Ancient Greek
Chapter 10
Alexander of Aphrodisias, Περὶ Πυρετῶν [Sp.] 10.1
Not analysed yet
Φανερὸν οὖν ἐκ τῶν εἰρημένων, ὅτι ἡ φυσικὴ καὶ ἔμφυτος θερμότης παρὰ φύσιν θερμότητος διενήνοχε πρῶτον μὲν τοῖς αἰτίοις, ἔπειτα τῷ εὐκράτῳ τε καὶ δυσκράτῳ, καὶ ὅλως ὥσπερ τὸ ἄκρον τοῦ μέσου· ὡς γὰρ ἀρετὴ πρὸς κακίαν, οὕτως εὐκρασία πρὸς δυσκρασίαν· κἀντεῦθεν ἑπομένως τῷ τε εἴδει καὶ τῇ μορφῇ, καθάπερ τὸ ὑγιεινὸν τοῦ νοσώδους διενήνοχε σώματος περὶ γε μὴν τὸ αὐτὸ ὑποκείμενον ἄμφω, ὡς πρὸς τρόπου τοῖς ἐναντίοις, εἰώθασι γίγνεσθαι, εἴτε πνεῦμα, εἴτε χυμός, εἴτε μόριον τοῦ τ᾽ ἂν εἴη, ἐν ᾧ πρὸς ἀλλήλας καὶ ποιοῦσι καὶ πάσχουσι.