Ancient Greek
Chapter 12
Alexander of Aphrodisias, Περὶ Πυρετῶν [Sp.] 12.4
Not analysed yet
Ἐπεὶ δὲ πᾶσα φυσικὴ δρᾶσις ἢ πεῖσις, ἡ ἐν τῷ γίγνεσθαι τὸ εἶναι ἔχουσα κίνησις, κίνησις δὲ ἐν χρόνῳ, τοῦ δὲ χρόνου τὸ μὲν ἀρχή, τὸ δὲ μέσον, τὸ δ᾽ ἄκρον καὶ ἔσχατον, ἔτι δὲ καὶ τἀναντία, ἐν οἶς ἡ κίνησις, ἔμμεσα, πολλῶν ὄντων μεταξὺ τοῖν δυοῖν εἰδῶν τε καὶ ὑποστάσεων, ἀνάγκη μήτ᾽ ἐν τῇ ἀρχῇ τῆς κινήσεως θάτερον μὲν τῶν ἐναντίων φθαρῆναι, θάτερον δὲ ἀντεισαχθῆναι, μήτε μὴν ἐν τῷ μέσῳ· μάτην γὰρ ἄν ἦν ἡ ἀπὸ τῆς ἀρχῆς ἄχρι τοῦ μέσου καὶ τελευταίου, καὶ ἡ ἀπὸ τοῦ μέσου πάλιν ἐπὶ τὸ ἔσχατον κίνησις.