# Ἀπορίαι καὶ λύσεις [Sp.] 1-12

Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.], ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΦΥΣΙΚΩΝ ΣΧΟΛΙΚΩΝ ΑΠΟΡΙΩΝ ΚΑΙ ΛΥΣΕΩΝ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ ΚΕΦΑΛΑΙΑ |, XXII Εἰ τὸ κινούμενον ἐπί τινος κατὰ πρότερον μόριον αὐτοῦ πρότερον κινεῖται. |. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/sp-2/1-12

Εἰ τὸ κινούμενον ἐπί τινος μεγέθους κατὰ πρότερον μόριον αὐτοῦ πρότερον κινεῖται (διὰ τοῦτο γὰρ ἐν χρόνῳ πᾶσα κίνησις, ὅτι μὴ οἷόν τε ἄμα τὸ κινούμενον ἐπὶ παντὸς τοῦ ὑποκειμένου ἀθρόως κινηθῆναι, ἀλλὰ δεῖ τὸ μέν τι αὐτοῦ πρῶτον διελθεῖν τὸ δὲ ὕστερον), εἰ δὴ τοῦτο, καὶ κατὰ τὸ πρότερον μόριον τοῦ μεγέθους πρῶτον κινεῖται τὸ κινούμενον, εἰ ἐπ’ ἄπειρον ἐν τῷ μεγέθει τὸ πρότερον, πᾶν τὸ κινούμενον ἄπειρα ἔσται κινούμενον, καὶ πᾶν τὸ κεκινημένον ὅσον δὴ διάστημα ἄπειρα πρότερα μόρια κεκινημένον· ἀλλὰ ἀδιεξίτητα τὰ ἄπειρα. ἤτοι οὖν οὐκ ἐπ᾿ ἄπειρον ἡ τομὴ τῶν συνεχῶν, ἢ οὐ κατὰ τὸ πρότερον πρότερον ἡ κίνησις. ἢ γίνεται μὲν κατὰ τὸ πρότερον μόριον τοῦ μεγέθους πρότερον ἡ κίνησις, οὕτω μέντοι κατὰ τὸ πρότερον μόριον, ὥς ἐστιν ἐν τῷ συνεχεῖ τὸ μὲν πρότερον μόριον, τὸ δὲ ὕστερον. οὐ γὰρ ἄλλως μέν ἐστιν ἐν ἐκείνῳ, ἄλλως δὲ αὐτὸ τὸ κινούμενον δίεισιν λαμβάνον. πῶς οὖν ἐστιν ἐν τῷ συνεχεῖ τὸ πρότερον καὶ ὕστερον μόριον; ἆρά γε ἐνεργείᾳ; ἢ οὐκέτ᾿ ἂν ἦν συνεχὲς οὐδέν, εἰ ἦν αὐτοῦ τὰ μέρη διηρημένα καὶ ἐνεργείᾳ ἐν τῷ ὅλῳ. τῷ γὰρ ἀδιαίρετον εἶναι τὸ μέγεθος τούτῳ ἕν· εἰ γὰρ ἦν διρημένον, | οὔτ᾿ ἂν αὐτὸ ἕν τι μέγεθος ἦν οὔθ᾿ ἡ κίνησις μία. εἰ δὲ μὴ ἐνεργείᾳ τὰ μόρια τὰ ἐν τῷ ὅλῳ ἐστί, λείπεται δυνάμει αὐτὰ εἶναι ἐν τῷ ὅλῳ τε καὶ συνεχεῖ, καὶ τὸ πρότερον δὴ καὶ τὸ ὕστερον ἔσται ἐν τῷ συνεχεῖ δυνάμει οὐκ ἐνεργείᾳ. καὶ τὸ κινούμενον δὴ ἐπ᾿ αὐτοῦ οὕτως κατὰ τὸ πρότερον πρότερον κινήσεται, ὥς ἐστιν καὶ ἐν τῷ μεγέθει· δυνάμει δέ ἐστιν, οὕτως ὃν καὶ αὐτὸ ἐπ᾿ αὐτοῦ κινήσεται. τοῦτο δὲ ποιήσει, εἰ μὴ ὡς διαιροῦν αὐτὸ κινοῖτο καὶ ἐνεργείᾳ ποιοῦν πρότερόν τι ἐν αὐτῷ καὶ δεύτερον, κινούμενον δὲ οὕτως, ὅταν κινηθῇ ἐπὶ τοῦ μεγέθους, ὡς εἶχεν τὸ μέγεθος τὰ πρότερα ἐπ᾿ ἄπειρον, οὕτως ἔσται καὶ αὐτὸ κεκινημένον αὐτά. δυνάμει δὲ εἶχεν ἐκεῖνο ἐπ᾿ ἄπειρον τὰ πρότερα, καὶ τοῦτ᾿ ἔσται τὰ δυνάμει ἐπ᾿ ἄπειρον πρότερα διεληλυθός, ὃ οὐκ ἦν ἀδύνατον. οὐ γὰρ ἔκειτο τὰ δυνάμει ἄπειρα ἀδιεξίτητα εἶναι, ἀλλὰ τὰ ἐνεργείᾳ. διαιρεῖ δὲ καὶ ὁ ἀξιῶν ἀριθμεῖν τὰ πρότερα ἃ διέξεισιν τὸ κινούμενον.

---

Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.], ed. Ivo Bruns. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg012.local001/.
