# Ἀπορίαι καὶ λύσεις [Sp.] 1.1-6

Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.], ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΦΥΣΙΚΩΝ ΣΧΟΛΙΚΩΝ ΑΠΟΡΙΩΝ ΚΑΙ ΛΥΣΕΩΝ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ ΚΕΦΑΛΑΙΑ |, VII. Πῶς οὐκ ἐναντία τό τε μέγα καὶ τὸ μικρόν, εἴ γε εἰς ἐναντία μὲν ἡ μεταβολή, τὸ δ᾿ αὐξόμενον καὶ μειούμενον εἰς ταῦτα μεταβάλλει.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/sp-2/1.1-6

Εἰ τοῖς κινουμένοις πᾶσιν ἐξ ἐναντίου εἰς ἐναντίον ἡ μεταβολή, τὰ δ᾿ αὐξόμενα καὶ μειούμενα κινεῖται, εἴη ἂν καὶ τούτοις ἐξ ἐναντίων εἰς ἐναντία ἡ μεταβολή. γίγνεται δ’ αὐτοῖς ἡ μεταβολὴ εἰς μέγεθος καὶ μικρότητα· τῷ μὲν γὰρ αὐξομένῳ εἰς μέγεθος ἡ ἐπίδοσις, τῷ δὲ μειουμένῳ εἰς μικρότητα ἡ συστολή. ἐναντίον ἄρα τὸ μέγα καὶ τὸ μικρόν. ἀλλ᾿ οὐ δοκεῖ, ὡς διὰ πλειόνων Ἀριστοτέλης ἐν Κατηγορίαις ἔδειξεν. ἢ οὐχ ἁπλῶς εἰς μέγεθος καὶ μικρότητα ἡ μεταβολὴ τοῖς αὐξομένοις τε καὶ μειουμένοις, ἀλλὰ τοῖς μὲν αὐξομένοις κατὰ φύσιν (ταῦτα δ᾿ ἐστὶ τὰ τῆς θρεπτικῆς ψυχῆς κεκοινωνηκότα) εἰς τελειότητα καὶ τέλειον μέγεθος ἡ ἐπίδοσις, τὰ δὲ μειούμενα ἐξίσταται τῆς τελειότητος καὶ εἰς τὸ ἀτελὲς συστέλλεται. εἰς τὸ τέλειον οὖν μέγεθος καὶ τὸ ἀτελὲς αὐτοῖς ἡ μεταβολὴ γίνεται, ταῦτα δὲ ἐναντία, εἰ καὶ μὴ τὸ μέγα τῷ μικρῷ ἁπλῶς ἐναντίον ἔλεγεν. καὶ ἔτι τὴν κίνησιν εἰς τὰ ἐναντία μεταβολὴν λέγει τὰ ἐναντία κοινότερον λαμβάνων. ἐναντία γὰρ ἔθος αὐτῷ λέγειν καὶ τὴν στέρησιν καὶ ἕξιν καὶ τὰ πρός τι ἀντικείμενα. | τὴν γοῦν ὑπερβολὴν καὶ τὴν ἔλλειψιν ἐν τοῖς Ἠθικοῖς ἐναντία λέγει κατὰ τὸ πρός τι ἀλλήλοις ἀντικείμενα. καὶ τὸ μέγα οὖν καὶ τὸ μικρὸν ὄντα πρός τι λέγοιτ᾿ ἂν ἐναντία, οὐ τὰ κυρίως ἐναντία, ἀλλ᾿ ὡς τὰ πρός τι. ἢ οὐδὲ γίνεται κατ’ αὐτὸν κίνησις κατὰ τὸ πρός τι. οὐ γὰρ δεξιόν τι γίνεταί τινος πάντως κινηθὲν αὐτό, θερμὸν δέ τι γίνεσθαι ἢ ἄνω οὐχ οἷόν τε μὴ κινηθέν. ἢ εἰ καὶ μὴ αὐτὸς ὁ δεξιὸς γενόμενος διὰ μεταβολῆς τῆς κατὰ τὴν σχέσιν τοιοῦτος ἐγένετο (διὰ τοῦτο γὰρ οὐκ ἔστι κατὰ τὸ πρός τι κίνησις, ὅτι μὴ γίνεται κατὰ ταύτην τὴν σχέσιν μεταβολὴ κινήσεως τῷ μεταβάλλοντι κατὰ τὴν σχέσιν· οὐ γὰρ ὡς κατὰ τόπον γίνεται μεταβολὴ αὐτοῦ τοῦτον τὸν τρόπον ἀλλάσσοντος καὶ μεταβάλλοντος κατὰ τόπον, ὁμοίως καὶ ἡ κατὰ ποιότητα καὶ ἡ κατὰ ποσόν, οὕτως δὲ καὶ ἡ κατὰ τὸ πρός τι, ἡ κατὰ τὴν σχέσιν ὑπαλλαγὴ γίνεται καὶ κινουμένων τῶν ὑπαλλασσόντων τὴν σχέσιν κατὰ τὴν σχέσιν· καὶ γὰρ μὴ κινουμένων ἡ σχέσις ἀλλάσσεται) οὐκ ἐπεὶ μὴ οὕτως οὖν ἡ κατὰ σχέσιν ὑπαλλαγὴ γίνεται, διὰ τοῦθ’ σἷόν τε ἀλλαγὴν σχέσεως γενέσθαι χωρὶς κινήσεως. δεξιὸς γὰρ οὐκ ἄν τις ἄλλου γένοιτο μὴ γενομένης κατὰ τόπον ἀμφοῖν κινήσεως ἢ θατέρου· ἀλλ᾿ οὐδὲ διπλάσιον ἂν γένοιτο ἄλλο ἄλλου μὴ κατὰ τὸ ποσὸν γενομένης κινήσεως. ὥστ᾿ εἰ καὶ μὴ ἔστι κίνησις κατὰ τὸ πρός τι, ἀλλὰ διὰ κινήσεώς γέ τινος ἡ εἰς τὰς διαφόρους σχέσεις μεταβολή. ὥστε κατά γε τοῦτο οὐθὲν ἂν κωλύοι καὶ τὴν εἰς μέγα καὶ μικρὸν μεταβολὴν κατὰ σχέσιν ἀλλήλοις ἀντικείμενα διὰ κινήσεως γίνεσθαι, συγχωρουμένου τοῦ καὶ τὰ ὡς πρός τι ἀντικείμενα ἐναντία λέγεσθαι καὶ εἶναι καὶ τὰς εἰς ταῦτα μεταβολὰς ἐναντία. ἢ οὐ λέγεται ὑπ’ αὐτοῦ τὰ πρός τι ἐναντία. οὐδὲ γὰρ ἡ ὑπερβολὴ καὶ ἡ ἔλλειψις ἐναντία ὑπ’ Ἀριστοτέλους λέγεται καθὸ πρός τι ἐστὶν, ὡς δῆλον ἐκ τοῦ λέγεσθαι μὲν αὐτὰ πρὸς ἄλληλα (ἡ γὰρ ὑπερβολὴ ἐνδείας ὑπερβολή, καὶ ἡ ἔνδεια ὑπερβολῆς ἔνδεια), ἐναντία δ᾿ εἶναι μὴ κατὰ τὴν σχέσιν ταύτην, ἀλλὰ καθόσον τὸ μὲν τοῦ συμμέτρου πλέον ἐστίν· τὸ μὲν γὰρ μᾶλλον τοιοῦτο, τὸ δὲ ἔλαττον τοῦ συμμέτρου· τοιοῦτον γὰρ τὸ ἐλλεῖπον. οὐ γὰρ τὰ ὁπωσοῦν ὑπερβάλλοντα καὶ ἐλλείποντα ἐν- αντία λέγει, ἀλλὰ τὰ πρὸς τὸ σύμμετρον οὕτως ἔχοντα, πρὸς ὃ οὐκέτι σώζει τὴν κατὰ τὸ πρός τι σχέσιν οὐδέτερον αὐτῶν. καὶ τὸ λευκὸν δὲ καὶ τὸ μέλαν, καθὸ μὲν ἐναντία ἀλλήλοις, λέγεται πρός τι καὶ οὐκ ἐναντία, καθὸ δὲ τὸ μὲν λευκὸν τοιόνδε χρῶμα, τὸ δὲ μέλαν τοιόνδε, ἐναντία, ἀλλ᾿ οὐ πρός τι. τὰ γὰρ ἐναντία καθόσον μὲν δηλοῖ φύσεις τινὰς | πλεῖστον ἀλλήλων διαφερούσας, οὐ πρός τι· καθόσον δὲ οὕτως ὀνομάζεται, πρός τι ἐστίν.

---

Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.], ed. Ivo Bruns. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg012.local001/.
