἀναμίγνυνται εἰς τὴν τροφήν ἣν ἔξωθεν προσφερόμεθα, ἀντὶ τοῦ ἡδύσματος, φησίν, οὐχ ὡς τρόφιμοι καθ’ ἑαυτούς, ὥσπερ τὸ ἁλμυρὸν καὶ τὸ ὀξύ· ὡς γὰρ τούτους τοὺς χυμοὺς ἡδύσματος χάριν τοῖς γλυκέσι παραμεμιγμένους ὁρῶμεν παραμυθουμένους τὴν καθ’ ἑκάστην γεῦσιν ὑπερβολὴν τῆς γλυκύτητος |οὕτως καὶ τοὺς ἄλλους χυμοὺς τῆς χρείας χάριν ταύτης τοῖς γλυκέσιν ἀναμίγνυσθαι ἀντισπῶντας τὸ τοῦ γλυκέος ἐπιπολαστικόν, ἀλλ’ οὐχ ὡς τροφίμους καθ’ αὑτούς. ἀφ’ ὧν δῆλον ὅτι τὸ ἔνδον θερμὸν τοῖς γλυκέσι τρέφει καθ’ ὃν καὶ προείρηκε τρόπον. Ὥσπερ δὲ τὰ χρώματα ἐκ λευκοῦ τε καὶ μέλανος μίξεως ἐστιν. Εἰπὼν τρόφιμον μὲν εἶναι χυμὸν τὸν γλυκύν, ἐναντίον δὲ καὶ κατὰ στέρησιν τούτου ’τον πικρὸν, οεικνυσιν ὅτι πάντες οἱ χυμοὶ ἐκ τῆς τούτων τῶν ἐναντίων ποιᾶς μίξεως, ὥσπερ καὶ τὰ χρώματα ἐκ λευκοῦ τε καὶ μέλανος, καὶ κατὰ τὴν ἀναλογίαν τῆς μίξεως τῶν ἐναντίων χυμῶν πρὸς ἀλλήλους γίνεσθαι τὴν τῶν μεταξὺ διαφοράν, ὡς ἐπὶ τῶν χρωμάτων, εἴτε πάντων τῶν χυμῶν κατ’ ἀριθμούς τινας ὡρισμένους καὶ ἀναλογίας ἐκ τῆς τῶν ἐναντίων μίξεως γινομένων, εἴτε τῶν μὲν τὴν ἡδονὴν ποιούντων οὕτως, τῶν δ’ ἄλλων ὡς ἔτυχεν. |Ἑξῆς δὲ καὶ τὰ εἴδη τῶν χυμῶν ἐκτίθεται καὶ λέγει τίνας αὐτῶν τοῖς ἄκροις τε καὶ ἐναντίοις συντάσσειν δεῖ, τίνας δὲ ἐκ τῆς μίξεως τῶν ἐναντίων γίνεσθαι λέγειν. τὸν μὲν οὖν λιπαρὸν χυμὸν τῷ γλυκεῖ φησι τὸν αὐτὸν εἶναι τρόφιμος γὰρ οὗτος), τὸν δ᾿ ἁλμυρὸν τῷ πικρῷ, τὸν δὲ δριμὺν καὶ αὐστηρὸν καὶ στρυφνὸν καὶ ὀξὺν ἐν μέσῳ εἶναι, γινομένους ἐκ τῆς ποιᾶς τῶν ἄκρων μίξεως. Εἰπὼν δὲ ὁμοίως γίνεσθαι τοὺς μεταξὺ χυμοὺς ἐκ τῆς τῶν ἐναντίων, τοῦ τε γλυκέος καὶ τοῦ πικροῦ, μίξεως, ὡς καὶ τὰ χρώματα τοῦ λευκοῦ καὶ τοὐ μέλανος μιγνυμένων, νῦν κατὰ τὸν ἀριθμὸν αὐτῶν τὴν ὁμοιότητα δείκνυσιν οὖσαν· ἑπτὰ γὰρ εἴδη εἷναι ἀμφοτέρων, τῶν μὲν χυμῶν ἃ κατηρίθμηκε· καὶ γὰρ τὸ ἁλμυρὸν ὡς εἶδός τι ἄλλο καὶ οὐ πάντη ταὐτὸν τῶ πικρῷ εἶναι. ὡς δὲ τὸ λιπαρὸν τῷ γλυκεῖ συνῆψεν, οὕτω φησὶ καὶ ἐν τοῖς χρώμασι δεῖν |τὸ ξανθὸν ἐν τῷ λευκῷ καταριθμεῖν, τὸ δὲ φαιὸν ἐν τῷ μέλανί πως εἶναι, ὥσπερ ἦν καὶ ἐν τοῖς χυμοῖς τὸ ἁλμυρὸν ἐν τῶ πικρῷ. ὡς δ’ ἐπ’ ἐκείνων ἦν μέν πὼς τὸ ἁλμυρὸν ἐν τῷ πικρῷ, ἄλλο μὴν εἶδος, καὶ διὰ τοῦτο ἑπτὰ χυμῶν εἴδη, οὕτως καὶ ἐπὶ τῶν χρωμάτων ἔσεσθαι κατὰ τὸ φαιὸν εἶδός τι χρώματος· οὕτω γὰρ λέγοντος αὐτοῦ σώζοιτο ἂν τὸ τὰ εἴδη τῶν χρωμάτων ἑπτὰ εἶναι. τὸ γὰρ φοινικοῦν καὶ τὸ ἁλουργὲς καὶ τὸ πράσινον καὶ τὸ κυανοῦν, ἃ λέγει μεταξὺ τῶν τριῶν ἐκείνων τοῦ τε λευκοῦ καὶ τοῦ μέλανος καὶ τοῦ φαιοῦ, τὰ ἑπτὰ εἴδη ποιήσει τῶν χρωμάτων. εἰ μὲν οὖν φυλάσσοι τις τὸ μὲν ξανθὸν ἐν χρώμασι καὶ συνάπτοι τὸ φαιὸν καὶ τὸ μέλαν, ἐν δὲ τοῖς [πικροῖς] χυμοῖς τὸ ***πικρὸν καὶ τὸ ἁλμυρόν, ἑπτὰ εἴδη ἑκατέρου αὐτῶν ἔσται, ὡς εἰρήκει· ὡς, εἰ δή τις †μήτε ταῦτα συντιθείη καὶ τὰ πρῶτα |διαιροίη, ἴσα μὲν καὶ οὕτως ἔσται τά τε τῶν χυμῶν εἴδη καὶ τὰ τῶν χρωμάτων, οὐ μὴν ἑπτά, ἀλλ’ ἢ ἓξ ἢ ὀκτώ. ἐπεὶ δὲ γίνεταί τινα χρώματα οὐ μόνον κατὰ τὴν τοῦ λευκοῦ τε καὶ μέλανος μῖξιν, ἀλλὰ καὶ τῶν μεταξὺ πάλιν μιγνυμένων ἀλλήλοις (διὸ καὶ ἄπειρά πὼς εἶναι δοκεῖ τὰ χρώματα), τὰ ἄλλα φησὶν ἐκ τῆς τούτων γίνεσθαι μίξεως, τῶν πρώτων χρωμάτων ὄντων ὅσων εἴρηκεν. Εἰπὼν δὲ τὴν μῖξιν ὁμοίως τῶν τε χρωμάτων καὶ τῶν χυμῶν γίνεσθαι, καὶ τὰ εἴδη ἴσα εἶναι αὐτῶν κατ’ ἄλλην τινὰ ὁμοιότητα δείκνυσιν αὐτῶν ὡς γὰρ τὸ μέλαν ἐναντίον x003E; τῷ λευκῷ στέρησις ἐν διαφανεῖ λευκοῦ, οὕτως τὸ ἁλμυρὸν καὶ τὸ πικρὸν στέρησις τοῦ γλυκέος ἐν τῷ τροφίμῳ ὑγρῶ), ἅμα διὰ τούτων ἐξηγούμενος ἡμῖν, πῶς εἶπε τὴν πρὸ ὀλίγου λέξιν τὴν “ὅτι δὲ οὐ παντὸς ξηροῦ, ἀλλὰ τροφίμου οἱ χυμοὶ ἢ πάθος εἰσὶν ἢ στέρησις”· τὴν γὰρ στέρησιν |λέγει τοῦ γλυκέος, ὃ καὶ τρόφιμον δέδειχε, τὸ πικρόν τε καὶ ἁλμυρόν· ἐξ ὧν ἡ τῶν ἄλλων γένεσις ἁπάντων. ὃ μὴ νοήσαντες οἱ ὑπομνηματισάμενοι τὸ βιβλίον ἀλλοκότως τὴν λέξιν ταύτην ἐξηγήσαντο. σημεῖον δὲ τοῦ στέρησιν εἶναι τοῦ γλυκέος τὸ πικρὸν παρέθετο τὸ καὶ τὴν τέφραν τῶν κατακαιομένων πικρὰν εἶναι· τοιαύτη γὰρ γίνεται τῷ ὑπὸ τοῦ θερμοῦ τὸ γλυκὺ πᾶν καὶ πότιμον ἐξικμά- ζεσθαι. Δημόκριτος δὲ καὶ οἱ πλεῖστοι τῶν φυσιολόγων ὅσοι λέγουσι περὶ αἰσθήσεως ἀτοπώτατον ποιοῦσι. Δείξας ὅτι ἡ τροφή, καίτοι ἁπτὴ οὖσα, οὐ καθὸ ἁπτή ἐστι τροφή ἐστι, διὰ τούτων αἰτιᾶται τόν τε Δημόκριτον καὶ τῶν φυσιολόγων τοὺς πλείστους ὡς πάσας τὰς αἰσθήσεις ἁφὰς ποιοῦντας καὶ πάντα τὰ αἰσθητὰ ἁπτά τε καὶ δι’ ἁφῆς γνωρίζεσθαι λέγοντας. πῶς δὲ ἁφὰς ἐποίουν πάσας τὰς αἰσθήσεις, λέγει· τῷ γὰρ πάντα τὰ αἰσθητὰ ἁπτὰ ποιεῖν, τῶν δὲ ἁπτῶν ἁφὴν |αἴσθησιν, ἁπάντων ἄν τῶν αἰσθητῶν ἁφὴ αἰσθάνοιτο καὶ γίνοιντο ἄν πᾶσαι αἱ αἰσθήσεις ἁφαί. ἁπτὰ δὲ ἐποίουν πάντα αἰσθητά, ὅτι τῇ ἀπορροίᾳ τῇ ἀπὸ τῶν αἰσθητῶν καὶ τῇ τούτων ἐμπτώσει εἰς τὰ αἰσθητήρια τὴν ἀντίληψιν ἔλεγον γίνεσθαι, τῶν αἰσθητηρίων κινουμένων ὑπ’ αὐτῶν κατὰ τὰς τῶν ἐν αὐτοῖς σχημάτων τε καὶ μεγεθῶν καὶ λειοτήτων καὶ τραχυτήτων διαφοράς. ἔτι τὸ λευκὸν καὶ τὸ γλυκὺ καὶ τὸ εὐῶδες καὶ τῶν ἄλλων δὲ ἕκαστον αἰσθητῶν οὐδενὶ ἑτέρῳ φασὶν ἀλλήλων οἱ περὶ Δημόκριτον διαφέρειν ἢ τοῖς σχήμασι καὶ τοῖς μεγέθεσι καὶ ταῖς λειότησί τε καὶ τραχύτησι. ταῦτα γὰρ τοῖς αἰσθανομένοις τοιαῦτα φαίνεται, ὁποῖα φαίνεται, παρὰ τὸ τὴν ἁφὴν τὴν καθ’ ἑκάστην αἴσθησιν ὑπ’ αὐτῶν ἐμπιπτόντων οὕτω πάσχειν τε καὶ διατίθεσθαι. Εἰπὼν δὲ γίνεσθαι πάσας τὰς αἰσθήσεις ἁφὰς κατὰ τοὺς οὕτω λέγοντας, τοῦτο δέ, φησίν, ὅτι ἀδύνατόν ἐστιν οὐ χαλεπὸν συνιδεῖν. λέγοι δ’ ἄν τοῦτο, ὅτι, εἰ πᾶσαι ἁφαί, ἔδει τῶν ἁπτῶν αὖ τἀς ἐναντιώσεων |ἀντιλαμβάνεσθαι, ὧν ὁρῶμεν τοὺς ἁπτομένους τινῶν ἀντιλαμβανομένους· ἔστι δὲ ταῦτα σκληρὰ μαλακά, τραχέα λεῖα, θερμὰ ψυχρά, ὑγρὰ ξηρὰ καὶ τὰ ὅσα ἁπτά· νῦν δὲ τούτων ἄν τις ἁψάμενος αἴσθηται, οὐδενὸς ἀντιλαμβάνεται ὀξώδους καὶ γλυκέος καὶ πικροῦ καὶ λευκοῦ καὶ μέλανος. ἔτι δὲ εἰ ἁφὴ ἡ ὄψις ἦν, ἔδει αὐτὴν ἐπιτιθεμένων αὐτῇ τῶν ὁρατῶν ἀντιλαμβάνεσθαι, ὁμοίως καὶ τὴν ὄσφρησιν ὀσφραίνεσθαι καὶ τὴν ἀκοὴν ἀκούειν· νῦν δὲ ἂν μὴ ἐξ ἀποστήματος καὶ διὰ μέσου τινός οὐκ αἰσθάνονται. ἔτι εἰ πᾶν αἰσθητὸν τῇ ἁφῇ προσπίπτοι, τοῦτο οὐκ ἔδει πικρόν, ἂν οὕτω τύχῃ, τῇ γεύσει δοκεῖν ἢ μέλαν τῇ ὄψει ἡ δυσῶδες τῇ ὀσφρήσει, ἀλλὰ καὶ ταύταις λεῖον ἢ πάντως γε τοιοῦτον ὃ κατάλληλον ἄν τῷ λείῳ εἴη, καὶ πᾶν τὸ λεῖον ἀεὶ ἡ πικρὸν ἢ γλυκὺ ὁμοίως εἶναι, ἀλλ’ οὐ τῶν λείων τὸ μὲν πικρὸν τὸ δὲ γλυκὺ ἢ τὸ μὲν λευκὸν τὸ δὲ μέλαν· ἐκ γὰρ τῆς διαφορᾶς τῆς τοιαύτης δῆλον ὡς ἄλλων |τινῶν φύσεων περὶ τὰ ὑποκείμενα αἱ αἰσθήσεις αὗται ἀντιληπτικαὶ καὶ οὐ τῶν αὐτῶν. ἔτι τε εἰ πᾶσαι ἁφαί, τί πλειόνων αἰσθήσεων ἔδει; ἐξήρκει γὰρ καὶ μίαν εἶναι. Ἔτι δὲ τοῖς κοινοῖς τῶν αἰσθήσεων πασῶν χρῶνται ὡς ἰδίοις· μέγεθος γὰρ καὶ σχῆμα καὶ τὸ τραχὺ καὶ τὸ λεῖον. Καὶ τοῦτό φησιν ἁμαρτάνειν ἐν τῷ περὶ αἰσθήσεων λόγῳ τοὺς περὶ Δημόκριτον, ὅτι τὰ κοινὰ αἰσθητὰ ἴδια ποιοῦσι τῶν αἰσθήσεων. φθάνει δὲ εἰρηκέναι καὶ ἐν τοῖς Περὶ ψυχῆς τίνα μέν ἐστι κοινὰ αἰσθητά, τίνα δὲ ἴδια, καὶ ὅτι αἱ αἰσθήσεις ἐν τοῖς ἰδίοις ἑκάστη αἰσθητοῖς ἀληθεύει, περὶ δὲ τὰ κοινὰ διαψεύδεται. καὶ νῦν δέ τινα τῶν κοινῶν παρατίθεται, δεικνὺς ὅτι τὰ κοινὰ αἰσθητὰ ἴδια ποιοῦσι. μέγεθος γὰρ καὶ σχῆμα κοινὰ αἰσθητά, ὧν νῦν μνημονεύει, ὥσπερ καὶ κίνησις καὶ ἀριθμὸς καὶ |στάσις καὶ διάστημα. προστίθησι δὲ τῷ μεγέθει καὶ τῷ σχήματι ὡς κοινὰ καὶ αὐτὰ αἰσθητὰ νῦν τό τε τραχὺ καὶ τὸ λεῖον καὶ τὸ ὀξὺ καὶ τὸ ἀμβλὺ τὸ ἐν ὄγκοις, ὡς οὐκ ὄντα ταῦτα σχήματα διὰ τὸ μὴ ὑποπίπτειν ἴσως τῷ ὅρῳ τοῦ σχήματος. τὸ δὲ ἐν ὄγκοις προσέθηκεν, ἐπεὶ τὸ τραχὺ καὶ τὸ λεῖον καὶ ὀξὺ καὶ ἐν ψόφῳ, ἔστι δὲ ὀξὺ καὶ ἐν χυμῷ· ὧν τὰ μὲν ἀκοῆς ἴδια αἰσθητά, τὰ δὲ γεύσεως. Τὰ δὲ ἐν ὄγκοις φησίν, ὥσπερ καὶ τὰ ἄλλα τὰ εἰρημένα, κοινὰ εἶναι τῆς τε ἁφῆς καὶ τῆς ὄψεως, καὶ εἰ μὴ πασῶν. ὡς γὰρ σχημάτων ἡ ὄψις ἐστὶν ἀντιληπτική, οὕτω καὶ τοὐ ἐν ὄγκοις τραχέος τε καὶ λείου καὶ ὀξέος καὶ ἀμβλέος. σημεῖον δὲ τοῦ κοινὰ αὐτὰ εἶναι παρέθετο τὸ περὶ ταῦτα ἀπατᾶσθαι αὐτάς, οὐκ ἀπατωμένας περὶ τὰ ἴδια· ἡ γὰρ ὄψις οὐκ ἀπατωμένη περὶ τὰ ἴδια χρώματα ἀπατᾶται περὶ ταῦτα. Διαφορὰν δὲ τοσαύτην τῶν |ἰδίων αἰσθητῶν ἐχόντων πρὸς τὰ κοινά, ἐκεῖνοι τὰ ἴδια τοῖς κοινοῖς συνάπτουσι. πῶς δὲ τοῦτο ποιοῦσιν, ἑξῆς λέγει· Δημόκριτος γὰρ τὰ χρώματα, τὸ λευκὸν καὶ τὸ μέλαν, ἴδια ὄψεως ὄντα, εἰς τὸ λεῖον ἄγει καὶ τὸ τραχύ, τὸ μὲν λευκὸν λεῖον, τὸ δὲ μέλαν τραχὺ λέγων, ἃ κοινὰ τῇ ὄψει πρὸς τὴν ἁφήν ἐστιν, ὥστε γίνεται αὐτῷ τὸ κοινὸν αἰσθητὸν τῷ ἰδίῳ τῆς ὄψεως ταὐτόν. πάλιν τῆς μὲν γεύσεως ἴδια αἰσθητὰ οἱ χυμοί· οἱ δὲ περὶ Δημόκριτον τοῖς σχήμασι τοὺς χυμοὺς ἀνατιθέασι· παρὰ γὰρ τὴν τούτων διαφορὰν τὴν τῶν χυμῶν φασι διαφορὰν γίνεσθαι, ὀξεῖς μὲν χυμοὺς λέγοντες εἶναι τοὺς ἐκ τῶν τοιούτων σχημάτων συγκειμένους, γλυκεῖς δὲ τοὺς ἐκ λείων τε καὶ περιφερῶν. αἱ γὰρ ἄτομοι κατὰ τὰς τῶν σχημάτων ὧν ἔχουσι διαφορας διαφέροντας τοὺς χυμοὺς τῶν ἐκ τῆς συμπλοκῆς αὐτῶν γινομένων ποιοῦσι. γίνεται οὖν πάλιν τὰ σχήματα κοινὰ ὄντα αἰσθητὰ ἴδια τῆς γεύσεως κατ’ αὐτούς. |Δείξας δὲ ὅτι τὰ σχήματα κοινὰ αἰσθητὰ ὄνια ἴδια κατ’ αὐτοὺς ἐπὶ] τῆς γεύσεως γίνεται, ἐπιφέρει ὅτι καίτοι] τὰ κοινὰ ἢ οὐδεμιᾶς ἄν εἴη ἴδια ἢ μᾶλλον τῆς ὄψεως (ἐπιζητήσαι δ᾿ ἄν τις διὰ τί μᾶλλον τῶν σχημάτων ἡ ὄψις τῆς ἁφῆς εἴη ἂν κριτική. ἢ ἐπεὶ πάντων τῶν κοινῶν ἡ ὄψις ἀντιληπτική, κατὰ τοῦτο ἄν εἴη μᾶλλον ταύτης τὰ κοινά· πλήθους γὰρ καὶ διαστήματος οὐκ ἔστιν ἡ ἁφὴ ἀντιληπτική). εἰ δὲ τὴν γεῦσίν τις λέγοι μᾶλλον τῶν κοινῶν ἀντιληπτικὴν εἶναι τῆς γὰρ ἀκριβεστάτης περί τι αἰσθήσεως ἐστι τὸ τῶν κατ’ αὐτὸ ἐλαχίστων ἀντιλαμβάνεσθαί τε καὶ διακρίνειν αὐτά· τῶν δὲ ἐλαχίστων σχημάτων τὴν γεῦσίν φασιν ἀντιλαμβάνεσθαι. ὧν γὰρ οὐδεμία αἴσθησις ἀντιλαμβάνεται ὄγκων ὡς ὀξέων ἢ λείων, τούτων ἡ γεῦσις αἰσθάνεται κατ’ αὐτούς, εἴγε οἱ χυμοὶ ἐκ σχημάτων), <ἐχρῆν αὐτὴν καὶ x003E; ἄλλων κοινῶν μάλιστα εἰ οὖν τῶν μὲν σχη|μάτων μὴ μόνον ἐν τοῖς χυμοῖς ἀλλὰ καὶ ἐν πᾶσι τοῖς ἄλλοις ὄντων, αἰσθάνεσθαι δὲ τῶν ἐλαχίστων καὶ δυσαισθητοτάτων ταύτης, καὶ τῶν ἄλλων ῥᾳδίως αἰσθανθήσεται. νῦν δὲ οὐκέτι τῶν ἄλλων σχῆμ’ ἄτων ἐστὶν ἡ γεῦσις ἀντιληπτική. πῶς γὰρ κύβου ἡ γεῦσις, καθὸ 1 γεῦσις, κριτική; δύο δὲ γραφῶν φερομένων μᾶλλον σῴζει τὴν τῶν λεγομένων διάνοιαν ἡ οὕτως ἔχουσα· τὰ γοῦν ἐλάχιστα τῆς ἀκριβεστάτης αἰσθήσεως ἐστιν διακρίνειν περὶ ἕκαστον γένος. ὥστε ἐχρῆν τὴν γεῦσιν καὶ τῶν ἄλλων κοινῶν αἰσθάνεσθαι. Ἔτι τὰ μὲν αἰσθητὰ ἅπαντα ἔχει ἐναντίωσιν. Καὶ διὰ ταύτης τῆς ἐπιχειρήσεως δείκνυσιν ὅτι μή ἐστι τὰ σχήματα μήτε ὁρατὰ μήτε γευστὰ μήτε ὅλως ἴδια αἰσθητά. πάντα μὲν γὰρ τὰ ἴδια αἰσθητὰ ἔχει ἐναντίωσιν, τὰ τῆς ὄψεως λευκόν τε καὶ μέλαν, τὰ τῆς γεύ|σεως γλυκὺ καὶ πικρόν, τὰ τῆς ἀκοῆς ὀξὺ καὶ ἀμβλύ, τὰ τῆς ἁφῆς θερμὸν καὶ ψυχρόν, ὑγρὸν καὶ ξηρὸν καὶ ὅσων ἡ ἁφὴ ἐναντιώσεων, ἀλλὰ καὶ ἐν τοῖς ὀσφρητοῖς ἐναντίωσίς ἐστι. σχῆμα δὲ σχήματι οὐκ ἔστιν ἐναντίον. ὥστε εἰ ἐν τοῖς γευστοῖς ἐστιν ἐναντίωσις, ἐν δὲ σχήμασιν οὐκ ἔστιν, οὐκ ἂν τὰ σχῆ μάτα εἴη γευστά, οὕτως δὲ οὐδ’ ὅλως αἰσθητὰ ὡς ἴδιά τινος αἰσθήσεως. ἐπεὶ δὲ φαντασίαν ἀποτελεῖ τὸ περιφερὲς ἐναντίον εἶναι τῶ γωνίας ἔχοντι, διὰ τοῦ εἰπεῖν τίνι γὰρ τῶν πολυγωνίων τὸ περιφερὲς ἐναντίον; ἔδειξεν ὅτι μηδὲ ἔστιν ἐν αὐτοῖς ἐναντιότης. δεῖ μὲν γὰρ ἓν ἑνὶ ἐναντίον εἶναι. ποῖον δ’ ἔσται τῶν πολυγωνίων σχημάτων ἐναντίον τῷ κύκλω; οὐ γὰρ μᾶλλον τόδε ἢ ἄλλο τι. ***οὐκ ἔστιν ἀλλήλοις τὰ αὐτά. ἔτι ὅτι τῷ κύκλῳ οὐδέν ἐστιν ἐναντίον, διὸ οὐδὲ τῇ κύκλῳ κινήσει, διὰ πλειόνων ἐν τοῖς Περὶ |οὐρανοῦ δέδεικται καθόλου. ὥστε εἰ τὰ μὲν ἴδια αἰσθητὰ ἐναντίωσιν ἔχει, τὰ δὲ σχήματα οὐκ ἔχει ἐναντίωσιν, οὐκ ἂν εἴη τὰ σχήματα ἴδια αἰσθητά. ἔτι ἀπείρων ὄντων τῶν σχημάτων ἀναγκαῖον καὶ αὐτοὺς ἀπείρους εἶναι, εἰ οἱ χυμοὶ τά] σχήματα. ἄπειρα δὲ τὰ σχήματα διαφέροντα ἀλλ· ήλων κατὰ Δημόκριτὸν. x003E; καὶ ἀπείρους διαφορὰς εἶναι χυμῶν. εἶτα ἐπεὶ ἐδύνατό τις λέγειν, φεύγων τὸ ἄτοπον, τὸ εἶναι μὲν ἀπείρους χυμῶν διαφοράς, μὴ μέντοι πάσας αἰσθητὰς εἶναι, πρὸς τὸ ῥηθὲν ἀνθυπήνεγκεν· διὰ τί γὰρ ὁ μὲν τῶν χυμῶν αἴσθησιν ποιήσει, ὁ δ’ οὔ; δεῖται γὰρ τοῦτο λόγου· Καὶ περὶ μὲν τοῦ χυμοῦ καὶ γευστοῦ εἴρηται· τὰ δ’ ἄλλα πάθη τῶν χυμῶν. Περὶ χυμοῦ, ὅ ἐστι γευστόν, εἰρῆσθαί φησιν ἡμῖν, τί ποτέ ἐστι καὶ τίς ἡ γεῦσις αὐτοῦ, ὃ ἦν οἰκεῖον τῇ προκειμένῃ πραγματείᾳ· τὰ γὰρ ἄλλα πάθη τῶν χυμῶν, |τίνες τε αὐτῶν διαφοραὶ καὶ τίνες ἑκάστου χυμοῦ οἰκεῖαι καὶ προσεχεῖς γενέσεις, οἰκεῖά φησιν εἶναι τῇ περὶ φύτων φυσιολογίᾳ. καὶ ἔστι Περὶ φυτῶν Θεοφράστῳ πραγματεία γεγραμμένη· Ἀριστοτέλους γὰρ οὐ φέρεται.