# Ἀπορίαι καὶ λύσεις [Sp.] 1-28

Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.], ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ. ΚΕΦΑΛΑΙΑ, XVII. Ὅτι ⟨οὔκ,⟩ εἰ ἔστιν τοῦ ὡς ὑπεκκαύματος πυρός, ὃ καὶ στοιχεῖόν ἐστι, θερμότερόν τι ἄλλο πῦρ, διὰ ταύτην τὴν αἰτίαν μίξει τοῦ ἐναντίου τοιοῦτον ἐκεῖνο.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/sp-2/1-28

Οὐκ ἐπεὶ μᾶλλον θερμὸν τοῦ ὡς στοιχείου πυρός, ὃ καὶ ὑπέκκαυμα λέγεται, ἡ ζέσις τοῦ πυρός, ὁποῖόν ἐστι καὶ τὸ παῤ ἡμῖν πῦρ, ἤδη ἐν ἐκείνῳ τὸ ἔλαττον θερμὸν μίξει τοῦ ἐναντίου. ἡ γοῦν φλὸξ ἔλαττον μὲν θερμὸν τοῦ πεπυρωμένου σιδήρου, ἀλλ᾿ οὐ ψυχρότητος μίξει, ἀλλ᾿ ἔστιν ἡ | ἐπίτασις ἐν τῷ σιδήρῳ παρὰ τὴν τῆς ὕλης στερεότητά τε καὶ ἀντιτυπίαν. τῷ γὰρ ἀντιβατικὴ εἶναι καὶ μὴ εἰκτὴ καὶ τὸ ἐν αὐτῇ θερμὸν τοιοῦτον παρέχεται. καὶ τὸ ὡς στοιχεῖον δὴ πῦρ, τὴν φύσιν ὂν μανόν τε καὶ ξηρὸν καὶ ἄμικτον ὕλης χορηγίαν παρέχειν δυναμένης τοιούτῳ πυρί, οὕτω θερμόν ἐστιν. ἀμέλει ταῦτα αὐτοῦ ἐξάπτεται, ὅσα ἐν αὐτῷ πίλησίν τινα ἔχει καὶ πυκνότητα καὶ τῷ τοιούτῳ πυρὶ τροφήν. διὸ καὶ εὐλογώτερον ἄν τις λέγοι τὸ τοιοῦτο πῦρ μεμῖχθαι τῷ ἐναντίῳ. τροφῆς γὰρ τοῦτο δεῖται καὶ σώζεται, ἕως ταύτην ἔχῃ. τροφὴ δὲ τὸ ἐναντίον τῷ ἐναντίῳ. ἔτι οὖν ἐπεὶ ὕλη τὸ τοιοῦτο πῦρ, ἔχοι ἄν τι καὶ τοῦ ἐναντίου αὐτῷ ὃ φέρον εἰς αὐτὸ μεταβάλλει. τὸ δὲ οὐκ ἐπὶ τροφῇ πῦρ, ἀλλ᾿ εἱλικρινές τε καὶ καθαρὸν ἄμικτον τοῦ ἐναντίου, τὸ καθ᾿ αὐτὸ ὑφεστός, ὡς καὶ τῶν ἄλλων στοιχείων ἕκαστον.

---

Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.], ed. Ivo Bruns. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg012.local001/.
