# Ἀπορίαι καὶ λύσεις [Sp.] 1-29

Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.], ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ. ΚΕΦΑΛΑΙΑ, XVIII. Περὶ τοῦ τὴν φύσιν ὑπάρχειν ἀρχὴν κινήσεως.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/sp-2/1-29

Ὅτι μὲν ἡ φύσις ἀρχὴ κινήσεως, δῆλον ἐκ τοῦ τῆς κινήσεως ἀρχῇ διαφέρειν τὰ φυσικὰ τῶν μὴ φυσικῶν σωμάτων, ᾧ δὲ διαφέροντα τὰ φυσικὰ τῶν μὴ φυσικῶν φυσικά ἐστι, τοῦτο εἶναι τὴν φύσιν. ὅσα μὲν οὖν σώματα γενητά ἐστιν ὄντα φυσικά, τούτοις ἡ γένεσις ἐν ἀλλοτρίοις γίνεται τόποις, καὶ ἔστιν ἡ κίνησις αὐτοῖς συνεργοῦσα πρὸς τὸ ἐν τῷ οἰκείῳ γενέσθαι τόπῳ, ἐν ᾧ γενόμενα ἠρεμεῖ τε κατὰ τόπον καὶ ἔστι καθό ἐστι γινόμενα τελειότητι (εἶχε γὰρ ἐν αὐτοῖς καὶ τὴν ἀρχὴν τῆς ἐπὶ τοῦτο κινήσεως), τοῖς δ᾿ ἀγενήτοις τε καὶ τῇ ἑαυτῶν φύσει τελείοις σώμασιν καὶ οὖσιν ἐν τῷ κατὰ φύσιν αὐτοῖς τόπῳ ἡ φύσις, τοῦτ᾿ ἔστιν ἡ ἐν αὐτοῖς ἀρχὴ τῆς κινήσεως, οὐκ εἰς τὴν ἐξ ἀτελείας εἰς τελειότητα μεταβολὴν συντελεῖ, οὐδὲ εἰς τὸ ἐπὶ τὸν κατὰ φύσιν αὐτοῖς τόπον ἐνεχθῆναι (τέλειά τε γάρ ἐστι καὶ οὐδέποτε ἐξίσταται τοῦ κατὰ φύσιν ἑαυτοῖς τόπου), ἀλλ᾿ εἰς τὸ διὰ τῆς κατ᾿ αὐτὸν ἐνεργείας ὁμοιοῦσθαι τῷ τῶν ὄντων ἀρίστῳ, τῇ ἀιδίῳ τε καὶ συνεχεῖ καὶ ὁμαλῇ κινήσει, μιμούμενα τό τε ἐνεργείᾳ δεῖν εἶναι αὐτοῦ καὶ τὸ ἀκίνητον καὶ τὴν στάσιν. διὰ μὲν τοῦ κινεῖσθαι τὸ ἐνεργείᾳ εἶναι αὐτοῦ (ἐνέργειά τις ἡ κίνησις· ἔδει γὰρ τὰ μιμούμενα τὸ ἀπλῶς ἐνεργείᾳ ὂν καὶ μηδαμῶς κοινωνοῦν δυνάμεως δι᾿ ἐνεργείας τῆς κατὰ φύσιν αὐτοῖς τοῦτο ποιεῖν), διὰ δὲ τοῦ συνεχῶς καὶ τεταγμένως καὶ ὁμοίως ἀεὶ κινεῖσθαι τὴν ἀίδιον αὐτοῦ μεμίμηται φύσιν. οὔτε γὰρ μὴ κινούμενον ἦν ἂν σῶμα φυσικόν, ὃ κυριώτατον τῶν σωμάτων, οὔτε κινούμενον τοῦ στῆναί ποτε καὶ μὴ συνεχῶς κινεῖσθαι εὔλογον αἰτίαν ἔχει· οὔτε γὰρ παρὰ τοῦ τόπου, οὔτε παρὰ τοῦ κινεῖσθαι παρὰ φύσιν, οὔτε παρὰ τῆς διὰ τὸ θνητὸν ἀσθενείας. διὸ κινούμενα συνεχῶς κατὰ τὴν ἐν αὐτοῖς φύσιν διὰ τῆς ἐν τῇ κινήσει μονῆς τὴν ἐκείνου μιμεῖται στάσιν. ὅτι δ᾿ οὐ τὸ κινεῖσθαι μόνον, ἀλλὰ καὶ τὸ συνεχῆ τε καὶ ἀίδιον κινεῖσθαι κίνησιν κατὰ φύσιν αὐτοῖς, δείκνυσι καὶ τὸ σχῆμα ἔχειν αὐτὰ σφαιρικόν, ἐπεὶ τὸ μὲν ἄριστόν τε καὶ τελειότατον τῶν σχημάτων τῷ ἀρίστῳ τῶν σωμάτων κατὰ φύσιν, τῷ δὲ τοιούτῳ σχήματι παρὰ φύσιν ἡ στάσις· διὸ οὐδὲ βάσιν ἔχει τινὰ καθ᾿ ἣν στήσεται.

---

Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.], ed. Ivo Bruns. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg012.local001/.
