# Ἠθικὰ προβλήματα [Sp.] XXVIII. Πότερον ὡς γένος ἢ ὡς ὅλον τῶν ἀρετῶν ἡ ἀρετή.

Alexander of Aphrodisias, Ἠθικὰ προβλήματα [Sp.], XXVIII. Πότερον ὡς γένος ἢ ὡς ὅλον τῶν ἀρετῶν ἡ ἀρετή.. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/alexander-of-aphrodisias/sp-3/XXVIII.%20%CE%A0%CF%8C%CF%84%CE%B5%CF%81%CE%BF%CE%BD%20%E1%BD%A1%CF%82%20%CE%B3%CE%AD%CE%BD%CE%BF%CF%82%20%E1%BC%A2%20%E1%BD%A1%CF%82%20%E1%BD%85%CE%BB%CE%BF%CE%BD%20%CF%84%E1%BF%B6%CE%BD%20%E1%BC%80%CF%81%CE%B5%CF%84%E1%BF%B6%CE%BD%20%E1%BC%A1%20%E1%BC%80%CF%81%CE%B5%CF%84%CE%AE.

Ἐπεὶ τοῖς μὲν ὡς γένος τῶν ἀρετῶν τὴν ἀρετὴν κατηγορεῖσθαι λέγουσιν εἵπετο ἄτοπον τὸ μιᾶς ἀναιρουμένης ἀναιρεῖσθαι πάσας (τῆς γὰρ φρονήσεως ἀναιρεθείσης οὐδ᾿ ἄλλην οἷόν τε ἔχειν ἀρετήν, οὐχ οὕτως ὀὲ τὸ γένος ἔχει πρὸς τὰ εἴδη, ὡς ἑνὸς εἴδους ἀναιρέσει συναναιρεῖσθαι αὐτό τε καὶ τἆλλα εἴδη), τοῖς δὲ ὡς ὅλον μερῶν εἴπετο τὸ μὲν ὅλον τῶν μὴ ὁμοιομερῶν αὐτῷ μερῶν μὴ κατηγορεῖσθαι συνωνύμως (οὐ γὰρ κατὰ τῆς κεφαλῆς τοῦ ἀνδριάντος ὁ ἀνδριὰς καὶ ὁ λόγος αὐτοῦ· οὐσῶν δέ γε τῶν ἀρετῶν διαφερουσῶν ἀλλήλων ἡ ἀρετὴ κατὰ πασῶν συνωνύμως κατηγορεῖται) ἢ εἰ τὸ ὅλον τὸ ὁμοιομερὲς τῶν μερῶν συνωνύμως κατηγορεῖται, πᾶσαι δὲ αἱ ἀρεταὶ ὅμοιαι ἀλλήλαις, εἴ γε ἣν ἂν λάβης ὡς τελείαν, ὁμοίως ἐκ πασῶν μέμικται, εἴη ἂν ὡς ὁμοιομερὴς ὅλη κατηγορουμένη ἑκάστης συνωνύμως. ὁ γὰρ ἔχων τὴν τελείαν ἀρετὴν ὁμοίως πάσας ἔχει, ἔχων δὲ ὁμοίως πάσας λέγεταί ποτε μὲν κατ᾿ ἀνδρείαν, ποτὲ δὲ κατὰ σωφροσύνην ἐνεργεῖν τῷ περὶ ἃ ἰδίως ἐστὶν ἡ σωφροσύνη, περὶ ταῦτα ἁπάσαις ὁμοίως ἐνεργεῖν. ὡς γὰρ ἐν τοῖς σώμασιν τοῖς ἐκ διαφερόντων μιγνυμένοις τινῶν τὸ μιχθὲν ὁμοιομερὲς πάντῃ γίνεται, οὕτως καὶ ἐπὶ τῶν ἕξεών τε καὶ τῶν ἀρετῶν γίνεται. αἱ γὰρ διαφέρουσαι ἀλλήλων ἀρεταὶ τῷ τήνδε μὲν αὐτῶν περὶ τάδε τινὰ εἶναι, τήνδε δὲ περὶ τάδε (ὡς ἔχον ἐπὶ τῶν φυσικῶν ἀρετῶν ὁρῶμεν· αὗται γὰρ ἐν τῇ τελειώσει, ἣ γίνεται ἐν τῇ ἑκάστης αὐτῶν πρὸς τὰς ἄλλας μίξει), τὸ πᾶν ὁμοιομερὲς ποιοῦσιν, ὡς γίνεσθαι μὲν δοκεῖν καθ᾿ ἑκάστην αὐτῶν ἐνέργειαν, ὅταν περὶ ταῦτα γίνηται, περὶ ἃ ἦν τῇ ἀτελεῖ τε καὶ φυσικῇ ἀνδρείᾳ φέῤ εἰπεῖν τὸ εἶναι· οὐ μὴν κατ᾿ ἐκείνην μόνην ἐνεργεῖ περὶ αὐτά, ὧν διὰ τὴν τοιαύτην μῖξιν ὁμοίων οὐσῶν ἀλλήλαις εἰκότως ἡ ἀρετὴ συνωνύμως κατηγορεῖται· ταύτας γὰρ καὶ κυρίως ἀρετάς φαμεν.

---

Alexander of Aphrodisias, Ἠθικὰ προβλήματα [Sp.], ed. Ivo Bruns. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0732.tlg013.local001/.
