# Ἠθικὰ προβλήματα [Sp.] XX. Ὅτι μὴ χρὴ πανταχοῦ τὸ χρήσιμον ζητεῖν..1

Alexander of Aphrodisias, Ἠθικὰ προβλήματα [Sp.], XX. Ὅτι μὴ χρὴ πανταχοῦ τὸ χρήσιμον ζητεῖν.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/sp-3/XX.%20%E1%BD%8D%CF%84%CE%B9%20%CE%BC%E1%BD%B4%20%CF%87%CF%81%E1%BD%B4%20%CF%80%CE%B1%CE%BD%CF%84%CE%B1%CF%87%CE%BF%E1%BF%A6%20%CF%84%E1%BD%B8%20%CF%87%CF%81%CE%AE%CF%83%CE%B9%CE%BC%CE%BF%CE%BD%20%CE%B6%CE%B7%CF%84%CE%B5%E1%BF%96%CE%BD..1

Ὁ ἐν πάσῃ πράξει καὶ παντὶ μαθήματι τὸ χρήσιμον ἀπαιτῶν καὶ μηδὲν ἀξιῶν μανθάνειν ἢ ποιεῖν, ὃ μὴ ἔστι χρήσιμον, οὗτος ἀναιρεῖ τὸ εἶναί τι δι’ αὗτὸ ἀγαθόν τε καὶ αἱρετόν, εἴ γε τὸ μὲν χρήσιμον ἄλλου τινὸς χάριν γίγνεται, πρὸς ὃ χρήσιμόν ἐστι, τὸ δὲ ἄλλου τινὸς γινόμενον χάριν παρ’ ἐκείνου τὸ αἱρετὸν ἔχον ἔχοι ἂν παρ’ ἐκείνου καὶ τὸ ἀγαθὸν εἶναι, πᾶν δὲ χρήσιμόν ἐστι τὸ ἀγαθοῦ τινος ποιητικὸν καὶ γινόμενον, διότι ἐκείνου ἐστὶ ποιητικόν. ἀλλ’ εἰ τὸ δι’ αὐτὸ ἀγαθόν τε καὶ αἱρετὸν μᾶλλον ἀγαθὸν τοῦ παρ’ ἄλλου τὸ ἀγαθὸν ἔχοντος, ὁ τὸ χρήσιμον ἐν πᾶσιν ἀπαιτῶν ἀναιρεῖ τὸ εἶναί τι ἀγαθὸν κυρίως τε καὶ καθ’ αὐτό, ἔτι ὁ τὸ χρήσιμον μόνον ἀγαθὸν εἶναι λέγων καὶ αἱρετὸν ἀναιρεῖ τὸ εἶναί τι χρή σιμον. εἰ γὰρ τὸ χρήσιμον ὡς ἀγαθοῦ ποιητικόν ἐστιν αἱρετὸν καὶ τὸ εἶναι ἀγαθὸν ἔχει παρὰ τοῦ γινομένου πρὸς αὐτοῦ, μηδὲν δέ ἐστι τοιοῦτο καθ’ οὓς μόνον αἱρετόν ἐστιν τὸ χρήσιμον ἀναιρουμένου τοῦ δι’ ὃ γινόμενον ὑπ’ αὐτοῦ τὸ χρήσιμον τὸ αἱρετὸν ἔχει. εἰ γὰρ εἴη τὸ χρήσιμον χρήσιμον, διότι χρησίμου τινός ἐστιν ἀγαθοῦ ποιητικόν, ἔσται πᾶν τὸ ὑπὸ τοῦ χρησίμου γινόμενον χρήσιμον, ὃ τῷ εἶναι χρήσιμον ἐπ’ ἄλλο πάλιν ἕξει τὴν ἀναφοράν. οὕτως δὲ ἐπ’ ἄπειρον προελεύσεται, ἀεὶ μὲν τοῦ χρησίμου, διότι ποιεῖ τι, ὄντος χρησίμου, παντὸς δὲ τοῦ ὑπὸ τοῦ χρησίμου γινομένου ὄντος καὶ αὐτοῦ χρησίμου. τούτου δ’ οὕτως ἔχοντος οὐδ’ ἂν τὸ χρήσιμον ἔτι μένοι χρήσιμον, οὐκ ὄντος ἐσχάτου τινός, ὃ τῷ δι’ αὐτὸ αἱρετόν τε καὶ ἀγαθὸν εἶναι καὶ τοῖς εἰς αὐτὸ συντελοῦσιν καὶ οὖσι πρὸς αὐτὸ χρησίμοις τὸ εἶναι τοῖς τοιούτοις παρεῖχεν. ὡς γὰρ μὴ ὄντος αἱρετοῦ τοῦ γινομένου οὐδὲ τὸ πρὸς τοῦτο χρήσιμον ἔχοι ἂν τὸ αῖπετόν, σῦτως οὐδὲ τῶν πρὸς χρήσιμόν τι χρησίμων ἔχοι ἂν τὸ αἱρετὸν τῷ μηδὲν τῶν γινομένων ὑπ’ αὐτῶν αἱρετὸν εἶναι δι’ αὐτό, εἰ δὴ ἄτοπον τὸ ἀναιρεῖν τό γε εἶναί τι ἀγαθόν (ἀναιρεῖται γὰρ κατὰ τοὺς λέγοντας μόνον δεῖν σπουδάζεσθαι τὸ χρήσιμον, ὡς δέδεικται), ἄτοπον δὲ καὶ τὸ λέγειν μηδὲν εἶναι χρήσιμον, ὃ καὶ αὐτὸ ἀναιροῦσιν οἱ τὸ χρήσιμον μόνον σπουδάζεσθαι λέγοντες, ἄτοπος ἂν ἥδε ἡ δόξα εἴη. πρὸς δὲ τούτοις εἰ τὰ μὲν χρήσιμα ἡμῖν συναίρεται πρὸς τὰς ἐνδείας τε καὶ ἐνοχλήσεις καὶ περιστάσεις τὰς κατὰ τὸν βίον, τέλος δὲ οὐ τὸ ἐνοχλεῖσθαι, ἀλλὰ τὸ μηδὲν ἐνοχλουμένους ἐνεργεῖν τινας ἐνεργείας, αἱ οἰκεῖαί τε τοῖς ἀνθρώποις καὶ ἐλευθέρων ἐνέργειαι . ἀνδραπόδων γὰρ τὸ πάντα ποιήσαντας πρὸς τὸ μὴ ἐνοχλεῖσθαι ἐν παιδιᾷ τοῦ λοιποῦ καταζῆν μηδεμίαν ἐνέργειαν σπουδῆς ἀξίαν ἐνεργοῦντας. ὡς γὰρ ἄτοπον τὰς τῶν θεῶν ἐνεργείας ἢ πρὸς τὸ χρήσιμον αὐτοῖς γίνεσθαι λέγειν τοῖς μηδενὸς τοιούτου δεομένοις, ἀλλὰ ἔξω πάσης ἐνδείας καὶ παντὸς πάθους οὖσιν, ἢ ἐν παιδιᾷ τὸ τέλος αὐτοῖς τίθεσθαι, οὕτως ἄτοπον καὶ τὸ τοῖς ἀνθρώποις λέγειν τέλος εἶναι τῶν σπουδαίων ἐνεργειῶν καὶ παντὸς τοῦ βίου παιδιάν. καὶ γὰρ εἰ πάντες τῶν ἄλλων ἀπάντων ζῴων διαφέρομεν τῷ ἐπιστήμης τε εἶναι δεκτικοὶ καὶ αἴσθησιν ἀληθείας ἔχειν, δῆλον ὡς καὶ τὸ τέλος ἂν ἡμῖν εἴη ἐν ταῖς κατ’ αὐτὰ ἐνεργείαις ταῖς γινομέναις καθ’ ὅ ἐσμεν ἄνθρωποι, ἐσμὲν δὲ ἄνθρωποι μάλιστα, καθ’ ἃ διαφέρομεν τῶν ἄλλων ζῴων ἀπάντων, ταῦτα δ’ ἦν ἐπιστήμη τε καὶ ἀλήθεια, οὔτε ἐν παιδιᾷ κεῖται, οὔτε ἐν τοῖς διὰ τὸ χρήσιμον αἱρετοῖς.

---

Alexander of Aphrodisias, Ἠθικὰ προβλήματα [Sp.], ed. Ivo Bruns. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg013.local001/.
