# Ἠθικὰ προβλήματα [Sp.] XIV. l ὧς σωθή σεται τὸ εἶν αί τι μεταξὺ ἡδονῆς καὶ λύ πης..1

Alexander of Aphrodisias, Ἠθικὰ προβλήματα [Sp.], XIV. l ὧς σωθή σεται τὸ εἶν αί τι μεταξὺ ἡδονῆς καὶ λύ πης.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/sp-3/XIV.%20l%20%E1%BD%A7%CF%82%20%CF%83%CF%89%CE%B8%CE%AE%20%CF%83%CE%B5%CF%84%CE%B1%CE%B9%20%CF%84%E1%BD%B8%20%CE%B5%E1%BC%B6%CE%BD%20%CE%B1%CE%AF%20%CF%84%CE%B9%20%CE%BC%CE%B5%CF%84%CE%B1%CE%BE%E1%BD%BA%20%E1%BC%A1%CE%B4%CE%BF%CE%BD%E1%BF%86%CF%82%20%CE%BA%CE%B1%E1%BD%B6%20%CE%BB%CF%8D%20%CF%80%CE%B7%CF%82..1

Πῶς, εἰ ἡδονὴ ἐνέργειά ἐστι τῆς κατὰ φύσιν ἕξεως ἀνεμπόδιστος, ὡς εἴρηκεν ἐν τῷ ἑβδόμῳ τῶν Νικομαχείων, αἱ δὲ ἐμποδιζόμεναι λυπηραί, δυνήσεται χωρίζεσθαι τῆς ἡδονῆς ἡ ἀλυπία; ἐν ποίαις γὰρ ἐνεργείαις ἔσται; οὔτε γὰρ ἐν ταῖς ἀνεμποδίστοις, οὔτε ἐν ταῖς ἂς ἐνεργοῦμεν ἐμποδιζόμενοι. ἡ δὲ αὐτὴ ἀπορία ἕπεται καὶ τοῖς εἰρημένοις περὶ ἡδονῆς αὐτῷ ἐν τῷ τελευταίῳ, δι’ ὧν λέγει αἰσ θῆ σε ως δὲ πάσης πρὸς τὸ αἰσθητὸν ἐνεργούσης, σής, τελείως δὲ τῆς εὖ διακειμένης πρὸς τὸ κάλλιστον τῶν ὑ πὸ τὴν αἴσ θησίν· τοιοῦτον γὰρ μάλιστα εἶναι δοκεῖ ἡ τελεία ἐνέργεια (αὐτὴν δὲ λέγειν ἐνεργεῖν ἢ ἐν ᾧ ἐστι μηδὲν διαφερέτω), καθ’ ἔκα στον δὲ βελτίστη ἐστὶν ἡ ἐνέργεια τοῦ ἄριστα διακειμένου πρὸς τὸ κράτιστον τῶν ὑ π’ αὐτήν. αὕτη δ’ ἂν τελειοτάτη εἴη καὶ ἡδίστη· κατὰ πᾶσαν γὰρ αἴσ θησίν ἐστιν ἡδονή, ὁμοίως δὲ καὶ διάνοιαν καὶ θεωρίαν, ἡδίστη δ’ ἡ τελειοτάτη, τελειοτάτη δ’ ἡ τοῦ εὖ ἔχοντος πρὸς τὸ σπουδαιότατον τῶν ὑ π’ αὐτή ν. καὶ γὰρ ἐκ τούτων καὶ τῶν τούτοις ἐφεξῆς λεγομένων ἡ αὐτὴ ἀπορία συνίσταταί τε καὶ μένει. ἀλλὰ μὴν δοκεῖ αὐτοῖς μέση τις εἶναι κατάστασις ἡδονῆς τε καὶ λύπης. ἢ πρῶτον μέν, εἰ ἐν ταῖς ἐνεργείαις αἱ ἡδοναί τε καὶ λῦπαι ταῖς τῶν αἰσθήσεων καὶ ταῖς τῆς διανοίας τε καὶ θεωρίας, δῆλον ὡς ἐν ταῖς ἀνενεργησίαις ταῖς κατὰ ταῦτα ἐν οὐδετέρῳ τούτων ἐσόμεθα. ἔστιν δὲ ὅτε οὔτε κατὰ τὰς αἰσθήσεις οὔτε κατὰ θεωρίαν ἐνεργοῦμεν, ὡς ἔν τε τοῖς ὕπνοις καὶ ἐν ταῖς χωρὶς ὕπνων ἀναπαύσεσιν. ἔπειτα εἰ ἐν ταῖς βελτίσταις ἐνεργείαις τὸ ἥδιστον, βέλτισται δὲ ἐνέργειαι αἱ τῶν ἄριστα διακειμένων ἕξεων, ὅταν γίγνωνται περὶ τὰ κράτιστα τῶν ὑπ’ αὐτάς, δῆλον ὡς εἰ μὴ οὕτως ἄμφω ἔχοι, οὐκέτ’ ἂν ἥδισται γίνοιντο αἱ ἐνέργειαι. ὀλίγης μὲν οὖν παραβάσεως καὶ ἀνέσεως τοῦ ἐν ἑκατέρῳ κρατίστου γινομένης ἔτι ἂν μένοιεν ἡδεῖαι, εἰ καὶ μὴ ἥδισται. εἰ δ’ ἔτι μᾶλλον ἀνεθεῖεν (δῆλον αἱ εἰς τὸ χωρὶς ἡδονῆς τε καὶ λύπης ἐνεργεῖσθαι αἰτίαι τοῦ χρησίμου χάριν γινόμεναι ὄψεις τε καὶ ἀκοαὶ καὶ ὀσφρήσεις καὶ ἀραί, οἶον τοῦ φυλάξασθαί τι ἢ τοῦ γνωρίσαι), δῆλαί εἰσιν οὔτε τὸ λυπηρὸν ἔχουσαι οὔτε τὸ ἡδύ, εἰ αὐτὸς εἶπεν, ποῖαί εἰσιν ἐνέργειαι μέσαι, δι’ ὧν προσέθηκεν, λέγων πῶς οὖ ν οὐδεὶς συνεχῶς ἥδεται ἢ κάμνει; πάντα γὰρ τὰ ἀνθρ ώπεια ἀδυνατεῖ συνεχῶς ἐνεργεῖν. οὐ γίνεται οὖ ν οὐ δὲ ἡδονή· ἕπεται γὰρ τῇ ἐνεργείᾳ. ἔνια δὲ τέρπει καινὰ ὄντα, ὕστερον δὲ οὐχ ὁμοίως διὰ ταῦ τό· τὸ μὲν γὰρ πρῶτον παρ ακέκληται ἡ διάνοια, καὶ διατεταμένως περὶ αὐτὰ ἐνεργεἴ, ὥ σπερ κατὰ τὴν ὄψιν οἱ ἐμβλέ ποντες, μετέπειτα δ’ οὐ γίνεται τοιαύτη ἡ ἐνέργεια, ἀλλὰ παρημελη μένη, διὸ καὶ ἡ ἡδονὴ ἀμαυροῦται. ἐν γὰρ ταῖς τοιαύταις ἀνέσεσίν τε καὶ ἠμελημέναις ἐνεργείαις καὶ ἀμαυρώσεσιν τῆς ἡδονῆς τὸ χωρὶς ἡδονῆς ἄλυπόν ἐστιν εὑρεῖν. ὅτι δέ τινων αἰσθανόμεθα οὔτε ἡδόμενοι οὔτε λυπούμενοι, λέγει καὶ ἐν τῷ δευτέρῳ Περὶ ψυχῆς. περὶ γὰρ ὀσφρήσεως καὶ τῶν ὀσφρητῶν ἐν αὐτῷ λέγων εἶπεν· φαύ |λως γὰρ ἄν θρω πος ὀ σ μᾶται καἱ οὐ δενὸς αἰσ θάνεται τῶν ὀ σφραντ ῶν ἄνευ τοῦ λυπηροῦ ἢ τοῦ ἡδέος. εἰ γὰρ φαύλως, διότι μόνων τῶν ἡδέων τε καὶ λυπηρῶν αἰσθάνεται, δῆλον ὡς ταῖς ἄλλαις αἰσθήσεσιν, αἷς οὐ φαύλως αἰσθανόμεθα, αἰσθανοίμεθ’ ἂν καὶ οὔτε ἡδέων οὔτε λυπηρῶν. ἀλλ’ εἰ καὶ τῶν στερήσεων τῶν αἰσθητῶν ἑκάστῃ αἰσθήσει τῶν οἰκείων αἰσθανόμεθα, δῆλον ὡς ἡ τούτων αἴσθησις οὔτε μεθ’ ἡδονῆς οὔτε μετὰ λύπης γίνοιτο.

---

Alexander of Aphrodisias, Ἠθικὰ προβλήματα [Sp.], ed. Ivo Bruns. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg013.local001/.
