Ancient Greek
16.1 to 16.2
Alexander of Aphrodisias, Περὶ Πυρετῶν [Sp.] 16.1-2
Not analysed yet
Γένοιτο δ᾽ ἂν τὰ ῥηθέντα σοι δῆλα, ἐπεξιόντι μὲν καὶ ἅπερ ἡμεῖς εἰς τὴν τούτων σαφήνειαν θήσομεν παραδείγματα, ἐν ᾧ περὶ διαφορᾶς πυρετῶν λέγομεν, οὐχ ἧττον δὲ καὶ τὸ παρὸν ἀναλεγομένῳ παράδειγμα, ̔πποκράτει καὶ Ἀρεταίῳ προσευρεθέν, τοῖς ἄρτι ῥηθεῖσιν ὡς οἰκειότατον. Προκείσθω γὰρ ἡμῖν εἰς θεωρίαν τὸ βαλανεῖον, καὶ θεωρῶμεν ὅσας ἔχει διαφερούσας ἀλλήλων φύσεις, ἐξ ὧν συνίσταται, καὶ ὅπως ἔχει ἢ δύνατ᾽ ἔχειν πρὸς θέρμανσιν.