# Ἠθικὰ προβλήματα [Sp.] XXIV. Πῶς αἱ ἀρεταὶ δι’ οὑτ τὰς αἱρεταί..1

Alexander of Aphrodisias, Ἠθικὰ προβλήματα [Sp.], XXIV. Πῶς αἱ ἀρεταὶ δι’ οὑτ τὰς αἱρεταί.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/sp-3/XXIV.%20%CE%A0%E1%BF%B6%CF%82%20%CE%B1%E1%BC%B1%20%E1%BC%80%CF%81%CE%B5%CF%84%CE%B1%E1%BD%B6%20%CE%B4%CE%B9%E2%80%99%20%CE%BF%E1%BD%91%CF%84%20%CF%84%E1%BD%B0%CF%82%20%CE%B1%E1%BC%B1%CF%81%CE%B5%CF%84%CE%B1%CE%AF..1

Καὶ πῶς τις ἂν τὰς ἀρετὰς καὶ τὰς κατ’ αὐτὰς ἐνεργείας δι’ αὐτὰς αἱρετὰς εἶναι λέγοι, εἴ γέ εἰσιν ἡμῖν αἱρεταὶ διὰ τὴν τῶν ἀμέτρων παθῶν ἀποσκευήν; (καὶ γὰρ τὴν μὲν ἀνδρίαν αἱρούμεθα, ὅπως μετρεῖν δυνώμεθα τούς τε φόβους καὶ τὰ θάρρη, τὴν δὲ σωφροσύνην, ὅπως τὰς δι’ ἁφῆς λύπας τε καὶ ἡδονάς· αἱρούμεθα δὲ καὶ τῶν ἄλλων ἀρετῶν ἑκάστην ἢ ἐπὶ παθῶν τινων μέτρον ἢ ἐπὶ πράξεων· τὴν μὲν γὰρ ἐλευθεριότητα καὶ τὴν μεγαλοπρέπειαν ἐπὶ τῷ μετρεῖν δύνασθαι τὰς πράξεις, ὃς διὰ δόσεως τε καὶ λήψεως χρημάτων ἐνεργοῦμεν, τὴν δὲ μεγαλοψυχίαν τε καὶ φιλοτιμίαν ἐπὶ τῇ συμμέτρῳ καὶ κατ’ ἀξίαν τῶν τιμῶν αἱρέσει, τήν τε ἐπὶ τῷ περὶ τὰς ὀργὰς συμμέτρῳ, αἱρούμεθα δὲ καὶ τὴν δικαιοσύνην, διότι ἐστὶ σωστικὴ τῆς κοινωνίας οὔσης ἡμῖν κατὰ φύσιν, εἴ γέ ἐσμεν φύσει κοινωνικοί τε καὶ πολιτικοί). ὡς γὰρ οὐ δι’ αὐτὴν αἱρετὴ ἡ οἰκοδομική, ὅτι ἐστὶν αἱρετὰ τὰ γινόμενα ἀπ’ αὐτῆς, οὐδὲ ἡ παλαιστικὴ δι’ αὑτήν ἐστιν αἱρετὴ διὰ τὸ τοῦ καλῶς παλαίειν εἶναι ποιητική, οὐδὲ τῶν ἀρετῶν εἴη τις ἂν δι’ αὐτὴν αἱρετή, εἰ τὸ αἱρετόν ἐστιν αὐταῖς παρὰ τῶν γινομένων δι’ αὐτῶν. ἢ εἰ μὲν ἦν ἄλλο μὲν τὸ δι’ ὅ φαμεν ἑκάστην τῶν ἀρετῶν εἶναι αἱρετήν, ἄλλο δὲ αὐτὴ ἡ ἀρετή, εὐλόγως ἂν ἀνῃρεῖτο τὸ εἶναι αὐτῶν ἑκάστην δι’ αὐτὴν αἱρετήν, εἰ δέ ἐστιν ἑκάστῃ τῶν ἀρετῶν τὸ εἶναι ἐν τούτῳ δι’ ὅ ἐστιν αἱρετή, εἴη ἂν εὐλόγως λεγόμενον τὸ εἶναι τὰς ἀρετὰς δι᾿ αὑτὰς αἱρετάς. ὡς γὰρ εἰ ἦν ἡ οἰκοδομικὴ οἰκία, δι᾿ ἥν ἐστιν αἱρετή, ἦν ἂν δι᾿ αὑτὴν αἱρετή, οὕτως καὶ τῶν ἀρετῶν ἑκάστη, εἰ ἔστιν ἡ αὐτὴ τούτῳ δι᾿ ὅ ἐστιν αἱρετή, εἴη ἂν δι᾿ αὑτὴν αἱρετή, καὶ ἔτι μᾶλλον καὶ φανερώτερον, εἰ ἕκαστον τῶν κατ᾿ αὐτὰς ἔχοι τὸ αἱρετὸν ἐν αὑτῷ καὶ μὴ διὰ τὴν ἐπ᾿ ἄλλο τι ἀναφοράν, ὡς ἡ οἰκία, δι᾿ ἣν ἡ οἰκοδομικὴ ἔχει τὸ αἱρετόν, διὰ γὰρ τὴν γινομένην ἀπ᾿ αὐτῆς σκέπην χειμῶνός τε καὶ θέρους. ὅτι δὲ αἱ ἀρεταὶ αἱ αὐταὶ τούτοις δι᾿ ἃ αἱρετὰς αὐτὰς εἶναί φαμεν, δῆλον ἐκ τοῦ εἶναι μὲν αὐτὰς μεσότητας παθῶν τε καὶ πράξεων, τὴν μὲν ἀνδρίαν φόβου τε καὶ θάρρους, τὴν δὲ σωφροσύνην λύπης τε καὶ ἡδονῆς τῶν δι᾿ ἁφῆς, τὴν δὲ ἐλευθεριότητα δόσεως καὶ λήψεως χρημάτων, ὁ δ᾿ αὐτὸς καὶ ἐπὶ τῶν ἄλλων λόγος, ὥστε εἰ ἐν τούτοις τὸ εἶναι αὐταῖς, δι᾿ ἅ εἰσιν αἱρεταί, εἶεν ἂν δι᾿ αὑτὰς αἱρεταί, καὶ ἔτι μᾶλλον δι᾿ αὑτάς, ὅτι μὴ δι᾿ ἄλλο τι ἡμῖν αἱρεταὶ αἱ μεσότητες αἱ περὶ φόβους τε καὶ θάρρη, ἀλλὰ δι᾿ αὑτὴν ἑκάστη. τὸ γὰρ ἐν αὑτῷ καὶ τῇ αὑτοῦ φύσει τὸ αἱρετὸν ἔχον, τοῦτο δι᾿ αὑτὸ αἱρετόν, τοιαῦται δὲ αἱ μεσότητες αἱ περὶ τὰς κατὰ φύσιν ἡμῖν πράξεις. τούτων δὲ οὕτως ἐχόντων, εἰ μὲν τοῖς ἀνθρώποις ἡ σωτηρία τῆς τε πολιτικῆς κοινωνίας καὶ τῆς οἰκονομικῆς μὴ δι᾿ αὑτὰ αἱρετά, ἀλλὰ δι᾿ ἄλλο τι, οὐδ᾿ ἂν ἡ δικαιοσύνη, οὔσα μεσστης τούτων ἐν οἷς ἐστι ἡ σωτηρία τῶν προειρημένων, εἴη ἂν δι᾿ αὑτὴν αἱρετή, καθ᾿ οὕς τοῦτ᾿ ἐστὶν ἡ δικαιοσύνη. εἰ δέ ἐστιν ἡ κοινωνία καὶ ἡ σωτηρία ταύτης δι᾿ αὑτὴν τοῖς ἀνθρώποις αἱρετή, εἴη ἂν καὶ ἡ δικαιοσύνη δεικνυμένη δι᾿ αὑτὴν αἱρετή, καθό ἐστι μεσότης καὶ ἰσότης τοῦ τε ἐν ταῖς νομαῖς καὶ τοῦ ἐν τοῖς συναλλάγμασιν ἴσου, ἐν οἷς ἡ σωτηρία τῆς πολιτικῆς τε καὶ πρώτης κοινωνίας. ἀλλὰ μὴν ὅτι δι᾿ αὑτὸ τοῖς ἀνθρώποις αἱρετὸν ἡ κοινωνία, γνῶναι πρόχειρον ἀπό τε τοῦ κατὰ φύσιν αὐτοῖς εἶναι τὴν κοινωνίαν, οὗ σημεῖον φανερώτατον τὸ τούτῳ μάλιστα τῶν ἄλλων ζῴων τὸν ἄνθρωπον διαφέρειν, ὃ μόνον ἐστὶν αὐτῷ χρήσιμον ἐν τῇ πρὸς ἀλλήλους κοινωνίᾳ. ἴδιον μὲν γὰρ ὁ λόγος αὐτοῦ, τούτοφ δὲ χρεία πρὸς μήνυσιν τοῖς πλησίον τῶν ἰδίων νοημάτων τε καὶ παθῶν. ἐναργὲς δὲ τοῦτο καὶ ἐκ τοῦ μηδὲ ἐπ᾿ ὀλίγον δύνασθαι ζῆν ἄνθρωπον μόνον γεγονυῖα νόμενον. διότι δὲ ἐν κοινωνίᾳ τῷ ἀνθρώπῳ τὸ εἶναι καὶ ὁ λόγος τούτου χάριν, ἀρίστη δὲ καὶ τελειοτάτη τῶν κατὰ λόγον γινομένων κοινωνιῶν ἡ πολιτική, ἀπὸ δὲ τῶν ἀρίστων ἡ τῶν κατὰ φύσιν ἑκάστῳ κρίσις, εἴη ἐν ὁ ἄνθρωπος λογικόν, οὕτως δὲ καὶ πολιτικόν, καὶ τὸ σώζειν δὲ τὴν τοιαύτην κοινωνίαν εἴη ἂν αὐτῷ μάλιστα κατὰ φύσιν τε καὶ αἱρετὸν δι’ αὐτό, τοιοῦτον δὲ ἡ δικαιοσύνη.

---

Alexander of Aphrodisias, Ἠθικὰ προβλήματα [Sp.], ed. Ivo Bruns. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg013.local001/.
