# Ἀπορίαι καὶ λύσεις [Sp.] 1-32

Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.], ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ. ΚΕΦΑΛΑΙΑ, XXV. Ἄλλης λέξεως ἐκ τοῦ δευτέρου τῶν Περὶ ψυχῆς Ἀριστοτέλους ἐξήγησις,. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/sp-2/1-32

Ὅὐ γὰρ τοιούτου σώματος τὸ τί ἦν εἶναι καὶ ὁ λόγος ἡ ψυχή, ἀλλὰ φυσικοῦ τοῦ ἔχοντος ἀρχὴν κινήσεως καὶ στάσεως ἐν οὑτῷ.” Πρὸς τί τοῦ ἔχοντος ἀρχὴν κινήσεως καὶ στάσεως ἐν οὑτῷ; ἀλλ᾿ εἰ τοιοῦτο τὸ φυσικόν, πῶς ἔτι φυσικὸν τὸ θεῖον οὐκ ἔχον στάσεως ἀρχὴν ἐν αὑτῷ; ἢ ἔχει πως στάσεως ἀρχήν, εἴ γε κατὰ μὲν τὰ μέρη κινεῖται, τὸ δ᾿ ὅλον ὡς ὅλον ἕστηκεν· ἐν τῷ αὐτῷ γάρ ἐστιν ἀεί. ἢ οὐ περὶ παντὸς εἶπεν τοῦ φυσικοῦ σώματος, ἀλλὰ τοῦ ἐν ᾧ ἡ ψυχὴ γίνεται. ἢ τοῦ ἔχοντος ἀρχὴν κινήσεως καὶ στάσεως ἐν αὑτῷ οὐ περὶ φυσικοῦ σώματος λέγει, ἀλλὰ περὶ ψυχὴν ἔχοντος. ἡ γὰρ ψυχὴ ἐν τούτοις ἀρχὴ κινήσεώς τε καὶ στάσεως.

---

Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.], ed. Ivo Bruns. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg012.local001/.
