# Ἀπορίαι καὶ λύσεις [Sp.] 1.1-15

Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.], ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ. ΚΕΦΑΛΑΙΑ, IΙΙ. Τίς ἡ ἀπὸ τῆς κινήσεως τοῦ θείου σώματος ἐγγινομένη δύναμις τῷ γειτνιῶντι αὐτῷ θνητῷ τε καὶ ἐν γενέσει σώματι.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/sp-2/1.1-15

1, Τίς ἡ ἀπὸ τῆς κινήσεως τοῦ θείου σώματος γινομένη δύναμις τῷ γειτνιῶντι αὐτῷ θνητῷ τε καὶ ἐν γενέσει σώματι; ἆρά γε ἄλλη τίς ἐστιν αὕτη φύσις παρὰ τὴν οἰκείαν ἑκάστου τῶν φυσικῶν σωμάτων, ἣν ἀρχὴν κινήσεως τε καὶ ἠρεμίας φαμέν, ᾧ ὑπάρχει πρώτῳ καθ’ αὐτὸ καὶ μὴ κατὰ συμβεβηκός; καὶ γὰρ εἰ τῷ γειτνιῶντι αὐτῷ γίνεται σώματι, ἤδη ἂν εἴη τοῦτο ἔχον οἰκείαν φύσιν ὄν τε ἐνεργείᾳ σῶμα· πᾶν γὰρ σῶμα ἐνεργείᾳ θνητὸν ἁπλῶν τί ἐστιν ἢ ἐκ τούτων σύνθετόν τε καὶ μικτόν, τούτων δὲ ἕκαστον οἰκείαν ἔχει τινὰ φύσιν , εἴη τε ἂν οὕτω πρῶτον ἀπολαῦον τὸ πῦρ τῆς τοιαύτης ἐκ τοῦ θείου δυνάμεως, ἔπειτα τοῖς μετ’ αὐτὸ διαδιδὸν αὐτήν, ὡς πάντα τὰ σώματα τῇ τοιαύτῃ διαδόσει μεταλαμβάνειν αὐτῆς, τὰ μὲν πλεῖον τὰ δὲ ἔλαττον. ἀλλ’ εἰ τοῦτο, ἐπιζητήσαι τις ἂν τί συντελεῖ τῶν σωμάτων ἑκάστῳ ἡ τοιαύτη δῦ ναμίς τε καὶ φύσις. κατὰ γὰρ τὴν πρώτην φύσιν τὴν ἐγγινομένην αὐτὴν ἑκάστῳ, καθ’ ἣν τὸ μέν ἐστι πῦρ, τὸ δὲ ἀὴρ, τὸ δὲ ὕδωρ, τὸ δὲ γῆ, ἡ ἐπὶ τοὺς οἰκείους αὐτοῖς τόπους κίνησις γίνεται, καθ’ ἣν ἕκαστον αὐτῶν τῆς ἰδίας τυγχάνει τελειότητος. ὁμοίως δὲ εἰ καὶ ἐν τοῖς συνθέτοις γίνοιτο σώμασιν, καὶ ἐν ἐκείνοις οὐ πρὸς τὸ εἶναι ἄνθρωπον ἢ ζῷον ἢ φυτὸν ἕκαστον αὐτῶν συντελοῖ ἄν τι· ἤδη γὰρ οὖσιν αὐτοῖς ἐγγίνοιτ’ ἂν ὡς τῷ πυρὶ καὶ τῶν ἁπλῶν ἑκάστῳ· οὕτω δ’ ἂν οὐκέθ’ ἡ δύναμις ἐκείνη αἰτία γίνοιτο τοῦ τὰ μὲν ἔμψυχα εἶναι, τὰ δὲ ἄψυχα τῶν σωμάτων, καὶ τῶν ἐμψύχων τὰ μὲν τὴν θρεπτικὴν ψυχὴν μόνην ἔχοντα, τὰ δὲ καὶ τὴν αἰσθητικὴν, τὰ δὲ πρὸς τούτοις καὶ τὴν λογικήν· αὕτη δ’ ἔκειτο τῆς κατ’ αὐτὰς διαφορᾶς ἔχειν τὴν αἰτίαν· διὰ γὰρ ταύτης τῆς δυνάμεως πρόνοια ἔκειτο λογικὸν ζῷον τὸν ἄνθρωπον ποιοῦσα, καὶ διὰ τοῦτο ἐλέγετο πάντα, ὅσα διὰ τὸν λόγον τε καὶ τὸν νοῦν οἶά τε ὑπάρχειν τῷ ἀνθρώπῳ, ταὐτὸν ἔχει παρὰ τῆς θείας προνοίας. μήποτ’ οὖν χρὴ λέγειν τοῖς μὲν ἀπλῶς σώμασι προϋπάρχουσι τήνδε τὴν δύναμιν ἐγγίνεσθαί τε καὶ προσγίνεσθαι, δι’ ἣν αἰτίαν αὐτὰ μὲν οὐδέν τι θεῖον αὐτοὺς ἔχει πως· τοιοῦτο γὰρ ἡ ψυχή ἐστιν, ἄμοιρα παντάπασιν, ὅτι μὴ ἔστιν αὐτῶν ἐν τῇ οὐσίᾳ ἡ τοιάδε δύναμις ἔξωθεν αὐτοῖς καὶ προυπάρχουσι προσγινομένη, ἀλλ’ ἔστιν ἀπλῶς σώματα· ὅσα δ’ ἐκ τῆς τούτων φυσικῆς μίξεώς τε καὶ κράσεως γίνεται, τούτων δ’ ἐν τῇ γενέσει κατασπειρομένην καὶ τὴν θείαν δύναμιν καὶ φύσιν ἀμείνω καὶ τελειότερα ταῦτα ποιεῖν τὰ σώματα, συνεισφερόντων καὶ τῶν ἀπλῶς σωμάτων εἰς τὴν γένεσιν τῶν ἐξ αὐτῶν γινομένων σωμάτων καὶ τὴν θείαν δύναμιν, ἧς μεταλαμβάνουσιν κατὰ τὴν γειτνίασιν. δι’ ἣν δύναμιν οὐκέτι ταῦτα μόνης τῆς κατὰ τὴν ῥοπὴν κινήσεως ἀρχὴν ἐν αὐτοῖς ἔχει, ἀλλά τινα καὶ ψυχικὴν προσείληφε τὴν ἀρχὴν καὶ τὴν γένεσιν ἔχουσαν ἀπὸ τῆς θείας δυνάμεως. ἥτις φύσις τε καὶ ψυχὴ κατὰ τὴν ποσότητα τῶν πλῶν σωμάτων, ἐξ ὧν ἐστι τὸ ἔχον αὐτὴν σῶμα (ὧν τὸ μὲν ἐπὶ πλέον κοινωνεῖ τῆς θείας δυνάμεως τῷ ἐγγυτέρω τε εἶναι τῷ θείῳ σώματι καὶ εἶναι λεπτομερές τε καὶ καθαρώτερον, τὸ δ’ ἐπ’ ἔλαττον διά τε τὸ ἀπόστημα τὸ πλεῖον καὶ διὰ τὴν τῆς συστάσεως παχύτητα), διάφορον καὶ αὐτὴ γίνεται. ὅσα μὲν γὰρ τῶν συνθέτων σωμάτων τὸ πλεῖστον γῆς ἔχει, ταὐτὸν γῆς τινος κοινωνεῖ ψυχικῆς δυνάμεως τῷ καὶ τὸ τὴν πλείστην μοῖραν τῆς οὐσίας αὐτῶν σῶμα ἔλαττον τῆς θείας μεταλαμβάνει δυνάμεως· ὅσα δὲ πλεῖον ἐν αὐτοῖς ἔχει τῆς πυρώδους τε καὶ θερμῆς οὐσίας, ταῦτ’ ἔσται ψυχῆς τελειοτέρας μεταλαμβάνοντα τῷ τὸ πλεονάζον σῶμα ἐν αὐτοῖς ἐπὶ πλέον τῆς θείας μεταλαμβάνειν δυνάμεως. οὕτω δ’ ἂν εἴη δευτέρα φύσις, ἣν εἰρήκαμεν θείαν δύναμιν εἶναι ἐγγινομένην τοῖς ὑπὸ σελήνην σώμασι διὰ τὴν πρὸς ἐκείνην γειτνίασιν, ὡς ὕλῃ χρωμένη τοῖς ἀπλῶς φυσικοῖς σώμασι πρὸς τὴν τῶν τελειοτέρων τε καὶ ἐμ ψὑχων γένεσιν σωμάτων. τὰ μὲν οὖν κατὰ κρᾶσιν τῶν ἁπλῶν σωμάτων καὶ κατ’ ἀλλοίωσιν γινόμενα σύνθετα σώματα τῷ ἔχειν καὶ τὴν τοιαύτην δύναμιν ἐν τῇ τῶν ἐχόντων αὐτὴν σωμάτων μίξει συγκρινομένην πως καὶ μιγνυμένην κατ’ αὐτὴν τελειότερα γίνεται σώματα καὶ θειοτέρας φύσεως καὶ ἀρχῆς κεκοινωνηκότα, ὅσα δὲ συνθέσει τε καὶ παραθέσει τῶν πλῶν σωμάτων γίνεσθαι δοκεῖ σώματα σύνθετα, ταῦτα οὐκέτι τῆς τοιαύτης κοινωνεῖν δυνάμεως τε καὶ φύσεως οἶά τε, ὧν ἕκαστον τῶν ἁπλῶν σωμάτων ἐνεργείᾳ σώζει τὴν αὐτοῦ φύσιν ἐν τῇ τοιαύτῃ μίξει καὶ συνθέσει. οὐ γὰρ εἰς τὴν τῶν οὕτως συνθέτων σωμάτων οὐσίαν ἡ θεία δύναμις συντελεῖ μένουσα ἐν ἑκάστῳ αὐτῶν, ὁποία καὶ πρὸ τῆς συνθέσεως αὐτῶν.

---

Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.], ed. Ivo Bruns. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg012.local001/.
