# Ἀπορίαι καὶ λύσεις [Sp.] 1-26

Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.], ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ. ΚΕΦΑΛΑΙΑ, XV. Πῶς λέγομεν τὴν αὐτὴν δύναμιν ἅμα τῶν ἐναντίων εἶναι.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/sp-2/1-26

Ὅταν λέγωμεν τὴν αὐτὴν δύναμιν εἶναι τῶν ἐναντίων, οὐ τοῦτο λέγομεν, ὅτι τῇ αὐτῇ δυνάμει καὶ περιπατεῖ τις καὶ ἠρεμεῖ, καὶ λέγει καὶ σιγᾷ. οὐ γὰρ καθ᾿ ἣν δύναμιν κινεῖται, κατὰ ταύτην καὶ ἠρεμεῖ (οὕτω γὰρ ἂν γίνοιτο καὶ τὸ κινεῖσθαι ταὐτὸν τῷ ἠρεμεῖν. εἴ γε ὧν ἡ δύναμις ἡ αὐτή, τούτων καὶ ἡ ἐνέργεια ἡ αὐτή), ἀλλ᾿ ἔστι | τὸ λεγόμενον ἴσον τῷ ὃ τὸ ἐναντίον τινὶ δύναται, τοῦτο καὶ τὸ ἐναντίον ἐκείνῳ δύναται. ὃ γὰρ πρὸς θάτερον τῶν ἐναντίων ἐπιτηδειότητα ἔχει, ἐξ ἀνάγκης καὶ πρὸς θάτερον· συνεισάγει γὰρ ἡ θατέρου δύναμις τὴν θατέρου. ἡ αὐτὴ οὖν ἀντὶ τοῦ ἴση. τῷ γὰρ τὸ δύναμίν τινος ἔχον μηδέπω μὲν εἶναι ἐν ἐκείνῳ, δύνασθαι δὲ μεταβάλλειν εἰς αὐτὸ τὸ μεταβάλλον εἴς τι ἐξ ἐναντίου τινὸς αὐτῷ μεταβάλλει. καὶ γὰρ τὸ μεταξὺ ἐναντίον ἀεὶ τῷ τὸ εἰς τὸ ἐναντίον τινὶ μεταβάλλειν μέλλον ἐν τῷ ἐναντίῳ αὐτοῦ εἶναι· ἐκ τούτου γὰρ ἡ μεταβολή. τὸ δ᾿ ὂν ἔν τινι καὶ ἀποβάλλον αὐτό, ὡς δέχεσθαι αὐτοῦ τὸ ἐναντίον, ἀμφοτέρων δύναμιν ἔχει τῷ ἑκάτερον αὐτῶν παρὰ μέρος κατέχειν καὶ ἀποβάλλειν δύνασθαι. τῷ οὖν συνεισάγειν τὴν τοῦ ἑτέρου δύναμιν καὶ τὴν θατέρου, τούτῳ ἡ αὐτὴ δύναμις τῶν ἐναντίων λέγεται. τὸ δὲ πῦρ οὐκέτι τοῦ ψυχροῦ δύναμιν ἔχει θερμὸν ὄν, ὅτι μηδὲ θερμὸν οἷόν τε δυνάμει εἶναί τότε πῦρ ὂν ἀλλὰ ἡ ἐνεργείᾳ τοιοῦτον. καὶ καθόλου ἀληθὲς τὸ οὗ τις δύναμιν ἔχει, τούτου δύνασθαι καὶ τὸ ἀντικείμενον. ἢ γὰρ ἐξ ἀνάγκης ἐν αὐτῷ ἔσται καὶ οὐ δυνήσεται ἔτι αὐτό, εἰ δύναται τοῦτο, δυνήσεται αὐτὸ τότε μὴ ἔχειν αὐτὸ δύναμιν ἕξει. εἰ δὲ τὸ μὴ ἔχειν ἀντίκειται τῷ ἔχειν, τὸ δύναμιν ἔχον τινὸς καὶ τοῦ ἀντικειμένου αὐτῷ δύναμιν ἔχει. οὐκ ἀνάγκη δὲ τῶν ἐναντίων καὶ τὰς δυνάμεις ἐναντίας λέγειν. τὰ μὲν γὰρ ἐναντία ἀδύνατον ἅμα τῷ αὐτῷ ὑπάρχειν, αἱ δὲ τῶν ἐναντίων δυνάμεις ἅμα εἰσὶν ἐν τῷ δυναμένῳ αὐτά, ὅταν ἐν μηδετέρῳ πως αὐτῶν ἐνεργείᾳ. ὅτε γὰρ κηρὸς δύναται καὶ τρίγωνος γενέσθαι, τότε δύναται καὶ περιφερής. πρὸ τοῦ γοῦν ἐν μηδετέρῳ τούτων εἶναι τῶν σχημάτων οὐδὲν μᾶλλον εἰς τὸ ἕτερον αὐτῶν μεταβάλλειν δύναται· ἔχον μέντοι ἀμφοτέρων ἅμα τὰς δυνάμεις οὐχ οὕτως ἔχει ὡς καὶ ἀμφότερα ἅμα δέξασθαι δυνάμενον. οὐδὲν γὰρ ἅμα τῶν ἐναντίων ἐστὶ δεκτικόν, καίτοι ἅμα αὐτῶν τὰς δυνάμεις ἔχον. εἰ γὰρ μὴ ἔχοι ἡ ὕλη ἅμα πρὸς τὰ ἐναντία ἐπιτηδειότητα, ἀλλὰ νῦν μὲν αὐτῶν τόδε δύναιτο, νῦν δὲ τόδε, οὐκ ἂν εἴη ἔτι κατὰ τὸν αὑτῆς λόγον ἄποιος παρουσίᾳ τινος καὶ διαφορᾷ νῦν δὲ τὸ μὲν τῶν ἐναντίων, νῦν δὲ τὸ ἕτερον δυνήσεται. διὸ τὰς μὲν τῶν ἐναντίων δυνάμεις οὐ ῥητέον ἐναντίας, εἴ γε αὗται μὲν συνυπάρχουσιν, οὐχ οἷόν τε δὲ συνυπάρχειν τὰ ἐναντία, τὰς δ᾿ ἐπ᾿ αὐτῶν εἰς τὴν ἐνέργειαν προόδους ἐναντίας ἐροῦμεν δὴ καὶ αὐτάς. |

---

Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.], ed. Ivo Bruns. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg012.local001/.
