# Ἠθικὰ προβλήματα [Sp.] II. Ὅτι μὴ ὁμοειδεῖς αἱ ἡδοναί..1

Alexander of Aphrodisias, Ἠθικὰ προβλήματα [Sp.], II. Ὅτι μὴ ὁμοειδεῖς αἱ ἡδοναί.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/sp-3/II.%20%E1%BD%8D%CF%84%CE%B9%20%CE%BC%E1%BD%B4%20%E1%BD%81%CE%BC%CE%BF%CE%B5%CE%B9%CE%B4%CE%B5%E1%BF%96%CF%82%20%CE%B1%E1%BC%B1%20%E1%BC%A1%CE%B4%CE%BF%CE%BD%CE%B1%CE%AF..1

Ὀτι μὴ ὁμοειδεῖς αἱ ἡδοναί, δεικνύοιτ’ ἂν πρῶτον μὲν ἀπὸ τῆς ἐπιθυμίας. εἰ γὰρ πᾶσα μὲν ἐπιθυμία ὄρεξις ἡδέος, καὶ ἐν τούτῳ αὐτῇ τὸ εἶναι, εἰσὶ δὲ τῶν ἐπιθυμιῶν ὁμολογουμένως αἱ μὲν αἱρεταί, αἱ δὲ φευκταί, δῆλον, ὅτι μὴ παρ’ ἄλλου τινὸς αὐταῖς ἡ διαφορά, ἢ παρὰ τῶν ἡδονῶν, δι’ ἅς εἰσι, τῷ τούτων τὰς μὲν εἶναι αἱρετάς, τὰς δὲ φευκτάς. διοίσουσιν ἄρα καὶ ἡδοναὶ ἀλλήλων κατὰ ταὐτὰ ταῖς ἐπιθυμίαις, εἴ γε παρὰ τούτων καὶ ἐκείναις αἱ διαφοραί. ἀλλὰ δὴ οὐχ οἷόν τε ὁμοειδῆ ἀλλήλοις εἶναι τὰ τῇ ἑαυτῶν φύσει διάφορα. δεύτερον ἀπὸ τῶν ἐνεργειῶν. ἐπεὶ γὰρ πᾶσα ἡδονὴ ἐπὶ ἐνεργείᾳ τινὶ γίνεται, καὶ ἔστιν οἰκειότης ταῖς ἡδοναῖς πρὸς τὰς ἐφ’ αἷς γίνονται ἐνεργείας (τέλη γάρ πώς ἐστιν αὐτῶν), δῆλον, ὅτι οὕτω συνδιαιροῖντο ἂν ταῖς ἐνεργείαις καὶ αὐταί· ἀλλὰ μὴν τῶν ἐνεργειῶν τῶν ἐφ’ αἷς αἱ ἡδοναὶ αἱ μέν εἰσιν αἱρεταί αἱ δὲ φευκταί· ἕξουσιν ἄρα καὶ αἱ ἡδοναὶ τὴν αὐτὴν πρὸς ἀλλήλας διαφοράν. εἰ δὲ τοῦτο, οὐχ ὁμοειδεῖς. καὶ γὰρ εἰ πλέον ἀφέστηκεν τὸ ἐφιέμενον καὶ ἐπιθυμοῦν τινος καὶ μηδέπω ἔχον αὐτὸ τοῦ ἔχοντός τε καὶ συνόντος αὐτῷ, εἴη ἂν καὶ ἡ ἐπιθυμία πλέον ἀφεστῶσα τῆς ἡδονῆς τῆς ἐνεργείας, ἐφ’ ἢ ἡ ἡδονή· ἡ μὲν γὰρ ἔφεσίς ἐστιν ἡδονῆς, τῇ δ’ ἐνεργείᾳ σύνεστιν ἡδονὴ καὶ παρακολουθεῖ. ὥστ’ εἰ ταῖς ἐπιθυμίαις συνδιαιροῦνται αἱ ἡδοναί, πολὺ ἂν μᾶλλον ταῖς ἐνεργείαις συνδιαιροῖντο. ὡμολόγηται δὲ τῶν ἐνεργειῶν, ἐφ’ αἷς αἱ ἡδοναί, τὰς μὲν εἶναι αἱρετάς, τὰς δὲ φευκτάς. ὅτι δ’ οἰκεῖαι ταῖς ἐνεργείαις αἱ ἡδοναὶ ἐφ’ αἷς γίνονται, καὶ ὁμοίως ταῖς ἐνεργείαις καὶ αὐταὶ κατ’ εἶδος ἀλλήλων διαφέρουσιν, καὶ οὐ μόνον τῷ ἐπὶ διαφερούσαις γίνεσθαι ἐνεργείαις ἡ διαφορὰ αὐταῖς ἡ πρὸς ἀλλήλας, δῆλον ἐκ τοῦ μὴ δύνασθαι τὴν ἐπ’ ἄλλῃ τινὶ ἐνεργείᾳ ἡδονὴν ἐπ’ ἄλλῃ γενέσθαι. τῷ γὰρ σώφρονι αἱ τῶν ἀκολάστων ἐνέργειαι οὐ μόνον εἰσὶ φευκταί, ἀλλὰ καὶ ἀηδεῖς, ὡς τῆς ἐπ’ αὐτῇ ἡδονῆς οἰκείας οὖσης ταῖς ἐνεργείαις καὶ συνδιαιρουμένης αὐταῖς. εἰ γὰρ μὴ τοῦτ’ ἦν, οὐδὲν ἂν ἐκιώλυεν τὰς μὲν ἐνεργείας φευκτὰς αὐτοῖς εἶναι, ἡδονὴν μέντοι καὶ τοῖς σώφροσιν αὐτὰς φέρειν. ἔτι εἰ αἱ ἐπ’ ἄλλαις ἐνεργείαις ἡδοναὶ ἐμποδίζουσι τὰς ἐπ’ ἄλλαις γινομένας (οἱ γοῦν χαίροντες τῇ ἀπὸ τοῦ αὐλεῖν ἡδονῇ οὐκέτι δύνανται, ἐπειδὰν ἀκούσωσιν αὐλοῦ, ἥδεσθαι ταῖς ἐπὶ τῷ μυθολογεῖν φέρ’ εἰπεῖν γινομέναις), εἶεν ἂν ἡδοναὶ ἡδονῶν φθαρτικαί. εἰ δ’ εἰσὶν ἡδοναὶ ἡδονῶν φθαρτικαί, οὐκ ἂν εἶεν ὁμοειδεῖς, ἔχουσαί γε τοῦτο πρὸς ἀλλήλας ὃ ἔχει τἀναντία πρὸς ἄλληλα. οὐ γάρ, ὥσπερ ἡ αὐτὴ ὑγεία περιγίνεται τοῖς τὰ αὐτὰ ἰατρευομένοις διαφόρως, καὶ οὐδὲν κωλύεταί τις τὴν αὐτὴν ἔχειν ὑγείαν ἄλλοτε ἄλλως θεραπευόμενος, οὕτως δὲ ἔχει καὶ ἐπὶ τῶν ἐνεργειῶν τε καὶ τῶν ἐπ’ αὐταῖς ἡδονῶν. οὐ γὰρ οἶόν τε τὴν ἐπ’ ἄλλῃ τινὶ ἐνεργείᾳ ἡδονὴν γινομένην καὶ ἐπ’ ἄλλῃ γενέσθαι. οὐ γὰρ οἷόν τε τὰς ἐν ταῖς σωφρονικαῖς ἐνεργείαις ἡδονὰς ἐπὶ τοῖς ἀκολάστοις γενέσθαι ποτέ.

---

Alexander of Aphrodisias, Ἠθικὰ προβλήματα [Sp.], ed. Ivo Bruns. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg013.local001/.
