# Ἀπορίαι καὶ λύσεις [Sp.] 1-11

Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.], ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΦΥΣΙΚΩΝ ΣΧΟΛΙΚΩΝ ΑΠΟΡΙΩΝ ΚΑΙ ΛΥΣΕΩΝ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ ΚΕΦΑΛΑΙΑ |, XXI. Ἐν τίνι κατηγορίᾳ ἡ κίνησις.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/sp-2/1-11

Τὴν κίνησιν εἴ τις μὴ παραδέχοιτο ἐν τοῖς ποσοῖς τῷ ἐν ταῖς Κατηγορίαις αὐτὴν ἐν τοῖς ποσοῖς μὴ κεῖσθαι, λέγοιτ᾿ ἂν εἶναι πρός τι. ᾧ δέ τινι οὔσῃ τῇ κινήσει ὑπάρχει τὸ πρός τι εἶναι, εἴη ἂν πάθος. εἰ γὰρ τὸ κινεῖσθαι πάσχειν τί ἐστι, πάθους δὲ παρουσίᾳ τὸ πάσχον πάσχει, καὶ ἔστι τὸ κινούμενον κινήσεως παρουσίᾳ κινούμενον, ἡ κίνησις ἂν πάθος εἴη. τὸ δὲ πάθος ποιότης· τρίτον γὰρ εἶδος ποιότητος παθητικαὶ ποιότητες καὶ πάθη. ἡ μὲν οὖν ἀτελὴς ἐνέργεια πάθος οὖσα εἴη ἂν ποιότης, ἡ δὲ τέλειος ἐνέργεια τί ἂν εἴη καὶ ὑπὸ κατηγορίαν τίνα; ἢ εἰ ἡ τοιαύτη ἐνέργειά τε καὶ ἐντελέχεια εἶδος, τῶν δὲ εἰδῶν τὰ μὲν φυσικά, τὰ δὲ τεχνικά, καὶ ἔστι τὰ μὲν φυσικὰ εἴδη οὐσίαι, τὰ δὲ τεχνικὰ ποιότητες, εἴη ἂν καὶ τῶν ἐνεργειῶν αὕτη διαφορά. ἔστι δὲ καὶ τῶν φυσικῶν εἰδῶν ποιότητες, ἃ μὴ εἰς τὴν οὐσίαν τῶν ὑποκειμένων συντελεῖ, ἀλλ᾿ εἰς τὸ τοιῷδε εἶναι. τί οὖν χρὴ λέγειν τὸ φῶς εἶναι, ἐπεὶ καὶ αὐτὸ ἐντελέχεια τοῦ διαφανοῦς διαφανές; ἢ εἰ μὴ φύσει τοῦ διαφανοῦς εἶδος τὸ φῶς, μηδὲ οὐσία τις γίνεται αὐτοῦ (οὐ γὰρ σύνεστι τῷ διαφανεῖ οὐδ᾿ ἐν τῇ οὐσίᾳ ἐστὶν αὐτοῦ, ἀλλὰ παρουσίᾳ τινὸς ἐν αὐτῷ γίνεται καὶ κατὰ σχέσιν ἄλλου πρὸς ἄλλο), εἴη ἂν πάθος τι καὶ αὐτὸ γινόμενον κατὰ σχέσιν καὶ παρουσίαν τινὸς ἐν τῷ διαφανεῖ, ἀνάλογον ὃν χρώματι, ὡς καὶ Ἀριστοτέλης εἶπεν· οἷον γὰρ τὸ χρῶμα τὸ φῶς εἶπεν τοῦ διαφανοῦς.

---

Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.], ed. Ivo Bruns. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg012.local001/.
