# Ἀπορίαι καὶ λύσεις [Sp.] 1-8

Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.], ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΦΥΣΙΚΩΝ ΣΧΟΛΙΚΩΝ ΑΠΟΡΙΩΝ ΚΑΙ ΛΥΣΕΩΝ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ ΚΕΦΑΛΑΙΑ |, XVII. Ὅτι μὴ τὸ εἶδος ἐν τῇ ὕλῃ ὡς ἐν ὑποκειμένῳ.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/sp-2/1-8

Εἴ τι εἶδός τινος ἐν ὑποκειμένῳ ἐστίν, ἤτοι ἐν τῇ ὕλῃ ἐν ὑποκειμένῳ ἐστὶ τῇ πρώτῃ, ἢ ἐν τῷ σώματι οὗ εἶδός ἐστιν, ἢ ἐν τῷ εἰς τοῦτο μεταβάλλοντι σώματι. οὔτε δὲ ἐν τῇ πρώτῃ ὕλῃ οἷόν τέ τι ἐν ὑποκειμένῳ εἶναι, ὅτι μηδὲ τὴν ἀρχὴν ὑπόκειται ἡ τοιαύτη ὕλη ἐνεργείᾳ, ἀλλὰ δεῖται πρὸς τὸ εἶναι ἐν ὑπάρξει τοῦ εἴδους (οὔτε γὰρ τὴν ὕλην χωρὶς εἴδους οἷόν τε ἐν ὑποστάσει εἶναι οὔτε τὸ εἶδος ἄνευ τῆς ὕλης· ἑκάτερον γὰρ αὐτῶν τοῦ ἑτέρου δεῖται πρὸς τὸ εἶναι ἐνεργείᾳ τε καὶ ἐν ὑπάρξει· δεῖ δὲ τὸ ἐν ᾧ τί ἐστιν ὡς ἐν ὑποκειμένῳ, αὐτὸ εἶναι πρῶτον ἐνεργείᾳ, μηδὲν πρὸς τὸ εἶναι ὃ ὑπόκειται βοηθούμενον ὑπὸ τοῦ ἐν ὑποκειμένῳ ὄντος αὐτῷ), ἀλλ᾿ οὐδὲ ἐν ᾧ ἐστι σώματι καὶ οὗ εἶδός ἐστιν, οἷόν τε αὐτὸ ἐν ἐκείνῳ ὡς ἐν ὑποκειμένῳ εἶναι. μέρος γάρ ἐστι τούτου, εἴ γε κατὰ τοῦτ᾿ ἐστιν ἐκείνῳ τὸ εἶναι. ἀλλ᾿ οὐδ᾿ ἐν τῷ εἰς τοῦτο μεταβάλλοντι σώματι εἴη ἄν, ὅτι μηδέ ἐστιν ἐκεῖνο τὴν ἀρχήν, ἀλλ᾿ ἐφθάρη. ἡ γὰρ κατὰ τὰ εἴδη τῶν σωμάτων μεταβολὴ φθορά. οὐδὲν εἶδος ἔνυλόν | τι καί τινος ὂν οἷόν τε εἶναι ἐν ὑποκειμένῳ. εἰ δὲ τοῦτο, εἶδος δὲ καὶ ἡ ψυχὴ τοῦ ἐμψύχου σώματος, οὐδὲ αὐτὴ ἂν εἴη ἐν ὑποκειμένῳ (οὔτε γὰρ ἐν τῷ ζῴῳ· μέρος γὰρ ἡ ψυχὴ τοῦ ζῴου κυριώτατον), οὔτε ἐν τῷ εἰς τὸ ἔμψυχον σῶμα μεταβάλλοντι σώματι. πῶς γὰρ ἂν ἐν τῷ ἐφθαρμένῳ; φθορὰ γὰρ ἐκείνῳ ἐγένετο ἡ εἰς τὸ ἔμψυχον μεταβολή. ὅλως τε ἀδύνατον εἶναι τὴν ψυχὴν ἔν τινι ὃ μὴ ψυχὴν ἔχει. ὃ δὲ τὴν ἀρχὴν μὴ ἔστιν ἔν τινι, οὐδ᾿ ἂν ἐν ὑποκειμένῳ αὐτῷ εἴη. εἰ δὲ ἐν μὲν ᾧ ἐστι σώματι, εἶδός ἐστιν ἐκείνου καὶ μέρος, ἐν ᾧ δὲ μὴ ἔστι τὴν ἀρχήν, οὐδ᾿ ἂν ἐν ὑποκειμένῳ αὐτῷ εἴη, οὐκ ἂν ἡ ψυχὴ ἐν ὑποκειμένῳ τινὶ εἴη.

---

Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.], ed. Ivo Bruns. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg012.local001/.
