Ancient Greek
ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΦΥΣΙΚΩΝ ΣΧΟΛΙΚΩΝ ΑΠΟΡΙΩΝ ΚΑΙ ΛΥΣΕΩΝ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ ΚΕΦΑΛΑΙΑ |, III. Τίνων εἰσὶν οἱ ὁρισμοί.
Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.] 1.1-3
Not analysed yet
Οἱ ὁρισμοὶ τῶν μὲν καθέκαστα οὐκ εἰσίν, ὅτι ταῦτα μετὰ συμβεβηκότων τινῶν τὸ εἶναι τοιαῦτα ἔχει καὶ οὐκ ἀεὶ τῶν αὐτῶν, ἀλλὰ μεταπιπτόντων, καὶ αἰσθήσεων μᾶλλον, ἢ λόγου δηλώσοντος αὐτὰ δεομένων (ἀλλ᾿ οὐδὲ κοινοῦ τινος τῶν καθέκαστα κεχωρισμένου καὶ ὄντος ἀσωμάτου τινὸς φύσεως καὶ ἀιδίου· πῶς γὰρ ἂν εἴη δίπουν ἀσώματόν τι, ἢ πῶς θνητὸν ἀίδιον; λέγομεν δὲ ὁριζόμενοι τὸν ἄνθρωπον ποτὲ μὲν ζῷον πεζὸν δίπουν, ποτὲ δὲ ζῷον λογικὸν θνητόν), ἀλλ᾿ εἰσὶν οἱ ὁρισμοὶ τῶν ἐν τοῖς καθέκαστα κοινῶν, ἢ τῶν καθέκαστα κατὰ τὰ ἐν αὐτοῖς κοινά. ἐν γὰρ τοῖς καθέκαστα τὰ μέν ἐστιν ἴδια καὶ καθέκαστά ,τὰ δὲ κοινὰ καὶ πρὸς ἄλληλα, ἃ ἐν πᾶσιν, οἷς ἂν ᾖ κοινά τε ὄντα καὶ ἀδιάφορα κατὰ τὴν αὑτῶν φύσιν, τοῦ ὁμοίας τε καὶ τῆς αὐτῆς φύσεως εἶναι πάντα τὰ ἔχοντα αὐτά ἐστιν αἴτια. τὸ γὰρ ζῷον λογικὸν θνητόν, εἰ μὲν λαμβάνοιτο μετὰ τῶν ὑλικῶν περιστάσεών τε καὶ διαφορῶν, μεθ᾿ ὧν ἡ ὑπόστασις αὐτῶν, αἵ εἰσιν ἄλλου ἄλλαι, ποιεῖ τὸν Σωκράτη καὶ τὸν Καλλίαν καὶ τοὺς καθέκαστα ἀνθρώπους, εἰ δὲ χωρὶς τούτων λαμβάνοιτο, κοινὸν γίνοιτο, οὐχ ὅτι μὴ ἔστιν ἐν ἑκάστῳ τῶν καθέκαστα ἀνθρώπων (μετὰ τούτων γὰρ τὰ ἴδια τῶν καθέκαστά ἐστιν), ἀλλ᾿ ὅτι ἐστὶν ἐν πᾶσιν τὸ αὐτό. τοῦ δὴ τοιούτου καὶ οὕτω κοινοῦ, διόπερ πολλοῖς τῶν καθέκαστα ταὐτόν, οἱ ὁρισμοί. διὸ οὔτε ἀσωμάτου τινὸς φύσεως καὶ τῶν καθέκαστα κεχωρισμένης οἱ τῶν τοιούτων ὁρισμοί. τοῦ γὰρ ἀνθρώπου ὁρισμός, τὸ ζῷον πεζὸν δίπουν, κοινόν ἐστιν, ἐν πᾶσιν ὃν τοῖς καθέκαστα ἀνθρώποις ὁλόκληρον ἐν ἑκάστῳ, κοινὸν τῷ ἐν πλείοσιν εἶναι τὸ αὐτό, ἀλλ᾿ οὐ τῷ μέρους αὐτοῦ μετέχειν ἕκαστον. ἕκασκος γοῦν τῶν ἀνθρώπων ζῷον πεζὸν δίπουν ἐστί. διὸ οὐδὲ τῶν κοινῶν ὡς κοινῶν οἱ ὁρισμοί, ἀλλὰ τούτων, οἷς κοινοῖς καθ᾿ ἑκάστην φύσιν εἶναι συμβέβηκεν. καὶ γὰρ ἑνὸς ὄντος ἐν ὑποστάσει ἀνθρώπου μόνου ὁ αὐτὸς τοῦ ἀνθρώπου λόγος· οὐ γὰρ διότι ἐν πολλοῖς ἐστιν οὗτος ὁ λόγος αὐτοῦ, ἀλλὰ διότι κατὰ τὴν τοιαύτην φύσιν ὁ ἄνθρωπος ἄνθρωπός ἐστιν, εἴτε πλείους εἶεν κεκοινωνηκότες τῆσδε τῆς φύσεως εἴτε μή. λέγονται δὲ τῶν νοημάτων καὶ τῶν κοινῶν οἱ ὁρισμοί, ὅτι νοῦ τὸ χωρίσαι τὸν ἄνθρωπον ἀπὸ τῶν σὺν οἷς ὑφέστηκεν ἄλλων καὶ καθ’ αὑτὸν λαβεῖν, ὁ δὲ τοῦ ὑφεστῶτος μὲν μετ᾿ ἄλλων, νοουμένου δὲ χωρὶς 2o ἐκείνων καὶ ἄλλων καὶ οὐχ ὡς ὑφέστηκεν ὁρισμὸς νοήματος εἶναι δοκεῖ καὶ κοινοῦ, ὅτι χωρὶς τῶν συμβεβηκότων τὸ τοιοῦτον ἐν ἑκάστῳ νοούμενον κοινόν τί ἐστι καὶ ἐν πλείοσι ταὐτόν. ἄφθαρτα δὲ τὰ κοινὰ τῇ τῶν καθέκαστα ἐν οἷς ἐστιν ἐκ διαδοχῆς ἀιδιότητι, τοῦ γὰρ ἐν τῇ τῶν καθέκαστα γενέσει πάντων ὁμοίου τε καὶ ταὐτοῦ μένοντός ἐστι. τοιαῦτα γὰρ τὰ κοινά, οὐκ ἐν τοῖς συνυπάρχουσιν ἀλλήλοις τῶν καθέκαστα μόνοις ὄντα καὶ διὰ τοῦτο ὄντα κοινά, ἀλλ᾿ ἐν πᾶσι τοῖς ὁμοειδέσιν. διὸ καὶ οὐδὲν κε|κώλυται θνητόν τι ὃν ἀίδιον εἶναι· θνητὸν γὰρ ὃν ὡς καθέκαστα ἀίδιόν ἐστιν.