Ancient Greek
XXI. Περὶ αἰδοῦς.
Alexander of Aphrodisias, Ἠθικὰ προβλήματα [Sp.] XXI. Περὶ αἰδοῦς.
Not analysed yet
Εἴρηκεν μὲν καὶ ἐν τῷ δευτέρῳ τῶν ικομαχείων, ὅτι πάθος ἐστίν, ἀλλ’ οὐχ ἕξις οὐδὲ ἀρετή, λέγει δὲ καὶ ἐν τῷ τετάρτῳ, καὶ δείκνυσίν γε ὅτι πάθος διά τε τοῦ ὁρισμοῦ τῆς αἰδοῦς καὶ διὰ τῶν τοῖς αἰδουμένοις συμβαινόντων. ἀλλ’ ἐκεῖ μὲν ἐπαινετὸν αὐτὸ πάθος εἶπεν, ἐνταῦθα δὲ τοῖς μὲν νέοις φησὶν εἶναι αἱρετὸν αὐτό, διότι τῆς ἡλικίας ἐχούσης εὐεμπτώτως πρὸς τὰ ἁμαρτήματα ἡ αἰδώς πολλοῖς αὐτῶν ἐμποδὸν γίνεται, τοῖς δὲ κατὰ τὴν ἡλικίαν προβεβηκόσιν ἀλλότριόν φησιν αὐτὸ λοιπὸν εἶναι τῷ εἶναι μὲν δὴ τὴν αἰδώ φόβον ἀδοξίας, τὸν δὲ φόβον τῆς ἀδοξίας ἢ ἐπὶ γεγονόσιν αἰσχροῖς ἢ ἐπὶ μέλλουσιν γίνεσθαι ἢ ἐπὶ δοκοῦσιν, ὧν οὐκέτι οἱ προβεβηκότες κατὰ τὴν ἡλικίαν καὶ τὰς ἀρετὰς ἔχοντες πρακτικοί. ῥτψδιον γὰρ αὐτοῖς φυλάττεσθαι καὶ ὅσα οὐκ ἔστι μὲν αἰσχρά, δοκεῖ δὲ γίνεσθαι καὶ αὐτὰ ἀδοξίας αἴτια. ἄξιον δὴ περὶ τούτου διαλαβεῖν καὶ μάλιστα, ἐπεὶ σύνισμεν αὐτοῖς ἤδη ταύτην ⟨τὴν⟩ ἡλικίαν γεγονόσιν αἰδουμένοις πολλὰ καὶ πολλάκις. εἰ μὲν οὖν ἦν λεγόμενον τὸ δεῖν καταφρονεῖν τῆς ἀδοξίας, οὐκ ἂν ἡμῖν ἔδει λόγων. ἐπεὶ δ’ οὐ τοῦτ’ ἐστὶν τὸ λεγόμενον, ἀλλὰ κεῖται μὲν ὅτι δεῖ φυλάττεσθαι τὴν ἀδοξίαν, εἴ γε ἡ δόξα καὶ τιμὴ μέγιστον τῶν ἐκτὸς ἀγαθῶν, λέγεται δὲ ὅτι μηκέτι ἐν ἀδοξίᾳ γίνονται οἱ μήτε ποιοῦντές τι αἰσχρὸν μήτε ποιήσαντες, λέγοιμεν ἄν τι πρὸς τὰ εἰρημένα, ἐφ’ οἷς σύνισμεν αὐτοῖς αἰδουμένοις. οὐ γὰρ ἔοικεν ἡ ἀδοξία ἐπὶ τοῖς πραττοπαιδιᾷ μένοις μὴ καλῶς γίνεσθαι μόνοις, ἀλλὰ καὶ τοῖς ὑποπτευομένοις καὶ τοῖς διαβληθῆναι δυναμένοις, ἃ μάλιστα ἰσχύει παρὰ τοῖς ἀγνοοῦσιν. εἰ δὲ γίνεταί τις καὶ ἐπὶ τοῖς τοιούτοις ἀδοξία, οὐκ ἀποκέκλεισται ὁ μηδὲν αἰσχρὸν ποιήσας τοῦ ἐν ἀδοξίᾳ δύνασθαι γενέσθαι. ἣν ἀδοξίαν εἰ δεῖ φοβεῖσθαι, ἣ οὐδὲν ἔλαττον ἐκ διαβολῶν ἢ ἐκ πράξεων γίνεται ,οὐκ ἀλλότριον τοῦτο τὸ πάθος οὐδὲ τῶν ἐπιεικῶν εἴη ἂν καὶ κατὰ τὴν ἡλικίαν προβεβηκότων, οὐδὲ κατ’ αὐτόν, εἴ γε δεῖ μὲν φυλάττεσθαι καὶ φοβεῖσθαι τὴν ἀδοξίαν, τοῦτο δ’ ἐστιν αἰδώς. ἔτι τοῖς καλῶς τε καὶ σεμνῶς βιοῦσιν τῷ πάντα αἰσχρὰ πάντα διαβεβλῆσθαι μείζων ὁ τῆς ἐπ’ αὐτοῖς ἀδοξίας φόβος, καὶ μειζόνως αὐτὸν φυλάττονται, διὸ καὶ συμβέβηκεν τούτοις αἰδεῖσθαι μάλιστα, οἷς σφόδρα ἐστὶ τὰ αἰσχρὰ μισητά. ἡ γὰρ αἰδῶς οὐκ ἔοικεν πλῶς εἶναι φόβος ἀδοξίας, ἀλλὰ πολὺ πρότερον ἀλλοτριότης πρὸς τὰ αἰσχρά, δι’ ἣν οἱ οὕτως ἔχοντες φοβοῦνται τὴν ἐπ’ αὐτοῖς ἀδοξίαν. εἰ δ’ ἐστὶν τοιοῦτον ἡ αἰδώς, οὐκέτ’ ἂν οὐδὲ πάθος ἁπλῶς εἴη, ἀλλ’ ἕξις τις καὶ διάθεσις, ἢ τὸ προειρημένον ἕπεται πάθος. τῶν γοῦν κατὰ τὴν ἡλικίαν προβεβηκότων τοὺς μὲν οὐ φυλασσομένους τὰ αἰσχρὰ οὐδ’ ὅλως ἂν ἴδοι τις αἰδουμένους· διὰ γὰρ συνήθειαν τῶν πραττομένων αὐτοῖς καταπεφρονήκασιν τῆς ἐπ’ αὐτοῖς ἀδοξίας. οἱ δὲ καθαρεύοντες ἀπὸ τῶν τοιούτων μᾶλλον αἰδοῦνται τότε, ὅσῳ πεπείκασιν καὶ αὐτοὺς αἰσχρότερον εἶναι τοῖς ταύτην τὴν ἡλικίαν γεγονόσιν τὴν ἐπὶ τοῖς αἰσχροῖς ἀδοξίαν ἢ τοῖς νέοις.