# Ἀπορίαι καὶ λύσεις [Sp.] 2.1-3

Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.], ΒΙΒΛΙΟΝ ΤΡΙΤΟΝ. ΚΕΦΑΛΑΙΑ, XIV. Ἐπιδρομὴ τῶν ἐν τῷ τετάρτῳ Μετεωρολογικῶν, ἀτελής.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/sp-2/2.1-3

ἰπῶν δὲ καθόλου περὶ τῆς κοινῆς γενέσεως καὶ φθορᾶς ὁμοίως ἢλθεν ἐπὶ τὸν περὶ ὧν προέθετο λόγον, ταῦτα δ’ ἦν τὸ εἰπεῖν, διὰ τίνων αἱ προειρημέναι δυνάμεις, ἤ τε θερμότης καὶ ἡ ψυχρότης, ἐργάζονται τήν τε γένεσιν τῶν γινομένων καὶ τὴν φθορὰν ἐκ τῶν ὑποκειμένων αὐταῖς, ταῦτα δ’ ἦν ἐν τοῖς φυσικοῖς σώμασι τὰ ξηρά τε καὶ τὰ ὑγρά· ταῦτα γὰρ ἐκείνοις ὕλη. ἐπεὶ γὰρ πᾶσα γένεσις καὶ μεταβολὴ ὑπὸ τῶν ποιητικῶν δυνάμεων, ὧν τὸ μὲν θερμότης, κυρίως γενέσεως αἴτιον, κρατοῦντος γὰρ τοῦ θερμοῦ καὶ συγκρίνοντος τὸ ξηρόν τε καὶ τὸ ὑγρὸν πέσσοντος καὶ ὁρίζοντος ἡ γένεσις. εἰ δὲ μὴ κρατοίη τοῦτο τῷ ψυχρὸν πλεῖον εἶναι, κατισχῦον τὸ ψυχρὸν τῶν ἐναντίων αἴτιον φθορᾶς τε καὶ σήψεως. ἐπεὶ δὲ καὶ ἡ πέψις πλεοναχῶς καὶ ἡ ἀπεψία, περὶ τούτων εἰπεῖν εὐλόγως καὶ πρῶτον μὲν λέγει, διὰ τίνων τὸ θερμὸν τὰς κατ’ αὐτὸ γινομένας ἐν τῷ ὑποκειμένῳ ποιεῖται μεταβολάς, καί φησιν οἰκεῖον μὲν ἔργον εἶναι τῷ θερμῷ τὴν πέψιν, εἶναι δὲ τῆς πέψεως εἴδη τε καὶ διαφορὰς πέπανσιν ὄπτησιν ἕψησιν, τῆς δὲ ψυχρότητος οἰκεῖον ἔργον μὲν ἀπεψίαν εἶναι, ταύτης δὲ εἴδη πάλιν καὶ διαφορὰς ὠμότητα μώλυνσιν στάτευσιν. ἐφ’ οἷς εἰπὸν ὅτι μὴ οἰκεῖα μὲν ταῦτα τὰ ὀνόματα τοῖς καθ’ ὧν εἴρηται, τῷ δὲ μὴ κεῖσθαι ἑκάστῳ αὐτῶν ὄνομα οἰκεῖον ἀπὸ τῶν ὠνομασμένων ἀνάγκη μεταφέρειν τὰ ὀνόματα καὶ ἐπὶ τὰ ὅμοια τοῖς ὠνομασμένοις, διὸ οὐ ταῦτα ἀλλὰ τοιαῦτα χρὴ νομίζειν εἶναι τὰ εἰρη μένα, λέγει τε καὶ ὁρίζεται, τί τῶν εἰρημένων ἕκαστόν ἐστιν, καί πρῶτον τί ἐστι πέψις λέγει, καὶ ἐπὶ τούτοις τί ἐστιν ἀπεψία, ἥτις ἐστὶν ἀντικειμένη τῇ κοινῇ πέψει. μεθ’ ἃ περὶ πεπάνσεως ποιεῖται τὸν λόγον ὑπὸ τὴν πέψιν οὔσης, καὶ μετὰ τὸν περὶ ταύτης λόγον περὶ ὠμότητος λέγει, ἢ οὖσα ὑπὸ τὴν ἀπεψίαν ἀντίκειται τῇ ἑψήσει. ἐφ’ οἷς τί ἐστιν ὄπτησις εἰπών, ἢ καὶ αὐτὴ πέέις τίς ἐστι, λέγει περὶ στατεύσεως, ἣ τῶν ὑπὸ τὴν ἀπεψίαν οὖσα τῇ ὀπτήσει ἀντίκειται. ὧν τὴν μὲν πέψιν εἶπεν εἶναι τελείω σιν ὑ πὸ τοὕ φυσικοῦ καὶ οἰκείου θερμοῦ τῶν ἀντικειμένων πα θητικ ὧν (ἀντικείμενα δὲ ἦν ἀλλήλοις παθητικὰ ἡ ἐν ἑκάστῃ ὕλῃ ξηρότης τε καὶ ὑγρότης· ταῦτα γὰρ τὰ πεσσόμενα καὶ ὁριζόμενα ὑπὸ τοῦ θερμοῦ), ἀπεψία δὲ ἀτέλεια δι’ ἔνδειαν τῆς οἰκείας θερμότητος, ὃ ψυχρότης ἐστίν. ὧν γὰρ τέλος ἡ πέψις, τούτοις ἡ ἀπεψία ἀτέλεια. άλιν πέπανσιν μὲν εἶπεν πέψιν καὶ τελείωσιν τῆς ἐν τοῖς περικαρπίοις τροφῆς, τελείωσις δὲ τούτοις τὸ δύνασθαι ἐξ αὐτῶν γίνεσθαι ἄλλο τοιοῦτον (λέγεσθαι εἶπεν καὶ ἄλλα π έτ πονα κατὰ τὴν πρὸς αὐτὰ ἀναφοράν), ὠμότητα δὲ ἀπεψίαν καὶ ἀτελεια αν τῆς ἐν τῷ περικαρπίῳ τροφῆς. ἐφ’ οἷς ἔδειξεν, ὅτι πᾶν τὸ πεπαινόμενον ἀναγκαῦον ἔχειν μὴ μόνον υγρότητα, ἀλλὰ καὶ ξηρότητα. ἐφ’ οἷς ὡρίσατο τὴν ἕψησιν πέψιν ὑ πὸ τῆς ἐν τῷ περιέχοντι ὕδατι θερμότητος τοῦ ἐν αὐτῷ ὑπάρχοντος ἀορίστου ὑγρο ῦ, ὅ ἐστιν ἢ πνεῦμά τι ἢ ὕδωρ. προσέθηκεν δὲ καὶ ἐφ ὧν ἡ ἕψησις κατηγορεῖται κοινότερον ἕψεσθαι λεγομένων. ὡρίσατο δὲ καὶ τὴν μώλυνσιν τὴν ἐναντίαν ἑψ ή σει ἀπεψίαν εἶναι, ἐπεὶ δὲ πλεοναχῶς ἡ ἕψησις, καὶ τὴν μώλυνσιν τοσαυταχῶς, ἑκάστῃ διαφορᾷ ἑψήσεως οἰκείας τινὸς ἀντικειμένης μωλύνσεως. μεθ’ ἃ τί ἐστιν ὄπτησις εἶπὲν, ὅτι γὰρ πέψις ὑ πὸ θερμότητος ξηρᾶς καὶ ἀλλοτρίας. ὑ πὸ ξηρᾶς δὲ εἶπεν γίνεσθαι θερμότητος τότε, ὅταν ξηρότερον γίνηται τὸ πεσσόμενον οὕτως. τὴν δὲ τῇ ὡς ὀπτήσει λεγομένῃ 15 πέψει ἀντικειμένην ἀπεψίαν οὐκ εἶπεν μὲν ώνομάσθαι πάνυ τι, εἶναι δὲ παραπλησίαν στατεύσει, ὅταν τὸ ὀπτώμενον μεταβάλλῃ μέν, μὴ μέντοι καὶ ὀπτηθῇ, ὃ γίνεται ἢ δι’ ἔνδειαν θερμότητος τῆς μεταβαλλούσης τὸ ὀπτώμενον, ἢ διὰ πλῆθος τῆς ἐν τῷ ὀπτωμένῳ ὑγρότητος.

---

Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.], ed. Ivo Bruns. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg012.local001/.
