Ancient Greek
VIII. Ὅτι ἡ ἀρετὴ οὔτε γένος οὔτε ὅλον.
Alexander of Aphrodisias, Ἠθικὰ προβλήματα [Sp.] VIII. Ὅτι ἡ ἀρετὴ οὔτε γένος οὔτε ὅλον.
Not analysed yet
θὔτε γένος μέν, ὅτι τὸ γένος οὐ συναναιρεῖται ἑνὶ τῶν εἰδῶν ἀναιρουμένῳ, ἡ δὲ ἀρετὴ συναναιρεῖται μιᾷ (εἴτε γὰρ ἀντακολουθοῦσιν αἱ ἀρεταὶ ἀλλήλαις, ἡστινοσοῦν ἀναιρουμένης ἀναιρεῖται καὶ ἡ ἀρετή, ἔσται γε οὕτως καὶ ἕν τι τῶν εἰδῶν τἄλλα εἴδη συναναιροῦν, ὃ οὐδὲ αὐτὸ ὑγιὲς εἶναι δοκεῖ, εἴτε μὴ ἀντακολουθοῦσι, φρονήσεως ἀναιρουμένης ἀναιροῖτο ἂν ἡ ἀρετὴ τῷ κατὰ τὸν ὀρθὸν λόγον ἐν πάσαις αὐταῖς τὸ εἶναι, ὁ δ’ δρθὸς λόγος ἀπὸ φρονήσεως), ὅλον δὲ οὐκ ἂν εἴη ἡ ἀρετή, ὅτι τὸ μέρος οὐκ ἐπιδέχεται τὸν τοῦ ὅλου λόγον ἐν τοῖς ἀνομοιομερέσιν, διαφέρουσι δὲ ἀλλήλων αἱ ἀρεταὶ καὶ τὸν τῆς ἀρετῆς ἐπιδέχονται λόγον. ἢ ἐν οἷς τὸ μὲν πρῶτόν ἐστι, τὸ δὲ δεύτερον, ὡς ἀναιρουμένου τοῦ πρώτου ἀναιρεῖσθαι τό τε κοινὸν καὶ τὰ ἄλλα τὰ μετ’ αὐτό, ταῦτα τῶν πολλαχῶς λεγομένων ἐστὶ τῶν ἀφ’ ἑνὸς ἢ πρὸς ἂν λεγομένων, ὥστ’ εἰ καὶ ἡ ἀρετὴ μιᾶς τινος ἀναιρουμένης ἀναιροῖτο, εἴη ἂν καὶ αὕτη τῶν οὕτως λεγομένων. ἢ μᾶλλον ῥητέον τὸν δοκοῦντα συνωνύμως τῶν ἀρετῶν ὅρον τῆς ἀρετῆς κατηγορεῖσθαι κοινότερον εἶναι καὶ οὐκ ἴδιον τῆς ὅλης ἀρετῆς ἧς αὗται μέρη. εἴη δ’ ἂν ἐκείνῃ λόγος ἡ πάσης λογικῆς ψυχῆς ἕξις ἀρίστη, ὅς λόγος οὐ καθεκάστῃ τῶν ἀρετῶν ἐφαρμόζει. δοκεῖ δὲ καὶ Ἀριστοτέλης ὅλον τι λέγειν τὴν τέλειον ἀρετὴν ἀλλ’ οὐ γένος.