# Ἀπορίαι καὶ λύσεις [Sp.] 1.1-4

Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.], ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΦΥΣΙΚΩΝ ΣΧΟΛΙΚΩΝ ΑΠΟΡΙΩΝ ΚΑΙ ΛΥΣΕΩΝ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ ΚΕΦΑΛΑΙΑ |, IV. Σχόλιον ἐν διαλόγῳ περὶ τοῦ, εἰ πάντα γίνοιτο καθ᾿ εἱμαρμένην, ἀναιρεῖσθαι τὸ δυνατόν τε καὶ ἐνδεχόμενον.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/sp-2/1.1-4

1. A. Ἆρά σοι δοκεῖ τὰ καθ᾿ εἱρμὸν αἰτίων γινόμενα οὕτως γίνεσθαι ὡς πάντων τε αὐτῶν προκαταβεβλῆσθαι τὰς αἰτίας καὶ ἐξ ἀνάγκης ἕκαστον αὐτῶν ἕπεσθαι τῷ αἰτίῳ προκαταβεβλημένῳ; B. Πῶς γὰρ ἄλλως οἷόν τε γίνεσθαι λέγειν τὰ τοῦτον γινόμενα τὸν τρόπον; A. Τὸ δ᾿ ἐξ ἀνάγκης ἑπόμενον αἰτίῳ τινὶ ὡρισμένῳ τε καὶ προκαταβεβλημένῳ ἆῤ οὐ δοκεῖ σοι κεκωλῦσθαι ὑπ᾿ αὐτοῦ ἄλλως πως μὴ γίνεσθαι ἢ ἔχειν παρὰ τὴν πρὸς αὐτὸ ἀκολουθίαν; B. Δοκεῖ καὶ τοῦτο. A. Ἀλλὰ μὴν ὃ μὴ γίνεται τῷ κεκωλῦσθαι γενέσθαι, οὐκ ἂν δυνατὸν ἐκεῖνο γενέσθαι λέγοιτο, εἴ γε δυνατόν ἐστι τοῦτο ὃ οἷόν τε γενέσθαι ἀκώλυτον ὄν; καθ᾿ οὓς γὰρ δυνατὸν γενέσθαι τὸ μὴ κεκωλυμένον, τὸ κεκωλυμένον γενέσθαι οὐκ ἂν εἴη δυνατόν· τοῦτο δὲ κεκώλυται γενέσθαι. B. Ὀρθῶς μοι καὶ τοῦτο δοκεῖς λέγειν. A. Ἀλλ᾿ εἰ ταῦτα τοῦτον ἔχειν σοι δοκεῖ τὸν τρόπον, δῆλον ὡς συγχωροίης ἂν καὶ τῷ τούτοις ἑπομένῳ. ἔστι δὲ τοῦτο, τῶν γιγνομένων κατὰ εἱρμὸν αἰτίων καὶ κατ᾿ αἰτίας προκαταβεβλημένας μηδὲν ἄλλως γίνεσθαι δυνατόν. ἕποιτο δ᾿ ἂν τούτῳ κειμένῳ τὸ καθ᾿ οὓς πάντα γίνεται καθ᾿ εἱμαρμένην μόνα εἶναι ταῦτα δυνατά, ὅσα γίνεται, τῷ πᾶν τὸ μὴ γινόμενον μὴ γίνεσθαι διὰ τὸ κεκωλῦσθαι γενέσθαι ὑπὸ τῶν προκαταβεβλημένων τῶν γινομένων αἰτίων. B, Πῶς γὰρ οὐ συγχωροίην ἂν οἷς φθάνω συγκεχωρηκώς. A. Ἀλλὰ μὴν ἔκειτο ἡμῖν καὶ τὸ πάντα τοῦτον γινόμενα τὸν τρόπον ἐξ ἀνάγκης γίνεσθαι. B. Ἔκειτο γάρ. A. Οἷς πάλιν ἕποιτ᾿ ἂν τὸ μόνα εἶναι ταῦτα δυνατά, ὅσα ἐξ ἀνάγκης γίνεται. εἰ γὰρ μόνα μὲν δυνατὰ τὰ γινόμενα, τὰ δὲ γινόμενα πάντα καθ᾿ εἱρμὸν αἰτίων γίνεται, τὰ δ᾿ οὕτως γινόμενα ἐξ ἀνάγκης γίνεται, δῆλον ὡς μόνα ἂν εἴη δυνατὰ τὰ ἐξ ἀνάγκης γινόμενα. B. Λέγεις ὀρθῶς. A. Αλλὰ μὴν καθ᾿ οὓς πάντα καθ᾿ εἱμαρμένην γίνεται, κατὰ τούτους πάντα καθ᾿ εἱρμὸν αἰτίων γίνεται. B. Πῶς γὰρ ἄλλως. A. Καθ᾿ οὓς ἄρα πάντα καθ᾿ εἱμαρμένην γίνεται, κατὰ τούτους μό ὃ ἐξ ἀνάγκης γίνεται, ὡς τὸ ἔστιν ἢ ἔσται, τοῦτο μόνον δυνατὸν εἶναι κατ᾿ αὐτούς. | B. Ἀνάγκη γάρ. A. Ἀλλὰ μὴν τὰ ἐξ ἀνάγκης γινόμενα οὐχ οἷόν τε μὴ γενέσθαι· ὃ γὰρ οἷόν τε γενέσθαι, ἐνδέχεται τοῦτο καὶ μὴ γενέσθαι, τὸ δὲ ἐνδεχόμενον μὴ γενέσθαι δυνατὸν μὴ γενέσθαι, ὥστε τὸ ἀναγκαίως γινόμενον ἔσται δυνατὸν μὴ γενέσθαι. B. Ὀρθῶς λέγεις. A. Ἀλλ᾿ εἰ δυνατὸν μὴ γενέσθαι τὸ ἀναγκαίως γινόμενον μόνον, εἴη ἂν καὶ δυνατὸν γενέσθαι τὸ ἀναγκαίως μὴ γινόμενον μόνον, οὕτω τε ἔσται τῷ ἀναγκαίως γινομένῳ ἑπόμενον τὸ ἀναγκαίως μὴ γίνεσθαι, εἴ γε τὸ μὲν δυνατὸν γενέσθαι καὶ μὴ γενέσθαι δυνατόν, ἐπὶ δὲ μόνου τοῦ ἀναγκαίως γινομένου τὸ δυνατὸν ἀληθεύεται. οὗ ὄντος ἀτόπου ἕποιτ’ ἂν τοῖς πάντα γίνεσθαι καθ᾿ εἱμαρμένην λέγουσιν τὸ δυνατὸν εἶναι μόνον τὸ γινόμενον ἐξ ἀνάγκης, τοῦ ἐξ ἀνάγκης μὴ τοῦ ὡς βιαίου, ἀλλὰ τούτου λαμβανομένου, οὗ τὸ ἀντικείμενον ἀδύνατον, καίτοι κατὰ μόνους τοὺς πάντα καθ᾿ εἱμαρμένην γίνεσθαι λέγοντας οὐκ ἄλλο τι τοῦ ἀναγκαίως γινομένου τὸ γινόμενον οὔτε γινόμενον ἐξ ἀνάγκης, οὐδ᾿ ἔστιν τὸ μὲν ἐξ ἀνάγκης γινόμενον ὥς φασιν τὸ γινόμενον βίᾳ, τὸ δ᾿ ἀναγκαίως τὸ κατὰ τὴν τῶν αἰτίων ἀκολουθίαν. γνώριμον δὲ τοῦτο ἐκ τοῦ μηδὲ γίνεσθαί τι δύνασθαι βίᾳ καθ᾿ οὓς καθ᾿ εἱμαρμένην πάντα γίνεται. εἰ γὰρ τὰ καθ’ εἱμαρμένην γινό|μενα καθ᾿ εἱρμὸν αἰτίων γίνεται καὶ κατὰ τάξιν θείαν τινά, οὐδὲν δὲ τῶν κατὰ τάξιν γινομένων τοιαύτην βίᾳ γίνεται, οὐδὲν ἂν τῶν καθ᾿ εἱμαρμένην γινομένων βίᾳ γίνοιτο. καὶ γὰρ εἴ τινες μὴ δοκοῦσιν τοῖς περὶ αὐτοὺς γινομένοις εὐαρεστεῖν, καὶ τοῦτο παρὰ τῆς εἱμαρμένης καὶ τῆς θείας τάξεως ἔχοιεν ἄν. τί γὰρ ἄλλο λέγειν σἷόν τε τοῖς πάντα λέγουσιν τὰ γινόμενα γίνεσθαι κατά τινας ἀπαραβάτους αἰτίας καὶ τοῦτο ὀνομάζουσιν εἱμαρμένην; τὸ γὰρ λέγειν τὴν εἱμαρμένην ποιεῖν τινα τοιαῦτα, ἃ χωρὶς βίας οὐ πείσεται τοῖς αἰτίοις’’, παντάπασιν ἀλλότριον ἂν εἶναι δόξαι θείας τάξεως· πάντων δὲ καθ᾿ εἱμαρμένην γινομένων ἀναιρεῖται τὸ βίᾳ τι γίνεσθαι· εἴη γὰρ ἂν καὶ τοῦτο καθ᾿ εἱμαρμένην τάξιν ὡς προείρηται. κατὰ γὰρ τοὺς οὕτω λέγοντας πάντα γίνεσθαι καὶ αὐτὸ τὸ μὴ βούλεσθαι ἕπεσθαι τῷ ποιοῦντι ἔσται καθ᾿ εἱμαρμένην, ὅπως οὐ παντάπασιν ἄλογον λέγειν κατηναγκάσθαι τινὰς ὑπό τινων προκαταβεβλημένων αἰτίων ἀντιπράσσειν τοῖς ἀναγκαίως ἐσομένοις; B. Ἀλογώτατον μὲν οὖν. A. Καὶ γὰρ ἔτι πρὸς τούτοις, εἰ τὰ καθ᾿ εἱμαρμένην γινόμενα καὶ κατὰ πρόνοιαν γίνεται, πῶς εὔλογον κατὰ πρόνοιάν τινας ἀντιπράσσειν τοῖς καλῶς γινομένοις καὶ εὐτάκτως τοῖς κατὰ πρόνοιαν; | B. Ὀρθῶς λέγεις.

---

Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.], ed. Ivo Bruns. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg012.local001/.
