# Ἀπορίαι καὶ λύσεις [Sp.] 4

Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.], ΑΛΕΞΑΝΔΡΟΥ ΑΦΡΟΔΙΣΙΕΩΣ ΦΥΣΙΚΩΝ ΣΧΟΛΙΚΩΝ ΑΠΟΡΙΩΝ ΚΑΙ ΛΥΣΕΩΝ ΒΙΒΛΙΟΝ ΠΡΩΤΟΝ ΚΕΦΑΛΑΙΑ |, IV. Σχόλιον ἐν διαλόγῳ περὶ τοῦ, εἰ πάντα γίνοιτο καθ᾿ εἱμαρμένην, ἀναιρεῖσθαι τὸ δυνατόν τε καὶ ἐνδεχόμενον.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/sp-2/4

4. A. Καὶ γὰρ εἰ ἔστι δυνατὸν τοῦτο, οὗ ὑποτεθέντος εἶναι οὐδὲν ἀδύνατον συμβήσεται, παντὶ δέ, ᾧ τὸ ἀντικείμενον προλεγόμενον ἀληθές ἐστιν, ὑποτεθέντι εἶναι ἀδύνατον ⟨συμβήσεται⟩ τὸ ἅμα τὸ αὐτὸ εἶναί τε καὶ μὴ εἶναι, οὐδὲν ἂν τῶν ἐφ᾿ ὧν τῆς ἀντιφάσεως εἰς τὸ μέλλον θάτερον μέρος ἀφωρισμένως ἀληθές ἐστιν, εἴη ἐνδεχόμενως. ἐπὶ πάντων δέ φασι θάτερον μέρος τῆς ἀντιφάσεως ἀφωρισμένως ἀληθὲς εἶναι. B. Φασὶ γάρ. Οὐδὲν οὖν ἐστιν ἐνδεχόμενον· οὔτε γάρ, καθ᾿ ὧν ἀληθὲς τὸ ἔσται, ἐνδεχόμενον, ὅτι μὴ οἷόν τε αὐτὰ μὴ γενέσθαι, οὔτε ἐφ᾿ ὧν ψεῦδος τὸ ἔσται, ὅτι μὴ οἷόν τέ τι τούτων γενέσθαι. εἰ γάρ τις ἐφ᾿ οὗ ψεῦδος ἓν τῶν λεγομένων ⟨ἢ τὸ γενέσθαι ἢ⟩ τὸ μὴ γενέσθαι, λέγοι τὸ ἕτερον τούτων ἐνδεχόμενον, ἢ τὸ γενέσθαι ἢ τὸ μὴ γενέσθαι, ἕποιτο ἂν τούτῳ ἀμφότερα λέγειν ἐνδεχόμενα. τό τε γὰρ ἐνδεχόμενον γενέσθαι ἀληθὲς τῷ ἐνδέχεσθαι καὶ μὴ γενέσθαι, καὶ ὃ ἐνδέχεται μὴ γενέσθαι, τοιοῦτον τῷ ἐνδέχεσθαι γενέσθαι. οὕτω δὲ ἔσται ἐφ᾿ οὗ τὸ γενέσθαι ἐνδεχόμενον, ἐπὶ τούτου καὶ | τὸ μὴ γενέσθαι τοιοῦτον, καὶ ἐφ᾿ οὗ τὸ μὴ γενέσθαι, ἐπὶ τούτου καὶ τὸ γενέσθαι ἐνδεχόμενον. ὁμοίως δὲ τοῦ αὐτοῦ ἐνδεχομένου γενέσθαι τε καὶ μὴ γενέσθαι, πῶς οὐκ ἄτοπον ἐπὶ τούτων τὸ ἕτερον μόριον τῆς προλεγομένης ἀντιφάσεως ἀφωρισμένως ἀληθὲς εἶναι λέγειν, θάτερον δὲ ψεῦδος, ὁμοίως τοῦ προκειμένου ἄμφω δυναμένου; ἀκολουθεῖ γὰρ τοῖς τὰ γινόμενα τοῦτον τὸν τρόπον γίνεσθαι λέγουσιν τὸ ὁμοίως ἀληθῆ τήν τε κατάφασιν καὶ τὴν ἀπόφασιν ἐπὶ τῶν οὕτω γινομένων γίνεσθαι λέγειν ἢ ὁμοίως αὐτῶν ἑκατέραν ψευδῆ.

---

Alexander of Aphrodisias, Ἀπορίαι καὶ λύσεις [Sp.], ed. Ivo Bruns. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg012.local001/.
