# Ἀπορίαι καὶ λύσεις [Sp.] 1-5

Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.], ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΦΥΣΙΚΩΝ ΣΧΟΛΙΚΩΝ ΑΠΟΡΙΩΝ ΚΑΙ ΛΥΣΕΩΝ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ ΚΕΦΑΛΑΙΑ |, ΧΙΙΙ Ὅτι μὴ ὁμοίως κατά τε τὰς ἄλλας αἱρέσεις καὶ κατ’ Ἐπίκουρον εἰσάγεται τὰ χρώματα, ὡς ἔλεγε εν Κηνσωρῖνος ὁ Ἀκαδημαικός.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/sp-2/1-5

0τι μὴ ὁμοίως κατ’ Ἐπίκουρον εἰσάγεται τὰ χρώματα, ὡς ἔλεγέν τις παριστάμενος αὐτοῦ τῇ δόξῃ, καὶ κατὰ τὰς ἄλλας αἱρέσεις. ὁ μὲν γὰρ ἐν τοῖς στοιχείοις, ἃ ἀρχὰς ὑποτίθεται τῶν πάντων, οὐδὲν τούτων φησὶν εἶναι, καθ’ οὃς δὲ στοιχεῖα τὰ τέσσαρα, κατὰ τούτους ἐν τοῖς στοιχείοις ἐστὶν καὶ ταῦτα. διὸ κατὰ μὲν τούτους ἐκ προὐπαρχόντων χρωμάτων γίνεταί τινα χρώματα, καθ’ ὃν δὲ μὴ ἔστιν ἐν τοῖς στοιχείοις ταῦτα, ἐκ μὴ προώπαρχόντων ἡ γένεσις αὐτῶν. ὡς οὖν, εἰ ὑπέθετό τις ἄτομα εἶναι σώματα ἀρχὰς τῶν ὄντων, μὴ μόνον ἔχοντα σχήματα καὶ μέγεθος καὶ ἀντιτυπίαν, ἀλλὰ καὶ χρῶμα, οὐχ ὁμοίως κατά τε τοῦτον ἡ τῶν χρωμάτων γένεσις (ἐκ προυπάρχοντος γὰρ χρώματος καὶ ὄντος ἐν τοῖς στοιχείοις), καὶ καθ’ ὃν τὰ ἄτομα ταῦτα στοιχεῖα οὐκ ἔχει χρῶμα, οὕτως οὐδ’ εἰ μὴ ἄτομά τις τὰ στοιχεῖα λέγοι, λέγοι δὲ τὰ τέσσαρα τῷ ἐν τούτοις εἶναι μετὰ τῶν ἄλλων καὶ τὰ χρώματα, οὐδ’ οὗτος ἂν ὁμοίως Ἐπικούρῳ τὴν τῶν χρωμάτων εἰσάγοι φύσιν. ὡς γὰρ τὰ γινόμενα ἐκ τῶν στοιχείων οὐκ ἂν εἶχεν ἀντιτυπίαν μηδ’ ὅλως ἐν τοῖς στοιχείοις οὔσης ἀντιτυπίας, οὕτως οὐδ’ ἂν χρῶμά τι τῶν γινομένων ἔχοι μηδενὸς ὄντος στοιχείοις χρώματος. τὸ δὲ ζητεῖν πόθεν ἐν τοῖς στοιχείοις πυρί τε καὶ τοῖς ἄλλοις τὰ χρώματα, ἴσον ἂν εἴη τῷ ζητεῖν, πόθεν ἐν τοῖς ἀτόμοις τὰ σχήματα. τὸ δὲ ταῦτα μὲν ὑπό τινων εἶναι λέγεσθαι γενητὰ καὶ φθαρτά, ἀγενήτους δὲ τὰς ἀτόμους ὑπὸ τῶν ἐκείνοις στοιχείοις χρωμένων, οὐδὲν πλέον· καὶ γὰρ καθ’ οὓς τὰ στοιχεῖα ταῦτα γενητὰ καὶ φθαρτά, κατὰ τούτους τῷ ἀριθμῷ τὸ γενητὸν ἔχει ταῦτα καὶ τὸ φθαρτὸν, ἄφθαρτα δὲ καὶ ἀγένητα κατ’ εἶδός ἐστιν. εἰς ἄλληλα γὰρ μεταβάλλει καὶ ἐξ ἀλλήλων γίνεται, ὥστε καὶ ἐν τῇ τούτων γενέσει ἐκ προυπαρχόντων ἡ γένεσις. ὥσπερ οὖν τῶν ἄλλων, οὑτωσὶ δὲ καὶ τῶν χρωμάτων. |

---

Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.], ed. Ivo Bruns. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg012.local001/.
