# Ἀπορίαι καὶ λύσεις [Sp.] 1.1-5

Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.], ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΦΥΣΙΚΩΝ ΣΧΟΛΙΚΩΝ ΑΠΟΡΙΩΝ ΚΑΙ ΛΥΣΕΩΝ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ ΚΕΦΑΛΑΙΑ |, VI. Πῶς εἰ μᾶλλον τὸ ὕδωρ ὕδωρ κατὰ τὸ ψυχρὸν ἢ κατὰ τὸ ὑγρόν, ἡ μὲν εἰς τὸ θερμὸν αὐτοῦ ἐκ τοῦ ψυχροῦ μεταβολὴ οὐ φθείρει αοὐτό, ἡ δὲ ἐκ τοῦ ὑγροῦ εἰς τὸ στερεὸν φθείρει.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/sp-2/1.1-5

Εἰ μᾶλλον τὸ ὕδωρ ὕδωρ ἐστὶν κατὰ τὸ ψυχρὸν ἢ τὸ ὑγρόν, ὡς πῦρ μὲν κατὰ τὸ θερμὸν | μᾶλλον ἢ ξηρόν, ἀὴρ δὲ κατὰ τὸ ὑγρὸν μᾶλλον ἢ θερμόν, γῆ δὲ κατὰ τὸ ξηρὸν μᾶλλον ἢ ψυχρόν, τί δήποτε κατὰ μὲν τὸ ὑγρὸν μεταβάλλον οὐκ ἔστιν ὕδωρ (οὐ γὰρ ὕδωρ ὁ κρύσταλλος), κατὰ δὲ τὸ ψυχρὸν μεταβάλλον ὕδωρ ἔτι μένει; ὕδωρ γάρ ἐστι καὶ θερμὸν γενόμενον. καίτοι οὐ τὸ πῦρ μεταβάλλον κατὰ τὸ θερμὸν πῦρ ἔτι, οὔθ’ ὁ ἀὴρ εἰ κατὰ τὸ ὑγρὸν μεταβάλλοι, ἀλλ᾿ οὐδὲ γῆ μένει ἡ κατὰ τὸ ξηρὸν μεταβάλλουσα. ἐπιζητήσαι δ᾿ ἄν τις καὶ τοῦτο ἐπ’ αὐτοῦ, τί δήποτε, εἰ κατὰ τὸ ψυχρὸν αὐτῷ τὸ εἶναι, ἡ κατὰ τὸ ψυχρὸν ἐπίτασις φθείρει αὐτό, εἴ γε πήγνυται μὲν διὰ τὴν ὑπερβάλλουσαν ψυχρότητα, παγὲν δὲ οὐκέτι ἐστὶν ὕδωρ ἐνεργείᾳ. οὐδὲ γὰρ ἡ κατὰ τὸ θερμὸν ἐπίτασις πυρὸς φθαρτική, οὔτε ἡ κατὰ τὸ ὑγρὸν ἀέρος, οὔτε γῆς ἡ κατὰ τὸ ξηρόν, οὔθ᾿ ὅλως ἄλλου τινὸς ἡ κατὰ τὸ οἰκεῖον εἶδος ἐπίτασις φθορᾶς αἰτία. ἢ ἐπεὶ ἡ κατὰ τὸ ψυχρὸν εἰς τὸ θερμὸν μεταβολὴ τοῦ ὕδατος ἀέρος ἐστὶ γεννητική (οὐδὲν γὰρ σἷόν τε ἄλλο σῶμα ἐξ ὕδατος κατὰ μόνην τὴν ἐκ τοῦ ψυχροῦ γενέσθαι μεταβολήν), οὐκ ἔστι δὲ ἀὴρ θερμὸς μόνον, ἀλλὰ καὶ ὑγρός, καὶ τό γε εἶναι αὐτῷ ἀέρι κατὰ τὴν ὑγρότητα μᾶλλον, ἔστι δ᾿ οὐχ ὅμοιον τὸ ὑγρὸν ἔν τε ὕδατι καὶ ἀέρι (τὸ μὲν γὰρ ὕδωρ παχύτερον. διὸ καὶ ἀναπληστικόν, ἡ δὲ τοῦ ἀέρος ὑγρότης λεπτή), οὐ μόνον δεῖ τῆς | κατὰ τὸ ψυχρὸν τῷ ὕδατι μεταβολῆς, ἀλλὰ καὶ τῆς κατὰ τὸ ὑγρόν. καὶ μάλιστα ἐπεὶ ἡ τοιάδε ὑγρότης εἰδοποιὸς τοῦ ἀέρος, εἰς ὃν ἡ κατὰ τὸ ψυχρὸν τοῦ ὕδατος μεταβολή, ἡ δὲ κατὰ τὸ ὑγρὸν τῷ ὕδατι μεταβολὴ ὑπὸ τοῦ θερμοῦ καὶ τοῦ ἐν τούτῳ ξηροῦ γίνεται λεπτύνοντος αὐτὸ καὶ τὴν ἐν αὐτῷ παχύτητα μεταβάλλοντος, ἥτις μεταβολὴ δεῖται χρόνου, διὰ τοῦτο, μέχρις ἂν ἡ ἐν τῷ ὕδατι γενομένη θερμότης τὴν ὑγρότητα εἰς τοσοῦτον μεταβάλλῃ, ὡς εἶδος ἀέρος γενέσθαι, ὕδωρ ἔτι μένει ὄν, οὐ τοιοῦτο μὲν ὁποῖον τὸ εἱλικρινὲς ὕδωρ, ἀλλὰ λεπτότερον. λεπτότερον γὰρ τὸ αὐτὸ ὕδωρ θερμανθὲν ἢ πρὸ τοῦ, καὶ τὰ ἀποψυχθέντα δὲ πάλιν ὕδατα λεπτότερα τῶν τὴν ἀρχὴν μὴ τεθερμασμένων. ὁδὸς γὰρ τῷ ὕδατι τῆς εἰς ἀέρα μεταβολῆς ἡ θερμότης, καὶ οὐχ ὅμοιον τὸ ὕδωρ θερμανθέν τε καὶ πρὸ τοῦ. ὡς δ᾿ ἡ θερμότης τὴν ὑγρότητα λεπτύνει, οὕτως πάλιν ἡ ψυχρότης παχύνει τε καὶ συνίστησιν. καὶ ἐπεὶ ἡ τοιαύτη τοῦ ὑγροῦ σύστασις ὑπὸ τοῦ ψυχροῦ ἐν χρόνῳ καὶ αὐτὴ γίνεται, διὰ τοῦτο οὐδὲ ὁ ἀὴρ ψυχθεὶς ὕδωρ εὐθύς, ἀλλ᾿ ἀὴρ μένει, ἔστ’ ἂν τὸ ὑγρὸν ἔτι λεπτὸν ᾖ. ἡ δὲ κατὰ τὸ ὑγρὸν μεταβολή, οὐκ ὃν ὄντως εἰδοποιὸν τοῦ ὕδατος ὡς τὸ ψυχρόν, τὸ ὕδωρ φθείρειν δοκεῖ, ὅτι μὴ μόνον εἰς γῆν μεταβολὴ τῷ ὕδατι γίνεται κατὰ τὴν ὑγροῦ μεταβολήν, ἀλλὰ καὶ εἰς κρύσταλλον. οὐ μὴν ἀλλὰ καὶ οὗτος ὕδωρ πως | ἔτι. ἀνάλογον γὰρ τῷ ὕδατι τῷ θερμῷ ὁ κρύσταλλος. ἄμφω γὰρ πεπονθός τι ὕδωρ καὶ ἐν μεθορίῳ τὸ μὲν ὕδατός τε καὶ ἀέρος, τὸ δ᾿ ὕδατός τε καὶ γῆς.· ἔστι δὲ καὶ ἐπὶ τῶν ἄλλων σωμάτων τῶν ἁπλῶν τὴν εἰς τὰ παρακείμενα αὐτοῖς μεταβολὴν κατὰ τὴν θατέρου τῶν εἰδοποιούντων αὐτὰ μεταβολὴν ἰδεῖν δεομένην χρόνου. οὐ γὰρ ὡς δοκεῖ κατὰ θάτερον αὐτοῖς ἡ μεταβολὴ μόνον, ἀλλὰ καὶ κατ’ ἄμφω. τῷ δὲ τὴν κατὰ θάτερον μεταβολὴν μὴ εἰς τὸ ἐναντίον γίνεσθαι, ἀλλ᾿ ἢ εἰς ἄνεσιν ἢ ἐπίτασιν τῆς αὐτῆς ποιότητος, κατὰ τὴν εἰς τὸ ἐναντίον τῶν ἐν αὐτῷ μεταβολὴν μόνον μεταβάλλειν δοκεῖ. οὔτε γὰρ εὐθὺς γῆ τὸ πῦρ, ἐὰν ψυχθῇ (δεῖ γὰρ ποιὰν γενέσθαι τὴν ξηρότητα· διὸ οὔτε καπνὸς οὔτε αἴθαλος ἤδη γῆ), ἀλλ᾿ οὐδ’ ἂν εἰς ὑγρὸν μεταβάλῃ τὸ πῦρ μόνον, ἀὴρ ἤδη· δεῖ γὰρ οὕτω καὶ ποιᾶς θερμότητος. διὸ ἐν μεθορίῳ τινὶ πρῶτον γίνεται. ὁ δ᾿ αὐτὸς καὶ ἐπὶ τῶν ἄλλων λόγος. τοῦ δὲ ὕδατος εἶδος οὐχ ἁπλῶς τὸ ψυχρόν, εἰ καὶ κατὰ τοῦτο μᾶλλον, ἀλλὰ τὸ ψυχρὸν μετὰ τοῦ ὑγροῦ. ἔστ’ ἂν οὖν σώζεσθαι δύνηται τὸ ὑγρόν, ὄντος ἐν αὐτῷ τοῦ ψυχροῦ, εἶδος τὸ ψυχρὸν τοῦ ὕδατος· τὸ δὲ φθαρτικὸν τοῦ ὑγροῦ ψυχρὸν οὐκ ἔτι οἷόν τε ὕδατος εἶδος εἶναι. τὸ τοιοῦτο δὴ ψυχρὸν εἶδος αὐτοῦ, οὗ ἡ ἐπίδοσις οὐκ ἔστιν ὕδατος τουτέστιν ὑγρότητος φθαρτική. |

---

Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.], ed. Ivo Bruns. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg012.local001/.
