# Ἀπορίαι καὶ λύσεις [Sp.] 1-33

Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.], ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ. ΚΕΦΑΛΑΙΑ, XXVI, Ἄλλη ἐκ τοῦ αὐτοῦ λέξις.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/sp-2/1-33

“Τὸ δὲ σπέρμα καὶ ὁ καρπὸς τὸ δυνάμει τοιόνδε σῶμα.” Μάλιστ᾿ ἂν δεικνύοιτο ἡ ψυχὴ μὴ οὖσα ἐν ὑποκειμένῳ διὰ ταύτης τῆς λέξεως. εἰ γὰρ τὸ ὀργανικὸν σῶμα, ἐν ᾧ ἐστιν ἡ ψυχή. παρὰ τῆς ψυχῆς ἔχει τὸ ὀργανικὸν εἶναι καὶ οὔτε πρὸ τοῦ ἔχειν τὴν ψυχὴν ὀργανικὸν ἦν, οὔτε ἀπελθούσης τῆς ψυχῆς ἐστιν ὀργανικόν, οὐκ ἂν εἴη ἐν αὐτῷ ὡς ἐν ὑποκειμένῳ. ἀλλὰ μὴν οὐκ ἐν ἄλλῳ τινί ἐστι σώματι ἢ ἐν τούτῳ. τὸ γὰρ σπέρμα δυνάμει ἔμψυχον τῷ δύνασθαι γενέσθαι τοιοῦτο σῶμα, οὗ ἡ ψυχὴ τελειότης ἐστί. καὶ τὸ εἶναι τούτῳ, ὅ ἐστι, παρὰ τῆς ψυχῆς ἐστιν.

---

Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.], ed. Ivo Bruns. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg012.local001/.
