Ancient Greek
XVII. Ὑπὸ τί τῶν ἀγαθῶν ἡ ἡδονὴ ἂν εἴη.
Alexander of Aphrodisias, Ἠθικὰ προβλήματα [Sp.] XVII. Ὑπὸ τί τῶν ἀγαθῶν ἡ ἡδονὴ ἂν εἴη.
Not analysed yet
Ἐπεὶ τῶν ἀγαθῶν τὰ μὲν τίμια, τὰ δὲ ἐπαινετά, τὰ δὲ δυνάμεις, τὰ δὲ ώφέλιμα, ἐζητήθη ὑπὸ τί τούτων χρὴ εἶναι τὴν ἡδονήν. εἰ μὲν πᾶσαι ἀγαθὸν καὶ πᾶσαι ὁμοειδεῖς αἱ ἡδοναί, περὶ πάσης τε χρὴ ζητεῖν καὶ ὑπὸ τί εἶεν τῶν ἀγαθῶν πᾶσαι, εἰ δὲ οὐ πᾶσαι ἀγαθόν, ἀλλ᾿ ἑπόμεναι ταῖς αἱρεταῖς ἐνεργείαις (οὐ γάρ ἐστιν ἡ ἡδονὴ αὐτὴ καθ᾿ αὑτήν, ἀλλ᾿ ἐπί τινι ἐνεργείᾳ γίνεται, καὶ γίνεται κατ᾿ οἰκειότητα τὴν πρὸς τὴν ἐνέργειαν· οὐ γάρ ἐστιν ἡ ἀπ᾿ ἄλλης ἐνεργείας ἡδονὴ ἡ αὐτὴ τῇ ἀπ᾿ ἄλλης· φθείρουσιν γοῦν πολλάκις αἱ ἀπ᾿ ἄλλων ἐνεργειῶν ἡδοναὶ τὰς ἀπ᾿ ἄλλων· ὁ γὰρ χαίρων τῇ ἀπὸ τοῦ αὐλεῖν ἡδονῇ σφόδρα, κἂν τύχῃ τινὰ ἐνέργειαν ἡδέως ἐνεργῶν, ἀκούσας αὐλῶν καταλιπὼν τήν τε ἐνέργειαν τὴν ἐν ποσὶν καὶ τὴν ἡδονὴν τὴν ἐπ᾿ αὐτῇ τῷ αὐλοῦντι προσέχει, ὡς τῇ ἀπὸ τοῦ αὐλεῖν ἡδονῇ χαίρων ἄλλῃ οὔσῃ τῆς ἐπὶ τῶν πρὸ τοῦ ἐνεργουμένων), εἰ δὲ ἄλλαι ἐπ᾿ ἄλλαις καὶ διαφερούσαις ἐνεργείαις γινόμεναι, καί εἰσιν οἰκεῖαι ταῖς ἐνεργείαις, ἐφ᾿ αἷς γίνονται, δῆλον ὡς συνδιαιροῖντο ἂν αὐταῖς, ὡς τῶν μὲν αἱρετῶν αἱρεταὶ εἶναι, φευκταὶ δὲ τῶν φευκτῶν. συνδιαιρούμεναι δὲ ἐκείναις δῆλον ὡς καὶ ὑπὸ τὸ εἶδος τῶν ἀγαῶν εἶεν ἂν ἐκεῖνο, ὑφ’ ὃ καὶ αἱ ἐνέργειαι αἷς εἰσιν οἰκεῖαι. εἰ μὲν γὰρ εἶεν αἱ ἐνέργειαι τῶν ἐπαινετῶν, ὧν εἰσιν αἱ κατ’ ἀρετήν, ἔσονται καὶ αὐταί τοιαῦται, εἰ δὲ τῶν ὡς δυνάμεων εἶεν ἀγαθῶν, ὁποῖαί εἰσιν αἱ περὶ τροφήν τε καὶ τὰ ἀφροδίσια, καὶ αὖται ἐν ταύτῃ τῇ χώρᾳ τῶν ἀγαθῶν ἔσονται.