# Ἀπορίαι καὶ λύσεις [Sp.] 1-7

Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.], ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΦΥΣΙΚΩΝ ΣΧΟΛΙΚΩΝ ΑΠΟΡΙΩΝ ΚΑΙ ΛΥΣΕΩΝ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ ΚΕΦΑΛΑΙΑ |, ΧV Ὅτι εἰ ἡ αὐτὴ ὕλη καὶ ἐν τοῖς θείοις ἔσται, κἀκεῖνα φθαρτά.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/sp-2/1-7

ἡ ὕλη ἤτοι ἡ αὐτὴ ἔν τε τοῖς θείοις καὶ τοῖς ἐν γενέσει καὶ φθορᾷ ἢ ἑτέρα. ἀλλ’ εἰ μὲν ἡ αὐτή, ἔσται κἀκεῖνα φθαρτά, εἴ γε οἷς τὸ δυθρώποις νάμει ὑπόκειται, ταῦτα φθαρτά (ὡς δέδεικται ὑπ’ Ἀριστοτέλους ἔν τε ἄλἂν λοις καὶ δὴ καὶ ἐν τῷ πρώτῳ Περὶ οὐρανοῦ), εἰ δ’ ἄλλη, δῆλον ὡς διέκρινε οίσει ἡ ὑποκειμένη ὕλη τοῖς ἐν γενέσει καὶ φθορᾷ τῆς τοῖς θείοις ὑποκειμένης. εἰ δὲ τοῦτο, ἕξει τινὰ διαφορὰν πρὸς αὐτήν. οὕτω δὲ οὐδ’ ἂν ἄποιος ἔτι εἴη οὐδ’ ἁπλῆ. ἢ οὔτε πᾶν τὸ διαφέρον τινὸς διαφορᾷ διαμένης. φέρει, εἴ γέ ἐστι ἡ κυρίως διαφορά, καθ’ ἣν τὸ γένος εἰς τὰ οἰκεῖα εἴδη διαιρεῖται (τὸ γοῦν μὴ ὃν τοῦ ὄντος διαφέρει μέν, ἀλλ’ οὐ τῷ διαφορὰν ἔχειν, ἀλλ’ οὐδ’ ἐπεὶ διαφέρει τινός, ἤδη καὶ σύνθετον διὰ τοῦτο γίνεται), ἀλλ’ οὐδὲ τὰ ὄντα ἀλλήλων, ἐπεὶ κατὰ τὰς κατηγορίας διαφέρει, ἤδη καὶ διαφοραῖς διοίσει, ὅτι μηδ’ ὑπὸ γένος τι κοινόν ἐστι τὰ δέκα γένη. δέδεικται γὰρ ὅτι μὴ γένος τὸ ὄν. ἔτι πολλὰ ὄντα τῷ μὴ ἔχειν τι διαφέρει τῶν ἐχόντων αὐτά, ὡς τὸ μὴ ἔχειν φέρ’ εἰπεῖν τρίχας ἢ χεῖρας ἤ τι τοιδεικται οῦτο. τὸ δὲ μὴ ἔχειν τι καὶ τὸ ἐστερῆσθαι οὐ ποιότης. ἔτι δὲ οὐ πᾶσα διαφορὰ ποιότης· εἰ γὰρ ἡ διαφορά ἐστι καθ’ ἣν ἀντιδιαιρεῖται ἀλλήλοις τὰ ἐκ τοῦ αὐτοῦ γένους εἴδη, εἴη ἂν τοῦ εἴδους ἑκάστου ἡ διαφορὰ οὖ ἐστι διαφορά, καθ’ ὃ τὸ εἶναί ἐστιν αὐτῷ τούτῳ ὅ ἐστι δηλωτική. ἀλλὰ μὴν πάντων τῶν συνεστώτων φύσει, οἷς οὐχ ἡ ὕλη μόνον οὐσία, ἀλλὰ καὶ τὸ εἶδος, ἐν τούτοις ἡ διαφορὰ δηλωτικὴ εἴη ἂν οὐσίας τινὸς ἀλλ’ οὐ ποιότητος, καὶ τὰ κατὰ τὰς τοιαύτας διαφορὰς ἀλλήλων διαφέροντα οὐσίᾳ, ἀλλ’ οὐ ποιότητι διαφέροι, ὥστε, καὶ τῆς ὕλης οὔσης οὐσίας ἐν τῇ οὐσίᾳ τῷ εἶναι αὐτὴν τῶν ἐναντίων δεκτικήν, ὁ λέγων κατὰ τοῦτο διαφέρειν τήνδε τὴν ὕλην ἐκείνης οὐ ποιότητι ἂν διαφέρειν λέγοι. ἐπεὶ οἱ τιθέμενοι τὴν ὕλην τῶν ἐναντίων εἶναι δεκτικὴν ἄποιον αὐτὴν εἶναι λέγουσι, δῆλον ὡς οὖ φασιν εἶναι ποιότητα αὐτῆς τὸ τῶν ἐναντίων εἶναι δεκτικήν. εἰ δὲ μὴ ποιότητος τοῦτο τῆς ὕλης, οὐδ’ οἱ λέγοντες τῷ τοῦτ’ ἔχειν τὴν ὕλην τὴν ὑποκειμένην τοῖς ἐν γενέσει διαφέρειν τοῦ τοῖς θείοις ὑποκειμένου κατὰ ποιότητα αὐτὴν ἐροῦσιν διαφέρειν. εἰ γὰρ τὸ τῶν ἐναντίων δεκτικὸν ποιό〈 τητα ἔχει, καθό ἐστι τοιοῦτον, οὐ διότι διαφέρει ἡ τοῦτο ἔχουσα τῆς μὴ ἐχούσης, ἐν ποιότητι ἔσται, ἀλλ’ ὅτι ἐν τῇ οἰκείᾳ φύσει ἔχει αὐτήν, ἣν ἀνάγκη φυλάττειν αὐτήν, ἐάν τε διαφέρῃ τινός, ἐάν τε μή.

---

Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.], ed. Ivo Bruns. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg012.local001/.
