# Ἀπορίαι καὶ λύσεις [Sp.] 2-2

Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.], ΒΙΒΛΙΟΝ ΔΕΥΤΕΡΟΝ. ΚΕΦΑΛΑΙΑ, IΙΙ. Τίς ἡ ἀπὸ τῆς κινήσεως τοῦ θείου σώματος ἐγγινομένη δύναμις τῷ γειτνιῶντι αὐτῷ θνητῷ τε καὶ ἐν γενέσει σώματι.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/sp-2/2-2

2 Ἢ τῆς πρὸς ἄλληλα δύναταί τις λέγειν τῶν ἁπλῶν σωμάτων γενέσεως τὴν ἀπὸ τῶν θείων δύναμιν αἰτίαν εἶναι αὐτὴν γινομένην αὐτῶν εἶδός τε καὶ φύσιν. ἡ γὰρ ὕλη ⟨ἣ⟩ κατὰ τὸν ἑαυτῆς λόγον ἄποιός τε οὖσα καὶ ἀσχημάτιστος ὑπὸ τῆς ἀπὸ (τῆς) τῶν θείων σωμάτων δυνάμεως γινομένης ἄνευ τῆς ἐνεργείας σῶμα ἔστι τε καὶ γίνεται, εἰδοποιεῖταί τε καὶ σχηματίζεται, ὡς τὸ μὲν πρὸς τῷ θείῳ σώματι αὐτῆς καὶ γειτνιῶν ἐκείνῳ πλείονος τῆς θείας μεταλαμβάνον δυνάμεως εἰδοποιεῖσθαι θερμότητι καὶ ξηρότητι (ταῦτα γὰρ τὰ πρῶτα τῶν ἀπ’ ἐκείνων ἐν τοῖς θνητοῖς πάθη), τὸ δὲ πλεῖον ἀφεστὸς τῶν ταύτης τῆς μεταβολῆς τε καὶ γενέσεως αἰτίων αὐτῇ θείων σωμάτων ἢ πάντῃ τοῖς ἢ τὸ μέν τι τούτων, τὸ δέ τι τῶν τούτοις ἐναντίων εἶδός τε καὶ πάθος λαμβάνειν κατὰ τὴν ἐκείνων ἄλλοτε ἀλλοίαν πρὸς τὰ τῇδε σχέσιν διὰ τὴν ἐπὶ τοῦ τοιούτου κίνησιν κύκλου διαφόρως εἰδοποιούμενον. τοιαύτη γὰρ ἡ τοῦ ζῳδιακοῦ διάθεσις, ἐφ’ οὖ κινούμενα ἥλιός τε καὶ σελήνη καὶ τὰ ἄλλα τὰ πλανᾶσθαι τῶν ἀστέρων λεγόμενα τῷ μέν τινι τῆς ὕλης μέρει, μᾶλλον ἢ καὶ ἐγγυτέρω πρόσεισιν, ἑκάστῳ θερμότητός τε καὶ ξηρότητος αἴτια γίνεται, ἐν οἷς τὸ εἶναι τῷ πυρί, τῷ δὲ θερμότητός τε καὶ ὑγρότητος, ἥτις φύσις ἀέρος, τῷ δ’ ὑγρότητός τε καὶ ψυχρότητος, ἥ ἐστιν ὕδατος φύσις, τῷ δὲ τῆς ἔτι καταλειπομένης ἐκ τῶν ἁπλῶν τῶν πρώτων δύο ἐναντιώσεων, ἤπερ ἐστὶ ψυχρότης τε καὶ ξηρότης, ἃ τὴν τῆς γῆς συνίστησι φύσιν. καὶ τοιαῦτα μὲν τὰ ἀπὸ τῆς θείας δυνάμεως εἴδη ἐν τῇ ὕλῃ ἀπλᾶ τε καὶ πρῶτα εἴδη γενόμενα τῆς τῶν πλῶν σωμάτων οὐσίας τε καὶ φύσεως αἴτια, τὰ δ’ ἐκ τῆς τούτων γινόμενα μίξεως τε καὶ κράσεως ἅτε πλειόνων κοινωνοῦντα δυνάμεων τε καὶ διαφόρων σωμάτων σύνθετά τε ἤδη γίγνεται καὶ τελειότερα, καὶ ἡ τελειότης δὲ καὶ τὸ εἶδος αὐτοῖς διαφέρον γίγνεται κατά τε τὴν ἐν τοῖς πρώτοις εἰρημένην τῶν ἐν τῇ μίξει τῶν σωμάτων διαφοράν. ἔστι γὰρ αὐτῶν τὰ μὲν λεπτότερα καὶ ποιητικώτερα (τοιαῦτα γάρ, ὅσα ἐγγυτέρω κεῖται τῆς τῶν θείων κινήσεως), τὰ δὲ παχυμερέστερα καὶ παθητικώτερα, ὅσα πλέον ἀφέστηκε τῆς ἐκείνων φορᾶς. ὅσα μὲν γὰρ τῶν ἐν τῇ μίξει τε καὶ κράσει πλεῖον ἔχει τῶν λεπτομερῶν τε καὶ καθαρωτέρων σωμάτων, τούτων τελειότερον τὸ εἶδος, ὅσα δὲ τοῦ μὲν τοιούτου σώματος ἔλαττον ἐν αὐτοῖς ἔχει, πλεῖον δὲ τοῦ παθητικοῦ τε καὶ παχυμερεστέρου, τούτων καὶ τὸ εἶδος ἀτελέστερον.

---

Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.], ed. Ivo Bruns. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg012.local001/.
